📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 神學講辭(第27-30講)

神學講辭(第27-30講) 第 2-1 章 第 1/2 段

希臘文原文.171 節.部分字詞可點開查義.本章太長已分段,此段為 2-1:1–2-1:171(全章共 252 節)

← 第 1-1 章第 3-1 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
2-1:1
ὅτι ὡς οἷόν τε καθαρόν, ἵνα φωτὶ καταλαμβάνηται φῶς
盡可能地〔受了潔淨〕,好叫光得以被光所領會;
[Purified] as far as is possible, that light may be apprehended by light;
2-1:2
καὶ τοῖς ἐπιμελεστέροις, ἵνα μὴ ἄγονοςᾖ εἰς ἄγονον χώραν ἐμπίπτων ὁ λόγος·
並且要〔對著〕那更殷勤的人〔說〕,免得這道落在不結實的土地上而歸於無果;
and [addressed] to the more diligent, lest the word fall fruitless upon fruitless ground;
2-1:3
καὶ ὅταν γαλήνην ἔχωμεν ἔνδον ἀπὸ τῆς ἔξω περιφορᾶς, ὥστε μή, καθάπερ οἱ λυττῶντες, τῷ πνεύματι διακόπτεσθαι·
並且要在我們內裡得享平靜、脫離外界的旋轉之時,免得我們像狂亂者那樣氣息被打斷;
and when we have calm within, away from the outer whirl, so that we are not, like those in a frenzy, cut short in our breath;
2-1:4
καὶ ὅσον ἐχωρήσαμεν, ἢ χωρούμεθα·
並且要按著我們所騰出的、或所蒙賜下的容量。
and as far as we have made room, or are given room.
2-1:5
ἐπειδὴ ταῦτα οὕτω, καὶ ἐνεώσαμεν ἑαυτοῖς θεῖα νεώματα, ὥστε μὴ σπείρειν ἐπ' ἀκάνθαις, καὶ τὸ πρόσωπον τῆς γῆς ὡμαλίσαμεν, τῇ γραφῇ τυπωθέντες τε καὶ τυπώσαντες·
既然事情如此,我們又為自己開墾了屬神的休田,免得撒種在荊棘中,並已弭平了地面,既被聖經印刻、也反過來印刻聖經;
Since these things are so, and we have broken up for ourselves divine fallows, so as not to sow among thorns, and have leveled the face of the earth, being stamped by the Scripture and stamping it [in turn];
2-1:6
φέρε, τοῖς τῆς θεολογίας ἤδη προσβῶμεν λόγοις, προστησάμενοι τοῦ λόγου τὸν πατέρα, καὶ τὸν υἱόν, καὶ τὸ πνεῦμα τὸ ἅγιον, περὶ ὧν ὁ λόγος, ὥστε τὸν μὲν εὐδοκεῖν, τὸν δὲ συνεργεῖν, τὸ δὲ ἐμπνεῖν·
如今,讓我們就近神學的論述,把我們所講論的對象——父、子、與聖靈——置於我們言語之先,好叫父悅納、子協助、靈感發;
come now, let us approach the discourses of theology, setting before our word the Father, and the Son, and the Holy Spirit, of whom we speak—so that the One may approve, the Other cooperate, and the Third inspire;
2-1:7
μᾶλλον δὲ μίαν ἐκ τῆς μιᾶς θεότητος γενέσθαι τὴν ἔλλαμψιν ἑνικῶς διαιρουμένην, καὶ συναπτομένην διαιρέτως, ὃ καὶ παράδοξον
或者更該說,好叫從這一位神性發出一道光照,它既合一地被分別、又分別地被聯合——這實在是個弔詭。
or rather, that there may come to be one illumination from the one Godhead, unitedly divided and dividedly conjoined—which is indeed a paradox.
2-1:8
Ἀνιόντι δέ μοι προθύμως ἐπὶ τὸ ὄρος, ἢ τό γε ἀληθέστερον εἰπεῖν, προθυμουμένῳ τε ἅμα καὶ ἀγωνιῶντι, τὸ μὲν διὰ τὴν ἐλπίδα, τὸ δὲ διὰ τὴν ἀσθένειαν, ἵνα τῆς νεφέλης εἴσω γένωμαι, καὶ θεῷ συγγένωμαι (τοῦτο γὰρ κελεύει θεός), εἰ μέν τις Ἀαρών, συνανίτω καὶ στηκέτω πλησίον, κἂν ἔξω μένειν τῆς νεφέλης δέῃ, τοῦτο δεχόμενος
當我熱切地上那山——或者更真切地說,當我既熱切又戰兢,熱切是因著盼望,戰兢是因著軟弱——為要進入雲中、與神相交(因為這是神所吩咐的):若有一個亞倫,就讓他與我同上、站在近處,縱然他必須留在雲外,也接受這分。
As I eagerly ascend the mountain—or, to speak more truly, as I am at once eager and anxious, the one because of hope, the other because of weakness—that I may come within the cloud and be in fellowship with God (for this God commands): if there be any Aaron, let him ascend with me and stand near, even if he must remain outside the cloud—accepting this lot.
2-1:9
εἰ δέ τις Ναδάβ, ἢ Ἀβιοὺδ, ἢ τῆς γερουσίας, ἀνίτω μέν, ἀλλὰ στηκέτω πόρρωθεν, κατὰ τὴν ἀξίαν τῆς καθάρσεως
但若有一個拿答、或亞比戶、或長老中的一位,也讓他上來,只是要按著他潔淨的程度遠遠站著。
But if there be any Nadab, or Abihu, or one of the elders, let him ascend too, but stand afar off, according to the worth of his purification.
2-1:10
εἰ δέ τις τῶν πολλῶν καὶ ἀναξίων ὕψους τοιούτου καὶ θεωρίας, εἰ μὲν ἄναγνος πάντῃ, μηδὲ προσίτω, οὐ γὰρ ἀσφαλές·
但若有一個屬於眾人之列、不配得這樣高度與默觀的人:他若全然不潔,連近前也不可,因為這不安全;
But if there be any one of the many and unworthy of such a height and contemplation: if he is altogether unclean, let him not even approach, for it is not safe;
2-1:11
εἰ δὲ πρόσκαιρα γοῦν ἡγνισμένος, κάτω μενέτω, καὶ μόνης ἀκουέτω τῆς φωνῆς καὶ τῆς σάλπιγγος, τῶν ψιλῶν τῆς εὐσεβείας ῥημάτων·
但他若至少暫時受了潔淨,就讓他留在下面,只聽那聲音與號角——就是敬虔的素樸之言;
but if he has at least been temporarily purified, let him remain below, and listen only to the voice and the trumpet—the bare words of piety;
2-1:12
καπνιζόμενόν τε τὸ ὄρος βλεπέτω καὶ καταστραπτόμενον, ἀπειλήν τε ὁμοῦ καὶ θαῦμα τοῖς ἀνιέναι μὴ δυναμένοις
並讓他觀看那冒煙又被閃電擊打的山,對那些不能上去的人,這既是警嚇、也是奇觀。
and let him behold the mountain smoking and lightning-struck, a threat and a wonder at once to those unable to ascend.
2-1:13
εἰ δέ τις θηρίον ἐστὶ πονηρὸν καὶ ἀνήμερον καὶ ἀνεπίδεκτον πάντῃ λόγων θεωρίας καὶ θεολογίας, μὴ ἐμφωλευέτω ταῖς ὕλαις κακούργως καὶ κακοηθῶς, ἵνα τινὸς λάβηται δόγματος ἢ ῥήματος, ἀθρόως προσπηδῆσαν, καὶ σπαράξῃ τοὺς ὑγιαίνοντας λόγους ταῖς ἐπηρείαις, ἀλλ' ἔτι πόρρωθεν στη κέτω, καὶ ἀποχωρείτω τοῦ ὄρους, ἢ λιθοβοληθήσεται, καὶ συν τριβήσεται, καὶ ἀπολεῖται κακῶς κακός·
但若有人是兇惡野蠻的走獸,全然不能領受〔這些〕論述的默觀與神學,就不要存惡意、懷詭詐地潛伏在叢林裡,伺機抓住某條教義或某句話,突然撲出,用毀謗撕裂那純正的話語;倒要遠遠站住,退離那山,否則他必被石頭打死、被壓碎,可悲地滅亡,正如他本是可悲的;
But if anyone is an evil and savage beast, wholly incapable of [receiving] the contemplation and theology of [these] discourses, let him not lurk maliciously and treacherously in the thickets, that he may seize upon some doctrine or word, leaping out suddenly and tearing apart the sound words with his slanders; but let him stand still far off, and withdraw from the mountain, or else he will be stoned and crushed, and will perish wretchedly, wretched as he is;
2-1:14
λίθοι γὰρ τοῖς θηριώδεσιν οἱ ἀληθεῖς λόγοι καὶ στερροί
因為對這等獸性之人,那真實而堅固的話語就是石頭。
for to such bestial men the true and solid words are stones.
2-1:15
εἴτε πάρδαλις εἴη, συναποθνησκέτω τοῖς ποικίλμασιν
若是花豹,就讓牠連同身上的斑紋一同死去;
Whether it be a leopard, let it die together with its spots;
2-1:16
εἴτε λέων ἁρπάζων καὶ ὠρυόμενος καὶ ζητῶν ἥντινα βρῶσιν ποιήσεται τῶν ἡμετέρων ψυχῶν ἢ λέξεων·
若是獅子,抓攫、吼叫、尋找可吞吃之物,無論是我們的靈魂或我們的言語;
or a lion, snatching and roaring and seeking some food for itself among our souls or our words;
2-1:17
εἴτε σῦς καταπατῶν τοὺς καλούς τε καὶ διαυγεῖς μαργαρίτας τῆς ἀληθείας·
若是豬,踐踏真理那美好而晶瑩的珍珠;
or a swine, trampling the fair and lustrous pearls of the truth;
2-1:18
εἴτε λύκος Ἀραβικὸς καὶ ἀλλόφυλος, ἢ καὶ τούτων ὀξύτερος τοῖς σοφίσμασιν·
若是亞拉伯的、與我們無分的狼,或在詭辯上比這些更為尖利的;
or an Arabian and alien wolf, or one even sharper than these in its sophistries;
2-1:19
εἴτε ἀλώπηξ, δολερά τις ψυχὴ καὶ ἄπιστος, καὶ ἄλλοτε ἄλλη, τοῖς καιροῖς καὶ ταῖς χρείαις συμμορφουμένη, ἣν νεκρὰ τρέφει καὶ ὀδωδότα σώματα, ἢ ἀμπελῶνες μικροί, τῶν μεγάλων διαπεφευγότων·
若是狐狸——一個狡猾而不忠的魂,時而這樣、時而那樣,隨時勢與需要而變形,靠著死而發臭的屍體、或是小葡萄園餬口,因那些大的都已躲過了牠;
or a fox—some crafty and faithless soul, now this, now that, conforming itself to the times and the needs, which dead and stinking carcasses feed, or small vineyards, the great ones having escaped it;
2-1:20
εἴτε τι ἄλλο τῶν ὠμοβόρων, καὶ ἀποβλήτων τῷ νόμῳ, καὶ οὐ καθαρῶν εἰς βρῶσίν τε καὶ ἀπόλαυσιν
或是其他任何吃生肉的類別,為律法所棄絕,不潔淨、不可作食物與享用。
or anything else of the raw-flesh-eating kind, rejected by the law, and unclean for food and enjoyment.
2-1:21
βούλεται γὰρ τούτων ἀποχωρήσας ὁ λόγος οὕτω πλαξὶ στερραῖς καὶ λιθίναις ἐγγράφεσθαι, καὶ ταύταις ἀμφοτέρωθεν, διά τε τὸ φαινόμενον τοῦ νόμου καὶ τὸ κρυπτόμενον·
因為這道既已從這些離開,便願意這樣被刻在堅固的石版上,且要刻在兩面,這是因著律法那顯明的與隱藏的〔意義〕;
For the word, having withdrawn from these, wishes to be inscribed thus on solid stone tablets, and these on both sides, on account of both the manifest and the hidden [meaning] of the law;
2-1:22
τὸ μὲν τοῖς πολλοῖς καὶ κάτω μένουσι, τὸ δὲ τοῖς ὀλίγοις καὶ ἄνω φθάνουσιν
一面是為著那留在下面的眾人,另一面是為著那達於上面的少數人。
the one for the many who remain below, the other for the few who reach above.
2-1:23
Τί τοῦτο ἔπαθον, ὦ φίλοι καὶ μύσται καὶ τῆς ἀληθείας συνερασταί; ἔτρεχον μὲν ὡς θεὸν καταληψόμενος, καὶ οὕτως ἀνῆλθον ἐπὶ τὸ ὄρος, καὶ τὴν νεφέλην διέσχον, εἴσω γενόμενος ἀπὸ τῆς ὕλης καὶ τῶν ὑλικῶν, καὶ εἰς ἐμαυτὸν ὡς οἷόν τε συστραφείς
朋友們、領受奧祕者、真理的同好者啊,我所經歷的是什麼呢?我奔跑,如同要捉住神的人,於是上了那山,穿透了雲彩,進到裡面,脫離了物質與屬物之事,並盡可能地把自己收斂歸入自己。
What is this I have experienced, O friends and initiates and fellow-lovers of the truth? I was running as one who would lay hold of God, and so I ascended the mountain, and pierced the cloud, getting within, away from matter and material things, and gathering myself into myself as far as possible.
