📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 黑馬牧人書

黑馬牧人書 第 26 章 第 1/3 段

希臘文原文.100 節.部分字詞可點開查義.本章太長已分段,此段為 26:1.1–26:14.1(全章共 196 節)

← 第 25 章第 27 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
26:1.1
Μετὰ τὸ γράψαι με τὰς ἐντολὰς καὶ παραβολὰς τοῦ ποιμένος, τοῦ ἀγγέλου τῆς μετανοίας, ἦλθε πρός με καὶ λέγει μοι: Θέλω σοι δεῖξαι, ὅσα σοι ἔδειξε τὸ πνεῦμα τὸ ἅγιον τὸ λαλῆσαν μετὰ σοῦ ἑν μορφῇ τῆς Ἐκκλησίας: ἐκεῖνο γὰρ τὸ πνεῦμα ὁ υἱὸς τοῦ θεοῦ ἐστιν
我把那悔改的天使—牧人的誡命與比喻記錄下來之後,他來到我這裡,對我說:「我要把那聖靈所指示你的一切都指給你看,就是那曾以教會的形像與你說話的靈;因為那靈就是神的兒子。」
After I had written down the commandments and parables of the shepherd, the angel of repentance, he came to me and said to me: "I want to show you all that the Holy Spirit showed you, the Spirit that spoke with you in the form of the Church; for that Spirit is the Son of God."
26:1.2
ἐπειδὴ γὰρ ἀσθενέστερος τῇ σαρκὶ ἦς, οὐκ ἐδηλώθη σοι δἰ ἀγγέλου. ὅτε οὖν ἐνεδυναμώθης διὰ τοῦ πνεύματος καὶ ἴσχυσας τῇ ἰσχύϊ σου, ὥστε δύνασθαί σε καὶ ἄγγελον ἰδεῖν, τότε μὲν οὖν ἐφανερώθη σοι διὰ τῆς Ἐκκλησίας ἡ οἰκοδομὴ τοῦ πύργου: καλῶς καὶ σεμνῶς πάντα ὡς ὑπὸ παρθένου ἑώρακας. νῦν δὲ ὑπὸ ἀγγέλου βλέπεις διὰ τοῦ αὐτοῦ μὲν πνεύματος:
「因為你先前肉體較為軟弱,所以未曾藉著天使向你顯明。但當你藉著聖靈得了堅固、靠你的力量剛強起來,以致你也能看見天使的時候,那樓的建造便藉著教會向你顯明了;你看見的一切都何等美好莊嚴,如同出於一位童女。如今你乃是藉著天使看見,不過仍是藉著同一位靈。」
"For since you were weaker in the flesh, it was not made clear to you through an angel. But when you were strengthened through the Spirit and grew strong in your strength, so that you were able even to see an angel, then indeed the building of the tower was revealed to you through the Church; you beheld all things beautifully and reverently, as from a virgin. But now you see it from an angel, though through the same Spirit."
26:1.3
δεῖ δέ σε παῤ ἐμοῦ ἀκριβέστερον πάντα μαθεῖν. εἰς τοῦτο γὰρ καὶ ἐδόθην ὑπὸ τοῦ ἐνδόξου ἀγγέλου εἰς τὸν οἶκόν σου κατοικῆσαι. ἵνα δυνατῶς πάντα ἴδῃς, μηδὲν δειλαινόμενος καὶ ὡς τὸ πρότερον
「但你必須從我這裡更準確地學習一切。因為正是為此,我才被那榮耀的天使派駐到你家中居住,好叫你能剛強地看見一切,絲毫不像從前那樣膽怯。」
"But you must learn everything from me more accurately. For it was for this purpose that I too was given by the glorious angel to dwell in your house, so that you might see all things mightily, in no way fearful as before."
26:1.4
καὶ ἀπήγαγέ με εἰς τὴν Ἀρκαδίαν, εἰς ὄρος τι μαστῶδες καὶ ἐκάθισέ με ἐπὶ τὸ ἄκρον τοῦ ὄρους καὶ ἔδειξέ μοι πεδίον μέγα, κύκλῳ δὲ τοῦ πεδίου ὄρη δώδεκα, ἄλλην καὶ ἄλλην ἰδέαν ἔχοντα τὰ ὄρη
他帶我前往阿卡迪亞,到一座形如乳房的山,使我坐在山頂上,又指給我看一片廣大的平原,平原四圍有十二座山,每座山各有不同的形貌。
And he led me away into Arcadia, to a certain breast-shaped mountain, and seated me on the top of the mountain, and showed me a great plain, and around the plain twelve mountains, each of the mountains having a different appearance.
26:1.5
τὸ πρῶτον ἦν μέλαν ὡς ἀσβόλη: τὸ δὲ δεύτερον ψιλόν, βοτάνας μὴ ἔχον: τὸ δὲ τρίτον ἀκανθῶν καὶ τριβόλων πλῆρες:
第一座黑得像煤煙;第二座光禿,沒有草木;第三座滿是荊棘和蒺藜;
The first was black as soot; the second was bare, having no vegetation; the third was full of thorns and thistles;
26:1.6
τὸ δὲ τέταρτον βοτάνας ἔχον ἡμιξήρους, τὰ μὲν ἐπάνω τῶν βοτανῶν χλωρά, τὰ δὲ πρὸς ταῖς ῥίζαις ξηρά: τινὲς δὲ βοτάναι, ὅταν ὁ ἥλιος ἐπικεκαύκει, ξηραὶ ἐγίνοντο:
第四座有半枯的草木,草的上部是青綠的,靠近根部的卻是枯乾的;有些草一經烈日曝曬,就枯乾了;
the fourth had half-withered vegetation, the upper parts of the plants being green but the parts near the roots dry; and some of the plants, when the sun had scorched them, became dry;
26:1.7
τὸ δὲ πέμπτον ὄρος ἔχον βοτάνας χλωρὰς καὶ τραχὺ ὄν. τὸ δὲ ἕκτον ὄρος σχισμῶν ὅλως ἔγεμεν, ὧν μὲν μικρῶν, ὧν δὲ μεγάλων: εἶχον δὲ βοτάνας αἱ σχισμαί, οὐ λίαν δὲ ἦσαν εὐθαλεῖς αἱ βοτάναι, μᾶλλον δὲ ὡς μεμαραμμέναι ἦσαν
第五座山有青綠的草木,卻崎嶇不平。第六座山滿是裂縫,有的小、有的大;裂縫中也有草木,但那些草並不十分茂盛,反倒像是枯萎的。
the fifth mountain had green vegetation but was rugged. The sixth mountain was altogether full of cracks, some small and some large; the cracks had vegetation, but the plants were not very flourishing, but rather as if withered.
26:1.8
τὸ δὲ ἕβδομον ὄρος εἶχε βοτάνας ἱλαράς, καὶ ὅλον τὸ ὄρος εὐθηνοῦν ἦν, καὶ πᾶν γένος κτηνῶν καὶ ὀρνέων ἐνέμοντο εἰς τὸ ὄρος ἐκεῖνο: καὶ ὅσον ἐβόσκοντο τὰ κτήνη καὶ τὰ πετεινά, μᾶλλον καὶ μᾶλλον αἱ βοτάναι τοῦ ὄρους ἐκείνου ἔθαλλον. τὸ δὲ ὄγδοον ὄρος πηγῶν πλῆρες ἦν, καὶ πᾶν γένος τῆς κτίσεως τοῦ κυρίου ἐποτίζοντο ἐκ τῶν πηγῶν τοῦ ὄρους ἐκείνου
第七座山有歡欣茂盛的草木,整座山都生機勃勃,各樣的牲畜和飛鳥都在那山上覓食;牲畜和飛鳥越是吃草,那山上的草木就越發繁茂。第八座山滿是泉源,主一切受造之物都從那山的泉源得了滋潤。
The seventh mountain had cheerful vegetation, and the whole mountain was thriving, and every kind of cattle and birds fed upon that mountain; and the more the cattle and the birds grazed, the more and more the vegetation of that mountain flourished. The eighth mountain was full of springs, and every kind of the Lord's creation drank from the springs of that mountain.
26:1.9
τὸ δὲ ἔννατον ὄρος ὅλως ὕδωρ οὐκ εἶχεν καὶ ὅλον ἐρημῶδες ἦν. εἶχε δὲ ἐν αὐτῷ θηρία καὶ ἑρπετὰ θανάσιμα διαφθείροντα ἀνθρώπους. τὸ δὲ δέκατον ὄρος εἶχε δένδρα μέγιστα καὶ ὅλον κατάσκιον ἦν, καὶ ὑπὸ τὴν σκέπην τῶν δένδρων πρόβατα κατέκειντο ἀναπαυόμενα καὶ μαρυκώμενα
第九座山全然無水,整座山都荒涼。山中有野獸和致命的爬蟲,殘害人。第十座山有極高大的樹木,整座山都蔭涼,群羊就在樹蔭底下躺臥安歇、反芻。
The ninth mountain had no water at all and was entirely desolate. It had in it wild beasts and deadly reptiles that destroyed people. The tenth mountain had very great trees and was entirely shady, and under the shelter of the trees sheep lay resting and chewing the cud.
26:1.10
τὸ δὲ ἑνδέκατον ὄρος λίαν σύνδενδρον ἦν, καὶ τὰ δένδρα ἐκεῖνα κατάκαρπα ἦν, ἄλλοις καὶ ἄλλοις καρποῖς κεκοσμημένα, ἵνα ἰδών τις αὐτὰ ἐπιθυμήσῃ φαγεῖν ἐκ τῶν καρπῶν αὐτῶν. τὸ δὲ δωδέκατον ὄρος ὅλον ἦν λευκόν, καὶ ἡ πρόσοψις αὐτοῦ ἱλαρὰ ἦν: καὶ εὐπρεπέστατον ἦν ἐν αὑτῷ το ὄρος
第十一座山林木極為茂密,那些樹都結滿了果子,飾以各樣的果實,叫人一見就想吃它們的果子。第十二座山全然潔白,外觀令人歡欣;這山本身極其秀美。
The eleventh mountain was very thickly wooded, and those trees were laden with fruit, adorned with all kinds of fruit, so that anyone seeing them would desire to eat of their fruit. And the twelfth mountain was entirely white, and its appearance was cheerful; and the mountain was most beautiful in itself.
26:2.1
Εἰς μέσον δὲ τοῦ πεδίου ἔδειξέ μοι πέτραν μεγάλην λευκὴν ἐκ τοῦ πεδίου ἀναβεβηκυῖαν. ἡ δὲ πέτρα ὑψηλοτέρα ἦν τῶν ὀρέων, τετράγωνος, ὥστε δύνασθαι ὅλον τὸν κόσμον χωρῆσαι
在平原的當中,他指給我看一塊巨大潔白的磐石,從平原中升起。這磐石比眾山還高,是四方的,大到足以容納全世界。
In the middle of the plain he showed me a great white rock that had risen up out of the plain. The rock was higher than the mountains, four-square, so that it could contain the whole world.
26:2.2
παλαιὰ δὲ ἦνἠ πέτρα ἐκείνη, πύλην ἐκκεκομμένην ἔχουσα: ὡς πρόσφατος δὲ ἐδόκει μοι εἶναι ἡ ἐκκόλαψις τῆς πύλης. ἡ δὲ πύλη οὕτως ἔστιλβεν ὑπὲρ τὸν ἥλιον, ὥστε με θαυμάζειν ἐπὶ τῇ λαμπηδόνι τῆς πύλης
那磐石是古老的,其上鑿有一道門;但那門的雕鑿在我看來卻是新近的。那門發光,勝過太陽,以致我為那門的光輝驚奇不已。
That rock was ancient, having a gate hewn out of it; but the carving of the gate seemed to me to be recent. And the gate so shone, beyond the sun, that I marveled at the brightness of the gate.
26:2.3
κύκλῳ δὲ τῆς πύλης εἱστήκεισαν παρθένοι δώδεκα. αἱ οὖν τέσσαρες αἱ εἰς τὰς γωνίας ἑστηκυῖαι ἐνδοξότεραί μοι ἐδόκουν εἶναι: καὶ αἱ ἀλλαι δὲ ἔνδοξοι ἦσαν. εἱστήκεισαν δὲ εἰς τὰ τέσσαρα μέρη τῆς πύλης, ἀνὰ μέσον αὐτῶν ἀνὰ δύο παρθένοι
在那門的四圍站著十二位童女。那站在四角的四位,在我看來更為榮耀;其餘的也都是榮耀的。她們站在門的四面,每面兩位童女彼此相對。
And around the gate stood twelve virgins. The four standing at the corners seemed to me to be more glorious; and the others too were glorious. They stood at the four sides of the gate, two virgins between each pair.
