📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 屬靈講道集

屬靈講道集 第 1 章 第 19/36 段

希臘文原文.111 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2716–1:2826(全章共 5111 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:2716
ὥσπερ οὖν εἰς τὸ φαινόμενον χρῄζει ἡ γῆ ἐργασίας, καὶ ἐξέρχονται ἐργάται καὶ τὸν σπόρον ἐν αὐτῇ κατατίθενται καὶ ἐκφέρει καρπούς, καὶ τῷ ἰδίῳ καιρῷ λαμβάνουσιν οἱ θερισταὶ τὰ δρέπανα καὶ θερίζουσιν, οὕτως ἔστι γῆ ἀφανὴς τοῦ κυρίου ἡ ψυχὴ τοῦ ἀνθρώπου καὶ ὁ καλὸς γεωργὸς ὁ κύριος, οἱ ἐργαζόμενοι τὴν γῆν οἱ ἅγιοι ἀπόστολοί εἰσιν, οἱ δια.. δεξάμενοι τὸν λόγον κυρίου
正如在可見的範疇裡,地需要耕耘,工人便出去,將種子撒在地裡,於是地便結出果實;到了適當的時候,收割的人便拿起鐮刀收割——照樣,主那不可見的地土,就是人的靈魂;那美善的農夫,便是主;而耕耘這地的,便是眾聖使徒,就是承接主之道的人。
Just as, then, in the visible realm the earth needs cultivation, and laborers go out and deposit the seed in it, and it brings forth fruits, and at its proper season the reapers take the sickles and reap—so too the invisible earth of the Lord is the soul of man, and the good farmer is the Lord, and those who work the earth are the holy apostles, who received in succession the word of the Lord.
1:2717
αὐτὸς γὰρ ὁ τοῦ πατρὸς λόγος ἦλθεν εἰς τὸν κόσμον οὐρανοὺς καινοὺς ποιῆσαι καὶ γῆν καινὴν κατασκευάσαι, καθὼς ἐπηγγείλατο·
因為父的道自己來到世界,為要造出新天,並構造新地,正如祂所應許的:
For the Word of the Father himself came into the world to make new heavens and to fashion a new earth, just as he promised:
1:2718
ἰδοὺ ποιῶ οὐρανοὺς καινοὺς καὶ γῆν καινήν, τὴν μὴ παρερχομένην
「看哪,我造新天新地,這新天新地是不會廢去的。」
Behold, I make new heavens and a new earth, which shall not pass away.
1:2719
οὗτος γὰρ ὁ οὐρανὸς καὶ ἡ γῆ αὕτη καὶ πάντα τὰ βλεπόμενα λύεται καὶ παρέρχεται, ἡ δὲ ὑπὸ τοῦ κυρίου ἐργαζομένη λογικὴ καὶ πνευματικὴ γῆ.. αἰώνιος
因為這天與這地,以及一切眼所見的,都要毀壞、過去;但那由主耕耘的理性屬靈之地,卻是永存的。
For this heaven and this earth, and all things that are seen, are dissolved and pass away; but the rational and spiritual earth, worked by the Lord, is eternal.
1:2720
μεθ' ἑαυτῶν ἐπικομίσασθαι
……隨身一同帶走……
...to carry along with themselves...
1:2721
ἐνταῦθα δὲ ἐάν τινα κατορθώματα κτήσωνται καὶ ἀποθῶνται πνευματικὸν πλοῦτον οἱ Χριστιανοὶ ἐν τῇ ζώσῃ τῆς καρδίας γῇ, ἐν τῷ ἐξέρχεσθαι τοῦ κόσμου τούτου συμπαραλαμβάνουσι μεθ' ἑαυτῶν καὶ τὸν τοιοῦτον πλοῦτον αὐτῶν καὶ τὸν θησαυρὸν τῆς ζωῆς καὶ τοὺς καρποὺς τῶν πόνων αὐτῶν τοὺς ζῶντας, καὶ ἀπέρχονται ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, ὅπου ἡ.. αἰώνιος αὐτῶν ἐστι κατάπαυσις καὶ κληρονομία
而在今世,基督徒若能獲得一些美善的成就,並在心那活的地土中積存屬靈的財富,那麼當他們離開這世界時,就會將他們如此的財富、生命的至寶,以及他們勞苦所結出的活果子,一併隨身帶走,前往諸天的國度,那裡有他們永遠的安息與基業。
But here, if Christians acquire some good achievements and lay up spiritual wealth in the living earth of the heart, when they depart from this world, they take along with them also such wealth of theirs, and the treasure of life, and the living fruits of their labors, and they go away into the kingdom of the heavens, where their eternal rest and inheritance is.
1:2722
αὕτη οὖν ἡ φαινομένη γῆ παρέρχεται καὶ ὁ πλοῦτος οὗτος ἀφανίζεται καὶ οἱ καρποὶ ἀναλίσκονται, ἐκεῖνα δὲ τὰ πνευματικὰ πράγματα τὰ μὴ τούτοις τοῖς ὀφθαλμοῖς ὁρώμενα εἰς τὸν αἰῶνα συμπαραμένει
所以,這可見的地要過去,這財富要消逝,果子也要耗盡;唯獨那些不能用肉眼看見的屬靈事物,卻要永遠長存。
This visible earth, then, passes away, and this wealth vanishes, and the fruits are consumed; but those spiritual things, not seen with these eyes, remain together forever.
1:2723
Ὥσπερ οὖν τὰ δένδρα ταῦτα ἔνδοθεν συλλαμβάνει τοὺς καρποὺς καὶ ἐν τῷ καιρῷ τοῦ Ξανθικοῦ μηνός, ὅτε τὸ ἔαρ ἡδὺ ἔφθασε, προκομίζει ἕκαστον δένδρον τὸν ἔνδον ὄντα καρπὸν εἰς τὸ προφανὲς καὶ ἀνάγκη τὸν βότρυν ἐκ τοῦ κλήματος ἐξελθεῖν καὶ τὴν λοιπὴν ὀπώραν ἐκ τῶν καρποφόρων δένδρων προελθεῖν, οὕτω καὶ ὅσοι νῦν ἐν τῷ κρυπτῷ συλλαμβάνουσι τὸν ἐπουράνιον σπόρον τοῦ πνεύματος τῆς δόξης ἐν ταῖς καρδίαις ἑαυτῶν καὶ πλήρεις εἰσὶν ἀρετῶν, ἐν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως ἐκείνη ἡ ἐπουράνιος καὶ πνευματικὴ δόξα, ἣν ἀπὸ τοῦ νῦν ἔνδοθεν ἐκομίσαντο, καὶ τὰ γυμνὰ σώματα ἐνδύσει καὶ ἀμφιάσει.. ἔξωθεν δόξαν ἐπουράνιον
正如這些樹木在內裡孕育果實,到了三月(Xanthicus月)、甜美的春天來臨之時,每棵樹便將其內裡的果子顯露於外;葡萄串必須從藤蔓中生出,其餘的果實也必須從結果子的樹木中產出;照樣,凡如今在隱密中於自己心裡孕育那榮耀之靈屬天種子、且滿有美德的人,到了復活的日子,那從如今起便已在裡面領受的屬天屬靈榮耀,也要由外而內地披上、裝扮那赤裸的身體,使其披戴屬天的榮耀。
Just as these trees conceive their fruits within, and in the season of the month of Xanthicus, when sweet spring has arrived, each tree brings forth into the open the fruit that is within it, and the cluster of grapes must come out from the vine, and the rest of the produce must come forth from the fruit-bearing trees—so also, as many as now, in secret, conceive the heavenly seed of the Spirit of glory in their hearts, and are full of virtues, on the day of the resurrection that heavenly and spiritual glory, which from now they have received within, will also clothe and array their naked bodies outwardly with heavenly glory.
1:2724
οὐαὶ ψυχῇ τῇ μὴ κτησαμένῃ καὶ ἐμπορευσαμένῃ διὰ τῆς πίστεως αὐτῆς τὴν δόξαν τοῦ πνεύματος ἔνδον, ὅτι ἐν τῇ ἀναστάσει οὐχ ἕξει, ὃ καλύψει καὶ δοξάσει καὶ ἀμφιάσει αὐτῆς τὸ σῶμα τὸ ἀμφίον τοῦ σωτηρίου
那沒有藉著自己的信心,在裡面獲得並贏得聖靈榮耀的靈魂有禍了!因為到了復活的時候,她將沒有那能遮蓋、榮耀、並以救恩的衣裳裝扮其身體的東西。
Woe to the soul that has not acquired and gained through its faith the glory of the Spirit within, because at the resurrection it will not have that which will cover and glorify and clothe its body with the garment of salvation.
1:2725
Ἐτέθησαν οὖν οἱ ἀπόστολοι καὶ ἐργάται τῶν λογικῶν ψυχῶν καὶ οἰκονόμοι πνευματικοί, καὶ οἰκονόμοι οὐ τῶν φαινομένων οἰκιῶν, ἀλλὰ τῶν καρδιῶν τῶν ἀνθρώπων
於是使徒被立為理性靈魂的工人,也作屬靈的管家;他們所管理的不是可見的房屋,而是人的心。
The apostles, then, were appointed both as laborers of rational souls and as spiritual stewards—stewards not of visible houses, but of the hearts of men.
1:2726
ὥσπερ ὁ οἰκονόμος εἰσέρχεται εἰς τὸν οἶκον καὶ πάντα τὰ ἐν αὐτῷ ἐπιμελῶς καθαρίζει καὶ διακοσμεῖ τὴν οἰκίαν πρὸς τὴν ἀρέσκειαν τοῦ δεσπότου, οὕτω καὶ ὁ λόγος τῶν ἀποστόλων εἰσερχόμενος εἰς τὰς καρδίας τῶν πιστῶν ἀνθρώπων οἰκονομεῖ τὴν ψυχὴν καὶ κοσμεῖ πρὸς τὴν τοῦ ἐπου.. ρανίου δεσπότου εὐαρέστησιν καὶ ἐνοίκησιν
正如管家進入屋內,仔細清理屋裡的一切,並裝飾這屋子,使主人喜悅;照樣,使徒的道也進入信徒的心中,管理靈魂,並將其裝飾整潔,為要使那屬天的主人喜悅,並在其中居住。
Just as the steward enters the house and carefully cleans everything in it and adorns the house to please the master, so also the word of the apostles, entering into the hearts of believing men, administers the soul and adorns it for the good pleasure and indwelling of the heavenly Master.
1:2727
οἱ δὲ αὐτοὶ καὶ ποιμένες ἐκλήθησαν·
而這些同樣的人,也被稱為牧人:
And these same men were also called shepherds:
1:2728
βόσκε, γάρ φησιν ὁ κύριος τῷ Πέτρῳ, τὰ ἀρνία μου
因為主對彼得說:「你餵養我的小羊。」
For, says the Lord to Peter, 'Feed my lambs.'
1:2729
ὁμοίως καὶ αὐτοὶ πρῶτοι τὰς κλεῖς τῆς βασιλείας ἔλαβον·
同樣地,他們也是首先領受天國鑰匙的人:
Likewise they too were the first to receive the keys of the kingdom:
1:2730
λέγει γὰρ ὁ κύριος τῷ Πέτρῳ·
因為主對彼得說:
For the Lord says to Peter:
1:2731
σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας
「我要把天國的鑰匙給你。」
I will give you the keys of the kingdom.