2-1:24
ἐπεὶ δὲ προσέβλεψα, μόλις εἶδον θεοῦ τὰ ὀπίσθια·
可是當我定睛觀看,我也不過勉強看見了神的「背面」;
But when I looked, I scarcely saw the back parts of God;
2-1:25
σκεπασθείς, τῷ σαρκωθέντι δι' ἡμᾶς θεῷ Λόγῳ·
並且這還是在那為我們成了肉身的「道」——磐石——的遮蔽之下;
and that while sheltered by the Rock, the Word made flesh for us;
2-1:26
καὶ μικρὸν διακύψας, οὐ τὴν πρώτην τε καὶ ἀκήρατον φύσιν, καὶ ἑαυτῇ, λέγω δὴ τῇ τριάδι, γινωσκομένην, καὶ ὅση τοῦ πρώτου καταπετάσματος εἴσω μένει καὶ ὑπὸ τῶν χερουβὶμ συγκαλύπτεται, ἀλλ' ὅση τελευταία καὶ εἰς ἡμᾶς φθάνουσα
我稍微探看,所見的並非那至初而純全的「本性」,那只為自己(我是指三一)所認識、存留在頭一層幔子之內、被基路伯遮蓋的本性,乃只是那末後的、下達到我們這裡的部分。
and peering out a little, I beheld not the first and unmixed Nature, known to itself—I mean to the Trinity—and that which abides within the first veil and is concealed by the cherubim, but only that which is last and reaches down to us.
2-1:27
ταῦτα γὰρ θεοῦ τὰ ὀπίσθια, ὅσα μετ' ἐκεῖνον ἐκείνου γνωρίσματα, ὥσπερ αἱ καθ' ὑδάτων ἡλίου σκιαὶ καὶ εἰκόνες ταῖς σαθραῖς ὄψεσι παρα δεικνῦσαι τὸν ἥλιον, ἐπεὶ μὴ αὐτὸν προσβλέπειν οἶόν τε, τῷ ἀκραιφνεῖ τοῦ φωτὸς νικῶντα τὴν αἴσθησιν
因為這些就是神的「背面」:凡在祂之後、作祂憑據的記號,就如日頭在水中的影像,向孱弱的眼睛顯出日頭,因為人不能直視它,它以那光的純粹奪去了感官的能力。
For these are the back parts of God: whatever, after Him, are tokens of Him, like the shadows and images of the sun in the waters, displaying the sun to weak eyes, since it is not possible to look at it directly, as it overcomes the sense by the sheer purity of its light.
2-1:28
οὕτως οὖν θεολογήσεις, κἂν ᾖς Μωυσῆς καὶ Φαραὼ θεός, κἂν μέχρι τρίτου κατὰ τὸν Παῦλον οὐρανοῦ φθάσῃς, καὶ ἀκούσῃς ἄρρητα ῥήματα·
因此,你就要這樣論說神,縱然你是摩西、是「向法老作神的」,縱然你像保羅那樣達到第三層天、聽見「不可言喻的話」;
Thus, then, will you theologize, even were you a Moses and "a god to Pharaoh," even if you reach, like Paul, the third heaven and hear "unspeakable words";
2-1:29
κἂν ὑπὲρ ἐκεῖνον γένῃ, ἀγγελικῆς τινὸς ἢ ἀρχαγγελικῆς στάσεώς τε καὶ τάξεως ἠξιωμένος
縱然你超越那一位之上,被算配得某種天使或天使長的地位與等次。
even if you come to be above that one, deemed worthy of some angelic or archangelic standing and rank.
2-1:30
κἂν γὰρ οὐράνιον ἅπαν, κἂν ὑπερουράνιόν τι, καὶ πολὺ τὴν φύσιν ὑψηλότερον ἡμῶν ᾖ, καὶ ἐγγυτέρω θεοῦ, πλέον ἀπέχει θεοῦ καὶ τῆς τελείας καταλήψεως, ἢ ὅσον ἡμῶν ὑπεραίρει τοῦ συνθέτου καὶ ταπεινοῦ καὶ κάτω βρίθοντος κράματος
因為一物縱然全然屬天、甚至超天,本性遠比我們高超、更靠近神,然而它與神、與對神完全的領會之間的距離,仍遠大過它高出我們這混合、卑微、向地下沉之軀的程度。
For even if anything be wholly heavenly, or even super-heavenly, and far higher in nature than we, and nearer to God, yet it is farther from God and from perfect comprehension [of Him] than it is exalted above our composite, lowly, and earthward-sinking mixture.
2-1:31
φράσαι δὲ ἀδύνατον, ὥς τις τῶν παρ' Ἕλλησι θεολόγων ἐφιλοσόφησεν, – οὐκ ἀτέχνως ἐμοὶ δοκεῖν, ἵνα καὶ κατειληφέναι δόξῃ τῷ χαλεπὸν εἰπεῖν, καὶ διαφύγῃ τῷ ἀνεκφράστῳ τὸν ἔλεγχον
要表述〔祂〕乃是不可能的,正如希臘人中一位「神學家」所思辨的——依我看並非毫無技巧,好叫他既因著說「難」而顯得已有所領會,又因著那「不可言喻」而逃脫了被駁斥。
To express [Him] is impossible, as one of the theologians among the Greeks philosophized—not without skill, it seems to me, so that he might both appear to have comprehended, by saying it is difficult, and might escape refutation, by the inexpressibility [of it].
2-1:32
ἀλλὰ φράσαι μὲν ἀδύνατον, ὡς ὁ ἐμὸς λόγος, νοῆσαι δὲ ἀδυνατώτερον
然而正如我所推論的,要表述〔祂〕乃是不可能的,要思想〔祂〕就更不可能。
But to express [Him] is impossible, as my reasoning [holds], and to conceive [Him] is yet more impossible.
2-1:33
τὸ μὲν γὰρ νοηθὲν τάχα ἂν λόγος δηλώσειεν, εἰ καὶ μὴ μετρίως, ἀλλ' ἀμυδρῶς γε, τῷ μὴ πάντῃ τὰ ὦτα διεφθαρμένῳ καὶ νωθρῷ τὴν διάνοιαν
因為凡所思想的,言語或許還能顯明,縱不充分,至少能朦朧地顯給那耳朵未全敗壞、心思不遲鈍的人。
For what is conceived, speech might perhaps disclose, if not adequately, yet at least dimly, to one whose ears are not wholly corrupted and whose mind is not sluggish.
2-1:34
τὸ δὲ τοσοῦτον πρᾶγμα τῇ διανοίᾳ περιλαβεῖν πάντως ἀδύνατον καὶ ἀμήχανον, μὴ ὅτι τοῖς καταβεβλακευμένοις καὶ κάτω νεύουσιν, ἀλλὰ καὶ τοῖς λίαν ὑψηλοῖς τε καὶ φιλοθέοις, καὶ ὁμοίως πάσῃ γεννητῇ φύσει, καὶ οἷς ὁ ζόφος οὗτος ἐπιπροσθεῖ καὶ τὸ παχὺ τοῦτο σαρκίον πρὸς τὴν τοῦ ἀληθοῦς κατανόησιν
但要以心思包羅這樣偉大之事,乃是全然不可能、無計可施的——不單對那懈怠、目光向下的人如此,連對那極高超、愛神的人也如此,對一切受造之性也照樣,並對那些被這幽暗所壓、被這粗濁肉體所阻、不能領會真理的人也如此。
But to embrace so great a matter with the mind is altogether impossible and beyond contrivance—not only for the slack and the downward-looking, but even for those who are very lofty and God-loving, and likewise for every begotten nature, and for those upon whom this gloom presses and this thick flesh hinders the understanding of the truth.
2-1:35
οὐκ οἶδα δέ, εἰ μὴ καὶ ταῖς ἀνωτέρω καὶ νοεραῖς φύσεσιν, αἳ διὰ τὸ πλησίον εἶναι θεοῦ, καὶ ὅλῳ τῷ φωτὶ καταλάμπεσθαι, τυχὸν ἂν καὶ τρανοῖντο, εἰ καὶ μὴ πάντῃ, ἀλλ' ἡμῶν γε τελεώτερόν τε καὶ ἐκτυπώτερον, καὶ ἄλλων ἄλλαι πλεῖον ἢ ἔλαττον, κατὰ τὴν ἀναλογίαν τῆς τάξεως
我甚至不知道,連那更高超、屬靈智的諸性是否也是如此;牠們因靠近神、被全光所照,或許看得清楚些——縱不全然,卻比我們更完全、更分明,且各按其等次的程度彼此有多有少。
And I do not know whether it is not so even for the higher and intellectual natures, which, because they are near to God and illumined by the whole light, may perhaps see clearly—if not entirely, yet more perfectly and distinctly than we, and some of them more or less than others, according to the analogy of their rank.
2-1:36
Τοῦτο μὲν οὖν ἐνταῦθα κείσθω·
那麼,這事就暫且擱在這裡。
Let this, then, be set down here.
2-1:37
τὸ δὲ ἡμέτερον, οὐχ ἡ εἰρήνη τοῦ θεοῦ μόνον ὑπερέχει πάντα νοῦν καὶ κατάληψιν, οὐδὲ ὅσα τοῖς δικαίοις ἐστὶν ἐν ἐπαγγελίαις ἀποκείμενα, τὰ μήτε ὀφθαλμοῖς ὁρατά, μήτε ὠσὶν ἀκουστά, μήτε διανοίᾳ θεωρητά, κατὰ μικρὸν γοῦν, οὐδὲ ἡ τῆς κτίσεως ἀκριβὴς κατανόησις·
但論到我們:不單那「出人意外的神的平安」超越一切心思與領會,不單那為義人在應許中所存留的、眼睛未曾看見、耳朵未曾聽見、人心至少未能些微思想的事如此——甚至連對受造之物的精確了解也是這樣;
But as for us: not only does the peace of God surpass all mind and comprehension, nor only those things laid up in promises for the righteous, which are neither visible to eyes, nor audible to ears, nor conceivable by the mind, at least to any small degree—nor even the exact understanding of creation;
2-1:38
καὶ γὰρ καὶ ταύτης πείσθητι τὰς σκιὰς ἔχειν μόνον, ὅταν ἀκούσῃς·
因為當你聽見這話時,你也當深信,連這你也不過得了影兒:
for of this too be persuaded that you have only the shadows, when you hear:
2-1:39
Ὄψομαι τοὺς οὐρα νούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, καὶ τὸν ἐν αὐτοῖς πάγιον λόγον·
「我要觀看你指頭所造的天,並你所陳設的月亮星宿」,以及其中所立定的法則;
"I will look upon the heavens, the works of Thy fingers, the moon and the stars," and the fixed reason in them;
2-1:40
ὡς οὐχὶ νῦν ὁρῶν, ὀψόμενος δὲ ἔστιν ὅτε·
這話表明,不是如今看見,乃是將要在某時看見;
as not now seeing, but as one who shall see at some time;
2-1:41
ἀλλὰ πολὺ πρὸ τούτων ἡ ὑπὲρ ταῦτα, καὶ ἐξ ἧς ταῦτα, φύσις ἄληπτός τε καὶ ἀπερίληπτος·
但遠在這一切之先的,乃是那超乎其上、且為其源頭的「本性」——一個無法把握、無法領會的本性;
but far before these is the Nature that is above them, and from which they come—a Nature ungraspable and incomprehensible;
2-1:42
λέγω δέ, οὐχ ὅτι ἔστιν, ἀλλ' ἥτις ἐστίν
我的意思是說,並非〔不可領會〕祂存在,乃是〔不可領會〕祂是什麼。
I mean, not that it exists, but what it is.
2-1:43
οὐ γὰρ κενὸν τὸ κήρυγμα ἡμῶν, οὐδὲ ματαία ἡ πίστις ἡμῶν, οὐδὲ τοῦτό ἐστιν ὃ δογματίζομεν·
因為我們所傳的並非空洞,我們的信也並非徒然,我們所教導的也不是這個〔即祂不存在〕;
For our preaching is not empty, nor is our faith vain, nor is this what we teach;
2-1:44
μὴ πάλιν τὴν εὐγνωμοσύνην ἡμῶν ἀθείας λάβῃς ἀρχὴν καὶ συκοφαντίας, καὶ κατεπαρθῇς ὡς ὁμολο γούντων τὴν ἄγνοιαν
你不要又把我們的坦誠當作無神論與誹謗的把柄,彷彿我們是在承認無知,就因此自高。
do not again take our candor as a starting-point for atheism and slander, and exalt yourself as though we were confessing ignorance.
2-1:45
πλεῖστον γὰρ διαφέρει τοῦ εἶναί τι πεπεῖσθαι τὸ τί ποτέ ἐστι τοῦτο εἰδέναι
因為「確信某物存在」與「知道這某物是什麼」,二者大有不同。
For it differs very greatly to be persuaded that something exists and to know what this something is.
2-1:46
Τοῦ μὲν γὰρ εἶναι θεόν, καὶ τὴν πάντων ποιητικήν τε καὶ συνεκτικὴν αἰτίαν, καὶ ὄψις διδάσκαλος, καὶ ὁ φυσικὸς νόμος·
因為神存在、並且是萬物的創造與維繫之因,這既有視覺為師,也有自然之律作證;
For that God exists, and is the productive and sustaining cause of all things, both sight teaches and the natural law;
2-1:47
ἡ μὲν τοῖς ὁρωμένοις προσβάλλουσα, καὶ πεπηγόσι καλῶς καὶ ὁδεύουσι, καὶ ἀκινήτως, ἵνα οὕτως εἴπω, κινουμένοις καὶ φερομένοις·
前者〔視覺〕觸及那些可見之物,它們既被穩固地立定、又運行不息,可以說是不動而動、被帶動著前行;
the one [sight], striking upon the things seen, which are well fixed and yet move along, and are moved and borne, so to speak, unmovingly;
2-1:48
ὁ δὲ διὰ τῶν ὁρωμένων καὶ τεταγμένων τὸν ἀρχηγὸν τούτων συλλογιζόμενος
後者〔自然之律〕則從那可見而有序之物,推論出牠們的創始者。
and the other [natural law], reasoning from the things seen and ordered to their Author.