26:2.4
ἐνδεδυμέναι δὲ ἦσαν λινοῦς χιτῶνας καὶ περιεζωσμέναι ἦσαν εὐπρεπῶς, ἔξω τοὺς ὤμους ἔχουσαι τοὺς δεξιοὺς ὡς μέλλουσαι φορτίον τι βαστάζειν. οὕτως ἕτοιμοι ἦσαν: λίαν γὰρ ἱλαραὶ ἦσαν καὶ πρόθυμοι
她們身穿細麻布的衣袍,束帶得體,露出右肩,好像將要扛抬重擔。她們就這樣準備妥當;因為她們十分歡欣、又熱切。
They were clothed in linen tunics and were becomingly girded, having their right shoulders bared as though about to carry some burden. So ready were they; for they were very cheerful and eager.
26:2.5
μετὰ τὸ ἰδεῖν με ταῦτα ἐθαύμαζον ἐν ἐμαυτῷ, ὅτι μεγάλα καὶ ἔνδοξα πράγματα βλέπω. καὶ πάλιν διηπόρουν ἐπὶ ταῖς παρθένοις, ὅτι τρυφεραὶ οὕτως οὖσαι ἀνδρείως εἱστήκεισαν ὡς μέλλουσαι ὅλον τὸν οὐρανὸν βαστάζειν
我看見這些事之後,心中暗自驚奇,因我正看見偉大榮耀的事。我又為那些童女感到困惑,因為她們雖然如此柔弱,卻剛強地站立,彷彿要扛起整個天。
After I had seen these things, I marveled within myself, that I was beholding great and glorious things. And again I was perplexed about the virgins, that, being so delicate, they stood manfully as though about to carry the whole heaven.
26:2.6
καὶ λέγει μοι ὁ ποιμήν: Τί ἐν σεαυτῷ διαλογίζῃ καὶ διαπορῇ καὶ σεαυτῷ λύπην ἐπισπάσαι; ὅσα γὰρ οὐ δύνασαι νοῆσαι, μὴ ἐπιχείρει, συνετὸς ὤν, ἀλλ̓ ἐρώτα τὸν κύριον, ἵνα λαβὼν σύνεσιν νοῇς αὐτά
牧人對我說:「你為什麼在心裡盤算、困惑,自招愁苦呢?凡你不能領悟的,你既是有見識的人,就不要勉強去探究,倒要求問主,好叫你領受悟性,就能明白這些事。」
And the shepherd said to me: "Why do you reason within yourself and are perplexed and draw grief upon yourself? For whatever you cannot understand, do not attempt, being a man of understanding, but ask the Lord, so that, receiving understanding, you may comprehend them."
26:2.7
τὰ ὀπίσω σου ἰδεῖν οὐ δύνῃ, τὰ δὲ ἔμπροσθέν σου βλέπεις.ἃ οὖν ἰδεῖν οὐ δύνασαι, ἔασον, καὶ μὴ στρέβλου σεαυτόν:ἃ δὲ βλέπεις, ἐκείνων κατακυρίευε καὶ περὶ τῶν λοιπῶν μὴ περιεργάζου: πάντα δέ σοι ἐγὼ δηλώσω, ὅσα ἄν σοι δείξω. ἔμβλεπε οὖν τοῖς λοιποῖς
「你看不見你身後的事,卻看得見你面前的事。所以凡你不能看見的,就由它去,不要折磨自己;至於你所看見的,要把它掌握住,其餘的就不要去鑽研。凡我所要指給你看的,我都必向你說明。所以你要定睛看其餘的事。」
"You cannot see what is behind you, but you do see what is before you. So leave alone what you cannot see, and do not torment yourself; but over what you do see, gain mastery, and do not busy yourself about the rest. I will explain to you everything that I shall show you. So fix your gaze on the rest."
26:3.1
Εἶδον ἓξ ἄνδρας ἐληλυθότας ὑψηλοὺς καὶ ἐνδόξους καὶ ὁμοίους τῇ ἰδέᾳ: καὶ ἐκάλεσαν πλῆθός τι ἀνδρῶν. κἀκεῖνοι δὲ οἱ ἐληλυθότες ὑψηλοὶ ἦσαν ἄνδρες καὶ καλοὶ καὶ δυνατοί: καὶ ἐκέλευσαν αὐτοὺς οἱ ἓξ ἄνδρες οἰκοδομεῖν ἐπάνω τῆς πέτρας πύργον τινά. ἦν δὲ θόρυβος τῶν ἀνδρῶν ἐκείνων μέγας τῶν ἐληλυθότων οἰκοδομεῖν τὸν πύργον ὧδε κἀκεῖσε περιτρεχόντων κύκλῳ τῆς πύλης
我看見有六個人來到,他們高大、榮耀,形貌相似;他們召來一大群人。那來到的眾人也都是高大、俊美、強壯的人;那六個人就吩咐他們在磐石上建造一座樓。那些前來建樓的人四處奔走,繞著門跑來跑去,喧嚷不止。
I saw six men come, tall and glorious and alike in appearance; and they summoned a great multitude of men. And those who came were also tall men, handsome and powerful; and the six men ordered them to build a certain tower upon the rock. And there was a great commotion of those men who had come to build the tower, as they ran here and there around the gate.
26:3.2
αἱ δὲ παρθένοι ἑστηκυῖαι κύκλῳ τῆς πύλης ἔλεγον τοῖς ἀνδράσι σπεύδειν τὸν πύργον οἰκοδομεῖσθαι: ἐκπεπετάκεισαν δὲ τὰς χεῖρας αἱ παρθένοι ὡς μέλλουσαί τι λαμβάνειν παρὰ τῶν ἀνδρῶν
那站在門四圍的童女吩咐眾人趕快建造那樓;童女們伸出手來,好像將要從那些人手中接過什麼。
And the virgins standing around the gate told the men to hasten to build the tower; and the virgins had stretched out their hands as though about to receive something from the men.
26:3.3
οἱ δὲ ἓξ ἄνδρες ἐκέλευον ἐκ βυθοῦ τινος λίθους ἀναβαίνειν καὶ ὑπάγειν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου. ἀνέβησαν δὲ λίθοι δέκα τετράγωνοι λαμπροί, μὴ λελατομημένοι
那六個人吩咐石頭從某個深處上來,進到樓的建造中。於是有十塊四方、光亮、未經鑿琢的石頭上來了。
And the six men ordered stones to come up out of a certain deep and to go into the building of the tower. And there came up ten square stones, bright, unhewn.
26:3.4
οἱ δὲ ἓξ ἄνδρες ἐκάλουν τὰς παρθένους καὶ ἐκέλευσαν αὐτὰς τοὺς λίθους πάντας τοὺς μέλλοντας εἰς τὴν οἰκοδομὴν ὑπάγειν τοῦ πύργου βαστάζειν καὶ διαπορεύεσθαι διὰ τῆς πύλης καὶ ἐπιδιδόναι τοῖς ἀνδράσι τοῖς μέλλουσιν οἰκοδομεῖν τὸν πύργον
那六個人召來童女,吩咐她們搬運一切將要用於建樓的石頭,經過那門,遞給那些將要建樓的人。
And the six men called the virgins and ordered them to carry all the stones that were to go into the building of the tower, and to pass through the gate and to hand them to the men who were to build the tower.
26:3.5
αἱ δὲ παρθένοι τοὺς δέκα λίθους τοὺς πρώτους τοὺς ἐκ τοῦ βυθοῦ ἀναβάντας ἐπετίθουν ἀλλήλαις καὶ κατὰ ἕνα λίθον ἐβάσταζον ὁμοῦ
童女們把那從深處上來的頭十塊石頭一一相疊在彼此身上,一同搬運,一次一塊石頭。
And the virgins placed upon one another the first ten stones that had come up out of the deep, and they carried them together, one stone at a time.
26:4.1
Καθὼς δὲ ἐστάθησαν ὁμοῦ κυκλῳ τῆς πύλης, οὕτως ἐβάσταζον αἱ δοκοῦσαι δυναταὶ εἶναι καὶ ὑπὸ τὰς γωνίας τοῦ λίθου ὑποδεδυκυῖαι ἦσαν. αἱ δὲ ἄλλαι ἐκ τῶν πλευρῶν τοῦ λίθου ὑποδεδύκεισαν καὶ οὕτως ἐβάσταζον πάντας τοὺς λίθους: διὰ δὲ τῆς πύλης διέφερον αὐτούς, καθὼς ἐκελεύσθησαν, καὶ ἐπεδίδουν τοῖς ἀνδράσιν εἰς τὸν πύργον: ἐκεῖνοι δὲ ἔχοντες τοὺς λίθους ᾠκοδόμουν
正如她們一同圍著門站立,那些看似強壯的童女就如此搬運石頭,鑽到石頭的角下;其餘的則鑽到石頭的兩側下,這樣搬運所有的石頭;她們照所吩咐的把石頭抬過門去,遞給那些人用於建樓;那些人接過石頭,就建造起來。
And just as they had taken their stand together around the gate, so those who seemed to be strong carried the stones and had crept in under the corners of the stone. And the others crept in under the sides of the stone, and so they carried all the stones; and they brought them through the gate, as they were ordered, and handed them to the men for the tower; and those men, taking the stones, built.
26:4.2
ἡ οἰκοδομὴ δὲ τοῦ πύργου ἐγένετο ἐπὶ τὴν πέτραν τὴν μεγάλην καὶ ἐπάνω τῆς πύλης. ἡρμόσθησαν οὖν οἱ δέκα λίθοι ἐκεῖνοι καὶ ἐνέπλησαν ὅλην τὴν πετραν: καὶ ἐγένοντο ἐκεῖνοι θεμέλιος τῆς οἰκοδομῆς τοῦ πύργου: ἡ δὲ πέτρα καὶ ἡ πύλη ἦν βαστάζουσα ὅλον τὸν πύργον:
那樓乃是建造在那巨大的磐石上,並在門的上面。於是那十塊石頭彼此接合,填滿了整塊磐石;它們就成了建樓的根基;那磐石和那門承載著整座樓。
Now the building of the tower was made upon the great rock and above the gate. So those ten stones were fitted together and filled the whole rock; and they became the foundation of the building of the tower; and the rock and the gate were supporting the whole tower.
26:4.3
μετὰ δὲ τοὺς δέκα λίθους ἄλλοι ἀνέβησαν ἐκ τοῦ βυθοῦ εἴκοσι λίθοι: καὶ οὗτοι ἡρμόσθησαν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου, βασταζόμενοι ὑπὸ τῶν παρθένων καθὼς καὶ οἱ πρότεροι. μετὰ δὲ τούτους ἀνέβησαν λε, καὶ οὗτοι ὁμοίως ἡρμόσθησαν εἰς τὸν πύργον. μετὰ δὲ τούτους ἕτεροι ἀνέβησαν λίθοι μ, καὶ οὗτοι πάντες ἐβλήθησαν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου: ἐγένοντο οὖν στοῖχοι τέσσαρες ἐν τοῖς θεμελίοις τοῦ πύργου
在那十塊石頭之後,另有二十塊石頭從深處上來;這些也被接合進樓的建造中,照前面那些石頭一樣由童女們搬運。在這些之後,又上來三十五塊,這些也照樣接合進那樓。在這些之後,又有四十塊石頭上來,這些都被砌入樓的建造中;於是在樓的根基中就成了四排。
And after the ten stones, others came up out of the deep, twenty stones; and these were fitted into the building of the tower, being carried by the virgins as also the former ones were. And after these came up thirty-five, and these likewise were fitted into the tower. And after these forty more stones came up, and all these were put into the building of the tower; so there came to be four rows in the foundations of the tower.
26:4.4
καὶ ἐπαύσαντο ἐκ τοῦ βυθοῦ ἀναβαίνοντες: ἐπαύσαντο δὲ καὶ οἱ οἰκοδομοῦντες μικρόν. καὶ πάλιν ἐπέταξαν οἱ ἓξ ἄνδρες τῷ πλήθει τοῦ ὄχλου ἐκ τῶν ὀρέων παραφέρειν λίθους εἰς τὴν οἰκοδομὴν τοῦ πύργου
於是石頭不再從深處上來;建造的人也暫時停了下來。那六個人又吩咐那一大群眾人,從眾山搬運石頭來,用於樓的建造。
And the stones ceased coming up out of the deep; and the builders too ceased for a little while. And again the six men commanded the multitude of the crowd to bring stones from the mountains into the building of the tower.