1:2732
τί δέ ἐστιν ἡ κλείς, ἀλλ' ἢ ὁ θεῖος καὶ ἐπουράνιος λόγος ὁ λαληθεὶς ὑπ' αὐτῶν ἐν δυνάμει τοῖς μετὰ πίστεως ἀκούουσι; διανοίγει γὰρ τὰ ὦτα τῶν πιστῶν ὁ θεῖος ἐν δυνάμει λόγος καὶ εἰσερχόμενος ἔνδον ἀνοίγει τὰς κεκλεισμένας ὑπὸ τοῦ πονηροῦ θύρας τῆς καρδίας καὶ κατέχει ἐκεῖ τὰς νομὰς τῆς ψυχῆς, ἥτις καρδία διανοιγεῖσα ἐξ ἀληθείας διὰ τῆς δυνάμεως τοῦ πνεύματος τοῦ ζῶντος καὶ ἐνεργοῦς λόγου.. οὐκέτι πάλιν κλεισθήσεται εἰς τοὺς αἰῶνας
這鑰匙豈不就是他們在能力中對懷著信心聆聽之人所說的、屬神屬天的道嗎?因為這帶有能力的屬神之道打開信徒的耳朵,進入其內,打開被那惡者所關閉的心門,並在那裡佔有靈魂的牧場;這顆心一旦藉著那活潑、有功效之道的靈的能力真實地被打開,就永不再被關閉,直到永遠。
And what is the key but the divine and heavenly word spoken by them in power to those who hear with faith? For the divine word, spoken in power, opens the ears of the faithful, and entering within it opens the doors of the heart that had been shut by the evil one, and there takes possession of the pastures of the soul; and this heart, once truly opened by the power of the living and effectual word of the Spirit, shall never again be shut, unto the ages.
1:2733
καὶ γὰρ αὐτὸς ὁ πονηρὸς διὰ τοῦ λόγου, οὗ ἐλάλησε τῇ Εὔᾳ, εἰσῆλθε πρῶτον εἰς τὴν ἀκοὴν καὶ διὰ τῆς ἀκοῆς ἐχώρησεν εἰς τὴν καρδίαν ὑπακουσάσης τῷ λόγῳ αὐτοῦ, καὶ κατέσχε τὰς νομὰς τῆς ψυχῆς καὶ ἀπέκλεισε τὰς θύρας τῆς καρδίας ἀπὸ τοῦ διανοιχθῆναι πρὸς τὴν αἰώνιον ζωὴν καὶ τὴν πνευματικὴν ἐκείνην τῆς ἀκοῆς ἀρετήν
因為那惡者本身,藉著他對夏娃所說的話,先進入了她的聽覺,又藉著聽覺進入她的心中,因為她順從了他的話;他就佔有了靈魂的牧場,關閉了心門,使其不能向著永生、以及那屬靈的聽覺美德敞開。
For the evil one himself, through the word which he spoke to Eve, entered first into her hearing, and through her hearing passed into her heart, since she obeyed his word, and he took possession of the pastures of the soul and shut the doors of the heart from being opened toward eternal life and that spiritual virtue of hearing.
1:2734
ἀνάγκη οὖν ὅπου ὁ ἀφανιστὴς ἐμπεριεπάτησε καὶ ἠρήμωσεν, ἐκεῖ τὸν λόγον τῆς ζωῆς δεῖ εἰσελθεῖν καὶ διορθώσασθαι τὰ ἠρημωμένα τῆς ψυχῆς τῶν.. ἀρετῶν πράγματα
因此必然,那毀滅者所行走、所荒廢之處,生命之道必須進入那裡,修復靈魂諸美德中那荒廢的事務。
It is necessary, then, that where the destroyer has walked about and laid waste, there the word of life should enter and set right the desolated affairs of the soul's virtues.
1:2735
καὶ ὥσπερ ὁ βασιλεὺς εἰς πᾶσαν τὴν γῆν τὰς εἰκόνας αὐτοῦ πέμπει καὶ δι' αὐτῶν τὸ κράτος αὐτοῦ καὶ ἐξουσία γνωρίζεται, οὕτω καὶ ὁ πονηρὸς αἰχμαλωτίσας τὸ γένος τῆς ἀνθρωπότητος καὶ ὑπὸ τὴν ἰδίαν ἐξουσίαν διὰ τῆς παραβάσεως τοῦ Ἀδὰμ πάντας κατασχὼν τὰς δυσειδεῖς καὶ ζοφερὰς τοῦ σκότους αὐτοῦ εἰκόνας τῶν παθῶν τῆς ἀτιμίας ἐνέβαλεν εἰς τὰς ψυχὰς καὶ δι' αὐτῶν ἐκράτησε τὰς νομάς, εἰς πάσας ἁμαρτίας καὶ ἀκαθαρσίας ἐκτρέψας τοὺς ἀνθρώπους
正如君王將自己的畫像頒行全國,藉此使人認識他的權柄與威能;照樣,那惡者也擄掠了人類,藉著亞當的犯罪,將眾人置於自己的權柄之下,把他黑暗中那醜陋陰沉的形像——就是可恥的情慾之像——投擲進靈魂裡,並藉此佔據了牧場,使世人偏離正道,墮入一切的罪惡與污穢之中。
And just as the king sends his images into all the land, and through them his dominion and authority are made known, so too the evil one, having taken captive the human race and, through the transgression of Adam, having brought all under his own authority, cast into souls the ill-favored and gloomy images of his darkness — the passions of dishonor — and through them held fast the pastures, turning men aside into every sin and impurity.
1:2736
Οὗτός ἐστιν ὁ νόμος τῆς ἁμαρτίας ὁ ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοός, κατὰ τοῦ νόμου τοῦ θεοῦ
這就是那與心思之律交戰、抵擋神之律的罪之律。
This is the law of sin that wars against the law of the mind, against the law of God.
1:2737
προστάσσει ὁ μακάριος ἀπόστολος
蒙福的使徒吩咐說
the blessed apostle commands
1:2738
τοῦτό ἐστι τὸ πνεῦμα τοῦ κόσμου, οὗπερ λυτρωθῆναι εὐχόμεθα
這就是世界的靈,我們祈求要從其中得蒙救贖。
This is the spirit of the world, from which we pray to be redeemed.
1:2739
τοῦτό ἐστι τὸ κάλυμμα τοῦ σκότους τὸ ἐπὶ τὴν καρδίαν κείμενον, ὅπερ διὰ τῆς δυνάμεως τοῦ Ἰησοῦ περιαιρεθῆναι ἐλπίζομεν ἐπιστρέψαντες τελείως πρὸς τὸν κύριον, ἵνα ἀνακεκαλυμμένῳ.. προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζώμεθα
這就是那覆蓋在心上的黑暗之帕子,我們盼望藉著耶穌的能力,在我們完全歸向主的時候被除去,好叫我們能以敞開的臉,如同照鏡子一般,觀看主的榮光。
This is the veil of darkness that lies upon the heart, which we hope, through the power of Jesus, to have taken away when we turn completely to the Lord, that with unveiled face we may behold as in a mirror the glory of the Lord.
1:2740
ὅσαι δὲ ψυχαὶ ἐν πίστει καὶ ἀγάπῃ πολλῇ προσεγγίζουσι τῷ κυρίῳ, ζητοῦσι παρ' αὐτοῦ τὴν λύτρωσιν καὶ τὴν χάριν τοῦ πνεύματος αὐτοῦ κομίσασθαι ἐπιθυμοῦσικαὶ ἀποστέλλει αὐταῖς κύριος τὴν ἐπιθυμητὴν καὶ ἐπουράνιον εἰκόνα τοῦ ἀρρήτου φωτὸς αὐτοῦ τὴν ζῶσαν (τουτέστι τὸν τοῦ πνεύματος αὐτοῦ νόμον τὸν καινὸν καὶ ἐπουράνιον ἄνθρωπον) καὶ διὰ τῆς ἀθανάτου καὶ ζώσης τοῦ φωτὸς τῶν ἀρετῶν αὐτοῦ εἰκόνος καταργοῦνται αἱ τοῦ σκότους δυσειδεῖς τῆς κακίας τῶν παθῶν εἰκόνες, καὶ βασιλεύει τῆς πιστῆς καὶ ἀξίας ψυχῆς τὸ πνεῦμα, ἐπιτελούσης πᾶν τὸ θέλημα αὐτοῦ καθαρῶς καὶ ἀμώμως καὶ τὸ κράτος αὐτοῦ διὰ τῆς ζώσης καὶ θεοειδοῦς τῆς χάριτος αὐτοῦ εἰκόνος εἰς τὰς ἀξίας αὐτοῦ ψυχὰς ἐν ἀληθείᾳ γνωρίζεται
凡以信心與極大的愛慕來親近主的靈魂,向他尋求救贖,渴慕領受他聖靈的恩典——主便差遣給她們那所渴望的、屬天的、他那不可言喻之光的活的形像(也就是他聖靈的新律、那屬天的人),藉著這不朽、活潑、屬他諸美德之光的形像,黑暗中那醜陋的、屬乎情慾之邪惡的形像便被廢除;於是聖靈就在這忠信而配得的靈魂中作王,使她純潔無瑕地成就他一切的旨意;而他的權能,也藉著他恩典那活潑、如神一般的形像,真實地向配得的靈魂顯明出來。
But as many souls as draw near to the Lord in faith and great love, seeking from him redemption, and desiring to obtain the grace of his Spirit — the Lord sends to them the desired and heavenly image of his ineffable light, the living image (that is, the new law of his Spirit and the heavenly man), and through this immortal and living image of the light of his virtues the ill-favored images of darkness, of the evil of the passions, are abolished, and the Spirit reigns in the faithful and worthy soul, which fulfills his whole will purely and blamelessly; and his dominion is made known in truth to worthy souls through the living and God-like image of his grace.
1:2741
Ὥσπερ γὰρ ἐν τῷ παλατίῳ ἐὰν ὦσι πεπαιδευμένοι οἱ διάκονοι τοῦ βασιλέως, ἐὰν μὴ λάβωσι παρ' αὐτοῦ τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, οὐ δύνανται ὑπηρετήσασθαι τῷ βασιλεῖἄλλο δέ εἰσιν αὐτοὶ καὶ ἄλλο τὰ σκεύη τὰ βασιλικά, ἅπερ αὐτοῖς ἐγχειρίζεται, ἐν γὰρ τοῖς ἰδίοις σκεύεσιν ὑπηρετεῖται ὁ βασιλεύς οὕτω καὶ οἱ ἄνθρωποι καὶ οἱ ἄγγελοι ἐὰν μὴ λάβωσι τὰ πνευματικὰ σκεύη τοῦ κυρίου ( τουτέστι δύναμιν καὶ γνῶσιν καὶ σύνεσιν ἐκ τοῦ πνεύματος αὐτοῦ) καὶ μέτοχοι δυνάμεως θεοῦ γένωνται, οὐ δύνανται ἐπιτελέσαι ἀμώμως πᾶν τὸ.. θέλημα τοῦ θεοῦ
正如在王宮之中,即便君王的僕役受過訓練,若不從王那裡領受金銀的器皿,也不能事奉君王;因為他們本身是一回事,交付給他們的君王器皿又是另一回事——君王乃是用自己的器皿受人服事。同樣地,人與天使若不領受主那屬靈的器皿(也就是從他的靈而來的能力、知識與悟性),並成為神大能的分享者,就不能無瑕疵地成就神的一切旨意。
For just as in the palace, even if the king's servants are trained, yet if they do not receive from him the vessels of silver and gold, they cannot minister to the king; for they themselves are one thing, and the royal vessels entrusted to them are another — for the king is served with his own vessels. So too, men and angels, unless they receive the spiritual vessels of the Lord (that is, power and knowledge and understanding from his Spirit) and become partakers of the power of God, cannot fulfill blamelessly the whole will of God.
1:2742
καὶ γὰρ αὐτοὶ οἱ ἄγγελοι πνεύματα ὄντες ἔλαβον ἐκ τοῦ πνεύματος αὐτοῦ δύναμιν καὶ ἀνακραθέντες δι' αὐτοῦ ποιοῦσι πᾶν τὸ θέλημα τοῦ θεοῦ, ὡσαύτως καὶ αἱ ψυχαὶ τῶν ἀνθρώπων πνεύματά εἰσι, καὶ ἐὰν μὴ λάβωσι δύναμιν θεοῦ καὶ γνῶσιν ἐκ τοῦ πνεύματος αὐτοῦ, οὐ δύνανται ἐπιτελέσαι ἀξίως πᾶν τὸ θέλημα τοῦ θεοῦ
因為眾天使本身雖是靈,也是從他的聖靈領受了能力,並藉此與之交融,才能行神的一切旨意;同樣地,人的靈魂也是靈,若不從他的聖靈領受神的能力與知識,就不能配得地成就神的一切旨意。
For the angels themselves, being spirits, received power from his Spirit, and being mingled with it through him they do the whole will of God; likewise also the souls of men are spirits, and unless they receive the power of God and knowledge from his Spirit, they cannot worthily fulfill the whole will of God.