2-1:49
ἀκούων, ἄλλο τι ἢ τὸν τῆς κιθάρας δη μιουργὸν καὶ τὸν κιθαρῳδὸν ἐννοήσει, καὶ πρὸς αὐτὸν ἀναδραμεῖται τῇ διανοίᾳ, κἂν ἀγνοῶν τύχῃ ταῖς ὄψεσιν
因為人聽見〔琴聲〕,所想到的無非是那造琴者與彈琴者,並會在心思中追溯到他,縱然他碰巧不曾親眼見過他。
[For one] hearing [a lyre] will think of nothing other than the maker of the lyre and the lyre-player, and will run back to him in his mind, even if he happens not to know him by sight.
2-1:50
οὕτω καὶ ἡμῖν τὸ ποιη τικὸν δῆλον, καὶ τὸ κινοῦν καὶ τηροῦν τὰ πεποιημένα, κἂν μὴ διανοίᾳ περιλαμβάνηται·
照樣,那「造物主」對我們也是顯明的,那推動並保守受造之物的也是顯明的,縱然祂不被心思所包羅;
So to us too the Maker is manifest, and that which moves and preserves the things made, even if it is not embraced by the mind;
2-1:51
καὶ λίαν ἀγνώμων ὁ μὴ μέχρι τούτων προιὼν ἑκουσίως καὶ ταῖς φυσικαῖς ἑπόμενος ἀποδείξεσιν
凡不肯甘心連這一步也邁出、不肯跟從這些自然之證據的人,實在是極其無知的。
and very senseless is he who does not willingly advance even thus far and follow the natural proofs.
2-1:52
ἀλλ' οὐδὲ τοῦτο εἶναι θεόν, ὅπερ ἐφαντάσθημεν, ἢ ἀνετυπωσάμεθα, ἢ λόγος ὑπέγραψεν
然而神也並非我們所想像、所勾畫、或言語所描摹的那位。
But neither is God that which we have imagined, or sketched out, or which speech has outlined.
2-1:53
εἰ δέ τις ἐν περινοίᾳ τούτου ποτὲ κἂν ἐπὶ ποσὸν ἐγένετο, τίς ἡ ἀπόδειξις; τίς οὕτως εἰς ἔσχατον σοφίας ἀφίκετο; τίς τοσούτου χαρίσματος ἠξιώθη ποτέ; τίς οὕτω τὸ στόμα τῆς διανοίας ἤνοιξε καὶ εἵλκυσε πνεῦμα, ἵνα τῷ τὰ πάντα ἐρευνῶντι καὶ γινώσκοντι καὶ τὰ βάθη τοῦ θεοῦ πνεύματι θεὸν καταλάβῃ, καὶ μηκέτι τοῦ πρόσω δέηται, τὸ ἔσχατον ὀρεκτὸν ἔχων ἤδη, καὶ εἰς ὃ πᾶσα σπεύδει καὶ πολιτεία τοῦ ὑψηλοῦ καὶ διάνοια; Τί γάρ ποτε ὑπολήψῃ τὸ θεῖον, εἴπερ ὅλαις ταῖς λογικαῖς πιστεύεις ἐφόδοις; ἢ πρὸς τί σε ὁ λόγος ἀνάξει βασανιζόμενος, ὦ φιλοσοφώτατε σὺ καὶ θεολογικώτατε καὶ καυχώμενε εἰς τὰ ἄμετρα; πότερον σῶμα; καὶ πῶς τὸ ἄπειρον, καὶ ἀόριστον, καὶ ἀσχημάτι στον, καὶ ἀναφές, καὶ ἀόρατον; ἢ καὶ ταῦτα σώματα; τῆς ἐξουσίας·
但若有人曾在某種程度上達到了對這事的領會,憑據何在?誰曾這樣達到智慧的極處?誰曾蒙賜這樣大的恩賜?誰曾這樣張開心思的口、吸入氣息,以致藉那察驗並洞悉萬事、連神深奧之事也洞悉的「靈」,得以領會神,從此不再需要更進一步——已然擁有那終極所慕之物,就是那高超之魂一切生活與心思所急切奔赴的目標?你若全然信靠這些理性的途徑,究竟要把「神性」設想成什麼?或者,當受了考驗,這推論要把你引向何處,你這最善哲思、最善神學、自誇過度的人哪?難道神是個物體麼?那麼,那無限、無定、無形、不可摸、不可見的,又怎會是物體?難道這些屬性也是物體麼?這等言論何其放肆!
But if anyone ever came into the apprehension of this even to some degree, what is the proof? Who has thus reached the utmost of wisdom? Who was ever deemed worthy of so great a gift? Who so opened the mouth of his mind and drew in breath, that by the Spirit who searches and knows all things, even the depths of God, he might comprehend God, and no longer need [to go] further—already possessing the ultimate object of desire, toward which all the life and mind of the lofty soul presses? For whatever will you suppose the Divine to be, if you trust wholly to the rational approaches? Or to what will the reasoning lead you, when put to the test, O most philosophical and theological one, you who boast beyond measure? Is it a body? And how then is it the infinite, and undefined, and shapeless, and impalpable, and invisible? Or are these too bodies? O the license [of such talk]!
2-1:54
οὐ γὰρ αὕτη φύσις σωμάτων
因為物體的本性並非如此。
For such is not the nature of bodies.
2-1:55
ἢ σῶμα μέν, οὐχὶ ταῦτα δέ; τῆς παχύτητος·
還是說,祂是個物體,卻不具這些〔屬性〕?這念頭何其粗鄙!
Or is it a body, but not these [attributes]? O the grossness [of the notion]!
2-1:56
ἵνα μηδὲν πλέον ἡμῶν ἔχῃ τὸ θεῖον
——這樣,「神性」豈不就比我們多不了什麼了。
—so that the Divine should have nothing more than we.
2-1:57
πῶς γὰρ σεπτόν, εἰ περιγραπτόν; ἢ πῶς φεύξεται τὸ ἐκ στοιχείων συγκεῖσθαι καὶ εἰς αὐτὰ πάλιν ἀναλύεσθαι, ἢ καὶ ὅλως λύεσθαι; σύνθεσις γὰρ ἀρχὴ μάχης·
因為祂若是有限可圈定的,又怎能可敬可畏?又怎能逃脫由元素構成、再分解歸入元素、或全然瓦解的命運?因為組合乃是衝突的開端;
For how could it be venerable, if circumscribed? Or how will it escape being composed of elements and again resolved into them, or dissolved altogether? For composition is the beginning of conflict;
2-1:58
λύσις δὲ ἀλλότριον πάντῃ θεοῦ καὶ τῆς πρώτης φύσεως
瓦解則全然與神、與那至初的本性無干。
and dissolution is wholly alien to God and to the first Nature.
2-1:59
οὐκ οὖν διάστασις, ἵνα μὴ λύσις·
所以〔在祂裡面〕沒有分隔,免得有瓦解;
Therefore [there is] no separation, lest there be dissolution;
2-1:60
οὐδὲ μάχη, ἵνα μὴ διάστασις·
沒有衝突,免得有分隔;
nor conflict, lest there be separation;
2-1:61
οὐδὲ σύνθεσις, ἵνα μὴ μάχη·
沒有組合,免得有衝突;
nor composition, lest there be conflict;
2-1:62
διὰ τοῦτο οὐδὲ σῶμα, ἵνα μὴ σύνθεσις
正因如此,也沒有物體,免得有組合。
for this reason [there is] no body either, lest there be composition.
2-1:63
ἐκ τῶν τελευταίων ἐπὶ τὰ πρῶτα ὁ λόγος ἀνιὼν οὕτως ἵσταται
這樣,推論便從末後升至起初,止於此處。
Thus the reasoning, ascending from the last to the first, comes to a stand.
2-1:64
Πῶς δὲ καὶ σωθήσεται τὸ διὰ πάντων διήκειν καὶ πληροῦν τὰ πάντα θεόν, κατὰ τό·
再者,那「神貫徹萬有、充滿萬有」之說,又怎能得以成立,正如這話所說:
And how will it be preserved that God pervades all things and fills all things, according to the saying:
2-1:65
Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος, καί·
「我豈不充滿天地麼?這是耶和華說的」,又說:
"Do I not fill heaven and earth? saith the Lord," and:
2-1:66
Πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην, εἰ τὸ μὲν περιγράφοι, τὸ δὲ περιγράφοιτο; ἢ γὰρ διὰ κενοῦ χωρήσει τοῦ παντός, καὶ τὰ πάντα οἰχήσεται ἡμῖν, ἵν' ὑβρισθῇ θεός, καὶ σῶμα γενόμενος, καὶ οὐκ ἔχων ὅσα πεποίηκεν·
「主的靈充滿了寰宇」——倘若那一位〔神〕是圈定者,這一個〔物體〕卻是被圈定的,這話又怎能成立?因為要麼祂須穿越虛空,宇宙就在我們眼前消失了——這樣神就受了羞辱,既成了物體,又失去了祂所造的萬物;
"The Spirit of the Lord has filled the world"—if the one [God] circumscribes, while the other [body] is circumscribed? For either He will pass through empty space, and the universe will vanish for us—so that God may be insulted, both by becoming a body and by not having the things He has made;
2-1:67
ἢ σῶμα ἐν σώμασιν ἔσται, ὅπερ ἀδύνατον·
要麼祂就成了眾物體之中的一個物體,這是不可能的;
or He will be a body within bodies, which is impossible;
2-1:68
ἢ πλακήσεται καὶ ἀντιπαρατεθήσεται, ὥσπερ ὅσα τῶν ὑγρῶν μίγνυται, καὶ τὸ μὲν τέμνει, ὑπὸ δὲ τοῦ τμηθήσεται, ὃ καὶ τῶν Ἐπικουρείων ἀτόμων ἀτοπώτερόν τε καὶ γραωδέστερον·
要麼祂就要與萬物交織、並列,如同相混的液體,這個切割那個、又被那個所切割——這比伊壁鳩魯派的原子說更荒謬、更像老婦人的痴談;
or He will be interwoven and set side by side, like fluids that mix, the one cutting and being cut by the other—which is even more absurd and more old-wifish than the atoms of the Epicureans;
2-1:69
καὶ οὕτω διαπεσεῖται ἡμῖν, καὶ σῶμα οὐχ ἕξει, οὐδὲ πῆξίν τινα, ὁ περὶ τοῦ σώματος λόγος
這樣,那關於〔神有〕物體的論證在我們看來就要崩潰了,祂便沒有物體,也沒有任何穩固結構。
and so the argument about the body will collapse for us, and He will have no body, nor any consistency.
2-1:70
εἰ δὲ ἄυλον φήσομεν, εἰ μὲν τὸ πέμπτον, ὥς τισιν ἔδοξε, καὶ τὴν κύκλῳ φορὰν φερόμενον, ἔστω μὲν ἄυλόν τι καὶ πέμπτον σῶμα, εἰ βούλονται δέ, καὶ ἀσώματον, κατὰ τὴν αὐτόνομον αὐτῶν τοῦ λόγου φορὰν καὶ ἀνάπλασιν·
但我們若要說〔祂是〕非物質的:他們中有人以為祂是那「第五元素」、作圓周運動——那就讓祂是某種非物質的、第五種的物體吧,或者,他們若願意,照他們自定其說的天馬行空與杜撰,索性說是非形體的也罷;
But if we shall say [He is] immaterial: if [He is] the fifth element, as some have thought, borne in a circular motion—let it be some immaterial and fifth body, or, if they wish, even incorporeal, according to their own self-licensed flight and fabrication of argument;
2-1:71
οὐδὲν γὰρ νῦν περὶ τούτου διοίσομαι
因為眼下我不為這事爭論。
for I will not at present dispute about this.
2-1:72
κατὰ τί δὲ τῶν κινουμένων ἔσται καὶ φερο μένων, ἵνα μὴ λέγω τὴν ὕβριν, εἰ τὰ αὐτὰ τοῖς πεποιημένοις ὁ πεποιηκὼς κινηθήσεται, καὶ τοῖς φερομένοις ὁ φέρων, εἴ γε καὶ τοῦτο δώσουσι; τί δὲ τὸ τοῦτο πάλιν κινοῦν; τί δὲ τὸ τὸ πᾶν κινοῦν; κἀκεῖνο τί; καὶ τί πάλιν ἐκεῖνο; καὶ τοῦτο εἰς ἄπειρον
但祂要被歸入哪一類運動、被帶動之物呢——且不說這是何等的侮辱,倘若那造物主竟要像受造之物一樣被推動、像被帶動之物一樣被帶動,假使他們連這也肯承認的話?再者,是什麼推動「這個」?又是什麼推動那「全體」?而那個又被什麼推動?又再,是什麼推動那一個?如此以至無窮。
But in which class of moving and borne things will He be—not to speak of the insult, if the Maker is to be moved like the things made, and borne like the things borne, if indeed they will grant even this? And what again is it that moves this? And what is it that moves the whole? And that again, what? And what once more moves that? And so on to infinity.
