📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 藥箱(駁八十異端)

藥箱(駁八十異端) 第 1 章 第 80/82 段

希臘文原文.105 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:12630–1:12734(全章共 12976 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:12630
τὴν σοφίαν τιμήσασα προήχθη, οὕτω καὶ οἱ τοῦ θεοῦ δοῦλοι οἱ ἀληθῶς ἐπὶ τῆς στερεᾶς πέτρας τῆς ἀληθείας τεθεμελιωμένοι καὶ τὸν οἶκον αὐτῶν ἀσφαλῶς οἰκοδομοῦντες ἰδίαις χερσὶ τὰς λεπτὰς αὐτῶν ἐργασίας ἐργάζονται κατὰ τὴν ἑκάστου τέχνην, ἐν στόματι δὲ σχεδὸν πᾶσαν θείαν γραφὴν ἀπαγγέλλουσιν, ἀκμητί τε καὶ ἀόκνως συχνὰς ποιοῦνται τὰς ἀγρυπνίας, τοῦτο μὲν ἐν εὐχαῖς, τοῦτο δὲ ἐν ψαλμῳδίαις, ἐνδελεχῶς δὲ τὰς συνελεύσεις τὰς ἐξ ἔθους ἐνθέσμως τεταγμένας, διημερεύουσί τε πάντοτε κατὰ τὰς ἀδιαλείπτους κατὰ διάστημα ὥρας τὰς εὐχὰς θεῷ ἀκαταγνώστως μετὰ ταπεινοφροσύνης πολλῆς καὶ οἰμωγῆς ἐπιπόνου ἀναπέμποντες, ταῖς τε ἰδίαις χερσίν, ὡς ἔφην, ἐργαζόμενοι μετὰ καὶ τῆς πνευματικῆς ἐργασίας, ἵνα μὴ ἐπιδεεῖς γένωνται καὶ εἰς ὑποκρίσεις ἀνθρωπίνας ἐμπέσωσι, καὶ οὐκέτι τῷ ἀσεβοῦντι δυνάμενοι τὰ ἀληθῆ λέγειν οὔτε ἐκτὸς ῥύπου εἶναι τῶν ἀπὸ ἀδικίας ἀνθρώπων πλουσίων καὶ πλεονεκτούντων τοὺς πένητας οὔτε ἐκτὸς σιτίων τοιούτων γίνεσθαι, μὴ δυνάμενοι ἐκ δικαίων πόνων. τὴν ἐφήμερον ἔχειν τροφήν, ἀλλ' ἀναγκαζόμενοι διὰ τὸ ἐνδεὲς τῆς ἀεργίας τραπέζης πλουσίων μετέχειν
……因尊崇智慧而得高升;照樣,神的眾僕人,那些真正建立在真理磐石之上、穩妥建造自己房屋的人,也親手按著各人的技藝,做他們卑微的工作;他們口中幾乎能誦出全部的聖經,不倦不怠地常常守夜,時而祈禱,時而唱詩,並持續參加按著慣例合乎法度所定的聚會;他們終日不斷,按著不間斷的時辰,帶著極大的謙卑與辛勞的哀嘆,向神獻上無可指摘的禱告;並且如我所說,親手勞作,同時也從事屬靈的工作,免得他們陷入缺乏,落入人為的假冒為善,以致再也不能向不敬虔的人講真話,也不能免於那些行不義、欺壓窮人之富人的污穢,也不能免於吃這樣的食物——因為他們無法靠著正當的勞苦得著每日的糧食,反倒因懶惰所致的匱乏,被迫分享富人的筵席。
...having honored wisdom, she was advanced; so too the servants of God, who are truly founded upon the solid rock of truth and securely build their own house, work with their own hands their humble trades according to each one's craft, while with their mouth they recite almost the whole of divine Scripture; untiringly and unweariedly they keep frequent vigils, now in prayers, now in psalmody, and continually attend the assemblies lawfully appointed by custom; they spend their days always, at the unceasing intervals of the hours, sending up prayers to God blamelessly with much humility and laborious lamentation, and, as I said, working with their own hands together with spiritual labor, so that they may not become needy and fall into human hypocrisies, no longer able to speak the truth to the impious, nor free from the defilement of unjust rich men who take advantage of the poor, nor free from partaking of such food—being unable, from righteous toils, to obtain their daily sustenance, but being compelled, because of the want caused by idleness, to partake of the table of the rich.
1:12631
ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς
因為這些事乃屬乎虛假的生活。
For these things pertain to a false life.
1:12632
καὶ πάλιν ἐν ἄλλῳ τόπῳ ὅτι τοιαῦτά σε δεῖ παρασκευάζειν, εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν αὐτοῦ βρωμάτων·
又在另一處說:「你當為自己預備這樣的東西;你若過於貪食,就不可貪愛他的食物。」
And again in another place: 'You ought to prepare such things for yourself; but if you are more insatiable, do not desire his foods.'