1:2743
Καὶ γὰρ οἱ κάτω καὶ οἱ ἄνω ἑταῖροι ἀλλήλων εἰσίν, ὥς φησιν ὁ ἀπόστολος·
因為在下的與在上的乃是彼此的同伴,正如使徒所說:
For those below and those above are companions of one another, as the apostle says:
1:2744
εἰρηνοποιήσας εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς
使地上、天上的萬有和好。
having made peace, whether the things upon the earth or the things in the heavens.
1:2745
ζῇ τοίνυν ἕκαστος ἀξίως ἐκείνου, οὗ καὶ τὴν εἰκόνα φορεῖ ἐν δυνάμει καὶ ἐνεργείᾳ, ἤτοι τὴν τοῦ θεοῦ ( καὶ τῆς χάριτος, τῶν ἀρετῶν, τῆς ζωῆς) ἤτοι τὴν τοῦ πονηροῦ ( τῶν παθῶν τῆς ἀτιμίας), καὶ οὐ τὴν εἰκόνα ἐν ἑαυτῷ ἔχει, εἰς τὸν ἐκείνου αἰῶνα καὶ ζῇ καὶ διαιτᾶται
因此每一個人,都照著他所懷有、並在能力與實際運作中所承載之形像的那位而活——或是神的形像(即恩典、諸美德、生命的形像),或是那惡者的形像(即可恥情慾的形像);他心中所擁有的是哪一個形像,他就活在、居住在那一位的世代之中。
Each one, then, lives worthily of him whose image he bears in power and in actuality — whether the image of God (that is, of grace, of the virtues, of life) or the image of the evil one (that is, of the passions of dishonor); and whichever image he has within himself, in that one's age he both lives and has his abode.
1:2746
ἐὰν γὰρ τὴν εἰκόνα τῆς ζωῆς τοῦ φωτὸς τοῦ πνεύματος ἔχῃ τις ἐν ἑαυτῷ, ζῇ παρὰ τοῖς ἄνω ἐν τῷ αἰωνίῳ καὶ ἀφθάρτῳ κόσμῳ, ἐὰν δὲ τὴν δυσειδῆ τοῦ πονηροῦ ἔχῃ τις ἐν ἑαυτῷ εἰκόνα, ζῇ ἐν τῷ φθαρτῷ αἰῶνι τοῖς ἄνω νεκρὸς τυγχάνων
因為人若在自己裡面懷有那生命之光、聖靈之光的形像,他便與在上者一同活在那永恆不朽壞的世界裡;但人若在自己裡面懷有那惡者醜陋的形像,他就活在這必朽壞的世代裡,對在上者而言乃是死的。
For if a man has within himself the image of the life of the light of the Spirit, he lives among those above, in the eternal and incorruptible world; but if a man has within himself the ill-favored image of the evil one, he lives in the corruptible age, being dead as far as those above are concerned.
1:2747
νεκροὶ γὰρ ὀφείλουσι γενέσθαι τῷ κόσμῳ τούτῳ καὶ τῷ σαρκικῷ φρονήματι θανατωθῆναι οἱ βουλόμενοι ἐν ἐκείνῳ τῷ ἀθανάτῳ καὶ.. αἰωνίῳ κόσμῳ ζῆσαι
因為那些願意活在那不朽、永恆之世界的人,必須向這個世界成為死的,並在肉體的思念上被治死。
For those who wish to live in that immortal and eternal world must become dead to this world and be put to death as regards the carnal mind.
1:2748
ἐάν τις γὰρ παντὸς τοῦ κράτους τῆς γῆς κυριεύσῃ τῆς οὔσης ὑπὸ τὸν ἥλιον, πρόνοιαν δὲ τῆς ἑαυτοῦ ψυχῆς μὴ ποιήσῃ τοῦ ζῆσαι αὐτὴν ἐν τῷ ἀφθάρτῳ καὶ αἰωνίῳ κόσμῳ, οὐδεμίαν ὄνησιν καὶ ὄφελος ἔχει
因為人若掌管了日光之下大地的全部權勢,卻不為自己的靈魂籌謀,使其得以活在那不朽壞、永恆的世界裡,他便毫無益處可言。
For if a man should become lord of all the dominion of the earth that is under the sun, but should make no provision for his own soul, that it may live in the incorruptible and eternal world, he has no benefit or profit at all.
1:2749
πάντα γὰρ τὰ κτίσματα πρὸς μίαν ψυχὴν οὐκ ἰσάζεται, ὥς φησιν ὁ κύριος·
因為一切受造之物,都比不上一個靈魂的價值,正如主所說:
For all created things are not equal in worth to a single soul, as the Lord says:
1:2750
ἐὰν τὸν κόσμον ὅλον κερδήσῃς, τὴν δὲ ψυχήν σου ζημιωθῇς, τί ὄφελος ἢ τί δώσεις ἀντάλλαγμα τῆς ψυχῆς σου; ὥστε μιᾶς ψυχῆς ὅλος ὁ κόσμος οὐκ ἄξιός ἐστιν
人若賺得全世界,卻賠上自己的靈魂,有甚麼益處呢?人還能拿甚麼換回自己的靈魂呢?所以說,全世界都比不上一個靈魂的價值。
If you gain the whole world but forfeit your own soul, what profit is it, or what will you give in exchange for your soul? So then, the whole world is not worth a single soul.
1:2751
ἄλλος δέ ἐστι νόμος ὁ τῆς συνηθείας τοῦ κόσμου καὶ τῶν προτέρων αἰσχρῶν καὶ ματαίων ἔργων, εἰς ὃν ἕλκονται δελεαζόμενοι οἱ ἀναχωροῦντες καὶ ἀποτασσόμενοι τῷ βίῳ τούτῳ
還有另一種律,就是世俗習慣以及先前那些羞恥、虛妄之行為的律;那些出離世俗、棄絕今生的人,常被誘惑而被拉回這種律之中。
But there is another law, that of the habit of the world and of former shameful and vain works, into which those who withdraw and renounce this life are drawn, being enticed.
1:2752
παθῶν νόμον τὸν ἐν τῇ καρδίᾳ ἐγγεγραμμένον, αὐτὴν δὴ τὴν ἐνέργειαν τῆς κακίας, τουτέστι τὴν ἁμαρτίαν τὴν ἐμποδίζουσαν τῇ ψυχῇ καὶ κωλύουσαν εἰς τὴν ζωὴν τῆς βασιλείας εἰσελθεῖν
就是那銘刻在心中的情慾之律,亦即邪惡本身的作用——也就是那阻礙靈魂、攔阻它進入國度生命的罪。
the law of the passions written in the heart, that very activity of evil — that is, the sin which hinders the soul and prevents it from entering into the life of the kingdom.
1:2753
ἔστι δὲ καὶ ὁ ἀφανὴς νόμος τοῦ πνεύματος τῆς θεότητος ὁ ζῶν καὶ ἀντιλαμβανόμενος τῆς ἀγωνιζομένης ψυχῆς πρὸς τοὺς τῆς κακίας νόμους
然而也有那隱藏的、屬神性之聖靈的律,是活的,並且扶助那與邪惡諸律爭戰的靈魂。
But there is also the hidden law of the Spirit of the Godhead, living and taking hold of the soul that struggles against the laws of evil.
1:2754
τὸ οὖν τοῦ ἀνθρώπου ἔργον ἔοικε τῷ τοῦ κυρίου ἔργῳ
因此,人的工作與主的工作相似。
The work of man, then, resembles the work of the Lord.
1:2755
ὥσπερ γὰρ ὁ κύριος κατέλθων εἰς τὴν γῆν πολλὰ παθεῖν ὑπέμεινεν ὑβρισθεὶς καὶ ἀτιμασθεὶς καὶ σταυρωθείς, ἔπειτα καὶ εἰς τὰ κατώτερα μέρη κατῆλθε τῆς γῆς διὰ τὴν ἑαυτοῦ κληρονομίαν ( τουτέστι τὰς πιστὰς καὶ ἀξίας αὐτοῦ ψυχάς), οὕτω καὶ οἱ Χριστιανοὶ πολλὰ παθεῖν ὑπομένουσιν, ἕως θανάτου πρὸς τὴν κακίαν ἀγωνιζόμενοι διὰ τὴν ἐπουράνιον αὐτῶν κληρονομίαν, ἥτις ἐστὶν αὐτὸς ὁ κύριος
正如主降臨世間,忍受了許多苦難——被凌辱、被羞辱、被釘十字架,其後又下到地的最低之處,為了他自己的產業(也就是他忠信而配得的靈魂);同樣地,基督徒也忍受許多苦難,與邪惡爭戰直到至死,為了他們那屬天的產業,那產業正是主自己。
For just as the Lord, having come down to earth, endured to suffer many things — being insulted and dishonored and crucified — and afterward descended even into the lower parts of the earth for the sake of his own inheritance (that is, his faithful and worthy souls), so also Christians endure to suffer many things, struggling against evil even unto death, for the sake of their heavenly inheritance, which is the Lord himself.
1:2756
Σπουδάσωμεν τοίνυν καὶ ἡμεῖς πάντοτε αὐτῷ εὐάρεστοι εὑρεθῆναι, ἐν μηδενὶ τῷ νόμῳ τῆς κακίας ὑποτασσόμενοι, ἵνα τοῦ νόμου τοῦ πνεύματος τῆς ζωῆς καταξιωθέντες δυνηθῶμεν δι' αὐτοῦ καὶ τοῦ τῆς κακίας νόμου τῶν παθῶν ἀπαλλαγῆναι καὶ τῆς αἰωνίου ζωῆς ἐπιλαβέσθαι, καὶ οὕτως ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ ἁπλῶς ἀναστραφέντες καὶ πᾶν τὸ θέλημα τοῦ θεοῦ διὰ τῆς χάριτος αὐτοῦ ἐπιτελέσαντες καὶ ἄμωμοι διὰ τοῦ νόμου τοῦ πνεύματος καὶ ἄσπιλοι καταρτισθέντες τῆς αἰωνίου ζωῆς ἄξιοι γενώμεθα, σὺν τῷ κυρίῳ εἰς αἰῶνας αἰώνων ἐν ἀθανάτῳ βασιλείᾳ ἀπολαύοντες τῶν ἐκεῖ ἀγαθῶν
因此,讓我們也竭力常常蒙他喜悅,絲毫不服從邪惡之律,好叫我們得配蒙那生命之聖靈的律,並藉此得以脫離那情慾邪惡之律,進而抓住永生;如此,在他一切的誡命中誠實無偽地行事為人,藉著他的恩典成就神的全部旨意,又藉著聖靈之律成為無瑕、被塑造成無玷污的人,好叫我們配得永生,與主一同在那不朽的國度裡,直到永永遠遠,享受那裡的美善。
Let us also, then, be diligent to be found always well-pleasing to him, submitting ourselves in nothing to the law of evil, so that, being counted worthy of the law of the Spirit of life, we may through it be delivered from the law of evil of the passions and lay hold of eternal life; and thus, conducting ourselves simply in all his commandments, and accomplishing the whole will of God through his grace, and being made blameless through the law of the Spirit and formed spotless, we may become worthy of eternal life, enjoying the good things there together with the Lord unto ages of ages in the immortal kingdom.
1:2757
Ὁ κύριος ἐν τῷ εὐαγγελίῳ μυστικῶν πραγμάτων διήγησιν ποιούμενός φησιν·
主在福音書中,論述那奧秘之事時說:
The Lord, in the Gospel, giving an account of mystical matters, says:
1:2758
ἀγαπᾷ ὁ πατὴρ τὸν υἱὸν καὶ πάντα ἔδωκεν αὐτῷ εἰς τὰς χεῖρας αὐτοῦ, καί·
父愛子,已將萬有交在他手裡;又說:
the Father loves the Son and has given all things into his hands, and:
1:2759
πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς πιστεύητε
將自己所做的一切事指示他,還要將比這些更大的事指示他,叫你們可以相信。
shows him all things that he himself does, and will show him greater works than these, that you may believe.