2-1:73
πῶς δὲ οὐκ ἐν τόπῳ πάντως, εἴ γε φερόμενον; εἰ δὲ ἄλλο τι παρὰ τὸ πέμπτον φήσουσιν, εἰ μὲν ἀγγελικόν, πόθεν ὅτι ἄγγελοι σώματα, καὶ τίνα ταῦτα; καὶ πόσον ὑπὲρ ἄγγελον εἴη θεός, οὗ λειτουργὸς ἄγγελος; εἰ δὲ ὑπὲρ ταῦτα, πάλιν εἰσήχθη σωμάτων ἐσμὸς ἀλόγι στος, καὶ φλυαρίας βυθός, οὐδαμοῦ στῆναι δυνάμενος
再者,祂既被帶動,怎能不處處在某地方呢?但他們若說〔祂是〕別的、而非那第五元素:若說是天使性的,那麼憑什麼說天使是物體,又是哪一種物體?而神——天使乃是祂的僕役——又該比天使高出多少?但祂若在這些之上,那就又引進了一群無理的物體、一個無底的胡言深淵,無處可以站立得住。
And how is He not altogether in place, if indeed He is borne? But if they shall say [He is] something other than the fifth [element]: if angelic, whence [comes the claim] that angels are bodies, and what sort are these? And how much would God, whose minister the angel is, be above the angel? But if [He is] above these, again an irrational swarm of bodies has been introduced, and an abyss of nonsense, able to stand nowhere.
2-1:74
Οὕτω μὲν οὖν οὐ σῶμα ἡμῖν ὁ θεός
因此,按我們所信,神並非物體。
Thus, then, God is not a body for us.
2-1:75
οὐδὲ γὰρ ἤδη τις τοῦτο τῶν θεοπνεύστων ἢ εἶπεν ἢ παρεδέξατο, οὐδὲ τῆς ἡμετέρας αὐλῆς ὁ λόγος
因為沒有一位受神默示的人曾說過或接受過這事,這教義也不屬於我們的院落。
For none of the divinely inspired men has either said or accepted this, nor is the doctrine of our court.
2-1:76
λείπεται δὴ ἀσώματον ὑπολαμβάνειν
那麼,剩下的就是把〔祂〕設想為非形體的了。
It remains, then, to suppose [Him] incorporeal.
2-1:77
ἀλλ' εἰ ἀσώματον, οὔπω μὲν οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικόν τε καὶ περιεκτικόν, ὥσπερ οὐδὲ τὸ ἀγέννητον, καὶ τὸ ἄναρχον, καὶ τὸ ἀναλλοίωτον, καὶ τὸ ἄφθαρτον, καὶ ὅσα περὶ θεοῦ ἢ περὶ θεὸν εἶναι λέγεται
但祂縱是非形體的,這仍不足以表達並涵蓋〔祂的〕本質——正如「非受生」、「無始」、「不改變」、「不朽壞」,以及凡論到「屬神」或「關乎神」所說的一切,都同樣不足。
But if [He is] incorporeal, this too is not yet expressive and comprehensive of the essence—just as neither is "unbegotten," nor "without beginning," nor "unchangeable," nor "incorruptible," nor whatever else is said to be "of God" or "about God."
2-1:78
προσφιλοσοφεῖν τε καὶ προσεξετά ζειν τῷ γε νοῦν θεοῦ ἀληθῶς ἔχοντι καὶ τελεωτέρῳ τὴν θεωρίαν
〔這些事〕還需進一步思辨與查考,至少要由那真正具有神的心思、有更完全默觀的人去作。
[These matters call for] further philosophizing and examination, at least by one who truly has the mind of God and a more perfect contemplation.
2-1:79
ὡς γὰρ οὐκ ἀρκεῖ τὸ σῶμα εἰπεῖν, ἢ τὸ γεγεννῆσθαι, πρὸς τὸ καὶ τό, περὶ ὃ ταῦτα, παραστῆσαί τε καὶ δηλῶσαι, ἀλλὰ δεῖ καὶ τὸ ὑποκείμενον τούτοις εἰπεῖν, εἰ μέλλοι τελείως καὶ ἀποχρώντως τὸ νοούμενον παραστήσεσθαι·
因為正如僅僅說「物體」或「受生」,並不足以呈現、揭示這些〔謂詞〕所述的主體,乃必須也說出在它們底下的那承載者,所思之物才能被完全而充分地呈現——
For just as it is not enough to say "body," or "begotten," in order to present and disclose the subject of these [predicates], but one must also state the substratum underlying them, if the thing conceived is to be perfectly and adequately presented—
2-1:80
ἢ γὰρ ἄνθρωπος ἢ βοῦς ἢ ἵππος τοῦτο τὸ ἐνσώματον καὶ γεννώμενον καὶ φθειρόμενον·
因為那有形體、受生而朽壞之物,要麼是人、要麼是牛、要麼是馬;
for it is either a man, or an ox, or a horse, that is this embodied and begotten and perishing thing;
2-1:81
οὕτως οὐδὲ ἐκεῖ στήσεται μέχρι τοῦ εἰπεῖνἃ μή ἐστιν ὁ τὴν τοῦ ὄντος πολυπραγμονῶν φύσιν, ἀλλὰ δεῖ, πρὸς τῷ εἰπεῖνἃ μή ἐστι, καὶ ὅ ἐστιν εἰπεῖν, –ὅσῳ καὶ ῥᾷον ἕν τι περιλαβεῖν, ἢ τὰ πάντα καθ' ἕκαστον ἀπειπεῖν, – ἵνα ἔκ τε τῆς ἀναιρέσεως ὧν οὔκ ἐστι, καὶ τῆς οὗ ἐστὶ θέσεως, περιληφθῇ τὸ νοούμενον
照樣,凡探究「那存在者」之本性的人,也不該止於只說祂不是什麼,乃必須在說祂不是什麼之外,也說祂是什麼——因為把握某一件事,總比逐一否定一切事容易——好叫人從「除去祂所不是的」與「設立祂所是的」二者,能領會所思之物。
so neither there will he who busies himself about the nature of Being stop at saying what it is not, but must, besides saying what it is not, also say what it is—inasmuch as it is easier to embrace some one thing than to deny all things one by one—so that, from the removal of what it is not and the positing of what it is, the thing conceived may be comprehended.
2-1:82
ὁ δὲἃ μὲν οὔκ ἐστι λέγων, σιωπῶν δὲ ὅ ἐστι, ποιεῖ παραπλήσιον, ὥσπερ ἂν εἰ τὰ πέντε δὶς ὅσα ἐστὶν ἐρωτώμενος ὅτι μὲν οὐ δύο λέγοι, οὐδὲ τρεῖς, οὐδὲ τέσ σαρες, οὐδὲ πέντε, οὐδὲ εἴκοσιν, οὐδὲ τριάκοντα, οὐδέ τινα, ἵνα συνελὼν εἴπω, τῶν ἐντὸς δεκάδος ἢ δεκαδικῶν ἀριθμῶν·
但那只說祂不是什麼、卻對祂是什麼緘默不言的人,所行的就如同有人被問「二乘五是多少」,他卻回答說:不是二,不是三,不是四,不是五,不是二十,不是三十——簡言之,不是十以內或十進位的任何數目;
But he who says what it is not, while keeping silent about what it is, does much the same as one who, when asked what twice five is, should say it is not two, nor three, nor four, nor five, nor twenty, nor thirty, nor any number, to put it briefly, within or of the decade;
2-1:83
ὅτι δὲ εἴη δέκα μὴ λέγοι, μηδὲ ἐρείδοι τὸν νοῦν τοῦ ἐρωτῶντος εἰς τὸ ζητούμενον
卻不說它就是十,也不把發問者的心思安定在所求的答案上。
but does not say that it is ten, nor settle the mind of the questioner upon the thing sought.
2-1:84
πολλῷ γὰρ ῥᾷον καὶ συντομώτερον ἐκ τοῦ ὅ ἐστιν ὅσα οὔκ ἐστι δηλῶσαι, ἢ ἐκ τοῦ ἀνελεῖνἃ μή ἐστιν ὅ ἐστιν ἐνδεί ξασθαι
因為從「知道祂是什麼」去揭示祂不是什麼,遠比藉「除去祂所不是的」去顯明祂是什麼,更容易也更簡捷。
For it is far easier and more concise to disclose what a thing is not from [knowing] what it is, than to show what it is by abolishing what it is not.
2-1:85
Ἐπεὶ δέ ἐστιν ἀσώματον ἡμῖν τὸ θεῖον, μικρόν τι προσεξετά σωμεν·
既然按我們所信「神性」是非形體的,就讓我們再稍加查考。
But since the Divine is for us incorporeal, let us examine a little further.
2-1:86
πότερον οὐδαμοῦ τοῦτο, ἢ ἔστιν ὅπου; εἰ μὲν γὰρ οὐδαμοῦ, ζητήσαι τις ἂν τῶν ἄγαν ἐξεταστικῶν, πῶς ἂν καὶ εἴη
祂是無處不在,還是在某處?因為若是「無處」,那些過分好究的人或許要問:祂又怎能存在?
Is it nowhere, or is it somewhere? For if nowhere, one of the over-inquisitive might ask how it could even exist.
2-1:87
εἰ γὰρ τὸ μὴ ὂν οὐδαμοῦ, τὸ μηδαμοῦ τυχὸν οὐδὲ ὄν
因為若那不存在之物乃是「無處」,那麼那「無處」之物或許也就不存在了。
For if what does not exist is nowhere, then perhaps what is nowhere does not exist either.
2-1:88
εἰ δέ ἐστί που, πάντως ἐπείπερ ἐστὶν ἢ ἐν τῷ παντὶ ἢ ὑπὲρ τὸ πᾶν
但祂若是在某處,那麼,祂既存在,就必是在宇宙之內,或在宇宙之上。
But if it is somewhere, then, since it exists, it must be either in the universe or above the universe.
2-1:89
ἀλλ' εἰ μὲν ἐν τῷ παντί,ἤ τινι, ἢ πανταχοῦ
但若在宇宙之內,就要麼在某一部分,要麼遍滿各處。
But if in the universe, then either in some part, or everywhere.
2-1:90
καὶ εἰ μὲν ἔν τινι, ὑπ' ἐλάττονος περι γραφήσεται τοῦ τινός, εἰ δὲ πανταχοῦ, ὑπὸ πλείονος καὶ ἄλλου πολλοῦ, λέγω δὲ τὸ περιεχόμενον τοῦ περιέχοντος, εἰ τὸ πᾶν ὑπὸ τοῦ παντὸς μέλλοι περισχεθήσεσθαι, καὶ μηδένα τόπον εἶναι περι γραφῆς ἐλεύθερον
若在某一部分,祂就要被一個比祂自己更小的東西、即那部分所圈定;若是遍滿各處,就要被一個更大、且更多別的東西所圈定——我是指被包含者被包容者所圈定——倘若宇宙要被宇宙所包容,且沒有一處能免於被圈定。
And if in some part, He will be circumscribed by something smaller than Himself, namely that part; but if everywhere, by something greater and much else—I mean the contained by the container—if the universe is to be contained by the universe, and no place is to be free of circumscription.
2-1:91
ταῦτα μέν, εἰ ἐν τῷ παντί
這些〔難題〕,是假設〔祂〕在宇宙之內才有的。
These [difficulties arise], if [He is] in the universe.
2-1:92
καὶ ποῦ πρὶν γενέσθαι τὸ πᾶν; οὐδὲ γὰρ τοῦτο μικρὸν εἰς ἀπορίαν
再者,宇宙未存在之先,祂在哪裡呢?因為這也是個不小的疑難。
And where was He before the universe came to be? For this too is no small puzzle.
2-1:93
εἰ δὲ ὑπὲρ τὸ πᾶν, ἆρ' οὐδὲν ἦν τὸ διορίζον αὐτὸ τοῦ παντός; ποῦ δὲ τὸ ὑπὲρ τοῦτο; καὶ πῶς ἐνοήθη τὸ ὑπεραῖρον καὶ ὑπεραιρόμενον, οὐκ ὄντος ὅρου τινὸς τοῦ τέμνοντος ταῦτα καὶ διορίζοντος; ἢ χρὴ πάντως εἶναι τὸ μέσον, καὶ ᾧ περατοῦται τὸ πᾶν καὶ τὸ ὑπὲρ τὸ πᾶν; καὶ τί ἄλλο τοῦτο ἢ τόπος ἐστίν, ὅνπερ ἐφύγομεν; καὶ οὔπω λέγω τὸ περιγραπτὸν πάντως εἶναι τὸ θεῖον, καὶ εἰ διανοίᾳ καταληπτόν·
但祂若在宇宙之上,那麼是否有某物把祂與宇宙分隔開?而那「在此之上」的又在何處?既無界限切割並區分這二者,那「超越者」與「被超越者」又是如何被設想出來的?難道非得有一個中間之物,使宇宙與「在宇宙之上者」藉它得以劃界?而這除了「地方」之外還能是什麼——正是我們一直要逃避的東西?我這還沒有說「神性」必定是被圈定的,縱使祂可被心思所領會;
But if [He is] above the universe, was there then nothing distinguishing Him from the universe? And where is that which is above this? And how was the transcending and the transcended conceived, when there is no boundary cutting and dividing these? Or must there altogether be a middle term, by which the universe and what is above the universe are bounded? And what else is this but place—the very thing we were fleeing? And I do not yet say that the Divine is altogether circumscribed, even if it be comprehensible by the mind;
2-1:94
ἓν γὰρ περιγραφῆς εἶδος καὶ ἡ κατάληψις
因為「被領會」也是一種圈定。
for comprehension too is one kind of circumscription.