26:4.5
παρεφέροντο οὖν ἐκ πάντων τῶν ὀρέων χρόαις ποικίλαις λελατομημένοι ὑπὸ τῶν ἀνδρῶν καὶ ἐπεδίδοντο ταῖς παρθένοις: αἱ δὲ παρθένοι διέφερον αὐτοὺς διὰ τῆς πύλης καὶ ἐπεδίδουν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου. καὶ ὅταν εἰς τὴν οἰκοδομὴν ἐτέθησαν οἱ λίθοι οἱ ποικίλοι, ὅμοιοι ἐγένοντο λευκοὶ καὶ τὰς χρόας τὰς ποικίλας ἤλλασσον
於是各色的石頭從各山被搬來,由那些人鑿成各種顏色,交給童女們;童女們把它們搬過門去,遞上去用於樓的建造。當那些雜色的石頭被放進建築裡時,便都一同變白,改換了原先各樣的顏色。
So they were brought in from all the mountains, hewn into various colors by the men, and handed to the virgins; and the virgins carried them through the gate and gave them up for the building of the tower. And when the variously colored stones were set into the building, they all became white alike and changed their varied colors.
26:4.6
τινὲς δὲ λίθοι ἐπεδίδοντο ὑπὸ τῶν ἀνδρῶν εἰς τὴν οἰκοδομὴν καὶ οὐκ ἐγίνοντο λαμπροί, ἀλλ̓ οἷοι ἐτέθησαν, τοιοῦτοι καὶ εὑρέθησαν: οὐ γὰρ ἦσαν ὑπὸ τῶν παρθένων ἐπιδεδομένοι οὐδὲ διὰ τῆς πύλης παρενηνεγμένοι. οὗτοι οὖν οἱ λίθοι ἀπρεπεῖς ἦσαν ἐν τῇ οἰκοδομῇ τοῦ πύργου
但有些石頭是那些人直接遞進去用於建造的,它們並沒有變得光亮,而是放進去時是怎樣,被發現仍是怎樣,因為它們不是經童女們之手遞上,也沒有被搬過那門。所以這些石頭在樓的建築中顯得不相稱。
But some stones were handed in by the men for the building and did not turn bright; rather, just as they were set in, such they were found to be, for they had not been handed over by the virgins nor carried through the gate. These stones, therefore, were unseemly in the building of the tower.
26:4.7
ἰδόντες δὲ οἱ ἓξ ἄνδρες τοὺς λίθους τοὺς ἀπρεπεῖς ἐν τῇ οἰκοδομῇ ἐκέλευσαν αὐτοὺς ἀρθῆναι καὶ ἀπαχθῆναι κάτω εἰς τὸν ἴδιον τόπον, ὅθεν ἠνέχθησαν
那六個人看見建築中那些不相稱的石頭,就吩咐把它們取出,搬回到它們原來被取來的地方去。
When the six men saw the unseemly stones in the building, they ordered them to be taken up and carried down to their own place, from which they had been brought.
26:4.8
καὶ λέγουσι τοῖς ἀνδράσι τοῖς παρεμφέρουσι τοὺς λίθους: Ὅλως ὑμεῖς μὴ ἐπιδίδοτε εἰς τὴν οἰκοδομὴν λίθους: τίθετε δὲ αὐτοὺς παρὰ τὸν πύργον, ἵνα αἱ παρθένοι διὰ τῆς πύλης παρενέγκωσιν αὐτοὺς καὶ ἐπιδιδῶσιν εἰς τὴν οἰκοδομήν. ἐὰν γάρ, φασί, διὰ τῶν χειρῶν τῶν παρθένων τούτων μὴ παρενεχθῶσι διὰ τῆς πύλης, τὰς χρόας αὐτῶν ἀλλάξαι οὐ δύνανται: μὴ κοπιᾶτε οὖν, φασίν, εἰς μάτην
他們對那些搬石頭進來的人說:「你們絕對不可自己把石頭遞進建築裡,只要把它們放在樓旁,讓童女們把它們搬過門去,遞上去用於建造。因為,」他們說,「這些石頭若不經這些童女之手被搬過那門,它們的顏色就不能改變。所以,」他們說,「不要徒勞無功。」
And they said to the men who were bringing in the stones: "Do not by any means hand any stones into the building yourselves; rather, lay them beside the tower, so that the virgins may carry them through the gate and hand them up for the building. For," they said, "unless they are carried through the gate by the hands of these virgins, their colors cannot be changed. Do not labor, then," they said, "in vain."
26:5.1
Καὶ ἐτελέσθη τῇ ἡμέρᾳ ἐκείνῃ ἡ οἰκοδομή, οὐκ ἀπετελέσθη δὲ ὁ πύργος: ἔμελλε γὰρ πάλιν ἐποικοδομεῖσθαι: καὶ ἐγένετο ἀνοχὴ τῆς οἰκοδομῆς. ἐκέλευσαν δὲ οἱ ἓξ ἄνδρες τοὺς οἰκοδομοῦντας ἀναχωρῆσαι μικρὸν πάντας καὶ ἀναπαυθῆναι: ταῖς δὲ παρθένοις ἐπέταξαν ἀπὸ τοῦ πύργου μὴ ἀναχωρῆσαι. ἐδόκει δέ μοι τὰς παρθένους καταλελεῖφθαι τοῦ φυλάσσειν τὸν πύργον
那一天建造工程進行了,但樓並未完成,因為還要再往上建;於是建造暫停了。那六個人吩咐所有的工人退開一會兒去歇息;卻命令童女們不可離開那樓。我覺得童女們是被留下來看守那樓的。
And the building was carried on that day, but the tower was not finished, for it was to be built up again; and there came a pause in the building. The six men ordered all the builders to withdraw a little and to rest; but they commanded the virgins not to withdraw from the tower. It seemed to me that the virgins were left behind to guard the tower.
26:5.2
μετὰ δὲ τὸ ἀναχωρῆσαι πάντας καὶ ἀναπαυθῆναι λέγω τῷ ποιμένι: Τί ὅτι, φημί, κύριε, οὐ συνετελέσθη ἡ οἰκοδομὴ τοῦ πύργου; Οὔπω, φησί, δύναται ἀποτελεσθῆναι ὁ πύργος, ἐὰν μὴ ἔλθῃ ὁ κύριος αὐτοῦ καὶ δοκιμάσῃ τὴν οἰκοδομὴν ταύτην, ἵνα, ἐάν τινες λίθοι σαπροὶ εὑρεθῶσιν, ἀλλάξῃ αὐτούς: πρὸς γὰρ τὸ ἐκείνου θέλημα οἰκοδομεῖται ὁ πύργος
眾人退開歇息之後,我對牧人說:「主啊,」我說,「為甚麼樓的建造沒有完成呢?」他說:「除非樓的主人來察看這建築,這樓還不能完成;好叫他若發現有甚麼腐朽的石頭,就把它們換掉;因為這樓是照著他的旨意建造的。」
After all had withdrawn and rested, I said to the shepherd: "Why is it, sir," I said, "that the building of the tower was not completed?" "The tower cannot yet be finished," he said, "unless its lord comes and inspects this building, so that, if any stones be found rotten, he may change them; for the tower is built according to his will."
26:5.3
Ἤθελον, φημί, κύριε, τούτου τοῦ πύργου γνῶναι τί ἐστιν ἡ οἰκοδομὴ αὕτη, καὶ περὶ τῆς πέτρας καὶ πύλης καὶ τῶν ὀρέων καὶ τῶν παρθένων καὶ τῶν λίθων τῶν ἐκ τοῦ βυθοῦ ἀναβεβηκότων καὶ μὴ λελατομημένων, ἀλλ̓ οὕτως ἀπελθόντων εἰς τὴν οἰκοδομήν
我說:「主啊,我願意明白關於這樓的事,這建築是甚麼意思,以及那磐石、那門、那些山、那些童女,還有那些從深處上來、未經鑿磨、卻就那樣進入建築的石頭;
"I should like, sir," I said, "to know concerning this tower what this building is, and about the rock and the gate and the mountains and the virgins and the stones that came up out of the deep and were not hewn, but went just as they were into the building;
26:5.4
καὶ διατί πρῶτον εἰς τὰ θεμέλιαι λίθοι ἐτέθησαν, εἶτα κ, εἶτα λε, εἶτα μ, καὶ περὶ τῶν λίθων τῶν ἀπεληλυθότων εἰς τὴν οἰκοδομὴν καὶ πάλιν ἠρμένων καὶ εἰς τόπον ἴδιον ἀποτεθειμένων: περὶ πάντων τούτων ἀνάπαυσον τὴν ψυχήν μου, κύριε, καὶ γνώρισόν μοι αὐτά
又為甚麼起初有石頭安在根基裡,然後是二十塊,然後是三十五塊,然後是四十塊;還有關於那些已進入建築、卻又被取出、放回自己原處的石頭。主啊,求你就這一切的事使我的心得安息,把這些都指示我。」
and why first stones were laid in the foundations, then twenty, then thirty-five, then forty; and about the stones that had gone into the building and were again taken up and laid aside in their own place. Concerning all these things give rest to my soul, sir, and make them known to me."
26:5.5
Ἐάν, φησί, κενόσπουδος μὴ εὑρεθῇς, πάντα γνώσῃ: μετ̓ ὀλίγας γὰρ ἡμέρας ἐλευσόμεθα ἐνθάδε, καὶ τὰ λοιπὰ ὄψει τὰ ἐπερχόμενα τῷ πύργῳ τούτῳ καὶ πάσας τὰς παραβολὰς ἀκριβῶς γνώσῃ
他說:「你若不被發現是徒好虛浮、無謂好奇的人,就必明白這一切;因為過幾天我們要來到這裡,你就要看見此後將臨到這樓的其餘的事,並要準確地明白一切的比喻。」
"If," he said, "you are not found to be one given to idle curiosity, you shall know all things; for after a few days we shall come here, and you will see the rest of what is to befall this tower, and you will know all the parables accurately."
26:5.6
καὶ μετ̓ ὀλίγας ἡμέρας ἤλθομεν εἰς τὸν τόπον, οὗ κεκαθίκαμεν, καὶ λέγει μοι: Ἄγωμεν πρὸς τὸν πύργον: ὁ γὰρ αὐθέντης τοῦ πύργου ἔρχεται κατανοῆσαι αὐτόν. καὶ ἤλθομεν πρὸς τὸν πύργον: καὶ ὅλως οὐδεὶς ἦν πρὸς αὐτὸν εἰ μὴ αἱ παρθένοι μόναι
過了幾天,我們來到先前坐過的地方,他對我說:「我們往樓那裡去吧;因為樓的主人要來察看它。」我們就來到樓那裡;除了那些童女以外,根本沒有別人在那裡。
And after a few days we came to the place where we had sat, and he said to me: "Let us go to the tower; for the master of the tower is coming to examine it." And we came to the tower; and there was no one at all by it except the virgins alone.
26:5.7
καὶ ἐπερωτᾷ ὁ ποιμὴν τὰς παρθένους, εἰ ἄρα παρεγεγόνει ὁ δεσπότης τοῦ πύργου. αἱ δὲ ἔφησαν μέλλειν αὐτὸν ἔρχεσθαι κατανοῆσαι τὴν οἰκοδομήν
牧人就問那些童女,樓的主人是否已經來到了。她們說他就要來察看這建築。
And the shepherd asked the virgins whether the lord of the tower had perhaps already arrived. And they said that he was about to come to examine the building.
26:6.1
Καὶ ἰδοὺ μετὰ μικρὸν βλέπω παράταξιν πολλῶν ἀνδρῶν ἐρχομένων: καὶ εἰς τὸ μέσον ἀνήρ τις ὑψηλὸς τῷ μεγέθει, ὥστε τὸν πύργον ὑπερέχειν
看哪,過了一會兒,我看見有許多人列隊而來;在他們中間有一個人,身量極其高大,竟高過那樓。
And behold, after a little while I saw an array of many men coming; and in the midst of them a man so lofty in stature that he overtopped the tower.