1:2760
τί ἐστι τὰ μείζονα ἔργα, ἃ δίδωσιν ὁ πατὴρ ποιῆσαι τῷ υἱῷ; νεκροὺς γὰρ ἤγειρε καὶ τυφλοῖς ἔδωκε τὸ βλέπειν, χωλοῖς τὸ περιπατεῖν, λεπροὺς ἐκαθάρισε, παραλυτικοὺς ἐθεράπευσε καὶ πᾶσαν νόσον ἰάσατο
那麼,父交給子去做的更大的事究竟是甚麼呢?他曾叫死人復活,使瞎子得見,使瘸子行走,潔淨了痲瘋病人,醫治了癱瘓的人,並且治好了各樣的疾病。
What, then, are the greater works which the Father gives the Son to do? For he raised the dead, and gave sight to the blind, and to the lame the power to walk, he cleansed lepers, healed the paralyzed, and cured every disease.
1:2761
ποῖα οὖν τὰ τούτων μείζονα ἔργα; ἀλλὰ καὶ τὰ ἔργα τῆς κτίσεως, ἧς ἐποίησεν ὁ θεός, πάντα ἦν·
那麼還有甚麼比這些更大的事呢?然而,神所造的創造之工,一切早已存在:
What, then, could be greater works than these? Yet also the works of creation, which God made, were all already in existence:
1:2762
οὐρανὸς γὰρ ἦν, ἥλιος καὶ σελήνη, ἀστέρες καὶ πᾶς ὁ κόσμος αὐτῶν ἦν, ἀλλὰ καὶ ἡ γῆ καὶ πᾶσα φυτεία ἦν καὶ πᾶν σπόριμον σπέρμα ἦν καὶ οἰκοδομαὶ πόλεων καὶ οἰκιῶν, ὕδωρ καὶ τὰ ἐν αὐτῷ, ὄρη καὶ βουνοί, ἀὴρ καὶ τὰ ἐν αὐτῷ πετεινὰ πάντα ἦν, ἀλλὰ καὶ νόμος ἦν καὶ γραφαὶ ἦσαν καὶ πᾶσα ἡ δικαιοσύνη τοῦ νόμου ἦν γεγραμμένη ἐν ταῖς γραφαῖς
因為天早已存在,日月星辰和它們所有的萬象早已存在;地也早已存在,各樣植物早已存在,各樣可播種的種子早已存在,城市與房屋的建築也早已存在;水和水中的萬物、山嶺與丘陵、空氣和其中所有的飛鳥都早已存在;律法也早已存在,經卷也早已存在,律法的一切公義也早已寫在經卷之中。
For heaven already existed, sun and moon and stars and all their array already existed; and the earth too, and every plant already existed, and every sowable seed already existed, and the buildings of cities and houses; water and the things in it, mountains and hills, air and all the birds in it already existed; but also the law already existed, and the scriptures already existed, and all the righteousness of the law was already written in the scriptures.
1:2763
τί οὖν τὸ λεῖπον; ἰδοὺ πάντα ἦν
那麼還缺少甚麼呢?看哪,一切早已存在。
What, then, was lacking? Behold, everything already existed.
1:2764
τίνα ἐστὶ τὰ μείζονα ἔργα, ἃ ἐπαγγέλλεται ὁ κύριος ποιῆσαι; καὶ γὰρ ἐν τοῖς ὁρωμένοις οὐδὲν τούτων μεῖζον ἔργον ἐποίησεν, ὡς ἐν τῷ εὐαγγελίῳ.. ποιῆσαι ἀναγέγραπται
那麼,主應許要行的更大的事究竟是甚麼呢?因為在可見之事上,福音書中所記載他所行的,並沒有一件工作比這些更大。
What, then, are the greater works which the Lord promises to do? For indeed, among visible things, he did no work greater than these, as is recorded in the Gospel that he did.
1:2765
τίνα οὖν ἐστι λοιπὸν τὰ μείζονα ἔργα; ἀληθῶς μεγάλα καὶ ἀληθινὰ καὶ αἰώνια ἔργα εἰργάσατο ἐλθὼν καὶ διὸ τὰ μείζονα καὶ αἰώνια ἔργα, ἃ ἐπηγγείλατο ποιῆσαι, πᾶσα ἡ σωτήριος αὐτοῦ ἔλευσις γεγένηται·
那麼,這剩下的更大之事究竟是甚麼呢?他藉著降臨,確實做成了偉大、真實、永恆的工作;因此,他所應許要行的那更大、永恆的工作,就是他整個救贖性的降臨本身。
What, then, are these greater works that remain? Truly he wrought great and true and eternal works by his coming; and therefore his whole saving advent has become the greater and eternal works which he promised to do.
1:2766
δι' ἃ καὶ τὰ φαινόμενα πάντα σημεῖα καὶ τέρατα πεποίηκεν
為了這緣故,他也行了一切可見的神蹟奇事。
For the sake of which he also performed all the visible signs and wonders.
1:2767
ἦλθε γὰρ ψυχὴν τὴν νεκρωθεῖσαν ἀπὸ τῆς παραβάσεως τοῦ Ἀδὰμ καὶ ἐν νεκρότητι παθῶν κακίας γενομένην ἀναστῆσαι, τὴν ἐκπεσοῦσαν ἀπὸ ζωῆς αἰωνίου καὶ εἰς θάνατον αἰώνιον κατενεχθεῖσαν
因為他來,是為了使因亞當的過犯而死、且陷入邪惡情慾之死境的靈魂復活——那從永生墮落、被帶入永死之中的靈魂。
For he came to raise up the soul that had been put to death by the transgression of Adam and had come to be in the deadness of the passions of evil — the soul that had fallen from eternal life and had been brought down into eternal death.
1:2768
ᾗ δ' ἡμέρᾳ φάγῃς, θανάτῳ ἀποθάνῃς
你吃的日子必定死。
In the day that you eat, you shall die the death.
1:2769
ἀπέθανε γὰρ ἡ ψυχὴ ἀπὸ θεοῦ, τῆς αἰωνίου ζωῆς χωρισθεῖσα, τουτέστι τοῦ φωτὸς τῆς βασιλείας μηκέτι ἀπολαύουσα, ἐπεὶ εἰς τὸ φαινόμενον οὐκ αὐτῇ τῇ ἡμέρᾳ ἀπέθανεμετὰ γὰρ ἐννακόσια τριάκοντα ἔτη γέγραπται, ὅτι ἀπέθανεν
因為靈魂已離開神而死,與永生隔絕了,也就是不再享受國度的光——雖然就外表可見之事而言,他並非在那一日就死了,因為經上記著,他是在九百三十年之後才死的。
For the soul died away from God, being separated from eternal life, that is, no longer enjoying the light of the kingdom — although, as far as the visible is concerned, it did not die on that very day, for it is written that he died after nine hundred and thirty years.
1:2770
Ἡ ψυχὴ οὖν ἐνεκρώθη αὐτῇ τῇ ἡμέρᾳ καὶ μετὰ ταῦτα αὐτοῦ τὸ σῶμα τῷ φαινομένῳ θανάτῳ κατεδικάσθη
靈魂就在那一天被治死了,其後他的身體才被判定要承受那可見的死亡。
The soul, then, was put to death on that very day, and afterward his body was condemned to the visible death.
1:2771
οὕτω καὶ νῦν ὁ κύριος ἐποίησεν ὀρθῶς τὴν κρίσιν κρίνας·
如今主也是這樣正確地作出了審判:
So also now the Lord acted rightly, having rendered this judgment:
1:2772
ἀναστάσει δὲ καὶ τὸ σῶμα ἐγείρει καὶ τῆς ἀθανάτου δόξης καταξιώσει
但到了復活的時候,他也要使身體復活,並使其配得那不朽的榮耀。
but at the resurrection he will also raise up the body and count it worthy of immortal glory.
1:2773
ἐνεδύσατο γὰρ ἡ ψυχὴ τότε ἔνδυμα θανάτου, τὴν ἁμαρτίαν, καὶ ἐνορᾶν τὸν ἴδιον δεσπότην οὐκ ἠδύνατο·
因為靈魂那時穿上了死亡的衣裳,就是罪,便再也不能看見自己的主人了。
For the soul at that time put on the garment of death, which is sin, and was no longer able to behold its own Master.
1:2774
ἐλθόντος δὲ τοῦ σωτῆρος φησὶν Ἰωάννης·
但當救主降臨時,約翰說:
But when the Savior came, John says:
1:2775
ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, τουτέστιν ὁ τὸν ἀόρατον θάνατον τοῦ καλύμματος τοῦ σκότους, τὸ φρόνημα τῆς σαρκὸς περιαιρῶν, καὶ ἐκ νεκρότητος παθῶν ἀνιστῶν τὴν ψυχήνκαὶ πάλιν θεωρεῖν τοῖς νοεροῖς αὐτῆς ὀφθαλμοῖς τὸν ἴδιον δεσπότην.. κατηξιώθη
看哪,神的羔羊,除去世人罪孽的——也就是說,他除去了那黑暗帕子中不可見的死亡、肉體的思念,並使靈魂從情慾之死境中復活;靈魂便再次配得,以其心靈的眼睛觀看自己的主人。
Behold the Lamb of God, who takes away the sin of the world — that is, he who takes away the invisible death of the veil of darkness, the mind of the flesh, and raises up the soul from the deadness of the passions; and it was counted worthy once more to behold its own Master with its noetic eyes.
1:2776
ἴδε ἀληθῶς τὸ πρῶτον καὶ μεῖζον πάντων ἔργων ὧν ἐποίησεν ἔργον αἰώνιον·
看哪,這確實是他所行一切工作中,最初、也是最大的一件——一件永恆的工作:
Behold, truly, the first and greatest of all the works he did — an eternal work:
1:2777
ψυχὴν ἀνέστησεν ἀπὸ θανάτου αἰωνίου
他使一個靈魂從永死中復活。
He raised up a soul from eternal death.
1:2778
τὰς χωλὰς οὖν καὶ τυφλὰς καὶ παραλελυμένας ψυχὰς ἦλθεν ὁ κύριος ἰάσασθαι·
主來,是要醫治那些瘸腿、瞎眼、癱瘓的靈魂。
The Lord, then, came to heal souls that were lame and blind and paralyzed.
1:2779
ἰδὲ μεῖζον ἔργον τῶν φαινομένων σημείων
看哪,這是比那些可見的神蹟更大的工作。
Behold a work greater than the visible signs.
1:2780
πάλιν τί ἐποίησεν ἔργον μεῖζον τοῦ οὐρανοῦ καὶ τῆς γῆς ὁ κύριος, ὅτι ἐπήγγελται μείζονα τούτων ἔργα ποιῆσαι, ἐὰν μή, φησίν, μείζονα τούτων ποιήσω, μὴ πιστεύσητέ μοι; ἣν ἐνέστησε ψυχὴν ἐκ τοῦ αἰωνίου θανάτου, εἰσήγαγεν αὐτὴν εἰς κόσμον θεότητος οὐράνιον, πνευματικὸν καὶ αἰώνιονἐν σκέπῃ, γάρ φησι, τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται καὶ ἥλιον δικαιοσύνης ἔδωκεν αὐτῇ ἑαυτόν, τὸν φωτίζοντα αὐτὴν φωτὶ αἰωνίῳ, εἰσήγαγεν αὐτὴν καὶ εἰς τὴν γῆν τῶν ζώντων διὰ τοῦ φωτὸς τῆς θεότητος τοῦ πνεύματος, ἵν' ὥσπερ τὸ σῶμα τοῦτο ἐπὶ γῆς περιπατεῖ καὶ ἐργάζεται τὰ ἔργα τῆς γῆς, οὕτω καὶ ἡ ψυχὴ εἰσελθοῦσα εἰς τὴν ἀόρατον τῆς χάριτος γῆν ἡ ἄνωθεν γεννηθεῖσα ἐν αὐτῇ αὐλίζηται καὶ εἰς ἐκείνην ἐργάζηται.. ἔργα θεϊκὰ ἀρετῶν τοῦ πνεύματος
再者,主行了甚麼比天地更大的工作,以致他應許要行比這些更大的工作呢?他說:「我若不行比這些更大的事,你們就不必信我。」他使一個靈魂從永死中復活,並帶她進入那屬天的、屬神性的、屬靈而永恆的世界——因為經上說,她必住在天上之神的庇蔭之下;他又將公義的太陽——就是他自己——賜給她,那光照她以永恆之光的太陽;他又藉著聖靈神性的光,帶她進入活人之地,使她如同這身體行走在地上、做地上的工作一般,靈魂進入那看不見的恩典之地,那從上頭重生的靈魂便得以居住在其中,在那地上做出聖靈諸美德那屬神的工作。
Again, what greater work did the Lord do than heaven and earth, seeing that he promised to do works greater than these? "If I do not," he says, "do works greater than these, do not believe me." The soul which he raised up from eternal death he brought into a heavenly world of the Godhead, spiritual and eternal — for, he says, it shall lodge under the shelter of the God of heaven — and he gave to it the Sun of Righteousness, himself, who illumines it with eternal light; he also brought it into the land of the living, through the light of the Godhead of the Spirit, so that just as this body walks upon the earth and does the works of the earth, so also the soul, having entered into the invisible land of grace, being born from above, might dwell in it and work in that land the divine works of the virtues of the Spirit.