2-1:95
Τίνος οὖν ἕνεκεν ταῦτα διῆλθον
那麼,我究竟為何要詳述這些事呢,
For what purpose, then, have I gone through these things,
2-1:96
καὶ περιεργότερον ἴσως ἢ κατὰ τὰς τῶν πολλῶν ἀκοάς, καὶ κατὰ τὸν νῦν κεκρατηκότα τύπον τῶν λόγων, ὃς τὸ γενναῖον καὶ ἁπλοῦν ἀτιμάσας τὸ σκολιὸν καὶ γριφοειδὲς ἐπεισήγαγεν·
並且或許比合乎眾人耳朵的程度更為繁複,也合乎如今流行的言談風尚——這風尚輕看了那高貴而樸實的,反倒引進了那曲折如謎的——
and perhaps more elaborately than suits the ears of the many, and according to the now prevailing fashion of discourse, which, having dishonored the noble and simple, has introduced the crooked and riddle-like—
2-1:97
ὡς ἐκ τῶν καρπῶν τὸ δένδρον γινώσκεσθαι, λέγω δὲ τὸ ἐνεργοῦν τὰ τοιαῦτα δόγματα σκότος ἐκ τοῦ ζόφου τῶν λεγομένων; οὐ γὰρ ἵνα καὶ αὐτὸς παράδοξα λέγειν δόξω, καὶ περιττὸς φαίνωμαι τὴν σοφίαν, πλέκων συνδέσμους καὶ διαλύων κρατούμενα·
〔難道是〕如同樹憑果子被認出——我是指那產出此等教義的黑暗,憑著所說之話的幽暗被認出?我這樣做,並不是要叫我自己也顯得在說奇談、在智慧上顯得多餘,編織繩結又解開那已被掌握的東西;
[is it] as the tree is known from its fruits—I mean, the darkness that works such doctrines from the gloom of what is said? For it is not that I too may seem to speak paradoxes, and appear superfluous in wisdom, weaving knots and untying things already mastered;
2-1:98
ἀλλ' ἵν' ἐκεῖνο δηλώσαιμι, ὅ μοι λέγειν ὁ λόγος ἀπ' ἀρχῆς ὥρμησεν
乃是要把我這篇講論從起初就立意要說的那一件事說明白。
but that I might make clear that one thing which my discourse set out from the beginning to say.
2-1:99
τοῦτο δὲ ἦν τί; τὸ μὴ ληπτὸν εἶναι ἀνθρωπίνῃ διανοίᾳ τὸ θεῖον, μηδὲ ὅλον ὅσον ἐστὶ φαντάζεσθαι·
這是什麼呢?就是:「神性」不能被人的心思所把握,我們也不能想像出祂全部的所是;
And what was this? That the Divine is not graspable by the human mind, nor can we picture the whole of what it is;
2-1:100
καὶ τοῦτο οὔτε διὰ φθόνον, – μακρὰν γὰρ τῆς θείας φύσεως φθόνος, τῆς γε ἀπαθοῦς καὶ μόνης ἀγαθῆς καὶ κυρίας, καὶ μάλιστα τῶν ἑαυτοῦ κτισμάτων περὶ τὸ τιμιώτατον·
並且這既不是出於嫉妒——因為嫉妒遠離那神聖的本性,這本性是無情慾、獨一良善、獨一為主的,尤其不會嫉妒祂自己受造之物中最尊貴的;
and this neither through envy—for envy is far from the divine Nature, which is impassible and alone good and sovereign, and especially [envy] toward the most honored of His own creatures;
2-1:101
τί γὰρ Λόγῳ πρὸ τῶν λογικῶν; ἐπεὶ καὶ αὐτὸ τὸ ὑποστῆναι τῆς ἄκρας ἀγαθότητος·
因為還有什麼比理性受造之物更與「道」相親呢?既然連牠們得以存在這一事本身,也是那至高良善的〔工作〕;
for what is [more akin] to the Word than rational beings? Since even their very coming into being is [a work] of the supreme goodness;
2-1:102
οὔτε εἰς τιμὴν ἑαυτοῦ καὶ δόξαν τοῦ πλήρους, ἵνα τῷ ἀνεφίκτῳ τὸ τίμιον ἔχῃ καὶ τὸ σεβάσμιον
這也不是為了祂自己的尊榮與祂豐滿的榮耀,好叫祂藉著那「不可企及」而擁有可貴可敬之物。
nor [is it] for the sake of His own honor and the glory of His fullness, that He might have what is precious and venerable through being unattainable.
2-1:103
τοῦτο γὰρ πάντως σοφιστικὸν καὶ ἀλλότριον, μὴ ὅτι θεοῦ, ἀλλ' οὐδὲ ἀνθρώπου μετρί ως ἐπιεικοῦς, καί τι δεξιὸν ἑαυτῷ συνειδότος, ἐκ τοῦ κωλύειν ἑτέρους τὸ πρωτεῖον πορίζεσθαι
因為這念頭全然是詭辯的、不相宜的——不單不配於神,連對一個略有體面、自知尚存正直之人也不配——竟藉攔阻別人〔達到〕而為自己謀取首位。
For this would be altogether sophistical and alien—not [only] to God, but not even [worthy] of a moderately decent man, conscious of some integrity in himself—to procure for himself the primacy by preventing others [from attaining it].
2-1:104
Ἀλλ' εἰ μὲν καὶ δι' ἄλλας αἰτίας, εἰδεῖεν ἂν οἱ ἐγγυτέρω θεοῦ, καὶ τῶν ἀνεξιχνιάστων αὐτοῦ κριμάτων ἐπόπται καὶ θεωροί, εἴπερ εἰσί τινες τοσοῦτοι τὴν ἀρετήν, καὶ ἐν ἴχνεσιν ἀβύσσου περιπα τοῦντες, τὸ δὴ λεγόμενον
但這〔是否還〕有別的緣故,唯有那些更靠近神的人才能知曉,就是祂那測不透之判斷的觀看者與默觀者——假使真有人德行如此卓越、能行「在深淵的腳蹤裡」,如俗話所說。
But whether [it is also] for other causes, those nearer to God may know, the beholders and contemplators of His unsearchable judgments—if indeed there are any so great in virtue, and walking "in the footsteps of the abyss," as the saying goes.
2-1:105
ῥᾳδίῳ τῆς κτήσεως ῥᾴστη γένηται καὶ ἡ τοῦ κτηθέντος ἀποβολή·
〔或許是這樣安排,〕免得既容易得著,便也容易把所得著的丟棄;
[Perhaps it is] so that, with the ease of acquisition, the casting away of what is acquired might also become easy;
2-1:106
φιλεῖ γὰρ τὸ μὲν πόνῳ κτηθὲν μᾶλλον κρατεῖσθαι, τὸ δὲ ῥᾳδίως κτηθὲν καὶ ἀποπτύεσθαι τάχιστα, ὡς πάλιν ληφθῆναι δυνάμενον·
因為費力得來的,人往往握得更牢,輕易得來的,也最快被吐棄,因為以為可以再得;
for what is acquired with toil is wont to be held the more firmly, while what is acquired easily is also most quickly spat out, as being capable of being acquired again;
2-1:107
καὶ οὕτως εὐεργεσία καθίσταται τὸ μὴ πρόχειρον τῆς εὐεργεσίας, τοῖς γε νοῦν ἔχουσι
這樣,那「不輕易賜下的恩惠」本身,至少對有見識的人而言,便構成了一種恩惠。
and thus the non-readiness of the benefaction is itself constituted a benefaction, at least to those who have sense.
2-1:108
τάχα δέ, ὡς μὴ ταὐτὸν ἡμᾶς τῷ πεσόντι ἑωσφόρῳ πάσχειν, ἐκ τοῦ τὸ φῶς ὅλον χωρῆσαι κατέναντι κυρίου παντοκρά τορος τραχηλιᾷν, καὶ πίπτειν ἐκ τῆς ἐπάρσεως πτῶμα πάντων ἐλεεινότατον
但或許〔這樣安排〕,是免得我們遭遇那墜落之路西弗所遭遇的——他既領受了全光,竟向全能的主硬著頸項,從他的高舉墜落,這墜落是萬物中最可悲的。
But perhaps [it is] so that we may not suffer the same as the fallen Lucifer—who, having received the whole light, grew stiff-necked against the Lord Almighty, and fell from his exaltation a fall most pitiable of all.
2-1:109
τυχὸν δέ, ἴν'ᾖ τι πλέον ἐκεῖθεν ἆθλον φιλοπονίας καὶ λαμπροῦ βίου τοῖς ἐνταῦθα κεκαθαρμένοις καὶ μακροθυμοῦσι πρὸς τὸ ποθούμενον
但或許〔這樣安排〕,是要叫那些今生受了潔淨、忍耐到底〔竭力〕奔向所渴慕之物的人,在那邊得著更大的、酬報其勞苦與光明生活的獎賞。
But perhaps, that there may be there some greater prize of toil and of a brilliant life for those who here have been purified and have long-sufferingly [striven] toward what is longed for.
2-1:110
διὰ τοῦτο μέσος ἡμῶν τε καὶ θεοῦ ὁ σωματικὸς οὗτος ἵσταται γνόφος, ὥσπερ ἡ νεφέλη τὸ πάλαι τῶν Αἰγυπτίων καὶ τῶν Ἑβραίων
正因如此,這屬肉體的幽暗便橫亙在我們與神之間,如同古時那雲彩橫亙在埃及人與希伯來人之間;
On this account this bodily gloom stands between us and God, as the cloud of old between the Egyptians and the Hebrews;
2-1:111
καὶ τοῦτό ἐστιν ἴσως, ὃ ἔθετο σκότος ἀποκ ρυφὴν αὐτοῦ, τὴν ἡμετέραν παχύτητα, δι' ἣν ὀλίγοι καὶ μικρὸν διακύπτουσιν
這或許就是那「祂以黑暗為藏身之處」之意——指的是我們的粗濁,因著它,能探入觀看的人既少、所見也少。
and this is perhaps what "He made darkness His hiding-place"—our grossness, on account of which few, and only a little, peer through.
2-1:112
τοῦτο μὲν οὖν φιλοσοφείτωσαν οἷς ἐπιμελὲς, καὶ ἀνίτωσαν ἐπὶ πλεῖστον τῆς διασκέψεως
那麼,凡以此為念的人,就讓他們去思辨這事,在探究上盡力上升吧;
Let those, then, to whom it is a care philosophize about this, and ascend to the utmost in their inquiry;
2-1:113
ἡμῖν δ' οὖν ἐκεῖνο γνώριμον τοῖς δεσμίοις τῆς γῆς, ὅ φησιν ὁ θεῖος Ἰερεμίας, καὶ τὸ παχὺ τοῦτο σαρκίον περιβεβλημένοις, ὅτι ὥσπερ ἀδύνατον ὑπερβῆναι τὴν ἑαυτοῦ σκιάν, καὶ τῷ λίαν ἐπειγομένῳ, –φθάνει γὰρ ἀεὶ τοσοῦτον, ὅσον καταλαμβάνεται, –ἢ τοῖς ὁρατοῖς πλησιάσαι τὴν ὄψιν δίχα τοῦ ἐν μέσῳ φωτὸς καὶ ἀέρος, ἢ τῶν ὑδάτων ἔξω τὴν νηκτὴν φύσιν διολισθαίνειν, οὕτως ἀμήχανον τοῖς ἐν σώμασι δίχα τῶν σωματικῶν πάντῃ γενέσθαι μετὰ τῶν νοουμένων
但至少對我們而言,這事是清楚的——對我們這些「地的囚徒」(如神聖的耶利米所言)、披著這粗濁肉體的人而言——就是:正如人無論怎樣急趕,也不可能越過自己的影子(因為它總要追上多少、就在前頭多少),又如視覺若沒有中間的光與空氣便不能近觸可見之物,又如那游水之性〔魚類〕不能滑出水外,照樣,身在肉體中的人,若離了屬肉體的〔媒介〕,便不可能全然進入屬靈智之事的境地。
but for us, at least, this is clear—to us prisoners of earth, as the divine Jeremiah says, and clothed in this thick flesh—that just as it is impossible to overleap one's own shadow, however much one hastens (for it always outstrips us by as much as it is overtaken), or for sight to approach visible things apart from the light and air in between, or for the swimming nature [of fish] to glide outside the waters, so it is impracticable for those in bodies to come to be wholly among intelligible things apart from bodily [media].
2-1:114
ἀεὶ γάρ τι παρεμπεσεῖται τῶν ἡμετέρων, κἂν ὅτι μάλιστα χωρίσας ἑαυτὸν τῶν ὁρωμένων ὁ νοῦς, καὶ καθ' ἑαυτὸν γενόμενος, προσβάλλειν ἐπιχειρῇ τοῖς συγγενέσι καὶ ἀοράτοις
因為總有些屬我們〔肉體〕的東西要混進來,縱然那心思已盡量把自己從可見之物分別出來、獨自存在,竭力要與那與它同類的、不可見之物聯合。
For something of ours will always intrude, even though the mind, having separated itself as much as possible from things seen and become by itself, attempts to attach itself to its kindred and invisible things.
2-1:115
Οὐ πνεῦμα καὶ πῦρ καὶ φῶς, ἀγάπη τε καὶ σοφία καὶ δικαιο σύνη, καὶ νοῦς καὶ λόγος, καὶ τὰ τοιαῦτα, αἱ προσηγορίαι τῆς πρώτης φύσεως; τί οὖν; ἢ πνεῦμα νοήσεις δίχα φορᾶς καὶ χύσεως; ἢ πῦρ ἔξω τῆς ὕλης, καὶ τῆς ἄνω φορᾶς, καὶ τοῦ ἰδίου χρώματός τε καὶ σχήματος; ἢ φῶς οὐκ ἀέρι σύγκρατόν τε καὶ ἀφετὸν τοῦ οἷον γεννῶντός τε καὶ φωτίζοντος; νοῦν δὲ τίνα; μὴ τὸν ἐν ἄλλῳ, καὶ οὗ κινήματα τὰ διανοήματα, ἠρεμοῦντα ἢ προβαλλόμενα; λόγον δὲ τίνα παρὰ τὸν ἡσυχάζοντα ἐν ἡμῖν, ἢ χεόμενον; ὀκνῶ γὰρ εἰπεῖν, λυόμενον
靈、火、光,慈愛、智慧、公義,心思與理性,以及諸如此類的,豈不都是那至初本性的稱號麼?那又如何呢?你能設想離了運動與擴散的「靈」麼?能設想離了物質、離了向上之勢、離了自身顏色與形狀的「火」麼?能設想不與空氣相混、不從那彷彿生它照它者中分出的「光」麼?你又能設想怎樣的「心思」呢?豈不是那存於別物之內、其運動即是思想(無論止息或發出)的心思麼?你又能設想怎樣的「理性」,除了那在我們裡面靜止的、或傾流而出的——我不敢說「消散」的——理性之外呢?