26:6.2
καὶ οἱ ἓξ ἄνδρες οἱ εἰς τὴν οἰκοδομὴν ἐφεστῶτες ἐκ δεξιῶν τε καὶ ἀριστερῶν περιεπάτησαν μετ̓ αὐτοῦ, καὶ πάντες οἱ εἰς τὴν οἰκοδομὴν ἐργασάμενοι μετ̓ αὐτοῦ ἦσαν καὶ ἕτεροι πολλοὶ κύκλῳ αὐτοῦ ἔνδοξοι. αἱ δὲ παρθένοι αἱ τηροῦσαι τὸν πύργον προσδραμοῦσαι κατεφίλησαν αὐτὸν καὶ ἤρξαντο ἐγγὺς αὐτοῦ περιπατεῖν κύκλῳ τοῦ πύργου
那六個監管建築的人在他左右與他同行,凡曾在建築上作工的人都與他同在,還有許多別的榮耀者環繞著他。那些看守樓的童女跑上前去親他,又開始在他近旁繞著樓行走。
And the six men who had charge of the building walked with him on his right and on his left, and all who had labored in the building were with him, and many other glorious ones round about him. And the virgins who were guarding the tower ran up and kissed him, and began to walk near him around the tower.
26:6.3
κατενόει δὲ ὁ ἀνὴρ ἐκεῖνος τὴν οἰκοδομὴν ἀκριβῶς, ὥστε αὐτὸν καθ̓ ἕνα λίθον ψηλαφᾶν. κρατῶν δέ τινα ῥάβδον τῇ χειρὶ κατὰ ἕνα λίθον τῶν ᾠκοδομημένων ἔτυπτε
那人仔細察看那建築,甚至逐一觸摸每一塊石頭;他手裡拿著一根杖,逐一敲打那些已砌入的石頭。
And that man examined the building carefully, so that he felt each single stone; and holding a rod in his hand, he struck each one of the stones that had been built in.
26:6.4
καὶ ὅταν ἐπάτασσεν, ἐγένοντο αὐτῶν τινὲς μέλανες ὡσεὶ ἀσβόλη, τινὲς δὲ ἐψωριακότες, τινὲς δὲ σχισμὰς ἔχοντες, τινὲς δὲ κολοβοί, τινὲς δὲ οὔτε λευκοὶ οὔτε μέλανες, τινὲς δὲ τραχεῖς καὶ μὴ συμφωνοῦντες τοῖς ἑτέροις λίθοις, τινὲς δὲ σπίλους πολλοὺς ἔχοντες: αὗται ἦσαν αἱ ποικιλίαι τῶν λίθων τῶν σαπρῶν εὑρεθέντων εἰς τὴν οἰκοδομήν
他敲打的時候,那些石頭有的變得黑如煤煙,有的長了瘡痂,有的有裂縫,有的殘缺不全,有的既不白也不黑,有的粗糙、與其餘的石頭不相配,有的滿是斑點:這些就是在建築中被發現腐朽的各樣石頭。
And when he struck them, some of them became black as soot, some scabby, some cracked, some stunted, some neither white nor black, some rough and not matching the other stones, and some with many spots: these were the varieties of the stones found rotten in the building.
26:6.5
ἐκέλευσεν οὖν πάντας τούτους ἐκ τοῦ πύργου μετενεχθῆναι καὶ τεθῆναι παρὰ τὸν πύργον καὶ ἑτέρους ἐνεχθῆναι λίθους καὶ ἐμβληθῆναι εἰς τὸν τόπον αὐτῶν
於是他吩咐把這一切石頭都從樓上搬出去,放在樓旁,並要搬別的石頭來,放在它們的位置上。
He therefore ordered all these to be removed from the tower and to be laid beside the tower, and other stones to be brought and put in their place.
26:6.6
καὶ ἐπηρώτησαν αὐτὸν οἱ οἰκοδομοῦντες, ἐκ τίνος ὄρους θέλῃ ἐνεχθῆναι λίθους καὶ ἐμβληθῆναι εἰς τὸν τόπον αὐτῶν. καὶ ἐκ μὲν τῶν ὀρέων οὐκ ἐκέλευσεν ἐνεχθῆναι, ἐκ δέ τινος πεδίου ἐγγὺς ὄντος ἐκέλευσεν ἐνεχθῆναι
工人們問他,要從哪一座山搬石頭來放在它們的位置上。他並沒有吩咐從那些山中搬來,而是吩咐從附近的一片平原搬來。
And the builders asked him from which mountain he wished stones to be brought and put in their place. And he did not order them to be brought from the mountains, but from a certain plain that was near by he ordered them to be brought.
26:6.7
καὶ ὠρύγη τὸ πεδίον, καὶ εὑρέθησαν λίθοι λαμπροὶ τετράγωνοι, τινὲς δὲ καὶ στρογγύλοι. ὅσοι δέ ποτε ἦσαν λίθοι ἐν τῷ πεδίῳ ἐκείνῳ, πάντες ἠνέχθησαν καὶ διὰ τῆς πύλης ἐβαστάζοντο ὑπὸ τῶν παρθένων
那平原被挖開,發現了光亮的方石頭,也有些是圓的。那平原裡有多少石頭,全都被搬來,由童女們搬過那門。
And the plain was dug up, and bright square stones were found, and some round ones too. And as many stones as there were in that plain, all were brought, and were carried through the gate by the virgins.
26:6.8
καὶ ἐλατομήθησαν οἱ τετράγωνοι λίθοι καὶ ἐτέθησαν εἰς τὸν τόπον τῶν ἠρμένων: οἱ δὲ στρογγύλοι οὐκ ἐτέθησαν εἰς τὴν οἰκοδομήν, ὅτι σκληροὶ ἦσαν εἰς τὸ λατομηθῆναι αὐτοὺς καὶ βραδέως ἐγένοντο. ἐτέθησαν δὲ παρὰ τὸν πύργον, ὡς μελλόντων αὐτῶν λατομεῖσθαι καὶ τίθεσθαι εἰς τὴν οἰκοδομήν: λίαν γὰρ λαμπροὶ ἦσαν
那些方石頭被鑿好,放在那些被取出的石頭的位置上;但那些圓石頭沒有放進建築裡,因為它們很難鑿磨,工作進展緩慢。它們被放在樓旁,彷彿日後要被鑿磨、放進建築裡;因為它們極其光亮。
And the square stones were hewn and laid in the place of those that had been removed; but the round ones were not laid in the building, because they were hard to hew and the work went slowly. They were laid beside the tower, as though they were to be hewn and set into the building; for they were exceedingly bright.
26:7.1
Ταῦτα οὖν συντελέσας ὁ ἀνὴρ ὁ ἔνδοξος καὶ κύριος ὅλου τοῦ πύργου προσεκαλέσατο τὸν ποιμένα καὶ παρέδωκεν αὐτῷ τοὺς λίθους πάντας τοὺς παρὰ τὸν πύργον κειμένους, τοὺς ἀποβεβλημένους ἐκ τῆς οἰκοδομῆς, καὶ λέγει αὐτῷ:
那榮耀的人,就是全樓的主人,作完這些事以後,便召喚牧人來,把所有放在樓旁、從建築中被丟棄的石頭都交給他,對他說:
When the glorious man, the lord of the whole tower, had finished these things, he summoned the shepherd and handed over to him all the stones lying beside the tower, those that had been cast out of the building, and said to him:
26:7.2
Ἐπιμελῶς καθάρισον τοὺς λίθους τούτους καὶ θὲς αὐτοὺς εἰς τὴν οἰκοδομὴν τοῦ πύργου, τοὺς δυναμένους ἁρμόσαι τοῖς λοιποῖς: τοὺς δὲ μὴ ἁρμόζοντας ῥῖψον μακρὰν ἀπὸ τοῦ πύργου
「你要仔細潔淨這些石頭,把那些能與其餘的相配的,放進樓的建築裡;那些不相配的,就丟到離樓遠的地方去。」
"Carefully clean these stones and set into the building of the tower those that are able to fit with the rest; but those that do not fit, throw far away from the tower."
26:7.3
ταῦτα κελεύσας τῷ ποιμένι ἀπῄει ἀπὸ τοῦ πύργου μετὰ πάντων, μεθ̓ ὧν ἐληλύθει: αἱ δὲ παρθένοι κύκλῳ τοῦ πύργου εἱστήκεισαν τηροῦσαι αὐτόν
他這樣吩咐了牧人之後,就同他帶來的眾人離開了那樓;但那些童女仍環繞著樓站立,看守著它。
Having given these orders to the shepherd, he departed from the tower with all those with whom he had come; but the virgins stood round about the tower, guarding it.
26:7.4
λέγω τῷ ποιμένι: Πῶς οὗτοι οἱ λίθοι δύνανται εἰς τὴν οἰκοδομὴν τοῦ πύργου ἀπελθεῖν ἀποδεδοκιμασμένοι; ἀποκριθείς μοι λέγει: Βλέπεις, φησί, τοὺς λίθους τούτους; Βλέπω, φημί, κύριε. Ἐγώ, φησί, τὸ πλεῖστον μέρος τῶν λίθων τούτων λατομήσω καὶ βαλῶ εἰς τὴν οἰκοδομήν, καὶ ἁρμόσουσι μετὰ τῶν λοιπῶν λίθων
我對牧人說:「這些已被棄絕的石頭,怎能進入樓的建築裡呢?」他回答我說:「你看見這些石頭嗎?」我說:「主啊,我看見了。」他說:「這些石頭中的大部分,我要鑿磨,放進建築裡,它們就要與其餘的石頭相配。」
I said to the shepherd: "How can these stones, having been rejected, go into the building of the tower?" He answered me, saying: "Do you see these stones?" "I see them, sir," I said. "I," he said, "will hew the greater part of these stones and put them into the building, and they will fit with the rest of the stones."
26:7.5
Πῶς, φημί, κύριε, δύνανται περικοπέντες τὸν αὐτὸν τόπον πληρῶσαι; ἀποκριθεὶς λέγει μοι: Ὅσοι μικροὶ εὑρεθήσονται, εἰς μέσην τὴν οἰκοδομὴν βληθήσονται, ὅσοι δὲ μείζονες, ἐξώτεροι τεθήσονται καὶ συγκρατήσουσιν αὐτούς
我說:「主啊,它們被削小之後,怎能填滿同一個位置呢?」他回答我說:「那些被發現較小的,要放在建築的中央;那些較大的,要放在外圍,把它們夾持住。」
"How, sir," I said, "when they have been cut down, can they fill the same space?" He answered me: "Those that are found to be small will be put into the middle of the building, but those that are larger will be set on the outside and will hold them together."
26:7.6
ταῦτά μοι λαλήσας λέγει μοι: Ἄγωμεν καὶ μετὰ ἡμέρας δύο ἔλθωμεν καὶ καθαρίσωμεν τοὺς λίθους τούτους καὶ βάλωμεν αὐτοὺς εἰς τὴν οἰκοδομήν: τὰ γὰρ κύκλῳ τοῦ πύργου πάντα καθαρισθῆναι δεῖ, μήποτε ὁ δεσπότης ἐξάπινα ἔλθῃ καὶ τὰ περὶ τὸν πύργον ῥυπαρὰ εὕρῃ καὶ προσοχθίσῃ, καὶ οὗτοι οἱ λίθοι οὐκ ἀπελεύσονται εἰς τὴν οἰκοδομὴν τοῦ πύργου, κἀγὼ ἀμελὴς δόξω εἶναι παρὰ τῷ δεσπότῃ
他對我說了這些話之後,又說:「我們走吧,過兩天再來潔淨這些石頭,把它們放進建築裡;因為樓四圍的一切都必須潔淨,免得主人忽然來到,發現樓周圍污穢而惱怒,以致這些石頭不能進入樓的建築裡,連我也要在主人面前被視為疏忽怠慢的。」
Having said these things to me, he said: "Let us go, and after two days let us come and clean these stones and put them into the building; for all the area around the tower must be cleansed, lest the master come suddenly and find the surroundings of the tower foul and be displeased, and so these stones not go into the building of the tower, and I be thought negligent in the master's sight."
26:7.7
καὶ μετὰ ἡμέρας δύο ἤλθομεν πρὸς τὸν πύργον καὶ λέγει μοι: Κατανοήσωμεν τοὺς λίθους πάντας καὶ ἴδωμεν τοὺς δυναμένους εἰς τὴν οἰκοδομὴν ἀπελθεῖν. λέγω αὐτῷ: Κύριε, κατανοήσωμεν
過了兩天,我們來到樓那裡,他對我說:「我們來查看所有的石頭,看哪些能進入建築裡。」我對他說:「主啊,我們查看吧。」
And after two days we came to the tower, and he said to me: "Let us examine all the stones and see which are able to go into the building." I said to him: "Sir, let us examine them."