1:2781
ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἵν' ὥσπερ τὸ σῶμα ἐσθίει ἐκ τῆς γῆς καὶ πίνει, οὕτω καὶ ἡ ψυχὴ ἐσθίῃ τὸν ἀληθινὸν ἄρτον, τὸν κύριον, καὶ πίνῃ τὸ ζῶν ὕδωρ ἐκ τῆς δυνάμεως τοῦ πνεύματος
不要為那必壞的食物勞力,卻要為那存到永生的食物勞力,好叫身體怎樣從地上吃喝,靈魂也照樣吃那真正的糧——就是主——並喝那從聖靈能力而來的活水。
Labor not for the food that perishes, but for the food that endures to eternal life, so that just as the body eats from the earth and drinks, so also the soul may eat the true bread, the Lord, and drink the living water from the power of the Spirit.
1:2782
καὶ ὥσπερ τὸ σῶμα ἐσθίει καὶ πίνει ἀπὸ τῆς ἀμπέλου ταύτης, οὕτω ψυχὴ ἡ γεννηθεῖσα ἄνωθεν ἐσθίει ἀπὸ τῆς ἀληθινῆς ἀμπέλου, τοῦ κυρίου τοῦ εἰπόντος·
正如身體從這葡萄樹吃喝一般,那從上頭重生的靈魂也吃那真葡萄樹——就是主——他曾說:
And just as the body eats and drinks from this vine, so the soul that has been born from above eats from the true vine, the Lord, who said:
1:2783
ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ πίνει ἐκ τοῦ πνευματικοῦ καὶ.. ἐνθέου οἴνου τοῦ μὴ παρέχοντος δίψαν ἢ ἐπιθυμίαν σαρκός
「我是真葡萄樹」;又喝那屬靈的、由神所感的酒,那酒不會引起乾渴或肉體的慾望。
"I am the true vine"; and it drinks of the spiritual and God-inspired wine that gives rise to neither thirst nor fleshly desire.
1:2784
καὶ ὥσπερ τὸ σῶμα χρίεται εἰς ἄνεσιν ἔλαιον ἐκ τῆς γῆς ταύτης, οὕτω καὶ ἡ ψυχὴ χρίεται τὸ ἀληθινὸν τῆς ἀγαλλιάσεως ἔλαιον, αὐτὸ τὸ πνεῦμα τὸ ἄνεσιν καὶ ἀνάπαυσιν ἀληθινὴν ἀπὸ τῶν καυματηρῶν παθῶν αὐτῇ παρέχον
正如身體以這地上的油受膏,好得舒緩,靈魂也照樣以那真正歡欣的油受膏,那油正是聖靈本身,使她從那灼熱的情慾中得著真正的舒緩與安息。
And just as the body is anointed for relief with oil from this earth, so also the soul is anointed with the true oil of exultation, the Spirit itself, which affords it true relief and rest from the scorching passions.
1:2785
καὶ ὥσπερ ἀμφιέννυται τὸ σῶμα ἀμφία ἐνταῦθα καὶ ὑποδήματα, οὕτω καὶ ἡ ψυχὴ ἄφθαρτα καὶ πολυποίκιλα τοῦ πνεύματος ἀμφία ἀμφιέννυται καὶ τὰ ὑποδήματα τῆς ζωῆς ὑποδύεται
正如身體在此披上衣服、穿上鞋履,靈魂也照樣披上聖靈那不朽壞、色彩繽紛的衣服,並穿上生命的鞋履。
And just as the body here is clothed with garments and shod with sandals, so also the soul is clothed with the incorruptible and richly varied garments of the Spirit, and puts on the sandals of life.
1:2786
καὶ ὥσπερ ἐνταῦθά εἰσι φυτεῖαι καὶ σπέρματα καὶ ὕδατα ἐν τῇ γῇ, οὕτω καὶ ἡ ψυχὴ ἔχει φυτείας ἀοράτους καὶ σπέρματα ζωῆς καὶ ὕδωρ ζῶν, ἐξ οὗ πίνει καὶ ἔχει ἐν ἑαυτῇ πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον
正如這地上有植物、種子與水源,靈魂也照樣有那看不見的植物、生命的種子與活水,她從中飲用,並在自己裡面擁有一道湧流到永生的泉水。
And just as here there are plantations and seeds and waters in the earth, so also the soul has invisible plantations and seeds of life and living water, from which it drinks, and has within itself a fountain of water springing up into eternal life.
1:2787
καὶ ὥσπερ τὸ σῶμα ἔχει τὸν ἀέρα τοῦτον, ἐξ οὗ ἀναπνεῖ καὶ ζῇ, οὕτω καὶ ἡ ψυχὴ ἔχει τὸν θεϊκὸν καὶ ἐπουράνιον τοῦ πνεύματος ἀέρα, ἐξ οὗ ἀναπνεῖ καὶ ζῇ ἀθανάτῳ ζωῇ
正如身體擁有這空氣,藉此呼吸而活,靈魂也照樣擁有聖靈那屬神屬天的空氣,藉此呼吸,並以不朽的生命而活。
And just as the body has this air, from which it breathes and lives, so also the soul has the divine and heavenly air of the Spirit, from which it breathes and lives with immortal life.
1:2788
ταῦτα ἔλεγεν ὁ ἀπόστολος σκιὰν τῶν μελλόντων
這些事,使徒稱之為將來之事的影兒。
These things the apostle called a shadow of the things to come.
1:2789
ὁ κόσμος γὰρ ὁ φαινόμενος τύπος καὶ εἰκὼν καὶ ὑπόδειγμά ἐστι τοῦ ἀοράτου καὶ αἰωνίου τῆς θεότητος κόσμου
因為這可見的世界,乃是那不可見、永恆之神性世界的模型、形像與範例。
For this visible world is a type and image and example of the invisible and eternal world of the Godhead.
1:2790
Ἀλλὰ καὶ ὥσπερ ἐνταῦθα εἰς τὸ φανερὸν ὁ νόμος καὶ γραφαὶ καὶ δικαιοσύναι, οὕτω καὶ ὁ κύριος ἐλθὼν ἔδωκεν ἐν τῇ καρδίᾳ νόμον ἀληθινὸν ἀνεξάλειπτον τὸν τοῦ ἁγίου πνεύματος, ζῶντα καὶ ἐνεργοῦντα ζωὴν εἰς τὴν ψυχήν
還有,正如這裡在顯明的層面上有律法、經卷和公義的行為,主降臨之後,也照樣把那真實、不可磨滅的聖靈之律賜在心中,這律是活的,能將生命運行到靈魂之中。
But also, just as here in the visible realm there is the law, and the scriptures, and righteous acts, so also the Lord, having come, gave in the heart the true, indelible law of the Holy Spirit, living and working life into the soul.
1:2791
καὶ ἔχει ἡ ψυχὴ καὶ νόμον ἐλευθερίας τὸ πνεῦμα καὶ δικαιοσύνην ἀληθινὴν τὸν κύριον
靈魂便擁有聖靈作為自由的律,並擁有主作為真正的公義。
And the soul has, as its law of liberty, the Spirit, and as its true righteousness, the Lord.
1:2792
ἀνακεκαλυμμένῳ προσώπῳ προσέχειν εἰς τὴν δόξαν τοῦ θεοῦ, ὑπὸ δεσμοὺς κακίας ὄντες καὶ μηδέπω ἐλευθερωθέντες.. ἐκ τῆς δουλείας τῆς ἁμαρτίας
……以敞開的臉仰望神的榮耀,那時他們仍受邪惡的捆綁,尚未從罪的奴役中得釋放。
...to look with unveiled face upon the glory of God, being as they were under the bonds of evil and not yet freed from the slavery of sin.
1:2793
νῦν δὲ οἱ ἔχοντες τὸν νόμον τοῦ πνεύματος καὶ ἐλευθερωθέντες ἐκ τῆς δουλείας τῆς ἁμαρτίας καὶ τὴν ἐπουράνιον δικαιοσύνην ἐργαζόμενοι διὰ τῆς χάριτος ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ φωτὸς Χριστοῦ κατανοοῦσι, τῷ πνεύματι αὐτοῦ τὴν ψυχὴν ἀνακραθέντες
但如今,那些擁有聖靈之律、已從罪的奴役中得釋放、又藉著恩典行出屬天公義的人,便以敞開的臉,觀看基督之光的榮耀,他們的靈魂已與他的聖靈交融合一。
But now, those who have the law of the Spirit, and have been freed from the slavery of sin, and who work the heavenly righteousness through grace, behold with unveiled face the glory of the light of Christ, their soul having been mingled with his Spirit.
1:2794
ταῦτά ἐστι τὰ μείζονα καὶ ἀληθινὰ ἔργα, ἃ ἐπηγγείλατο ποιεῖν ὁ κύριος
這些就是主所應許要行的更大、真實的工作。
These are the greater and true works which the Lord promised to do.
1:2795
καὶ διὰ ταῦτα τὰ ἔργα ἦλθεν, ἵνα τὴν θανατωθεῖσαν τοῖς πάθεσι ψυχὴν ἀναστήσῃ καὶ εἰσαγάγῃ αὐτὴν εἰς κόσμον ἀληθῆ θεότητος, ἵν' ἔχῃ ἡ ψυχὴ οὔρανον καινὸν καὶ ἥλιον δικαιοσύνης καὶ γῆν φωτὸς ζῶντος, εἰς ἣν κατοικεῖν δύναται, καὶ βρῶσιν ἀληθινὴν καὶ πόσιν πνευματικὴν καὶ ἔργον ἄφθαρτον ζωῆς καὶ οἶκον καὶ πόλιν οὐράνιον καὶ ἐνδύματα τοῦ πνεύματος θεῖα καὶ στεφάνους τῆς χάριτος ἀφθάρ.. τους
他正是為了這些工作而來,為要使那被情慾治死的靈魂復活,並帶她進入神性的真實世界,使靈魂得以擁有新天、公義的太陽,以及那活光之地可供居住,並有真正的食物、屬靈的飲料、不朽的生命工作、屬天的房屋與城邑、聖靈那屬神的衣服,以及那不朽壞的恩典冠冕。
And it was for the sake of these works that he came, that he might raise up the soul that had been put to death by the passions and bring it into the true world of the Godhead, so that the soul might have a new heaven and a sun of righteousness and a land of living light in which it can dwell, and true food and spiritual drink and the incorruptible work of life, and a heavenly house and city, and divine garments of the Spirit, and incorruptible crowns of grace.
1:2796
καὶ πάντα ἁπλῶς, ἅπερ τὸ σῶμα ἔχει ἐνταῦθα, κατὰ τὴν εἰκόνα ταύτην καὶ ἡ ψυχὴ ἐκ τῆς ἀφθάρτου δόξης τοῦ πνεύματος κατασκευαζόμενα αὐτῇ ὑπὸ θεοῦ ἔχειν καταξιοῦται
總而言之,凡身體在此所擁有的一切,靈魂也照著同樣的形式,配得從神那裡擁有——是神用聖靈那不朽壞的榮耀,為她所預備的。
And simply everything that the body has here, according to this same pattern the soul also is counted worthy to have — things fashioned for it by God out of the incorruptible glory of the Spirit.