Are not spirit and fire and light, love and wisdom and righteousness, mind and reason, and such things, the titles of the first Nature? What then? Will you conceive of spirit apart from motion and diffusion? Or of fire apart from matter and upward motion and its own color and shape? Or of light not blended with air and released from that which, as it were, begets and illumines it? And what mind [will you conceive]? Not that which is in another, and whose movements are the thoughts, whether at rest or put forth? And what reason apart from that which is at quiet within us, or is poured forth—I shrink to say, dissolved?
2-1:116
εἰ δὲ καὶ σοφίαν, τίνα παρὰ τὴν ἕξιν, καὶ τὴν ἐν τοῖς θεωρήμασιν, εἴτε θείοις, εἴτε καὶ ἀνθρωπίνοις; δικαιοσύνην τε καὶ ἀγάπην, οὐ διαθέσεις ἐπαινουμένας, καὶ τὴν μὲν τῆς ἀδικίας, τὴν δὲ τοῦ μίσους ἀντίπαλον, ἐπιτεινομένας τε καὶ ἀνιεμένας, προσ γινομένας τε καὶ ἀπογινομένας, καὶ ὅλως ποιούσας ἡμᾶς καὶ ἀλλοι ούσας, ὥσπερ αἱ χρόαι τὰ σώματα; ἢ δεῖ τούτων ἀποστάντας ἡμᾶς αὐτὸ καθ' ἑαυτὸ τὸ θεῖον ἐκ τούτων ἰδεῖν, ὡς οἷόν τε, μερικήν τινα φαντασίαν ἐκ τῶν εἰκασμάτων συλλεγομένους; τίς οὖν ἡ μηχανὴ ἐκ τούτων τε καὶ μὴ ταῦτα; ἢ πῶς ταῦτα πάντα, καὶ τελείως ἕκαστον, τὸ ἓν τῇ φύσει ἀσύνθετον καὶ ἀνείκαστον; οὕτω κάμνει ἐκβῆναι τὰ σωματικὰ ὁ ἡμέτερος νοῦς, καὶ γυμνοῖς ὁμιλῆσαι τοῖς ἀσωμάτοις, ἕως σκοπεῖ μετὰ τῆς ἰδίας ἀσθενείας τὰ ὑπὲρ δύναμιν
你若也〔設想〕「智慧」,那麼除了那習性、以及那存於默觀(無論屬神或屬人)中的〔智慧〕之外,你還能設想什麼?而公義與慈愛——豈不都是可讚的習性,一個與不義為敵,一個與仇恨為敵,時而增強、時而鬆弛,時而臨到、時而離去,總之是塑造我們、改變我們,正如顏色之於物體?還是說,我們必須站離這些,盡可能地從這些憑藉去就其本身觀看那「神性」本身,從這些相似之物採集到某種片面的印象?那麼,要從這些事物出發、卻又〔把祂設想為〕非這些事物,究竟有何法門?或者,那本性單純、無可比擬的「一位」,怎能是這一切、且各樣都完全?我們的心思就是這樣費力,要跨出屬肉體之事、赤裸地與非形體之物相交,只要它仍帶著自身的軟弱去考察那超乎其力之事,便是如此。
And if [you conceive of] wisdom too, what [will you conceive] apart from the disposition and that [wisdom which is] in contemplations, whether divine or human? And righteousness and love—are they not praiseworthy dispositions, the one the opponent of injustice, the other of hatred, intensified and relaxed, coming and going, and in general making us and altering us, as colors do bodies? Or must we, standing apart from these, behold the Divine in itself by itself from these, as far as is possible, gathering some partial impression from the likenesses? What then is the device for [reaching God] from these things and yet [conceiving Him as] not these things? Or how [can He be] all these, and each perfectly—the One that is by nature uncompounded and incomparable? So does our mind labor to step outside bodily things and to consort, naked, with incorporeal things, so long as it surveys, together with its own weakness, things beyond its power.
2-1:117
ἐπεὶ ἐφίεται μὲν πᾶσα λογικὴ φύσις θεοῦ καὶ τῆς πρώτης αἰτίας·
因為每一個理性受造之性都渴慕神、渴慕那第一因;
For every rational nature longs for God and for the first Cause;
2-1:118
καταλαβεῖν δὲ ἀδυνατεῖ, δι' ἃς εἶπον αἰτίας
卻因我所陳述的緣故,無法領會〔祂〕。
but it is unable to apprehend [Him], for the reasons I have stated.
2-1:119
κάμνουσα δὲ τῷ πόθῳ, καὶ οἷον σφαδάζουσα, καὶ τὴν ζημίαν οὐ φέρουσα, δεύ τερον ποιεῖται πλοῦν, ἢ πρὸς τὰ ὁρώμενα βλέψαι, καὶ τούτων τι ποιῆσαι θεόν, κακῶς εἰδυῖα, – τί γὰρ τῶν ὁρατῶν τοῦ ὁρῶντος καὶ πόσον ἐστὶν ὑψηλότερόν τε καὶ θεοειδέστερον, ἵν'ᾖ τὸ μὲν προσ κυνοῦν, τὸ δὲ προσκυνούμενον; –ἢ διὰ τοῦ κάλλους τῶν ὁρωμένων καὶ τῆς εὐταξίας θεὸν γνωρίσαι, καὶ ὁδηγῷ τῇ ὄψει τῶν ὑπὲρ τὴν ὄψιν χρήσασθαι, ἀλλὰ μὴ ζημιωθῆναι θεὸν διὰ τῆς μεγαλοπρεπείας τῶν ὁρωμένων
它既因渴慕而勞苦、彷彿抽搐痙攣、不堪這缺失,便作「第二次航程」——要麼轉眼看那可見之物,把其中某一個當作神(這是判斷錯誤——因為在可見之物中,有什麼比那觀看者更高、更像神,以致一個成了敬拜者、另一個成了被拜者呢?);要麼藉著可見之物的美麗與良序而認識神,以視覺為嚮導引向那超乎視覺之物,卻不因可見之物的壯麗而失落了神。
And laboring with the longing, and as it were convulsing, and not bearing the loss, it makes a second voyage—either to look to things seen and make some one of these a god (judging ill—for what among visible things is higher and more godlike than the one who sees, that the one should be the worshipper, the other the worshipped?), or through the beauty and good order of the things seen to come to know God, and to use sight as a guide to things beyond sight, yet not to lose God through the magnificence of the things seen.
2-1:120
Ἐντεῦθεν οἱ μὲν ἥλιον, οἱ δὲ σελήνην, οἱ δὲ ἀστέρων πλῆθος, οἱ δὲ οὐρανὸν αὐτὸν ἅμα τούτοις, οἷς καὶ τὸ πᾶν ἄγειν δεδώκασι κατὰ τὸ ποιὸν ἢ ποσὸν τῆς κινήσεως·
於是,有些人〔敬拜〕日頭,有些人敬拜月亮,有些人敬拜眾星,有些人連同這些一起敬拜諸天本身,並按其運動的性質或數量,把統管宇宙的權柄歸給了它們;
Hence some [have worshipped] the sun, some the moon, some the multitude of stars, some heaven itself together with these, to which they have given the leading of the universe according to the quality or quantity of [their] motion;
2-1:121
οἱ δὲ τὰ στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, διὰ τὸ χρειῶδες, ὧν ἄνευ οὐδὲ συστῆναι δυνατὸν τὸν ἀνθρώπινον βίον·
另一些人〔敬拜〕那些元素——地、水、氣、火——因著它們的有用,沒有它們人的生命連存續都不可能;
others [worshipped] the elements—earth, water, air, fire—because of their usefulness, without which human life cannot even subsist;
2-1:122
ἐσεβάσθησαν, ὧν ἑώρων τὰ κάλλιστα θεοὺς προστησάμενοι
他們崇敬〔這些〕,把所見之物中最美的立為神明。
they venerated [these], setting up as gods those whose fairest [features] they beheld.
2-1:123
εἰσὶ δὲ οἳ καὶ εἰκόνας καὶ πλάσματα, πρῶτα μὲν τῶν οἰκείων, οἵ γε περιπαθέστεροι καὶ σωματικώτεροι, καὶ τιμῶντες τοὺς ἀπελθόντας τοῖς ὑπομνήμασιν·
也有人〔敬拜〕連雕像與塑像也拜,起先是拜自己〔已故親人〕的像,至少那情感較重、心思較屬肉體的人如此,藉著紀念物尊崇逝者;
And there are those who [worship] even images and figures—first those of their own [dead], at least the more emotional and bodily-minded among them, honoring the departed with memorials;
2-1:124
ἔπειτα καὶ τῶν ξένων, οἱ μετ' ἐκείνους καὶ μακρὰν ἀπ' ἐκείνων, ἀγνοίᾳ τῆς πρώτης φύσεως, καὶ ἀκολουθίᾳ τῆς παραδοθείσης τιμῆς, ὡς ἐννόμου καὶ ἀναγκαίας, ἐπειδὴ χρόνῳ τὸ ἔθος βεβαιωθὲν ἐνομίσθη νόμος
後來連外人〔的像〕也拜——就是他們之後、與他們相隔甚遠的人,因無知於那至初的本性,又跟從了那被當作合法且必要而傳下的尊崇,因為習俗經時日鞏固後,便被視為律法。
then [those] of strangers also—those after them and far removed from them, in ignorance of the first Nature, and following the honor handed down as lawful and necessary, since custom, confirmed by time, was reckoned as law.
2-1:125
οἶμαι δὲ καὶ δυναστείαν τινὲς θεραπεύοντες, καὶ ῥώμην ἐπαινέσαντες, καὶ κάλλος θαυμάσαντες, θεὸν ἐποίησαν τῷ χρόνῳ τὸν τιμώμενον, προσλαβόμενοί τινα καὶ μῦθον τῆς ἐξεπάτης ἐπίκουρον
我也想,有些人巴結權勢、稱頌力量、欽羨美貌,久而久之就把那受尊崇者立為神,還添上某種神話來助長這欺騙。
And I think too that some, courting power, or praising strength, or admiring beauty, in time made the one [thus] honored into a god, adding also some myth to abet the deception.
2-1:126
Οἱ ἐμπαθέστεροι δὲ αὐτῶν καὶ τὰ πάθη θεοὺς ἐνόμισαν, ἢ θεοῖς ἐτίμησαν, θυμόν, καὶ μιαιφονίαν, καὶ ἀσέλγειαν, καὶ μέθην, καὶ οὐκ οἶδ' ὅ τι ἄλλο τῶν τούτοις παραπλησίων, οὐ καλὴν οὐδὲ δικαίαν ταύτην ἀπολογίαν εὑράμενοι τῶν οἰκείων ἁμαρτημάτων
他們中那情慾更甚的人,竟把情慾本身當作神,或以〔神的尊位〕尊崇它們——忿怒、嗜殺、淫蕩、醉酒,以及我不知還有什麼諸如此類的——他們從中為自己的罪找到的,並不是什麼美好公正的辯護。
And the more passionate among them even reckoned the passions as gods, or honored them with [the rank of] gods—anger, and bloodthirstiness, and licentiousness, and drunkenness, and I know not what else of things like these—finding therein no fair nor just defense for their own sins.
2-1:127
καὶ τοὺς μὲν ἀφῆκαν κάτω, τοὺς δὲ ὑπὸ γῆν ἔκρυψαν, – τοῦτο συνετῶς μόνον, – τοὺς δὲ ἀνήγαγον εἰς τὸν οὐρανόν
他們把有些〔神〕留在下界,把有些藏在地底——唯獨這一件做得明智——又把有些升到天上。
And some [gods] they left below, and some they hid beneath the earth—this alone [done] sensibly—and some they led up into heaven.
2-1:128
ὢ τῆς γελοίας κληροδοσίας
這分配何其可笑!
O the ridiculous allotment!
2-1:129
εἶτα ἑκάστῳ τῶν πλασμάτων ὄνομά τι θεῶν ἢ δαι μόνων ἐπιφημίσαντες, κατὰ τὴν ἐξουσίαν καὶ αὐτονομίαν τῆς πλάνης, καὶ ἀγάλματα ἱδρυσάμενοι, ὧν καὶ τὸ πολυτελὲς δέλεαρ, αἵμασί τε καὶ κνίσσαις, ἔστι δὲ οἵ γε καὶ πράξεσι λίαν αἰσχραῖς, μανίαις τε καὶ ἀνθρωποκτονίαις, τιμᾷν τοῦτο ἐνόμισαν
於是,他們照著〔自己〕錯謬的放縱與任意,給每個塑像都加上某個神祇或鬼魔的名號,又立起偶像(偶像的奢華本身也是一種誘餌),便以為用血和祭牲的香氣尊崇這些就是〔敬虔〕——甚至有人〔尊崇它們〕竟用極可恥的行徑,用瘋狂與殺人。
Then, having attached to each of these figures some name of gods or demons, according to the license and self-will of [their] error, and having set up statues, whose costliness too was a bait, they reckoned it [piety] to honor these with blood and the savor of sacrifices—and there are even those [who honored them] with deeds exceedingly shameful, with madnesses and human slaughter.