26:8.1
Καὶ ἀρξάμενοι πρῶτον τοὺς μέλανας κατενοοῦμεν λίθους. καὶ οἷοι ἐκ τῆς οἰκοδομῆς ἐτέθησαν, τοιοῦτοι καὶ εὑρέθησαν. καὶ ἐκέλευσεν αὐτοὺς ὁ ποιμὴν ἐκ τοῦ πύργου μετενεχθῆναι καὶ χωρισθῆναι
我們先從黑色的石頭開始查看。它們從建築中被取出時是怎樣,被發現仍是怎樣。牧人就吩咐把它們從樓那裡搬走,分別出來。
And beginning first, we examined the black stones. And just as they had been removed from the building, such they were found to be. And the shepherd ordered them to be carried away from the tower and set apart.
26:8.2
εἶτα κατενόησε τοὺς ἐψωριακότας, καὶ λαβὼν ἐλατόμησε πολλοὺς ἐξ αὐτῶν καὶ ἐκέλευσε τὰς παρθένους ἆραι αὐτοὺς καὶ βαλεῖν εἰς τὴν οἰκοδομήν. καὶ ἦραν αὐτοὺς αἱ παρθενοι καὶ ἔθηκαν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου μέσου. τοὺς δὲ λοιποὺς ἐκέλευσε μετὰ τῶν μελάνων τεθῆναι: καὶ γὰρ καὶ οὗτοι μέλανες εὑρέθησαν
然後他查看那些長瘡痂的石頭,從中取了許多來鑿磨,吩咐童女們把它們抬起放進建築裡。童女們就把它們抬起,放進樓的建築中央。其餘的他吩咐與黑色的石頭放在一起;因為這些也被發現是黑的。
Then he examined the scabby ones, and taking many of them he hewed them, and ordered the virgins to lift them and put them into the building. And the virgins lifted them and set them into the building of the tower, in the middle. The rest he ordered to be laid with the black ones; for these too were found to be black.
26:8.3
εἶτα κατενόει τοὺς τὰς σχισμὰς ἔχοντας: καὶ ἐκ τούτων πολλοὺς ἐλατόμησε καὶ ἐκέλευσε διὰ τῶν παρθένων εἰς τὴν οἰκοδομὴν ἀπενεχθῆναι: ἐξώτεροι δὲ ἐτέθησαν, ὅτι ὑγιέστεροι εὑρέθησαν. οἱ δὲ λοιποὶ διὰ τὸ πλῆθος τῶν σχισμάτων οὐκ ἠδυνήθησαν λατομηθῆναι: διὰ ταύτην οὖν τὴν αἰτίαν ἀπεβλήθησαν ἀπὸ τῆς οἰκοδομῆς τοῦ πύργου
然後他查看那些有裂縫的石頭;其中許多他也鑿磨了,吩咐童女們把它們搬進建築裡;它們被放在外圍,因為被發現較為堅固。但其餘的,因裂縫太多,不能鑿磨;所以為這緣故,它們就從樓的建築中被丟棄了。
Then he examined those that had cracks; and of these too he hewed many and ordered them to be carried by the virgins into the building; and they were set on the outside, because they were found to be sounder. But the rest, because of the multitude of their cracks, could not be hewn; for this reason, therefore, they were cast out of the building of the tower.
26:8.4
εἶτα κατενόει τοὺς κολοβούς, καὶ εὑρέθησαν πολλοὶ ἐν αὐτοῖς μέλανες, τινὲς δὲ σχισμὰς μεγάλας πεποιηκότες: καὶ ἐκέλευσε καὶ τούτους τεθῆναι μετὰ τῶν ἀποβεβλημένων. τοὺς δὲ περισσεύοντας αὐτῶν καθαρίσας καὶ λατομήσας ἐκέλευσεν εἰς τὴν οἰκοδομὴν τεθῆναι. αἱ δὲ παρθένοι αὐτοὺς ἄρασαι εἰς μέσην τὴν οἰκοδομὴν τοῦ πύργου ἥρμοσαν: ἀσθενέστεροι γὰρ ἦσαν
然後他查看那些殘缺的石頭,其中許多被發現是黑的,有些則生了大裂縫;他吩咐把這些也與被棄絕的石頭放在一起。但其餘剩下的,他潔淨並鑿磨之後,吩咐放進建築裡。童女們便把它們抬起,安放在樓的建築中央;因為它們比較軟弱。
Then he examined the stunted ones, and many among them were found to be black, and some had developed large cracks; and he ordered these too to be laid with the rejected ones. But those of them that were left over, after he had cleaned and hewn them, he ordered to be set into the building. And the virgins lifted them and fitted them into the middle of the building of the tower; for they were rather weak.
26:8.5
εἶτα κατενόει τοὺς ἡμίσεις λευκούς, ἡμίσεις δὲ μέλανας: καὶ πολλοὶ ἐξ αὐτῶν εὑρέθησαν μέλανες. ἐκέλευσε δὲ καὶ τούτους ἀρθῆναι μετὰ τῶν ἀποβεβλημένων. οἱ δὲ λοιποὶ πάντες ἤρθησαν ὑπὸ τῶν παρθένων: λευκοὶ γὰρ ὄντες ἡρμόσθησαν ὑπ αὐτῶν τῶν παρθένων εἰς τὴν οἰκοδομήν: ἐξώτεροι δὲ ἐτέθησαν, ὅτι ὑγιεῖς εὑρέθησαν, ὥστε δύνασθαι αὐτοὺς κρατεῖν τοὺς εἰς τὸ μέσον τεθέντας: ὅλως γὰρ ἐξ αὐτῶν οὐδὲν ἐκολοβώθη
然後他查看那些半白半黑的石頭,其中許多被發現是黑的。他吩咐把這些也與被棄絕的石頭一同取走。但其餘的全都被童女們抬起;因為它們是白的,便被童女們親手安放進建築裡,並放在外圍,因為被發現是完好的,能夾持住那些放在中央的石頭;因為它們絲毫沒有殘缺。
Then he examined those that were half white and half black, and many of them were found to be black. He ordered these too to be taken up with the rejected ones. But all the rest were lifted up by the virgins; for being white they were fitted by the virgins themselves into the building, and were set on the outside, because they were found to be sound, so as to be able to hold together those set in the middle; for in no way was any part of them stunted.
26:8.6
εἶτα κατενόει τοὺς τραχεῖς, καὶ σκληροὺς καὶ ὀλίγοι ἐξ αὐτῶν ἀπεβλήθησαν διὰ τὸ μὴ δύνασθαι λατομηθῆναι: σκληροὶ γὰρ λίαν εὑρέθησαν. οἱ δὲ λοιποὶ αὐτῶν ἐλατομήθησαν καὶ ἤρθησαν ὑπὸ τῶν παρθένων καὶ εἰς μέσην τὴν οἰκοδομὴν τοῦ πύργου ἡρμόσθησαν: ἀσθενέστεροι γὰρ ἦσαν
然後他查看那些粗糙堅硬的石頭,其中只有少數因不能鑿磨而被丟棄;因為它們被發現極其堅硬。但其餘的都被鑿磨,由童女們抬起,安放在樓的建築中央;因為它們比較軟弱。
Then he examined the rough and hard ones, and few of them were cast out because they could not be hewn; for they were found to be exceedingly hard. But the rest of them were hewn and lifted up by the virgins and fitted into the middle of the building of the tower; for they were rather weak.
26:8.7
εἶτα κατενόει τοὺς ἔχοντας τοὺς σπίλους, καὶ ἐκ τούτων ἐλάχιστοι ἐμελάνησαν καὶ ἀπεβλήθησαν πρὸς τοὺς λοιπούς. οἱ δὲ περισσεύοντες λαμπροὶ καὶ ὑγιεῖς εὑρέθησαν: καὶ οὗτοι ἡρμόσθησαν ὑπὸ τῶν παρθένων εἰς τὴν οἰκοδομήν, ἐξώτεροι δὲ ἐτέθησαν διὰ τὴν ἰσχυρότητα αὐτῶν
然後他查看那些有斑點的石頭,其中極少數變黑了,便與其餘的一同被丟棄。但其餘剩下的被發現是光亮完好的;這些便被童女們安放進建築裡,並因它們的堅固而放在外圍。
Then he examined those that had spots, and of these a very few had turned black and were cast out with the rest. But those that remained were found to be bright and sound; and these were fitted by the virgins into the building, and were set on the outside because of their strength.
26:9.1
Εἶτα ἦλθε κατανοῆσαι τοὺς λευκοὺς καὶ στρογγύλους λίθους καὶ λέγει μοι: Τί ποιοῦμεν περὶ τούτων τῶν λίθων; Τί, φημί, ἐγὼ γινώσκω, κύριε; Οὐδὲν οὖν ἐπινοεῖς περὶ αὐτων
然後他來查看那些白色的圓石頭,對我說:「我們該怎麼處置這些石頭呢?」我說:「主啊,我哪裡知道呢?」「那麼,關於它們你毫無主意嗎?」
Then he came to examine the white, round stones, and said to me: "What shall we do about these stones?" "How should I know, sir?" I said. "Do you have no idea, then, about them?"
26:9.2
Ἐγώ, φημί, κύριε, ταύτην τὴν τέχνην οὐκ ἔχω, οὐδὲ λατόμος εἰμὶ οὐδὲ δύναμαι νοῆσαι. Οὐ βλέπεις αὐτούς, φησί, λίαν στρογγύλους ὄντας; καὶ ἐὰν αὐτοὺς θελήσω τετραγώνους ποιῆσαι, πολὺ δεῖ ἀπ̓ αὐτῶν ἀποκοπῆναι: δεῖ δὲ ἐξ αὐτῶν ἐξ ἀνάγκης τινὰς εἰς τὴν οἰκοδομὴν τεθῆναι
我說:「主啊,我沒有這手藝,既不是石匠,也不能明白。」他說:「你不看見它們很圓嗎?我若要把它們做成方的,就必須從它們身上削去許多;然而其中有些是必須放進建築裡的。」
"I, sir," I said, "do not have this craft, nor am I a stonecutter, nor can I understand it." "Do you not see," he said, "that they are very round? And if I wish to make them square, much must be cut away from them; yet some of them must of necessity be set into the building."
26:9.3
Εἰ οὖν, φημί, κύριε, ἀνάγκη ἐστί, τί σεαυτὸν βασανίζεις καὶ οὐκ ἐκλέγεις εἰς τὴν οἰκοδομὴν οὓς θέλεις καὶ ἁρμόζεις εἰς αὐτήν; ἐξελέξατο ἐξ αὐτῶν τοὺς μείζονας καὶ λαμπροὺς καὶ ἐλατόμησεν αὐτούς: αἱ δὲ παρθένοι ἄρασαι ἥρμοσαν εἰς τὰ ἐξώτερα μέρη τῆς οἰκοδομῆς
我說:「主啊,若是必須的,你又何必這樣折磨自己,不揀選你所要的放進建築裡,把它們安進去呢?」他便從中揀選出較大且光亮的,加以鑿磨;童女們就把它們抬起,安放在建築的外圍。
"If, then, sir," I said, "it is necessary, why do you torment yourself, and not choose for the building those you wish and fit them into it?" He chose out of them the larger and brighter ones and hewed them; and the virgins lifted them and fitted them into the outer parts of the building.
26:9.4
οἱ δὲ λοιποὶ οἱ περισσεύσαντες ἤρθησαν καὶ ἀπετέθησαν εἰς τὸ πεδίον, ὄθεν ἠνέχθησαν: οὐκ ἀπεβλήθησαν δέ, Ὅτι, φησί, λείπει τῷ πύργῳ ἔτι μικρὸν οἰκοδομηθῆναι. πάντας δὲ θέλει ὁ δεσπότης τοῦ πύργου τούτους ἁρμοσθῆναι τοὺς λίθους εἰς τὴν οἰκοδομήν, ὅτι λαμπροί εἰσι λίαν
至於其餘剩下的,便被抬起,放回到它們原先被搬來的那片平原;卻沒有被丟棄。他說:「因為這樓還差一點才建成;樓的主人願意這一切石頭都被安放進建築裡,因為它們極其光亮。」
But the rest that were left over were taken up and laid back in the plain from which they had been brought; yet they were not cast away. "Because," he said, "the tower still lacks a little to be built; and the master of the tower wishes all these stones to be fitted into the building, for they are exceedingly bright."