1:2797
ἀλλ' ἐπὰν ἀκούσῃς ὅτι ἡ ψυχὴ ἔχει ἀληθινὸν ἥλιον τὸν κύριον καὶ αὐτὸν ζωὴν καὶ αὐτὸν βρῶσιν καὶ πόσιν, μηδὲν ἐπίγειον ἢ χοϊκὸν νοήσῃς
但當你聽見靈魂以主為她真正的太陽、以他為生命、以他為食物與飲料時,不要以為這是屬地或屬塵土的事。
But when you hear that the soul has the Lord as its true sun, and him as its life, and him as its food and drink, understand nothing earthly or of the dust.
1:2798
τὰ γὰρ ἄφθαρτα ὡς ἄφθαρτα ἐννόει
因為當以不朽壞之事的本質去理解那不朽壞之事。
For understand incorruptible things as incorruptible.
1:2799
ἄρρητα γὰρ καὶ ἀλάλητα τὰ τοῦ πνεύματος μυστήριά εἰσιν ἐν τῇ ψυχῇ ὑπὸ τοῦ κυρίου γινόμενα, ἃ πείρᾳ τοῖς ἀξίοις γινώσκεται, γλώσσῃ δὲ καὶ στόματι σαρκὸς λαληθῆναι ἀδύνατον ἢ μόνον σκιάς τινας καὶ εἰκόνας ἐν ὑποδείγματι ἐκ τοῦ κόσμου τούτου ἔστι λαμβάνειν
因為聖靈藉著主在靈魂中所成就的奧秘,是不可言喻、無法訴說的;那些配得的人乃是憑經驗得知,但用肉體的舌頭與口是無法說出來的,只能從這個世界取一些影兒與形像,作為譬喻。
For the mysteries of the Spirit that are worked in the soul by the Lord are ineffable and unspeakable; they are known by experience to those who are worthy, but it is impossible to utter them with the tongue and mouth of flesh, and one can only take certain shadows and images, as an example, from this world.
1:2800
ἐκεῖνα γὰρ ὄντως ἄφθαρτα τυγχάνει, ἅ ἐστι πάντα ἐκ τοῦ θεϊκοῦ πνεύματος ταῖς ἀξίαις ψυχαῖς ὑπὸ τοῦ κυρίου ἐπηγγελμένα.. ἄρρητα καὶ αἰώνια ἀγαθά
因為那些事物才是真正不朽壞的,那都是主從他神性的聖靈中,應許賜給配得之靈魂的——那不可言喻、永恆的美善。
For those things are truly incorruptible, all of which the Lord has promised to worthy souls from his divine Spirit — ineffable and eternal blessings.
1:2801
οὕτω γὰρ ἠγάπησεν ὁ θεὸς τὴν ψυχὴν τὴν κατ' εἰκόνα αὐτοῦ κτισθεῖσαν, ὥστε ἑαυτὸν χαρίσασθαι αὐτῇ ποικίλως ἐν αὐτῇ κοσμούμενον καὶ τῆς ἰδίας φύσεως κοινωνὸν αὐτὴν καθιστῶντα, καὶ οὕτω συνανακραθεῖσα ἑνοῦται τῷ κυρίῳ, πνεῦμα καὶ αὐτὴ γινομένη
神如此愛按自己形像所造的靈魂,以致將自己以各種方式賜給她,在她裡面自我妝點,並使她成為祂本性的分享者;如此與主調和相融,便與主合一,自己也成了靈。
For God so loved the soul created according to his image, that he gave himself to it in manifold ways, adorning himself within it and making it a partaker of his own nature; and thus, having been mingled together with him, it is united to the Lord, itself also becoming spirit.
1:2802
ἀπὸ τοῦ νῦν δὲ ἀνίσταται ἀπὸ τῆς πτώσεως καὶ τῆς νεκρώσεως τῶν παθῶν ἡ ψυχὴ ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος, καὶ ἀπὸ τοῦ νῦν εἰσέρχεται τῷ φρονήματι καὶ τῇ τοῦ νοὸς ὑποστάσει εἰς τὸν κόσμον τῆς θεότητος καὶ εἰς τὴν ἄρρητον δόξαν καὶ συνάπτεται τῷ Χριστῷ εἰς ἓν πνεῦμα μετ' αὐτοῦ γινομένη
從此,靈魂藉著聖靈的能力,從跌落與情慾的死亡中復興;從此,她以其心志及理智的本質,進入神性的世界與那不可言喻的榮耀之中,並與基督聯合,與祂成為一靈。
And from now the soul rises up from the fall and the deadness of the passions by the power of the Spirit, and from now it enters, in its disposition and in the very substance of its mind, into the world of the Godhead and into ineffable glory, and is joined to Christ, becoming one spirit with him.
1:2803
διὰ τοῦτο γὰρ ἡ ἔλευσις αὐτοῦ γεγένηται, ἵνα ταῦτα τὰ μυστήρια καὶ τὰ θαυμάσια καὶ τὰ παράδοξα ποιήσῃ μετὰ τῆς ψυχῆς τῆς ἀγαπώσης αὐτὸν τελείως, ἐν τῷ κόσμῳ ἔτι οὔσης·
因為他的降臨正是為此發生:好叫他與那完全愛他的靈魂——縱然她仍在世上——一同成就這些奧祕、奇事與超乎尋常之事。
For this is why his coming took place: that he might work these mysteries and wonders and paradoxes with the soul that loves him perfectly, while it is still in the world.
1:2804
ἐν δὲ τῇ ἀναστάσει καὶ αὐτὸ τὸ σῶμα καταξιοῦται τούτων τῶν χαρισμάτων, καὶ τότε συνδοξασθήσεται τῇ ψυχῇ τῇ ἀπὸ τοῦ νῦν διὰ τῆς.. δυνάμεως τοῦ πνεύματος δοξασθείσῃ
但在復活之時,連身體也蒙算為配得這些恩賜,那時,身體將與那從此已藉聖靈大能得榮耀的靈魂一同得榮。
But at the resurrection the body itself also is deemed worthy of these gifts, and then it will be glorified together with the soul that from now has been glorified through the power of the Spirit.
1:2805
οὐαί, εἴ τις οὐκ ἐζήτησε καὶ ἀπὸ τοῦ νῦν ἔλαβεν ἐν πληροφορίᾳ τὴν ζωὴν τῆς κοινωνίας τοῦ πνεύματος καὶ τῆς δόξης ἐκείνης μέτοχος οὐ γέγονε καὶ ἐκ τῆς νεκρότητος τῶν παθῶν ἀναστῆναι ὑπὸ τοῦ πνεύματος οὐ κατηξιώθη, ὅτι γυμνὸς καὶ ἔρημος ἀπὸ κοινωνίας θεοῦ ἀπομείνας ἔξω τῶν πυλῶν τῆς βασιλείας ἀποκλεισθήσεται
若有人未曾尋求,也未曾從此以充足確信領受那與聖靈相通的生命,未曾成為那榮耀的分享者,也未蒙聖靈算為配得從情慾的死亡中復興——這人有禍了!因為他赤身且孤獨,缺乏與神的相通,將被關在國度門外。
Woe, if anyone has not sought and from now received in full assurance the life of communion with the Spirit, and has not become a partaker of that glory, and has not been deemed worthy to rise by the Spirit from the deadness of the passions; for remaining naked and destitute of communion with God, he will be shut out outside the gates of the kingdom.
1:2806
Παρακαλέσωμεν οὖν τὸν κύριον, ἐν πάσῃ πίστει καὶ ἀγάπῃ πάσαις ταῖς ἐντολαῖς ἑαυτοὺς ἐκδόντες, ἵνα τῶν προειρημένων ἀγαθῶν τυχεῖν καταξιωθῶμεν καὶ τῆς τοῦ πνεύματος αὐτοῦ κοινωνίας μέτοχοι γενέσθαι, ἵνα διὰ τῆς χάριτος αὐτοῦ ἁγιασθέντες καὶ ἄσπιλοι καὶ ἄμωμοι καταρτισθέντες καὶ τῆς αἰωνίου ζωῆς ἄξιοι γενώμεθα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
所以,讓我們懇求主,將自己以全然的信與愛交付於一切誡命,好叫我們配得獲得前述的美善,並成為祂聖靈相通的分享者,好叫我們藉著祂的恩典得以成聖,被造就成無瑕無疵,也配得永生,直到永永遠遠。
Let us therefore entreat the Lord, giving ourselves over in all faith and love to all the commandments, that we may be deemed worthy to obtain the aforesaid good things and to become partakers of the communion of his Spirit, that being sanctified through his grace, and made spotless and blameless, we may also become worthy of eternal life, unto the ages of ages.
1:2807
προσδοκῶντες ἐν πνεύματι καὶ ἀληθείᾳ κατὰ τὴν εὐαγγελικὴν τοῦ κυρίου παρά.. δοσιν τὴν προσκύνησιν τῇ ἁγίᾳ τριάδι προσκομίζουσιν
照著主福音的傳統,在靈裡與真理中期待,向聖三一獻上敬拜的人。
expecting, in spirit and truth, according to the evangelic tradition of the Lord, [those] who offer worship to the Holy Trinity.
1:2808
τὴν ἀρχὴν οὖν τῆς τοιαύτης ζητήσεως εὐθέως καὶ ὀρθῶς ὀφείλουσι ποιεῖσθαι, ὅλην τὴν ἀγαθὴν ὁρμὴν καὶ ὀξύτητα τοῦ πόθου ἐν τῇ τῆς πίστεως νήψει καὶ ἐναρέτου νοὸς στοργῇ καὶ τῶν ἀγαθῶν λογισμῶν εὐθύτητι ἐν ἑαυτοῖς ἔχειν σπουδαζέτωσαν ἐν πάσῃ διαγωγῇ, ἵνα διὰ τῶν ἀγαθῶν ἐννοιῶν καὶ τῇ τῶν καλῶν μνήμῃὅσα ἐστὶν ἀληθῆ καὶ δίκαια καὶ ἁγνάεἰς φόβον θεοῦ ἡ ψυχὴ προκόπτουσα τὴν ἐπὶ τὰ κρείττονα αὔξησιν λαμβάνειν δύνηται
因此,他們理當立即且正確地展開這樣的尋求,並當在一切行為中殷勤持守內心全部良善的衝動與渴望的敏銳,存於信心的儆醒、有德之心的摯愛,以及善念的正直之中;好叫靈魂藉著良善的思念與那些美好之事——凡是真實、公義、純潔的事——的紀念,向神的敬畏邁進,得以在更美善之事上有所增長。
Therefore they ought at once and rightly to make the beginning of such a search, and should be zealous in all their conduct to keep within themselves the whole good impulse and keenness of desire in the sobriety of faith and the affection of a virtuous mind and the uprightness of good thoughts, so that through good considerations and the remembrance of noble things — whatsoever is true and just and pure — the soul, advancing toward the fear of God, may be able to receive growth toward what is better.