2-1:130
τοιαύτας γὰρ ἔπρε πεν εἶναι θεῶν τοιούτων καὶ τὰς τιμάς
因為這樣的尊崇正配得這樣的神。
For such honors befitted such gods.
2-1:131
ἤδη δὲ καὶ κνωδάλοις, καὶ τετραπόδοις, καὶ ἑρπετοῖς, καὶ τούτων τοῖς αἰσχίστοις τε καὶ γελοιοτάτοις, ἑαυτοὺς καθύβρισαν, καὶ τούτοις φέροντες τὴν τοῦ θεοῦ δόξαν προσέθηκαν·
不止如此,他們甚至以蟲豸、走獸、爬行之物——並且是這些之中最可恥、最可笑的——羞辱了自己,把神的榮耀帶到這些〔受造之物〕身上、加在它們之上;
Nay, they even disgraced themselves with vermin, and four-footed beasts, and creeping things, and with the most shameful and most ridiculous of these, and bringing to these [creatures] the glory of God, they bestowed it [on them];
2-1:132
ὡς μὴ ῥᾴδιον εἶναι κρῖναι, ποτέρον δεῖ καταφρονεῖν μᾶλλον τῶν προσκυνούντων ἢ τῶν προσκυνουμένων
以致人難以判斷,究竟該更鄙視那敬拜者、還是那被敬拜者。
so that it is not easy to judge whether one ought rather to despise the worshippers or the worshipped.
2-1:133
τάχα δὲ καὶ πολὺ πλέον τῶν λατρευόντων, ὅτι λογικῆς ὄντες φύσεως, καὶ χάριν θεοῦ δεξάμενοι, τὸ χεῖρον ὡς ἄμεινον προεστή σαντο
但或許更該〔鄙視〕那敬拜者,因為他們本是理性之性、領受了神的恩典,竟把較劣的當作較優的立起來。
But perhaps far more [should one despise] the worshippers, because, being of a rational nature and having received the grace of God, they set up the worse as if it were the better.
2-1:134
καὶ τοῦτο τοῦ πονηροῦ τὸ σόφισμα, τῷ καλῷ καταχρησα μένου πρὸς τὸ κακόν, οἷα τὰ πολλὰ τῶν ἐκείνου κακουργημάτων
這正是那惡者的詭計,他濫用美善以行惡——他的大多數惡行都是如此。
And this is the sophistry of the evil one, who abused the good for evil—as are most of his villainies.
2-1:135
παραλαβὼν γὰρ αὐτῶν τὸν πόθον πλανώμενον κατὰ θεοῦ ζήτησιν, ἵν' εἰς ἑαυτὸν περισπάσῃ τὸ κράτος, καὶ κλέψῃ τὴν ἔφεσιν, ὥσπερ τυφλὸν χειραγωγῶν ὁδοῦ τινὸς ἐφιέμενον, ἄλλους ἀλλαχοῦ κατε κρήμνισε, καὶ διέσπειρεν εἰς ἕν τι θανάτου καὶ ἀπωλείας βάραθρον
因為他既擄獲了他們那在尋求神的途中迷失了的渴慕——為要把那能力奪歸於己、竊去那嚮往,像牽引一個盼著要走某條路的瞎子一樣——便把他們四下推落懸崖,這個推這邊、那個推那邊,將他們撒散進那同一個死亡與滅亡的深坑。
For having taken their longing, wandering in its search after God—in order to wrest the power to himself and steal away the yearning, leading them by the hand like a blind man desiring some road—he flung them headlong, some here, some there, and scattered them into one pit of death and destruction.
2-1:136
ἡμᾶς δὲ ὁ λόγος δεξάμενος ἐφιεμένους θεοῦ, καὶ μὴ ἀνεχομένους τὸ ἀνηγεμόνευτόν τε καὶ ἀκυβέρνητον, εἶτα τοῖς ὁρωμένοις προσβάλλων καὶ τοῖς ἀπαρχῆς ἐντυγχάνων, οὔτε μέχρι τούτων ἔστησεν, –οὐ γὰρ ἦν λόγου δοῦναι τὴν ἡγεμονίαν τοῖς ὁμοτίμοις κατὰ τὴν αἴσθησιν, –καὶ διὰ τούτων ἄγει πρὸς τὸ ὑπὲρ ταῦτα, καὶ δι' οὗ τούτοις τὸ εἶναι περίεστιν
但那「道」既接納了我們這些渴慕神、不堪沒有領袖與舵手的人,便觸及那可見之物、與那最初之物相遇,卻不止於這些(因為把「理性」的領導權交給那在感官上與〔我們〕同等的事物,是不合宜的),乃藉著這些把我們引上去,達到那超乎其上、且為其存在之源的那一位。
But the Word, having received us who long for God and cannot endure to be without a leader and helmsman, then, striking upon the things seen and meeting with the primal things, did not stop even at these (for it was not [right] to give the leadership of reason to things equal in rank [with us] in respect of sense), and through these leads us up to that which is above these, and through which they have their being.
2-1:137
τί γὰρ τὸ τάξαν τὰ οὐράνια καὶ τὰ ἐπίγεια, ὅσα τε δι' ἀέρος καὶ ὅσα καθ' ὕδατος, μᾶλλον δὲ τὰ πρὸ τούτων, οὐρανόν, καὶ γῆν, καὶ ἀέρα, καὶ φύσιν ὕδατος; τίς ταῦτα ἔμιξε καὶ ἐμέρισεν; τίς ἡ κοινωνία τούτων πρὸς ἄλληλα, καὶ συμφυία, καὶ σύμπνοια; ἐπαινῶ γὰρ τὸν εἰρηκότα, κἂν ἀλλότριοςᾖ
因為,是什麼安排了天上之物與地上之物、空中的一切與水中的一切——或更該說,安排了在這些之先的那些:天、地、氣,以及水的本性?是誰把這些調和、分配?這些彼此間的交通、和諧、同氣相應,是怎麼來的?因為我稱許那說這話的人,縱然他是個外人。
For what is it that ordered the heavenly things and the earthly, and all that is through the air and all that is in the water—or rather, [the things] before these: heaven, and earth, and air, and the nature of water? Who mingled these and apportioned them? What is the communion of these with one another, and their concord, and their conspiration? For I praise him who said it, even if he be a stranger.
2-1:138
τί τὸ ταῦτα κεκινηκὸς καὶ ἄγον τὴν ἄληκτον φορὰν καὶ ἀκώλυτον; ἆρ' οὐχ ὁ τεχνίτης τούτων, καὶ πᾶσι λόγον ἐνθείς, καθ' ὃν τὸ πᾶν φέρεταί τε καὶ διεξάγεται; τίς δὲ ὁ τεχνίτης τούτων; ἆρ' οὐχ ὁ πεποιηκὼς ταῦτα καὶ εἰς τὸ εἶναι παραγαγών; οὐ γὰρ δὴ τῷ αὐτομάτῳ δοτέον τοσαύτην δύναμιν
是什麼使這些運轉、驅動著這永不止息、無可攔阻的運行?豈不是這些的「巧匠」,祂在萬物中植入了一個法則,宇宙便照著它被帶動、被引導?而這些的「巧匠」是誰?豈不就是那造了它們、使它們進入存在的那一位?因為我們斷不可把這樣大的能力歸給「偶然」。
What is it that set these in motion and drives this ceaseless and unhindered course? Is it not the Craftsman of these, who has implanted in all things a reason according to which the universe is borne and conducted? And who is the Craftsman of these? Is it not He who made them and brought them into being? For surely we must not assign so great a power to chance.
2-1:139
ἔστω γὰρ τὸ γενέσθαι τοῦ αὐτομάτου
因為,就算「成形存在」是出於偶然吧;
For grant that the coming-into-being were of chance;
2-1:140
τίνος τὸ τάξαι; καὶ τοῦτο, εἰ δοκεῖ, δῶμεν
那麼,「安排有序」是誰的工作?這一點,你若願意,我們也姑且承認〔是偶然的〕。
whose is the ordering? And this too, if you please, let us grant.
2-1:141
τίνος τὸ τηρῆσαι καὶ φυλάξαι καθ' οὓς πρῶτον ὑπέστη λόγους; ἑτέρου τινός, ἢ τοῦ αὐτομάτου; ἑτέρου δηλαδὴ παρὰ τὸ αὐτόματον
那麼,按著它們起初賴以存在的那些法則去「保守看護」〔它們〕,又是誰的工作?是別的某位、還是偶然的?顯然是別的某位,而非偶然。
Whose is the keeping and guarding [of them] according to the principles by which they first subsisted? Some other's, or chance's? Some other's, clearly, than chance.
2-1:142
τοῦτο δὲ τί ποτε ἄλλο πλὴν θεός; οὕτως ὁ ἐκ θεοῦ λόγος, καὶ πᾶσι σύμφυτος, καὶ πρῶτος ἐν ἡμῖν νόμος, καὶ πᾶσι συνημμένος, ἐπὶ θεὸν ἡμᾶς ἀνήγαγεν ἐκ τῶν ὁρωμένων
而這「別的某位」除了神之外還能是誰?這樣,那從神而來、植根於萬物、為我們裡面頭一條律、又與萬物相聯的「理性」,便從可見之物把我們引上去達到神。
And what is this other but God? So the reason that is from God, and implanted in all, and the first law within us, and conjoined to all, has led us up to God from the things seen.
2-1:143
καὶ δὴ λέγωμεν ἀρξάμενοι πάλιν
那麼,讓我們重新開始說起。
Come then, let us begin again and speak.
2-1:144
Θεόν, ὅ τί ποτε μέν ἐστι τὴν φύσιν καὶ τὴν οὐσίαν, οὔτε τις εὗρεν ἀνθρώπων πώποτε, οὔτε μὴ εὕρῃ
至於神在本性與本質上是什麼:人中從未有人查出過,也永不能查出。
As to what God is in nature and essence: no one among men has ever yet found out, nor shall find out.
2-1:145
ἀλλ' εἰ μὲν εὑρήσει ποτέ, ζητείσθω τοῦτο καὶ φιλοσοφείσθω παρὰ τῶν βουλομένων
但這是否終有一日能被查出,就讓願意的人去尋求、去思辨吧。
But whether it shall ever be found out, let this be sought and philosophized about by those who wish.
2-1:146
θεοειδὲς τοῦτο καὶ θεῖον, λέγω δὲ τὸν ἡμέτερον νοῦν τε καὶ λόγον, τῷ οἰκείῳ προσμίξῃ, καὶ ἡ εἰκὼν ἀνέλθῃ πρὸς τὸ ἀρχέτυπον, οὗ νῦν ἔχει τὴν ἔφεσιν
〔這事必要被查出,〕乃在這像神而屬神之物——我是指我們的心思與理性——與它的同類相混、那「形像」上升到那「原型」(即它如今所嚮往的那一位)之時。
[It will be found out] when this godlike and divine thing—I mean our mind and reason—shall be mingled with its kindred, and the image shall ascend to the Archetype, of which it now has the yearning.
2-1:147
καὶ τοῦτο εἶναί μοι δοκεῖ τὸ πάνυ φιλοσοφούμενον, ἐπιγνώσεσθαι ποτε ἡμᾶς, ὅσον ἐγνώσμεθα
在我看來,這正是那備受思辨的真理:就是我們有一天必全知道,如同主知道我們一樣。
And this seems to me to be that highly philosophized truth: that we shall one day know even as we are known.
2-1:148
τὸ δὲ νῦν εἶναι βραχεῖά τις ἀπορροὴ πᾶν τὸ εἰς ἡμᾶς φθάνον, καὶ οἷον μεγάλου φωτὸς μικρὸν ἀπαύγασμα
但就目前而言,那一切達到我們這裡的,不過是一道短淺的流溢,彷彿是大光的一線微弱餘輝。
But for the present, all that reaches us is a short emanation, and as it were a small effulgence of a great light.
2-1:149
ὥστε καὶ εἴ τις ἔγνω θεόν, ἢ ἐγνωκέναι μεμαρτύρηται, τοσοῦτον ἔγνω, ὅσον ἄλλου μὴ τὸ ἴσον ἐλλαμφθέντος φανῆναι φωτοειδέστερος
因此,縱有人認識了神、或被見證為認識了〔祂〕,他所認識的,也不過多到足以使他比另一個未受同等光照的人顯得更滿有光輝罷了。
So that even if anyone has known God, or is attested to have known [Him], he has known only so much as to appear, compared with another not equally illumined, more full of light.
2-1:150
καὶ τὸ ὑπερβάλλον τέλειον ἐνομίσθη, οὐ τῇ ἀληθείᾳ, τῇ δὲ τοῦ πλησίον δυνάμει παραμετρούμενον
而這種超越被算為「完全」,並非按真理而論,乃是以鄰人的能力為尺度去衡量的。
And this superiority was reckoned perfect, not in truth, but measured by the capacity of one's neighbor.
2-1:151
ἐλπὶς τὸ κατορθούμενον ἦν, καὶ τοῦτο οὐ γνώσεως, ἀλλ' ἐπικλήσεως
所成就的,原是盼望;而這盼望也不是出於知識,乃是出於呼求。
Hope was what was achieved; and this not of knowledge, but of invocation.
2-1:152
Ἐνὼχ δὲ μετετέθη μέν, οὔπω δὲ δῆλον, εἰ θεοῦ φύσιν περιλαβὼν ἢ περιληψόμενος
以諾被提去了,但他是否曾領會、或將要領會神的本性,至今仍不清楚。
Enoch was translated, but it is not yet clear whether he had comprehended, or shall comprehend, the nature of God.