26:9.5
ἐκλήθησαν δὲ γυναῖκες δώδεκα, εὐειδέσταται τῷ χαρακτῆρι, μέλανα ἐνδεδυμέναι, περιεζωσμέναι καὶ ἔξω τοὺς ὤμους ἔχουσαι καὶ τὰς τρίχας λελυμέναι: ἐδοκοῦσαν δέ μοι αἱ γυναῖκες αὗται ἄγριαι εἶναι. ἐκέλευσε δὲ αὐτὰς ὁ ποιμὴν ἆραι τοὺς λίθους τοὺς ἀποβεβλημένους ἐκ τῆς οἰκοδομῆς καὶ ἀπενεγκεῖν αὐτοὺς εἰς τὰ ὄρη, ὅθεν καὶ ἠνέχθησαν
然後有十二個婦人被召來,相貌極其美麗,身穿黑衣,束著腰,露著肩膀,頭髮披散;我覺得這些婦人是兇野的。牧人吩咐她們把那些從建築中被丟棄的石頭抬起,搬到它們原先被搬來的那些山去。
Then twelve women were summoned, most beautiful in form, clothed in black, girded and with their shoulders bare, and with their hair loose; these women seemed to me to be wild. And the shepherd ordered them to lift the stones that had been cast out of the building and to carry them away to the mountains from which they had also been brought.
26:9.6
αἱ δὲ ἱλαραὶ ἦραν καὶ ἀπήνεγκαν πάντας τοὺς λίθους καὶ ἔθηκαν, ὅθεν ἐλήφθησαν. καὶ μετὰ τὸ ἀρθῆναι πάντας τοὺς λίθους καὶ μηκέτι κεῖσθαι λίθον κύκλῳ τοῦ πύργου, λέγει μοι ὁ ποιμήν: Κυκλώσωμεν τὸν πύργον καὶ ἴδωμεν, μή τι ἐλάττωμά ἐστιν ἐν αὐτῷ. καὶ ἐκύκλευον ἐγὼ μετ̓ αὐτοῦ
她們便歡歡喜喜地抬起並搬走了所有的石頭,放回它們原先被取走的地方。當所有的石頭都被搬走、樓周圍不再有石頭時,牧人對我說:「我們來繞樓走一圈,看看其中是否有甚麼缺陷。」我就同他繞著走。
And they cheerfully lifted and carried away all the stones and laid them where they had been taken from. And after all the stones had been removed and no stone any longer lay around the tower, the shepherd said to me: "Let us go around the tower and see whether there is any defect in it." And I went around it with him.
26:9.7
ἰδὼν δὲ ὁ ποιμὴν τὸν πύργον εὐπρεπῆ ὄντα τῇ οἰκοδομῇ λίαν ἱλαρὸς ἦν: ὁ γὰρ πύργος οὕτως ἦν ᾠκοδομημένος, ὥστε με ἰδόντα ἐπιθυμεῖν τὴν οἰκοδομὴν αὐτοῦ: οὕτω γὰρ ἦν ᾠκοδομημένος, ὡσὰν ἐξ ἑνὸς λίθου μὴ ἔχων μίαν ἁρμογὴν ἐν ἑαυτῷ. ἐφαίνετο δὲ ὁ λίθος ὡς ἐκ τῆς πέτρας ἐκκεκολαμμένος: μονόλιθος γάρ μοι ἐδόκει εἶναι
牧人看見那樓建造得這樣美麗,就極其歡喜;因為那樓建造得如此,以致我一看見,便渴慕它的建築。它建造得彷彿是用一塊石頭造成的,其中沒有一道接縫。那石頭看起來像是從那磐石鑿出來的;因為在我看來它是一塊整石。
And when the shepherd saw that the tower was beautiful in its building, he was exceedingly glad; for the tower was so built that, when I saw it, I longed for its construction. For it was built as if of a single stone, without having a single joint in itself. And the stone appeared as though hewn out of the rock; for it seemed to me to be a single stone.
26:10.1
Κἀγὼ περιπατῶν μετ̓ αὐτοῦ ἱλαρὸς ἤμην τοιαῦτα ἀγαθὰ βλέπων. λέγει δέ μοι ὁ ποιμήν: Ὕπαγε καὶ φέρε ἄσβεστον καὶ ὄστρακον λεπτόν, ἵνα τοὺς τύπους τῶν λίθων τῶν ἠρμένων καὶ εἰς τὴν οἰκοδομὴν βεβλημένων ἀναπληρώσω: δεῖ γὰρ τοῦ πύργου τὰ κύκλῳ πάντα ὁμαλὰ γενέσθαι
我與他同行,看見這樣美好的事物,心裡歡喜。牧人對我說:「你去拿石灰和細瓦屑來,好讓我把那些被取出、放進建築裡的石頭所留下的印痕填平;因為樓四圍的一切都必須弄得平整。」
And I, walking with him, was glad to see such good things. And the shepherd said to me: "Go and bring lime and fine potsherd, that I may fill in the impressions of the stones that have been removed and put into the building; for all the area around the tower must be made smooth."
26:10.2
καὶ ἐποίησα καθὼς ἐκέλευσε, καὶ ἤνεγκα πρὸς αὐτόν. Ὑπηρέτει μοι, φησί, καὶ ἐγγὺς τὸ ἔργον τελεσθήσεται. ἐπλήρωσεν οὖν τοὺς τύπους τῶν λίθων τῶν εἰς τὴν οἰκοδομὴν ἀπεληλυθότων καὶ ἐκέλευσε σαρωθῆναι τὰ κύκλῳ τοῦ πύργου καὶ καθαρὰ γενέσθαι:
我照他所吩咐的去做,把東西帶到他那裡。他說:「你來幫我,工作很快就要完成了。」於是他把那些已進入建築的石頭所留下的印痕填平,並吩咐把樓四圍掃淨、弄潔。
And I did as he ordered, and brought them to him. "Help me," he said, "and the work will soon be finished." So he filled in the impressions of the stones that had gone into the building, and ordered the area around the tower to be swept and made clean.
26:10.3
αἱ δὲ παρθένοι λαβοῦσαι σάρους ἐσάρωσαν καὶ πάντα τὰ κόπρια ἦραν ἐκ τοῦ πύργου καὶ ἔρραναν ὕδωρ, καὶ ἐγένετο ὁ τόπος ἱλαρὸς καὶ εὐπρεπέστατος τοῦ πύργου
童女們便拿起掃帚掃地,把所有的污穢從樓那裡清除,又灑上水;那地方就變得清爽宜人,使這樓格外美麗。
And the virgins took brooms and swept, and removed all the rubbish from the tower and sprinkled water; and the place became cheerful and most beautiful for the tower.
26:10.4
λέγει μοι ὁ ποιμήν: Πάντα, φησί, κεκαθάρται: ἐὰν ἔλθη ὁ κύριος ἐπισκέψασθαι τὸν πύργον, οὐκ ἔχει ἡμῖν οὐδὲν μέμψασθαι. ταῦτα εἰπὼν ἤθελεν ὑπάγειν
牧人對我說:「現在一切都潔淨了,」他說,「主人若來察看這樓,就找不出甚麼可指責我們的了。」說了這話,他就想要離去。
The shepherd said to me: "All has now been cleansed," he said; "if the lord comes to visit the tower, he will have nothing to blame in us." Having said this, he wished to go away.
26:10.5
ἐγὼ δὲ ἐπελαβόμην αὐτοῦ τῆς πήρας καὶ ἠρξάμην αὐτὸν ὁρκίζειν κατὰ τοῦ κυρίου, ἵνα μοι ἐπιλύσῃ,ἃ ἔδειξέ μοι. λέγει μοι. Μικρὸν ἔχω ἀκαιρεθῆναι καὶ πάντα σοι ἐπιλύσω: ἔκδεξαί με ὧδε, ἕως ἔρχομαι
我卻抓住他的口袋,開始指著主求他,叫他把他所指示我的解釋給我聽。他對我說:「我尚有一點空閒,我必把一切都解釋給你;你在這裡等我,直到我回來。」
But I laid hold of his bag and began to adjure him by the Lord that he would explain to me what he had shown me. He said to me: "I have a little time to spare, and I will explain everything to you; wait for me here until I come."
26:10.6
λέγω αὐτῷ: Κύριε, μόνος ὢν ὧδε ἐγὼ τί ποιήσω; Οὐκ εἶ, φησί, μόνος: αἱ γὰρ παρθένοι αὗται μετὰ σοῦ εἰσί. Παράδος οὖν, φημί, αὐταῖς με. προσκαλεῖται αὐτὰς ὁ ποιμὴν καὶ λέγει αὐταῖς: Παρατίθεμαι ὑμῖν τοῦτον ἕως ἔρχομαι: καὶ ἀπῆλθεν
我對他說:「主啊,我獨自在這裡,要作甚麼呢?」他說:「你並不孤單;因為這些童女與你同在。」我說:「那麼,把我交託給她們吧。」牧人就召喚她們,對她們說:「我把這人託付給你們,直到我回來」;說完就走了。
I said to him: "Sir, being here alone, what shall I do?" "You are not alone," he said; "for these virgins are with you." "Hand me over, then," I said, "to them." The shepherd called them and said to them: "I entrust this man to you until I come"; and he went away.
26:10.7
ἐγὼ δὲ ἤμην μόνος μετὰ τῶν παρθένων: ἦσαν δὲ ἱλαρώτεραι καὶ πρὸς ἐμὲ εὖ εἶχον: μάλιστα δὲ αἱ τέσσαρες αἱ ἐνδοξότεραι αὐτῶν
我就單獨與那些童女同在;她們十分歡愉,對我很親善,尤其是她們中間那四位較為尊貴的。
And I was alone with the virgins; and they were quite cheerful and kindly disposed toward me, especially the four who were the more glorious among them.
26:11.1
Λέγουσι μοι αἱ παρθένοι: Σήμερον ὁ ποιμὴν ὧδε οὐκ ἔρχεται. Τί οὖν, φημί, ποιήσω ἐγώ; Μέχρις ὀψέ, φασίν, περίμεινον αὐτόν: καὶ ἐὰν ἔλθῃ, λαλήσει μετὰ σοῦ, ἐὰν δὲ μὴ ἔλθῃ, μενεῖς μεθ̓ ἡμῶν ὧδε ἕως ἔρχεται
童女們對我說:「牧人今天不到這裡來了。」我說:「那麼,我該怎麼辦呢?」她們說:「你等他到傍晚;他若來,就會與你說話,他若不來,你就留在這裡與我們同住,直到他來。」
The virgins said to me: "The shepherd is not coming here today." "What, then," I said, "shall I do?" "Wait for him until evening," they said; "and if he comes, he will speak with you, but if he does not come, you shall remain here with us until he comes."
26:11.2
λέγω αὐταῖς: Ἐκδέξομαι αὐτὸν ἕως ὀψέ: ἐὰν δὲ μὴ ἔλθῃ, ἀπελεύσομαι εἰς τὸν οἶκον καὶ πρωῒ ἐπανήξω. αἱ δὲ ἀκοκριθεῖσαι λέγουσί μοι: Ἡμῖν παρεδόθης: οὐ δύνασαι ἀφ̓ ἡμῶν ἀναχωρῆσαι
我對她們說:「我等他到傍晚;他若不來,我就回家去,清早再回來。」她們卻回答我說:「你已被交託給我們了;你不能離開我們。」
I said to them: "I will wait for him until evening; but if he does not come, I will go away to my house and return early in the morning." But they answered and said to me: "You were handed over to us; you cannot withdraw from us."
26:11.3
Ποῦ οὖν, φημί, μενῶ; Μεθ̓ ἡμῶν, φασί, κοιμηθήσῃ ὡς ἀδελφός, καὶ οὐχ ὡς ἀνήρ: ἡμέτερος γὰρ ἀδελφὸς εἶ, καὶ τοῦ λοιποῦ μέλλομεν μετὰ σοῦ κατοικεῖν, λίαν γάρ σε ἀγαπῶμεν. ἐγὼ δὲ ᾐσχυνόμην μετ αὐτῶν μένειν
我說:「那麼,我在哪裡過夜呢?」她們說:「你要與我們同宿,像弟兄一樣,而不是像丈夫一樣;因為你是我們的弟兄,從今以後我們要與你同住,因為我們極其愛你。」但我卻羞於與她們同住。
"Where, then," I said, "shall I stay?" "With us," they said, "you shall sleep as a brother, and not as a husband; for you are our brother, and from now on we are to dwell with you, for we love you very much." But I was ashamed to stay with them.