1:2809
Ἐξαιρέτως δὲ τὴν εὐχὴν ἡμῶν ἐν πίστει καὶ φόβῳ θεοῦ καταρτίζειν σπουδάσωμεν, μὴ σωματικοῖς ἔθεσιν ἐμπληροφορούμενοι ἢ συνηθείᾳ κραυγῆς ἢ συνηθείᾳ σιωπῆς ἢ συνηθείᾳ γονάτων, τοῦ νοὸς ἐν συγχύσει καὶ ταραχῇ ἢ ῥαθυμίᾳ καὶ λήθῃ ἀγνοίας δι' ἑκούσιον ἀμέλειαν κατεχομένου, ἀλλὰ μετὰ πάσης νήψεως καὶ προσοχῆς καὶ μερίμνης ἀγαθῆς τὴν ἔρευναν καὶ προσοχὴν τοῦ νοῦ ἑκάστοτε μέν, μάλιστα δὲ ἐν τῇ προσευχῇ ποιεῖσθαι σπουδάσωμεν,.. παντὸς γηΐνου λογισμοῦ ἑαυτοὺς ἀλλοτριοῦντες καὶ πάσας ὑλικὰς ἐννοίας ἀποστρεφόμενοι καὶ ὅλον τὸν νοῦν τῆς ψυχῆς διὰ τῆς πίστεως καὶ ἐλπίδος εἰς τὴν προσδοκίαν Χριστοῦ ἔχωμεν, ἐκδεχόμενοι πᾶσαν ὥραν τὴν ἐπιφοίτησιν τῆς αὐτοῦ χάριτος, δι' ἧς τὴν ἀληθινὴν καὶ ἀρέμβαστον τοῦ πνεύματος εὐχὴν κτήσασθαι δυνάμεθα, διὰ πασῶν διεξόδων καὶ τρίβων τῶν λογισμῶν τῆς ψυχῆς τὴν ἀπεκδοχὴν τοῦ πνεύματος ἔχοντες, προορῶντες τὸν κύριον διὰ πίστεως καὶ φόβου ἐνώπιον ἡμῶν διαπαντός, οὐ τόπῳ σωματικῶς ἔξωθεν ἢ κάτω ἢ ἄνω ἀνατυποῦντες ἐν τῇ διανοίᾳ ὡς ἐν τόπῳ τινὶ τοῦ θεοῦ τυγχάνοντος.. καὶ ἐμπεριγράφου ὄντος, ἀλλὰ ἀοράτῳ θεότητος δυνάμει καὶ ἀκαταλείπτως πανταχοῦ τυγχανούσῃ καὶ τοῖς ζητοῦσιν αὐτὴν ἐν φόβῳ καὶ τρόμῳ καὶ πόθῳ ἐν καρδίᾳ εὑρισκομένην καὶ κατὰ τὸ μέτρον τῆς πίστεως αὐτῶν καὶ κατὰ τὴν δύναμιν τῆς χωρήσεως αὐτῶν ἐναργῶς τῷ ἔσω ἀνθρώπῳ ἀποκαλυπτομένην διὰ σωτηρίαν καὶ ζωὴν καὶ ἁγιασμὸν ψυχῆς καὶ σώματος, τοιοῦτον σκοπὸν ἔχοντες.. ὡς πανταχοῦ τῆς ἀπροσίτου δυνάμεως οὔσης
尤其我們當殷勤在信與敬畏神中整頓我們的禱告,不要僅僅滿足於身體上的習慣,或呼喊的慣例,或靜默的慣例,或屈膝的慣例,任由心思陷於混亂擾攘,或因故意疏忽而陷入怠惰與無知的遺忘之中;反而應當存全然的儆醒、留心與良善的關切,時時、尤其在禱告中,殷勤操練心思的省察與專注,使自己脫離一切屬地的思念,背棄一切屬物質的意念,藉著信與望,將靈魂全部的心思專注於期待基督,時刻等候祂恩典的臨到,藉此我們才能獲得那真實、不分心的聖靈禱告;藉著靈魂思念的一切出路與途徑,持守對聖靈的等候,藉著信與敬畏,常常在我們面前預先仰望主——不是在思想中把祂形塑成身體性地存在於外面、下面或上面的某個地方,彷彿神是在某個地方、被限定範圍之中,而是藉著那不可見的神性大能,這大能無所不在、無可逃避,並且被那些以敬畏、戰兢與渴慕在心中尋求祂的人所尋見;按著他們信心的度量與領受的能力,這大能清楚地向內在的人顯明,為要使靈魂與身體得救恩、生命與成聖——存著這樣的目標,因為那不可親近的大能無所不在。
But let us especially be zealous to order our prayer in faith and the fear of God, not being satisfied merely with bodily habits, or the custom of crying out, or the custom of silence, or the custom of kneeling, while the mind is held in confusion and disturbance, or in listlessness and the forgetfulness of ignorance through willful negligence; but let us be zealous, with all sobriety and attention and good care, to exercise the searching and attention of the mind at every time, but especially in prayer, estranging ourselves from every earthly thought and turning away from all material considerations, and let us keep the whole mind of the soul, through faith and hope, upon the expectation of Christ, awaiting at every hour the visitation of his grace, through which we are able to acquire the true and undistracted prayer of the Spirit, holding, through all the outlets and paths of the soul's reasonings, the awaiting of the Spirit, looking forward to the Lord through faith and fear ever before us — not picturing him in the mind bodily, as in some place, outside or below or above, as though God were in some place and were circumscribed, but by the invisible power of the Godhead, which is inescapably present everywhere, and which is found by those who seek it in fear and trembling and longing, in the heart, and which, according to the measure of their faith and according to the capacity of their reception, is clearly revealed to the inner man for the salvation and life and sanctification of soul and body — having this aim, since the unapproachable power is everywhere.
1:2810
οὐ γὰρ ἐνδέχεται εἶναι τόπον, ἔνθα μή ἐστιν ἡ ἄρρητος τῆς θεότητος δύναμις, ἐν δὲ τῇ ψυχῇ ἡμῶν διὰ τῆς πίστεως καὶ τῆς πρὸς αὐτὸν ἐν πόθῳ ζητήσεως ἐναργῶς φανεροῦται κατὰ τὴν χώρησιν τῆς πίστεως ἡμῶν εἰς καθαρισμὸν τῆς καρδίας
因為不可能有一個地方是神性那不可言喻的大能所不在的;然而在我們的靈魂裡,藉著信與對祂懷著渴慕的尋求,這大能便按著我們信心所能容納的度量清楚顯明,以致潔淨我們的心。
For it is not possible that there be a place where the ineffable power of the Godhead is not; but in our soul, through faith and the longing search for him, it is clearly manifested, according to the capacity of our faith, unto the purification of the heart.
1:2811
οὐ γὰρ ἂν ἄλλως καθαρισθῆναι καὶ ἁγιασθῆναι καρδία δύναται, μὴ τῆς ἁγιαστικῆς τοῦ πνεύματος δυνάμεως ἐναργῶς τῇ ψυχῇ ἀποκαλυφθείσης
因為心若不是聖靈那使人成聖的大能清楚地向靈魂顯明,心便無法以別的方式得潔淨與成聖。
For the heart cannot otherwise be purified and sanctified, unless the sanctifying power of the Spirit is clearly revealed to the soul.
1:2812
τότε γὰρ δυνησόμεθα ἐν πνεύματι ἄνευ ῥυπαρῶν καὶ γηΐνων καὶ ματαίων λογισμῶν προσκυνῆσαι τῷ πατρὶ καθὼς δεῖ
因為到那時,我們才能在靈裡,沒有污穢、屬地、虛妄的思念,照著當有的樣式敬拜父。
For then we shall be able, in spirit, without filthy and earthly and vain thoughts, to worship the Father as we ought.
1:2813
Ψυχὴ οὖν ἡ τοιοῦτον σκοπὸν ἔχουσα καὶ ἐκδεχομένη, πότε ἡ τῆς θείας χάριτος ἐνέργεια τὴν νενεκρωμένην καρδίαν ζωοποιήσει, καὶ τὸ πῦρ τῆς ἀγάπης τοῦ πνεύματος πότε τὴν καρδίαν συλλαβὸν πᾶσαν ἐν αὐτῇ ἀκαθαρσίαν τῇ ἰδίᾳ ἐνεργείᾳ ἐκκαύσει καὶ καθαρότητα καὶ ἁγιασμὸν τοῦ ἔσω ἀνθρώπου ἐργάσηται,.. οὐκ ὀφείλει σωματικοῖς ἔθεσιν, ὡς προείρηται, ἢ συνηθείᾳ φωνῆς ἢ σιωπῆς ἢ γονάτων κλίσει ἐν τῇ εὐχῇ πληροφορεῖσθαι, ἀλλὰ διάπυρος τῷ πρὸς κύριον πόθῳ ὑπαρχέτω πάσης ὑλικῆς ἐννοίας ἀλλοτριουμένη καὶ ἑαυτὸν ὁ μοναχὸς βίᾳ καὶ πόνῳ ὅση δύναμις ἐν τῇ καρδίᾳ ἐπισυνάγων ἐκεῖ τὴν κατάκρισιν τῶν παθῶν τῆς κακίας διὰ τῆς ἐνεργείας τοῦ πνεύματος ἔστω ἐκδεχόμενος, καὶ ἐκεῖ τὴν ἀγαλλίασιν τῆς οὐρανίου χάριτος καὶ τὴν πνευματικὴν εὐφροσύνην προσδοκάτω γενέσθαι ἐρρωμένος τῇ διανοίᾳ καὶ τῷ σκοπῷ τῆς ζητήσεως κυρίου καὶ τῇ νήψει.. τοῦ νοός
因此,靈魂若懷此目標,等候何時神聖恩典的運行要使那已死的心復甦,何時聖靈之愛的火要抓住心,以自身的運行焚燒其中一切的污穢,並在內在的人裡成就潔淨與成聖——這樣的靈魂在禱告中不應僅滿足於前述的身體習慣,或聲音的慣例、靜默的慣例,或屈膝的慣例;反而當因對主的渴慕而熾熱,脫離一切屬物質的意念,讓修士盡其所能地以勉力與勞苦將自己收聚於心中,在那裡藉聖靈的運行等候對邪惡情慾的定罪,並在那裡期待天上恩典的歡欣與屬靈的喜樂到來,在心志上、在尋求主的目標上、在理智的儆醒上都堅定不移。
The soul, therefore, which has such an aim and awaits when the working of divine grace will give life to the deadened heart, and when the fire of the Spirit's love, having laid hold of the heart, will by its own working burn up all uncleanness in it and work purity and sanctification in the inner man — such a soul ought not to be satisfied in prayer with bodily habits, as has been said, or with the custom of the voice, or of silence, or the bending of the knees; but let it be fervent with longing toward the Lord, estranged from every material consideration, and let the monk, gathering himself with violence and labor as much as he is able into the heart, await there the condemnation of the passions of wickedness through the working of the Spirit, and let him expect there the exultation of heavenly grace and spiritual gladness to come about, being strengthened in mind and in the aim of seeking the Lord and in the sobriety of his intellect.
1:2814
λοιπὸν ὡς ἂν βούληται ἕκαστος καὶ ὡς εὐχερὲς καὶ ἡδὺ αὐτῷ καταφαίνεται, οὕτως εὐχέσθω
至於其餘,各人可隨自己所願,並照自己覺得容易、可喜的方式禱告。
As for the rest, let each one pray as he wishes, and as seems easy and pleasing to him.
1:2815
εἰ μὲν χρεία κραυγῆς ἢ βοῆς, δεόμενος τοῦ κυρίου ἄνευ θορύβου καὶ συγχύσεως τοῦ νοὸς καθὼς εἴρηται·
若有呼喊或高聲的需要,就當懇求主,卻不使心思陷入喧嚷與混亂,如前所述;
If there is need of crying out or shouting, let him beseech the Lord without noise and confusion of mind, as has been said;
1:2816
βοώντων πρὸς αὐτὸν ἡμέρας.. καὶ νυκτός
晝夜呼籲祂的人。
of those who cry to him day and night.
1:2817
εἰ δὲ χρεία σιωπῆς, ἐν πόθῳ καὶ πόνῳ νοὸς τὴν ἀντίληψιν τῆς χάριτος ἐκδεχόμενος καὶ διὰ τῆς τοῦ σώματος προσκαρτερήσεως καὶ γονυκλισίας καὶ εὐχῆς τοὺς πνευματικοὺς θησαυροὺς τῆς ἐπουρανίου δωρεᾶς ἐν ἐπιθυμίᾳ καὶ δίψει διὰ πίστεως πάντοτε ἐκζητῶν καὶ συναγαγέτω ἑαυτὴν ἡ ψυχὴ ἀπὸ τῆς ὕλης τοῦ κόσμου καὶ τοῦ ῥεμβασμοῦ τῶν λογισμῶν μάλιστα ἐν τῇ εὐχῇ ὅση δύναμις
若有靜默的需要,就當以心思的渴慕與勞苦等候恩典的扶持,並藉著身體的堅忍、屈膝與禱告,常常以渴望與乾渴、藉著信尋求那天上恩賜的屬靈財寶;願靈魂盡其所能地將自己從世界的物質與思念的飄蕩中收聚回來,尤其是在禱告的時候。
But if there is need of silence, let him await the support of grace with longing and labor of mind, and through the perseverance of the body and kneeling and prayer, let him always seek out, with desire and thirst, through faith, the spiritual treasures of the heavenly gift; and let the soul gather itself in from the matter of the world and the wandering of thoughts, especially in prayer, as much as it is able.