2-1:153
τοῦ δὲ Νῶε καλὸν ἡ εὐαρέστησις, τοῦ καὶ κόσμον ὅλον ἐξ ὑδάτων διασώσασθαι πιστευθέντος, ἢ κόσμου σπέρματα, ξύλῳ μικρῷ φεύγοντι τὴν ἐπίκλυσιν
挪亞那蒙神喜悅的〔生命〕是美好的,他被託付從洪水中拯救整個世界——或說一個世界的種子——靠一隻小小的木船躲避那洪流。
And fair was the well-pleasing [life] of Noah, who was entrusted with saving a whole world—or the seeds of a world—from the waters, in a little wooden vessel fleeing the deluge.
2-1:154
Ἀβραὰμ δὲ ἐδικαιώθη μὲν ἐκ πίστεως, ὁ μέγας πατριάρχης, καὶ θύει θυσίαν ξένην καὶ τῆς μεγάλης ἀντίτυπον
亞伯拉罕這位偉大的先祖因信稱義,他獻上一個奇異的祭,就是那偉大〔祭物〕的預表;
And Abraham was justified by faith, the great patriarch, and offers a strange sacrifice, the antitype of the great [Sacrifice];
2-1:155
θεὸν δὲ οὐχ ὡς θεὸν εἶδεν, ἀλλ' ὡς ἄνθρωπον ἔθρεψε, καὶ ἐπῃνέθη, σεβασθεὶς ὅσον κατέλαβεν
然而他見神不是當作神而見,乃是當作人款待,並且因著按他所領會的程度敬奉了祂而受了稱讚。
yet he saw God not as God, but entertained Him as a man, and was praised, having revered Him as far as he apprehended.
2-1:156
Ἰακὼβ δὲ κλίμακα μὲν ὑψηλὴν ἐφαντάσθη τινά, καὶ ἀγγέλων ἄνοδον, καὶ στήλην ἀλείφει μυστικῶς, ἴσως ἵνα τὸν ὑπὲρ ἡμῶν ἀλειφέντα λίθον παραδηλώσῃ, καὶ Εἶδος Θεοῦ τόπῳ τινὶ προσηγορίαν δίδωσιν εἰς τιμὴν τοῦ ὀφθέντος, καὶ ὡς ἀνθρώπῳ τῷ θεῷ προσπαλαίει, ἥτις ποτέ ἐστιν ἡ πάλη θεοῦ πρὸς ἄνθρωπον, ἢ τάχα τῆς ἀνδρω πίνης ἀρετῆς πρὸς θεὸν ἀντεξέτασις, καὶ σύμβολα τῆς πάλης ἐπὶ τοῦ σώματος φέρει, τὴν ἧτταν παραδεικνύντα τῆς γενητῆς φύσεως, καὶ ἆθλον εὐσεβείας τὴν μεταβολὴν τῆς προσηγορίας λαμβάνει, μετονομασθεὶς ἀντὶ Ἰακὼβ Ἰσραήλ, τοῦτο δὴ τὸ μέγα καὶ τίμιον ὄνομα·
雅各夢見了一架高聳的梯子、眾天使的上行,又奧祕地膏了一根柱子——或許是要預表那為我們受膏的「磐石」——並把某地起名叫「神的形像」,以尊崇那向他顯現的,又像與人一般與神摔跤——無論神與人的這摔跤是何意,或許是人的德行與神的較量——且在身上帶著摔跤的記號,顯出受造之性的落敗,並得了敬虔的獎賞,就是名字的更改,從雅各被改名為以色列,這偉大而尊貴的名;
And Jacob imagined a certain lofty ladder, and an ascent of angels, and anoints a pillar mystically—perhaps that he might foreshadow the Stone anointed for us—and gives to a certain place the name "Form of God" in honor of Him who appeared, and wrestles with God as with a man—whatever that wrestling of God with man may be, or perhaps the comparison of human virtue against God—and bears upon his body tokens of the wrestling, which display the defeat of the created nature, and receives as the prize of piety the change of his name, being renamed Israel instead of Jacob—that great and honorable name;
2-1:157
ἐκεῖνο δὲ οὔτε αὐτὸς οὔτε τις ὑπὲρ αὐτὸν μέχρι σήμερον ἐκαυχήσατο τῶν δώδεκα φυλῶν, ὧν πατὴρ ἦν, ὅτι θεοῦ φύσιν ἢ ὄψιν ὅλην ἐχώρησεν
然而無論是他、或在他以上的人,就是他作其父的那十二支派中,沒有一個直到今日敢誇口說自己曾容納了神的本性、或神的全部顯現。
but neither he nor anyone above him among the twelve tribes, of whom he was the father, has to this day boasted that he contained the nature or the whole vision of God.
2-1:158
Ἠλίᾳ δὲ οὔτε πνεῦμα βίαιον, οὔτε πῦρ, οὔτε συσσεισμός, ὡς τῆς ἱστορίας ἀκούεις, ἀλλ' ἡ αὔρα τις ὀλίγη τὴν τοῦ θεοῦ παρου σίαν, καὶ ταῦτα οὐ φύσιν, ἐσκιαγράφησεν·
至於以利亞,正如你從那記載所聽見的,向他顯現的既不是烈風、不是火、也不是地震,乃是一陣微小的風聲,勾畫出神的同在——而且這還不是〔祂的〕本性;
And to Elijah [it was] neither a violent wind, nor fire, nor earthquake, as you hear from the history, but a certain gentle breeze that sketched out the presence of God—and that not [His] nature;
2-1:159
Ἠλίᾳ τίνι; ὃν καὶ ἅρμα πυρὸς ἀνάγει πρὸς οὐρανόν, δηλοῦν τοῦ δικαίου τὸ ὑπὲρ ἄνθρωπον
是哪一位以利亞呢?就是那連火車都把他帶上天去的,這顯明了那義人超乎常人的〔特質〕。
to which Elijah? The one whom even a chariot of fire leads up to heaven, signifying the more-than-human [quality] of the righteous man.
2-1:160
Μανωὲ δὲ τὸν κριτὴν πρότερον, καὶ Πέτρον τὸν μαθητὴν ὕστερον, πῶς οὐ τεθαύμακας; τὸν μὲν οὐδὲ ὄψιν φέροντα τοῦ φαντασθέντος θεοῦ, καὶ διὰ τοῦτο, Ἀπολώλαμεν, ὦ γύναι, λέγοντα, θεὸν ἑωρά καμεν·
再者,古時那士師瑪挪亞、以及後來那門徒彼得,你怎能不希奇呢?——前者連那顯現之神的容貌都承受不住,因而說:「妻啊,我們必死,因為我們看見了神」;
And how have you not marveled at Manoah the judge of old, and Peter the disciple of later times?—the one not even bearing the sight of the God who appeared, and therefore saying, "We are undone, O wife, we have seen God";
2-1:161
ὡς οὐ χωρητῆς οὔσης ἀνθρώποις οὐδὲ φαντασίας θείας, μὴ ὅτι γε φύσεως·
彷彿連神的顯現尚且不是人所能容納的,更何況〔神的〕本性;
as if neither the divine vision, much less the [divine] nature, were containable by men;
2-1:162
τὸν δὲ καὶ τὸν φαινόμενον Χριστὸν τῷ πλοίῳ μὴ προσιέμενον, καὶ διὰ τοῦτο ἀποπεμπόμενον
而後者卻不容那顯明的基督進到船上,並因此求〔祂〕離開。
and the other not admitting the manifest Christ into the boat, and on this account praying [Him] to depart.
2-1:163
καίτοιγε θερμό τερος τῶν ἄλλων εἰς ἐπίγνωσιν Χριστοῦ Πέτρος, καὶ διὰ τοῦτο μακαριζόμενος, καὶ τὰ μέγιστα πιστευόμενος
然而彼得在認識基督上比別人更熱切,並因此蒙了福,也被託付了最大的事。
And yet Peter was warmer than the others in the recognition of Christ, and on this account was blessed, and was entrusted with the greatest things.
2-1:164
τί δ' ἂν εἴποις περὶ Ἠσαίου, καὶ Ἰεζεχιὴλ τοῦ τῶν μεγίστων ἐπόπτου, καὶ τῶν λοιπῶν προφητῶν; ὧν ὁ μὲν τὸν Κύριον Σαβαὼθ εἶδε καθήμενον ἐπὶ θρόνου δόξης, καὶ τοῦτον ὑπὸ τῶν ἑξαπτερύγων σεραφὶμ κυκλού μενον καὶ αἰνούμενον καὶ ἀποκρυπτόμενον, ἑαυτόν τε τῷ ἄνθρακι καθαιρόμενον, καὶ πρὸς τὴν προφητείαν καταρτιζόμενον·
你又要怎麼說以賽亞、那觀看至大之事的以西結、以及其餘的眾先知呢?他們中一位看見「萬軍之耶和華」坐在榮耀的寶座上,被那六翼的撒拉弗環繞、稱頌、遮蔽,他自己也被那炭潔淨、被裝備好去說預言;
And what would you say about Isaiah, and Ezekiel the beholder of the greatest things, and the rest of the prophets? Of whom the one saw the Lord of Sabaoth seated upon a throne of glory, and Him encircled and praised and concealed by the six-winged seraphim, and himself purified by the coal and made ready for prophecy;
2-1:165
ὁ δὲ καὶ τὸ ὄχημα τοῦ θεοῦ τὰ χερουβὶμ διαγράφει, καὶ τὸν ὑπὲρ αὐτῶν θρόνον, καὶ τὸ ὑπὲρ αὐτοῦ στερέωμα, καὶ τὸν ἐν τῷ στερεώματι φανταζόμενον, καὶ φωνὰς δή τινας, καὶ ὁρμάς, καὶ πράξεις, καὶ ταῦτα εἴτε φαντασία τις ἦν ἡμερινή, μόνοις θεωρητὴ τοῖς ἁγίοις, εἴτε νυκτὸς ἀψευδὴς ὄψις, εἴτε τοῦ ἡγεμονικοῦ τύπωσις συγγι νομένη τοῖς μέλλουσιν ὡς παροῦσιν, εἴτε τι ἄλλο προφητείας εἶδος ἀπόρρητον, οὐκ ἔχω λέγειν·
而另一位則描繪那基路伯、神的車輦、其上的寶座、寶座之上的穹蒼、以及那在穹蒼中顯現的,並某些聲音、衝動與行動——至於這究竟是某種日間的異象、唯獨眾聖徒所見的,還是夜間真實的景象,或是那主導心智的一種印象、它與未來之事相交如同它們現今臨在一般,又或是別種不可言喻的預言形式,我說不上來;
and the other depicts the cherubim, the chariot of God, and the throne above them, and the firmament above it, and Him who appeared in the firmament, and certain voices, and impulses, and acts—and whether this was some daytime vision, beheld by the saints alone, or a truthful sight by night, or an impression of the ruling faculty consorting with things future as if present, or some other ineffable kind of prophecy, I cannot say;
2-1:166
ἀλλ' οἶδεν ὁ τῶν προφητῶν θεός, καὶ οἱ τὰ τοιαῦτα ἐνεργούμενοι
唯有那眾先知的神知道,並那些在他們身上成就了此等事的人知道。
but the God of the prophets knows, and those in whom such things were wrought.
2-1:167
πλὴν οὔτε οὗτοι περὶ ὧν ὁ λόγος, οὔτε τις ἄλλος τῶν κατ' αὐτούς, ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ κυρίου, κατὰ τὸ γεγραμμένον, οὐδὲ θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσεν
然而無論是我們所論的這些人、或與他們同類的任何別人,照經上所記,都未曾「站在主的根基與本質中」,也未曾看見或宣告過神的本性。
But neither these of whom we speak, nor any other of their like, has stood "in the substance and essence of the Lord," according to what is written, nor has either seen or declared the nature of God.
2-1:168
Παύλῳ δὲ εἰ μὲν ἔκφορα ἦνἃ παρέσχεν ὁ τρίτος οὐρανός, καὶ ἡ μέχρις ἐκείνου πρόοδος ἢ ἀνάβασις ἢ ἀνάληψις, τάχα ἄν τι περὶ θεοῦ πλέον ἔγνωμεν, εἴπερ τοῦτο ἦν τὸ τῆς ἁρπαγῆς μυστήριον
至於保羅,那第三層天所賜給他的事,以及那達於其上的長進、上升或被提,若是可以說出來的,我們對神或許就能多知道一些了——假使這真是那「被提」之奧祕的內容。
And as for Paul, if the things which the third heaven afforded had been utterable, and that progress or ascent or assumption up to it, perhaps we should have known something more about God—if indeed this was the mystery of the rapture.
2-1:169
ἐπεὶ δὲ ἄρρητα ἦν, καὶ ἡμῖν σιωπῇ τιμάσθω
但這些事既是不可言喻的,就讓我們也以緘默尊崇它們吧。
But since they were unspeakable, let them be honored by us also with silence.
2-1:170
τοσοῦτον δὲ ἀκούσω μεν αὐτοῦ Παύλου λέγοντος, ὅτι ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν
只是讓我們聽保羅自己這樣說:「我們所知道的有限,所講說的也有限。」
But let us hear so much of Paul himself, saying that "we know in part, and we prophesy in part."
2-1:171
ταῦτα καὶ τὰ τοιαῦτα ὁμολογεῖ ὁ μὴ ἰδιώτης τὴν γνῶσιν, ὁ δοκιμὴν ἀπειλῶν τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ, ὁ μέγας τῆς ἀληθείας προαγωνιστὴς καὶ διδάσκαλος
這些以及諸如此類的事,乃是那在知識上絕非門外漢的人所承認的,他揚言要顯出那在他裡面說話之基督的憑據,他是真理的偉大鬥士與教師。
These and such things are confessed by him who is no layman in knowledge, who threatens to give proof of the Christ speaking in him, the great champion and teacher of the truth.
下一段 →
← 第 1-1 章第 3-1 章 →
1-12-13-14-1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。