26:11.4
καὶ ἡ δοκοῦσα πρώτη αὐτῶν εἶναι ἤρξατό με καταφιλεῖν καὶ περιπλέκεσθαι. αἱ δὲ ἄλλαι ὁρῶσαι ἐκείνην περιπλεκομένην μοι καὶ αὐταὶ ἤρξαντό με καταφιλεῖν καὶ περιάγειν κύκλῳ τοῦ πύργου καὶ παίζειν μετ̓ ἐμοῦ
她們中間那位似乎為首的,便開始親我、擁抱我;其餘的看見她擁抱我,也都開始親我,領我繞著樓走,與我嬉戲。
And she who seemed to be the first among them began to kiss me and to embrace me; and the others, seeing her embracing me, also began to kiss me and to lead me around the tower and to play with me.
26:11.5
κἀγὼ ὡσεὶ νεώτερος ἐγεγόνειν καὶ ἠρξάμην καὶ αὐτὸς παίζειν μετ̓ αὐτῶν: αἱ μὲν γὰρ ἐχόρευον, αἱ δὲ ὠρχοῦντο, αἱ δὲ ᾖδον: ἐγὼ δὲ σιγὴν ἔχων μετ̓ αὐτῶν κύκλῳ τοῦ πύργου περιεπάτουν καὶ ἱλαρὸς ἤμην μετ̓ αὐτῶν
我彷彿變得年輕了,也開始與她們嬉戲:因為有的跳著舞,有的蹦跳,有的歌唱;而我則默不作聲,與她們一同繞著樓行走,與她們一同歡喜。
And I became as it were younger, and I myself also began to play with them: for some were dancing, some were leaping, some were singing; while I, keeping silence, walked with them around the tower and was glad with them.
26:11.6
ὀψίας δὲ γενομένης ἤθελον εἰς τὸν οἶκον ὑπάγειν: αἱ δὲ οὐκ ἀφῆκαν, ἀλλὰ κατέσχον με. καὶ ἔμεινα μετ̓ αὐτῶν τὴν νύκτα καὶ ἐκοιμήθην παρὰ τὸν πύργον
到了傍晚,我想要回家去;她們卻不放我走,把我留住了。於是我與她們度過了那一夜,睡在樓旁。
And when evening came, I wished to go away to my house; but they would not let me, and held me back. So I remained with them through the night and slept beside the tower.
26:11.7
ἔστρωσαν γὰρ αἱ παρθένοι τοὺς λινοῦς χιτῶνας ἑαυτῶν χαμαὶ καὶ ἐμὲ ἀνέκλιναν εἰς τὸ μέσον αὐτῶν, καὶ οὐδὲν ὅλως ἐποίουν εἰ μὴ προσηύχοντο: κἀγὼ μετ̓ αὐτῶν ἀδιαλείπτως προσηυχόμην καὶ οὐκ ἔλασσον ἐκείνων. καὶ ἔχαιρον αἱ παρθένοι οὕτω μου προσευχομένου. καὶ ἔμεινα ἐκεῖ μέχρι τῆς αὔριον ἕως ὥρας δευτέρας μετὰ τῶν παρθένον
因為那些童女把自己的麻布內衣鋪在地上,讓我躺在她們中間,她們除了禱告以外,甚麼也不作;我也與她們一同不住地禱告,並不比她們少。那些童女因我這樣禱告而歡喜。我就與那些童女一同留在那裡,直到次日,直到第二時辰(巳初)。
For the virgins spread their linen tunics on the ground and laid me down in the midst of them, and they did nothing at all except pray; and I prayed unceasingly with them, and no less than they. And the virgins rejoiced that I prayed thus. And I remained there with the virgins until the next day, until the second hour.
26:11.8
εἶτα παρῆν ὁ ποιμήν, καὶ λέγει ταῖς παρθένοις: Μή τινα αὐτῷ ὕβριν πεποιήκατε; Ἐρώτα, φασίν, αὐτόν. λέγω αὐτῷ: Κύριε, εὐφράνθην μετ̓ αὐτῶν μείνας. Τί, φησίν, ἐδείπνησας; Ἐδείπνησα, φημί, κύριε, ῥήματα κυρίου ὅλην τὴν νύκτα. Καλῶς, φησίν, ἔλαβόν σε; Ναί, φημί, κύριε
然後牧人來了,對那些童女說:「你們有沒有對他作甚麼凌辱的事?」她們說:「你問他吧。」我對他說:「主啊,我與她們同住,心裡歡喜。」他說:「你晚餐吃了甚麼?」我說:「主啊,我整夜以主的話為晚餐。」他說:「她們好好待你了嗎?」我說:「是的,主啊。」
Then the shepherd came, and said to the virgins: "Have you done him any wrong?" "Ask him," they said. I said to him: "Sir, I was glad to have stayed with them." "What," he said, "did you have for supper?" "I supped, sir," I said, "on the words of the Lord all night long." "Did they treat you well?" he said. "Yes, sir," I said.
26:11.9
Νῦν, φησί, τί θελεῖς πρῶτον ἀκοῦσαι; Καθώς, φημί, κύριε, ἀπ̓ ἀρχῆς ἔδειξας: ἐρωτῶ σε, κύριε, ἵνα, καθὼς ἄν σε ἐπερωτήσω, οὕτω μοι καὶ δηλώσῃς. Καθὼς βούλει, φησίν, οὕτω σοι καὶ ἐπιλύσω, καὶ οὐδὲν ἅλως ἀποκρύψω ἀπὸ σοῦ
他說:「現在你想先聽甚麼?」我說:「主啊,照你起初所指示我的次序;主啊,我求你,照我所問你的,就這樣向我說明。」他說:「照你所願的,我也必這樣向你解釋,絕不向你隱瞞甚麼。」
"Now," he said, "what do you wish to hear first?" "As you showed me from the beginning, sir," I said; "I ask you, sir, that just as I question you, so you may also explain to me." "As you wish," he said, "so I will also expound to you, and will hide nothing at all from you."
26:12.1
Πρῶτον, φημί, πάντων, κύριε, τοῦτό μοι δήλωσον: ἡ πέτρα καὶ ἡ πύλη τίς ἐστιν;Ἡ πέτρα, φησίν, αὕτη καὶ ἡ πύλη ὁ υἱὸς τοῦ θεοῦ ἐστί. Πῶς, φημί, κύριε, ἡ πέτρα παλαιά ἐστιν, ἡ δὲ πύλη καινή; Ἄκουε, φησί, καὶ σύνιε, ἀσύνετε
我說:「主啊,請你首先把這事向我說明:那磐石和那門是甚麼?」他說:「這磐石和這門就是神的兒子。」我說:「主啊,為何那磐石是古老的,那門卻是新的呢?」他說:「你這不通曉的人哪,要聽,要明白。」
"First of all, sir," I said, "make this clear to me: who is the rock and the gate?" "This rock," he said, "and the gate are the Son of God." "How, sir," I said, "is the rock old, but the gate new?" "Listen," he said, "and understand, you without understanding."
26:12.2
ὁ μὲν υἱὸς τοῦ θεοῦ πάσης τῆς κτίσεως αὐτοῦ προγενέστερός ἐστιν, ὥστε σύμβουλον αὐτὸν γενέσθαι τῷ πατρὶ τῆς κτίσεως αὐτοῦ: διὰ τοῦτο καὶ παλαιὰ ἡ πέτρα.Ἡ δὲ πύλη διατί καινή, φημί, κύριε
「神的兒子比他一切的受造之物更早,以致他成了父在創造萬物時的謀士;為這緣故,那磐石也是古老的。」我說:「主啊,那門又為何是新的呢?」
"The Son of God is older than all his creation, so that he was the Father's counselor in his creation; for this reason also the rock is old." "But why is the gate new, sir?" I said.
26:12.3
Ὅτι, φησίν, ἐπ ἐσχάτων τῶν ἡμερῶν τῆς συντελείας φανερὸς ἐγένετο, διὰ τοῦτο καινὴ ἐγένετο ἡ πύλη, ἵνα οἱ μέλλοντες σώζεσθαι δἰ αὐτῆς εἰς τὴν βασιλείαν εἰσέλθωσι τοῦ θεοῦ
他說:「因為在末後的日子、世代終結的時候,他才被顯明出來;為這緣故,那門就成了新的,好叫那些將要得救的人,可以藉著它進入神的國。」
"Because," he said, "he was manifested in the last days of the consummation; for this reason the gate became new, so that those who are to be saved might enter through it into the kingdom of God."
26:12.4
εἶδες, φησίν, τοὺς λίθους τοὺς διὰ τῆς πύλης εἰσεληλυθότας εἰς τὴν οἰκοδομὴν τοῦ πύργου βεβλημένους, τοὺς δὲ μὴ εἰσεληλυθότας πάλιν ἀποβεβλημένους εἰς τὸν ἴδιον τόπον; Εἶδον, φημί, κύριε. Οὕτω, φησίν, εἰς τὴν βασιλείαν τοῦ θεοῦ οὐδεὶς εἰσελεύσεται, εἰ μὴ λάβοι τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ
他說:「你看見那些經過門進來、被放進樓的建築裡的石頭,以及那些沒有進來、被丟回自己原處的石頭嗎?」我說:「主啊,我看見了。」他說:「照樣,除非人領受了他的聖名,否則沒有人能進入神的國。」
"Did you see," he said, "the stones that came in through the gate and were put into the building of the tower, but those that did not come in were cast out again into their own place?" "I saw them, sir," I said. "Thus," he said, "no one shall enter into the kingdom of God unless he receives his holy name."
26:12.5
ἐὰν γὰρ εἰς πόλιν θελήσῃς εἰσελθεῖν τινα κἀκείνη ἡ πόλις περιτετειχισμένη κύκλῳ καὶ μίαν ἔχει πύλην, μήτι δύνῃ εἰς ἐκείνην τὴν πόλιν εἰσελθεῖν, εἰ μὴ διὰ τῆς πύλης ἧς ἔχει; Πῶς γάρ, φημί, κύριε, δύναται γενέσθαι ἄλλως; Εἰ οὖν εἰς τὴν πόλιν οὐ δύνῃ εἰσελθεῖν εἰ μὴ διὰ τῆς πύλης ἧς ἔχει, οὕτω, φησί, καὶ εἰς τῆν βασιλείαν τοῦ θεοῦ ἄλλως εἰσελθεῖν οὐ δύναται ἄνθρωπος εἰ μὴ διὰ τοῦ ὀνόματος τοῦ υἱοῦ αὐτοῦ τοῦ ἠγαπημένου ὑπ αὐτοῦ
因為你若想進入某座城,而那城四面都有城牆,只有一道門,你豈能不經由那道門就進入那城呢?」我說:「主啊,這怎能有別的辦法呢?」「既然你不能不經由城所有的門就進城,照樣,」他說,「人若不藉著神所愛之子的名,也就不能進入神的國。」
For if you wish to enter a certain city, and that city is walled all around and has but one gate, can you possibly enter that city except through the gate it has? "How could it be otherwise, sir?" I said. "If, then, you cannot enter the city except through the gate it has, so too," he said, "a man cannot enter the kingdom of God in any other way than through the name of his beloved Son."
26:12.6
Εἶδες, φησί, τὸν ὄχλον τὸν οἰκοδομοῦντα τὸν πύργον; Εἶδον, φημί, κύριε. Ἐκεῖνοι, φησί, πάντες ἄγγελοι ἔνδοξοί εἰσι: τούτοις οὖν περιτετείχισται ὁ κύριος. ἡ δὲ πύλη ὁ υἱὸς τοῦ θεοῦ ἐστιν: αὕτη μία εἴσοδός ἐστι πρὸς τὸν κύριον. ἄλλως οὖν οὐδεὶς εἰσελεύσεται πρὸς αὐτὸν εἰ μὴ διὰ τοῦ υἱοῦ αὐτοῦ
他說:「你看見那建造高塔的群眾了嗎?」我說:「主啊,我看見了。」他說:「那些都是榮耀的天使,主被他們環衛保護。那門就是神的兒子,這是通往主的唯一入口。所以除了藉著他的兒子,沒有人能進到他那裡。」
"Did you see," he said, "the crowd building the tower?" "I saw it, sir," I said. "Those," he said, "are all glorious angels; by these the Lord is walled about. And the gate is the Son of God; this is the one entrance to the Lord. No one, therefore, shall come in to him in any other way than through his Son."