1:2818
Ὥσπερ γὰρ κατὰ τὸ σωματικὸν ὁπόταν τις ἐργάζηται, ὅλα τὰ μέλη τοῦ σώματος εἰς τὸ ἔργον συνῆκται ἀλλήλοις βοηθοῦντα καὶ πάντα τὰ μέλη τὸ ἔργον ἀποτελοῦσιν, οὕτω καὶ ἡ ψυχὴ πάντοτε μέν, ἐξαιρέτως δὲ ἐν ταῖς ὥραις τῆς εὐχῆς, μὴ ἤτω ἀλλαχοῦ τοῖς διαλογισμοῖς ἑκουσιῶς ῥεμβομένη καὶ διασκορπισμένη, ἀλλ' ὅση δύναμις πάντα τὰ ὁρώμενα τῷ σωματικῷ ὀφθαλμῷ διὰ τὸν θεὸν ὑπερορῶσα βίᾳ ἑαυτὴν συναγέτω ἀπὸ πασῶν συνηθειῶν καὶ προλήψεων οὐκ ὀρθῶν, ἔχουσα πρὸ ὀφθαλμῶν διαπαντὸς τὸν τοῦ θεοῦ φόβον, ἵνα ὅλα τὰ μέλη τῶν νοημάτων αὐτῆς ἐν τῇ εὐχῇ συνηγμένα τυγχάνωσι, τὴν προσδοκίαν τοῦ κυρίου ἐν πίστει δεχομένης, πότε ἐπιστῇ αὐτῇ διὰ τῆς ἐνεργοῦς ἐπισκέψεως ἡ τοῦ πνεύματος χάρις ἡ διδάσκουσα αὐτὴν καὶ δωρουμένη εὐχὴν ἀληθινήν, ἀπερίσπαστον, ἀρέμβαστον, καθαράν, ἵνα τότε προσκυνήσῃ ἡ ψυχὴ τῷ θεῷ καθὼς δεῖ ἐν πνεύματι καὶ ἀληθείᾳ καὶ προσεύξηται διὰ τῆς χάριτος ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ πνευματικῇ
正如在身體的勞作中,當一個人做工時,身體所有的肢體都聚集於這工作,彼此協助,眾肢體共同完成這工作;同樣,靈魂也應當常常——尤其在禱告的時辰——不可任憑思念隨意飄蕩、四散於別處,反而應盡其所能,為了神的緣故輕看一切肉眼所見之物,用力將自己從一切不正確的習慣與成見中收聚起來,常將對神的敬畏放在眼前,使她思念的一切肢體都在禱告中聚合為一,以信心領受對主的期待,等候聖靈的恩典何時藉著有效的臨到而降臨在她身上,教導她並賜給她真實、不分心、不飄蕩、純潔的禱告,使靈魂那時得以照著當有的樣式,在靈裡與真理中敬拜神,並藉著恩典在歡欣與屬靈的喜樂中禱告。
For just as, in bodily work, whenever someone labors, all the members of the body are joined together in the work, helping one another, and all the members bring the work to completion, so also the soul, always, but especially in the hours of prayer, should not be elsewhere, willfully wandering and scattered in its reasonings, but as much as it is able, disregarding for God's sake all things seen with the bodily eye, let it gather itself by force from all customs and improper preconceptions, having the fear of God ever before its eyes, so that all the members of its thoughts may be gathered together in prayer, receiving in faith the expectation of the Lord — waiting for when the grace of the Spirit will come upon it through an effective visitation, teaching it and granting it a true prayer, undistracted, unwandering, pure — so that then the soul may worship God as it ought, in spirit and in truth, and may pray, through grace, in exultation and spiritual gladness.
1:2819
Ὥσπερ γὰρ ὁ ἔμπορος τὴν ἐμπορίαν αὐτοῦ πραγματευόμενος οὐ διὰ μιᾶς ὁδοῦ οὐδὲ διὰ μιᾶς προφάσεως οἶδε πορίζειν τὸ κέρδος τῆς ἐμπορίας αὐτοῦ, ἀλλ' ἐντρεχῶς καὶ νηφόντως πανταχόθεν περισκοπεῖ, ἐὰν τύχῃ αὐτὸν ἐντεῦθεν ἀποτυγχάνειν τοῦ κέρδους, ἑτέρῳ πράγματι ἐπιβάλλεταιὅλος γὰρ ὁ σκοπὸς αὐτῷ ἐστι τοῦ κερδῆσαι καὶ πολυπλασιάσαι τὴν ἐμπορίαν αὐτοῦ, οὕτω καὶ ἡμεῖς τὴν εὐχὴν τῆς προσδοκίας ἡμῶν, ὅσον ἀνθρωπίνῃ ἰσχύϊ καὶ συνέσει δυνατόν, ποικίλως καὶ ἐντρεχῶς ἐν ὀρθῷ καὶ συνηγμένῳ νῷ καὶ νηφούσῃ διανοίᾳ καταρτίσωμεν, ἵνα κερδῆσαι δυνηθῶμεν τὸ ἀληθινὸν καὶ μέγα κέρδος, αὐτὸν τὸν κύριον ἡμῶν, τὸν διδάσκοντα ἡμᾶς πᾶσαν ἀγαθωσύνην ἀρετῶν καὶ ἀληθείας ἐνέργειαν, τὸν εἰπόντα πρὸς τοὺς τοιαύτην πίστιν καὶ σπουδὴν.. ἀναλαμβάνοντας·
正如商人經營他的生意,不只靠一條途徑,也不只靠一個藉口就懂得謀取生意的利益,而是靈巧且警醒地四面察看,若碰巧在某處無法獲利,就轉向另一件事——因為他全部的目標就是要獲利,並使他的生意倍增;同樣,我們也當盡人力與智識所能,以各種方式、靈巧地、以正直而收斂的心思與警醒的理智,整頓我們期待的禱告,好使我們能夠獲得那真實而偉大的利益,就是我們的主自己,祂教導我們一切美德的良善與真理的運行,祂曾對那些懷有這樣信心與熱心的人說:
For just as a merchant, conducting his trade, does not know how to procure the profit of his trade by one road only nor by one pretext only, but skillfully and soberly looks about on every side, and if it happens that he fails to gain profit from one quarter, he turns his attention to another matter — for his whole aim is to gain and to multiply his trade — so also let us, as far as is possible by human strength and understanding, order the prayer of our expectation in manifold and skillful ways, with an upright and collected mind and a sober intellect, so that we may be able to gain the true and great profit, our Lord himself, who teaches us every goodness of virtue and the working of truth, who said to those who take up such faith and zeal:
1:2820
ἐλευσόμεθαἐγὼ καὶ ὁ πατήρ μουκαὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα, καὶ πάλιν·
「我與我父要到他那裡去,並要與他同住。」又說:
'We will come, I and my Father, and will make our dwelling with him.' And again:
1:2821
ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν, ἵν' ὥσπερ ἐν ἰδίῳ θρόνῳ ἐπικαθεσθῇ καὶ ἀναπαυθῇ ἐν τῇ καρδίᾳ ἡμῶν, ὡς ἐν τῷ Ἰεζεκιὴλ γέγραπται, ὅτι ἐπεκαθέζετο ὁ θεὸς φερόμενος ὑπὸ τῶν νοερῶν καὶ θείων καὶ πνευματικῶν ζῴων γεμόντων ὀφθαλμῶν καθ' ὅλων τῶν μερῶν ἔμπροσθεν καὶ ὄπισθεν, οὕτω καὶ ψυχὴ ἡ καταξιωθεῖσα διὰ τῆς πίστεως αὐτῆς καὶ πολλῆς δεήσεως καὶ ἐν πάσαις ἐντολαῖς σπουδῆς ὑποδέξασθαι ἐν ἑαυτῇ τὸν μέγαν βασιλέα Χριστὸν καὶ ναὸς καὶ θρόνος αὐτῷ γενομένη νοερός, ὅλη ὀφθαλμὸς γίνεται καὶ ὅλη φῶς καὶ ὅλη οὐρανὸς καὶ ἀνεκλάλητον κάλλος, διὰ τῆς θείας δυνάμεως τῆς ἀνακιρναμένης ἐν τῇ ὑποστάσει αὐτῆς καὶ οὐράνιον αὐτὴν
「愛我的人,必蒙我父所愛,我也要愛他,並要將自己顯明給他」——使祂如坐在自己的寶座上,安歇在我們心中,正如以西結書所記,神端坐,被那些有理智、神聖、屬靈的活物所抬舉,這些活物週身前後遍佈眼目;照樣,那藉著自己的信心、大量的祈求及在一切誡命上的熱心而蒙算為配得在自身裡接待偉大君王基督的靈魂,就成為祂的理智性聖殿與寶座,全然成為眼目,全然成為光,全然成為天,全然成為不可言喻的美——藉著那與她本體調和相融的神聖大能,使她也成為屬天的
'He who loves me shall be loved by my Father, and I will love him and will manifest myself to him' — that, as upon his own throne, he might sit and rest in our heart, just as it is written in Ezekiel, that God sat, being borne by intellectual and divine and spiritual living creatures full of eyes over all their parts, before and behind; so also the soul that has been deemed worthy, through its faith and much supplication and zeal in all the commandments, to receive within itself the great King Christ, and has become for him an intellectual temple and throne, becomes entirely eye, and entirely light, and entirely heaven, and ineffable beauty, through the divine power that is mingled together in its substance, making it also heavenly
1:2822
καὶ ἔνθεον κάλλος διὰ τῆς κοινωνίας ἀπεργαζομένης
並藉著這相通,在她裡面成就出神聖的美。
and works in her a divine beauty through communion.
1:2823
μακάρια τοίνυν ἡ τοιαύτη ψυχὴ ἡ σπουδὴν πολλὴν ἀναδειξαμένη Χριστῷ, ἵνα τῶν τοιούτων ἐπουρανίων ἀγαθῶν ἀπὸ τοῦ νῦν ἔτι ἐν σαρκὶ οὖσα ἐπιτυχεῖν δυνηθῇ, ἧς τὸ σῶμα ναὸς καὶ οἰκητήριον τοῦ ἐπουρανίου βασιλέως γενέσθαι καταξιοῦται, καθώς φησιν ὁ ἀπόστολος, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστι καὶ πάλιν παραινῶν τοῖς ὑπηκόοις καὶ πιστοῖς τοῦ μεγάλου τούτου ἀξιώματος σπουδάσαι διὰ τῆς πίστεως καταξιωθῆναι φησίν·
那顯出對基督極大熱心的靈魂便是有福的,好叫她雖仍在肉身之中,也能從此得著這些天上的美善——她的身體蒙算為配得成為那天上君王的聖殿與居所,正如使徒所說:「你們的身子就是那在你們裡面的聖靈的殿。」他又勸勉那些順從而有信的人,當藉著信心殷勤,好蒙算為配得這極大的尊榮,說:
Blessed, then, is such a soul which has displayed much zeal toward Christ, so that, while still in the flesh, it might from now be able to attain such heavenly goods — the soul whose body is deemed worthy to become a temple and dwelling place of the heavenly King, just as the Apostle says, that 'your bodies are a temple of the Holy Spirit who is in you'; and again, exhorting the obedient and faithful to be zealous through faith to be deemed worthy of this great dignity, he says:
1:2824
δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν
「所以,要在你們的身子上榮耀神。」
'Glorify God, then, in your body.'
1:2825
ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται κύριος ἐπὶ σοί
「新郎怎樣因新婦歡喜,主也要照樣因你歡喜。」
'As the bridegroom rejoices over the bride, so shall the Lord rejoice over you.'
1:2826
Ὑπόδειγμα δὲ καὶ ἐκ τοῦ ὁρωμένου κόσμου λάβωμεν
讓我們也從這可見的世界取一個例子。
Let us also take an example from the visible world.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。