26:12.7
Εἶδες, φησί, τοὺς ἓξ ἄνδρας καὶ τὸν μέσον αὐτῶν ἔνδοξον καὶ μέγαν ἄνδρα τὸν περιπατοῦντα περὶ τὸν πύργον καὶ τοὺς λίθους ἀποδοκιμάσαντα ἐκ τῆς οἰκοδομῆς; Εἶδον, φημί, κύριε
他說:「你看見那六個人,以及在他們中間那位繞著高塔行走、從建築中棄掉那些石頭的榮耀偉大之人嗎?」我說:「主啊,我看見了。」
"Did you see," he said, "the six men, and in their midst the glorious and great man who walked about the tower and rejected the stones from the building?" "I saw them, sir," I said.
26:12.8
Ὁ ἔνδοξος, φησίν, ἀνὴρ ὁ υἱὸς τοῦ θεοῦ ἐστι, κἀκεῖνοι οἱ ἓξ οἱ ἔνδοξοι ἄγγελοί εἰσι δεξιὰ καὶ εὐώνυμα συγκρατοῦντες αὐτόν. τούτων, φησί, τῶν ἀγγέλων τῶν ἐνδόξων οὐδεὶς εἰσελεύσεται πρὸς τὸν θεὸν ἄτερ αὐτοῦ: ὃς ἂν τὸ ὄνομα αὐτοῦ μὴ λάβῃ, οὐκ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ θεοῦ
他說:「那榮耀的人就是神的兒子,那六位榮耀者乃是在他左右扶持他的天使。這些榮耀的天使,」他說,「沒有一位能離了他而進到神面前;凡不領受他名的,必不能進入神的國。」
"The glorious man," he said, "is the Son of God, and those six glorious ones are the angels who support him on the right and the left. None of these glorious angels," he said, "comes in to God apart from him; whoever does not receive his name shall not enter the kingdom of God."
26:13.1
Ὁ δὲ πύργος, φημί, τίς ἐστιν;Ὁ πύργος, φησίν, οὗτος ἡ ἐκκλησία ἐστίν
我說:「那高塔又是什麼呢?」他說:「這高塔就是教會。」
"And the tower," I said, "what is it?" "This tower," he said, "is the church."
26:13.2
Αἱ δὲ παρθένοι αὗται τίνες εἰσίν; Αὗται, φησίν, ἅγια πνεύματά εἰσι: καὶ ἄλλως ἄνθρωπος οὐ δύναται εὑρεθῆναι εἰς τὴν βασιλείαν τοῦ θεοῦ, ἐὰν μὴ αὗται αὐτὸν ἐνδύσωσι τὸ ἔνδυμα αὐτῶν: ἐὰν γὰρ τὸ ὄνομα μόνον λάβῃς, τὸ δὲ ἔνδυμα παρὰ τούτων μὴ λάβῃς, οὐδὲν ὠφελήσῃ: αὗται γὰρ αἱ παρθένοι δυνάμεις εἰσὶ τοῦ υἱοῦ τοῦ θεοῦ. ἐὰν τὸ ὄνομα φορῇς, τὴν δὲ δύναμιν μὴ φορῇς αὐτοῦ, εἰς μάτην ἔσῃ τὸ ὄνομα αὐτοῦ φορῶν
「這些童女又是誰呢?」他說:「這些乃是聖潔的靈;除非她們把自己的衣裳給人穿上,否則人決不能在神的國裡被尋見。因為你若只領受了名,卻不從她們領受衣裳,就毫無益處;因為這些童女乃是神兒子的能力。你若擔負那名,卻不擔負他的能力,那你擔負他的名就是枉然。」
"And these virgins, who are they?" "These," he said, "are holy spirits; and in no other way can a man be found in the kingdom of God unless they clothe him with their garment. For if you receive only the name, but do not receive the garment from them, it profits you nothing; for these virgins are the powers of the Son of God. If you bear the name but do not bear his power, you will be bearing his name in vain."
26:13.3
τοὺς δὲ λίθους, φησίν, οὓς εἶδες ἀποβεβλημένους, οὗτοι τὸ μὲν ὄνομα ἐφόρεσαν, τὸν δὲ ἱματισμὸν τῶν παρθένων οὐκ ἐνεδύσαντο. Ποῖος, φημί, ἱματισμὸς αὐτῶν ἐστί, κύριε; Αὐτὰ τὰ ὀνόματα, φησίν, ἱματισμός ἐστιν αὐτῶν. ὃς ἂν τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ φορῇ, καὶ τούτων ὀφείλει τὰ ὀνόματα φορεῖν: καὶ γὰρ αὐτὸς ὁ υἱὸς τὰ ὀνόματα τῶν παρθένων τούτων φορεῖ
他說:「至於你所看見被棄掉的那些石頭,這些人雖擔負了名,卻沒有穿上童女的衣裳。」我說:「主啊,她們的衣裳是什麼呢?」他說:「那些名字本身就是她們的衣裳。凡擔負神兒子之名的,也應當擔負這些童女的名;因為兒子自己也擔負這些童女的名。」
"And the stones," he said, "which you saw cast away—these bore the name, but did not put on the clothing of the virgins." "What is their clothing, sir?" I said. "The very names," he said, "are their clothing. Whoever bears the name of the Son of God ought also to bear the names of these virgins; for the Son himself bears the names of these virgins."
26:13.4
ὅσους, φησί, λίθους εἶδες εἰς τὴν οἰκοδομὴν τοῦ πύργου εἰσεληλυθότας, ἐπιδεδομένους διὰ τῶν χειρῶν αὐτῶν καὶ μείναντας εἰς τὴν οἰκοδομήν, τούτων τῶν παρθένων τὴν δύναμιν ἐνδεδυμένοι εἰσί
「你所看見進入高塔建築、經她們的手遞入、並存留在建築中的那些石頭,乃是已穿上這些童女能力的人。」
"As many stones as you saw entering into the building of the tower, handed in through their hands and remaining in the building—these are clothed with the power of these virgins."
26:13.5
διὰ τοῦτο βλέπεις τὸν πύργον μονόλιθον γεγονότα μετὰ τῆς πέτρας: οὕτω καὶ οἱ πιστεύσαντες τῷ κυρίῳ διὰ τοῦ υἱοῦ αὐτοῦ καὶ ἐνδιδυσκόμενοι τὰ πνεύματα ταῦτα ἔσονται εἰς ἓν πνεῦμα, ἓν σῶμα, καὶ μία χρόα τῶν ἱματίων αὐτῶν. τῶν τοιούτων δὲ τῶν φορούντων τὰ ὀνόματα τῶν παρθένων ἐστὶν ἡ κατοικία εἰς τὸν πύργον
「因此你看見那高塔與那磐石成了一塊石頭。照樣,凡藉著神的兒子信靠主、並穿上這些靈的人,也必成為一個靈、一個身體,他們衣裳的顏色也是一樣的。這等擔負童女之名的人,他們的居所就在高塔之內。」
"For this reason you see the tower has become of a single stone with the rock. So also those who have believed in the Lord through his Son and are clothed with these spirits will become one spirit, one body, and the colour of their garments will be one. And the dwelling of such, who bear the names of the virgins, is in the tower."
26:13.6
Οἱ οὖν, φημί, κύριε, ἀποβεβλημένοι λίθοι διατί ἀπεβλήθησαν; διῆλθον γὰρ διὰ τῆς πύλης, καὶ διὰ τῶν χειρῶν τῶν παρθένων ἐτέθησαν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου. Ἐπειδὴ πάντα σοι, φησί, μέλει, καὶ ἀκριβῶς ἐξετάζεις, ἄκουε περὶ τῶν ἀποβεβλημένων λίθων
我說:「主啊,那麼被棄掉的石頭為什麼被丟棄呢?因為它們也是經過那門、由童女的手放進高塔建築中的。」他說:「既然凡事你都掛心,又這樣仔細查問,你就聽我講論那些被棄掉的石頭吧。」
"Then, sir," I said, "why were the rejected stones cast away? For they too passed through the gate, and were placed in the building of the tower by the hands of the virgins." "Since everything matters to you," he said, "and you inquire so carefully, hear concerning the rejected stones."
26:13.7
οὗτοι, φησί, πάντες τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ ἔλαβον, ἔλαβον δὲ καὶ τὴν δύναμιν τῶν παρθένων τούτων. λαβόντες οὖν τὰ πνεύματα ταῦτα ἐνεδυναμώθησαν καὶ ἦσαν μετὰ τῶν δούλων τοῦ θεοῦ, καὶ ἦν αὐτῶν ἓν πνεῦμα καὶ ἓν σῶμα καὶ ἓν ἔνδυμα: τὰ γὰρ αὐτὰ ἐφρόνουν καὶ δικαιοσύνην εἰργάζοντο
他說:「這些人都領受了神兒子的名,也領受了這些童女的能力。他們既領受了這些靈,就得了能力,與神的眾僕人在一起,他們有一個靈、一個身體、一件衣裳;因為他們同心合意,行出公義。」
"These all," he said, "received the name of the Son of God, and received also the power of these virgins. Having therefore received these spirits, they were strengthened and were with the servants of God, and they had one spirit and one body and one garment; for they were of one mind and worked righteousness."
26:13.8
μετὰ οὖν χρόνον τινὰ ἀνεπείσθησαν ὑπὸ τῶν γυναικῶν ὧν εἶδες μέλανα ἱμάτια ἐνδεδυμένων, τοὺς ὤμους ἔξω ἐχουσῶν καὶ τὰς τρίχας λελυμένας καὶ εὐμόρφων: ταύτας ἰδόντες ἐπεθύμησαν αὐτῶν καὶ ἐνεδύσαντο τὴν δύναμιν αὐτῶν, τῶν δὲ παρθένων ἀπεδύσαντο τὸ ἔνδυμα καὶ τὴν δύναμιν
「但過了一段時候,他們被你所看見那些穿黑衣、露肩、披散頭髮、貌美的婦人所引誘。他們一見這些婦人,就貪戀她們,穿上了她們的能力,卻脫去了童女的衣裳和能力。」
"But after some time they were seduced by the women whom you saw clothed in black garments, with their shoulders bare and their hair loose, and beautiful. Seeing these, they desired them and put on their power, and stripped off the garment and the power of the virgins."
26:13.9
οὗτοι οὖν ἀπεβλήθησαν ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ καὶ ἐκείναις παρεδόθησαν: οἱ δὲ μὴ ἀπατηθέντες τῷ κάλλει τῶν γυναικῶν τούτων ἔμειναν ἐν τῷ οἴκῳ τοῦ θεοῦ. ἔχεις, φησί, τὴν ἐπίλυσιν τῶν ἀποβεβλημένων
「於是這些人就從神的家被趕出去,交給了那些婦人;但那些不被這些婦人之美貌所迷惑的,就仍留在神的家中。」他說:「這就是那些被棄之人的解釋了。」
"These, then, were cast out from the house of God and handed over to those women; but those who were not deceived by the beauty of these women remained in the house of God. You have," he said, "the explanation of the rejected ones."
26:14.1
Τί οὖν, φημί, κύριε, ἐὰν οὗτοι οἱ ἄνθρωποι, τοιοῦτοι ὄντες, μετανοήσωσι καὶ ἀποβάλωσι τὰς ἐπιθυμίας τῶν γυναικῶν τούτων, καὶ ἐπανακάμψωσιν ἐπὶ τὰς παρθένους καὶ ἐν τῇ δυνάμει αὐτῶν καὶ ἐν τοῖς ἔργοις αὐτῶν πορευθῶσιν, οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον τοῦ θεοῦ
我說:「主啊,那麼這些人雖然如此,若他們悔改,捨棄對這些婦人的貪慾,回轉歸向那些童女,行在她們的能力和作為中,難道他們不能進入神的家嗎?」
"What then, sir," I said, "if these men, being such as they are, repent and cast off the desires of these women, and turn back to the virgins, and walk in their power and in their works—shall they not enter into the house of God?"
下一段 →
← 第 25 章第 27 章 →
123456789101112131415161718192021222324252627

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。