1:12633
ἐν τούτοις γὰρ ἐδοξάσθησαν οἱ παῖδες οἱ ἐν τῇ Βαβυλῶνι, ἀρνησάμενοι τράπεζαν βασιλέως καὶ αἱρησάμενοι σπέρμασιν ἀρκεῖσθαι ἢ τραπέζῃ καὶ βρώμασι, χρήμασι καὶ δόξῃ ἀποταξάμενοι, ὡς Μωυσῆς μᾶλλον εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἤπερ ἀπολαύειν τῶν ἐν Αἰγύπτῳ θησαυρῶν, ἐργαζόμενος δὲ ἰδίαις χερσὶν ἔτυχε προφητείας
因為正是在這樣的事上,那些在巴比倫的少年人得了榮耀,他們拒絕了王的膳食,寧可只以蔬菜果腹,也不願享用豐盛的筵席與美食,棄絕了錢財與尊榮;正如摩西寧可與神的百姓同受苦害,也不願享受埃及的財寶,並且他親手勞作,因而得著先知的恩賜。
For in these things the children in Babylon were glorified, having refused the king's table and chosen rather to be content with pulse than with a table and rich foods, having renounced wealth and glory; as Moses too rather chose to suffer affliction with the people of God than to enjoy the treasures in Egypt, and by working with his own hands he attained to prophecy.
1:12634
προβάτων γὰρ οὗτος ποιμὴν κατέστη ὁ εὐγενὴς καὶ υἱὸς θυγατρὸς βασιλέως, ἵνα μὴ ἀργὸν ἐσθίῃ ἄρτον, ὡς καὶ διδάσκει ὁ πατὴρ ἡμῶν Ἰακώβ, λέγων τῷ Λάβαν δός μοι ἐργασίαν, ἵνα ἐργάζωμαι καὶ ἀπολαύσω τοῦ ἰδίου ἄρτου
因為這位尊貴之人,雖是王女之子,卻甘為牧羊人,免得白吃閒飯;正如我們的先祖雅各也曾教導的那樣,他對拉班說:「給我工作,好讓我勞作,享用自己的糧食。」
For this noble man, though the son of the king's daughter, became a shepherd of sheep, so that he might not eat idle bread, just as our father Jacob also teaches, saying to Laban, 'Give me work, that I may labor and enjoy my own bread.'
1:12635
καὶ αὐτὸς πάλιν ποιμαίνειν προστέτακται παρὰ τοῦ ἰδίου πενθεροῦ, ἵνα μὴ ἀργὸν ἄρτον ἐσθίωσιν οἱ δίκαιοι
而他自己也再次奉他岳父之命去牧放羊群,免得義人白吃閒飯。
And he himself was again commanded by his own father-in-law to shepherd, so that the righteous might not eat idle bread.
1:12636
τοῖς δὲ ἀποστόλοις εἴρηται ἀρκεῖσθαι τῷ λόγον κηρύττειν, ἵνα μὴ ἀσχολῶνται ἀπὸ πόλεως εἰς πόλιν καὶ ἀπὸ τόπου εἰς τόπον ἐπὶ τὸ κήρυγμα τὴν πορείαν ποιούμενοι
至於使徒們,則被吩咐只需以傳道為足,免得他們在為傳道而奔波於城與城之間、地與地之間時,還要分心從事別的營生。
But to the apostles it was said that they should be content to preach the word, so that they might not be occupied with other labor as they made their journey from city to city and from place to place for the sake of preaching.
1:12637
ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ καὶ ἀρκετὸν τῷ ἐργαζομένῳ ἡ τροφὴ αὐτοῦ
因為工人配得他的工價,做工的人有自己的食物就足夠了。
For the laborer is worthy of his wage, and sufficient for the one who works is his food.
1:12638
καὶ τοῖς δὲ ποιμέσιν ὡσαύτως διὰ τὴν τῶν λαῶν συχνὴν ἀσχολίαν καὶ τὴν ἐκκλησιαστικὴν διοίκησιν καὶ ἐνδελεχῆ λειτουργίαν φησὶν ὁ θεῖος λόγος τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; ἢ τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐ μεταλαμβάνει; καὶ φησί τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν, ἵνα τὸν πρεσβύτερον ἢ τὸν ἐπίσκοπον μὴ ἐλαττούμενον τῆς ἐφημέρου τροφῆς καταστήσειε, προτρεπόμενος λαοὺς ἐκ δικαίων πόνων νέμειν τὰ πρὸς τροφὴν τοῖς ἱερεῦσι διὰ ἀπαρχῶν τε καὶ προσφορῶν καὶ τῶν ἄλλων·
至於眾牧者也是如此;因著他們常需忙於百姓之事、教會的治理及不間斷的事奉,神聖的話語說:「誰牧養羊群不吃羊群的奶呢?誰栽種葡萄園不吃園中的果子呢?」又說,勞苦的農夫理當先得糧食,免得長老或主教在日用飲食上有所短缺;並勸勉百姓,當從自己正當的勞苦所得中,藉著初熟之物、供物及其他方式,供給祭司們的食物;
And likewise for the pastors, because of their frequent occupation with the people, and the ecclesiastical administration, and continual ministry, the divine word says, 'Who shepherds a flock and does not eat of its milk? Or who plants a vineyard and does not partake of its fruit?' And it says that the laboring farmer must be the first to partake of the fruits, so that the elder or the bishop might not be left lacking daily food, exhorting the peoples to allot, out of their righteous labors, food for the priests through firstfruits and offerings and other means;
1:12639
ὧν ἐξουσίαν ἔχοντες οἱ ἐκ θεοῦ τοὺς λαοὺς ὁδηγεῖν προστεταγμένοι οὐδὲ τούτοις κέχρηνται κατακόρως οἱ θεῷ τελείως εὐαρεστεῖν ἐπαγγελλόμενοι
然而,即便擁有這樣的權柄,那些蒙神指派引導百姓的人,也就是那些自稱要完全討神喜悅的人,卻不曾濫用這些權利。
Of which rights, though they have the authority, those appointed by God to guide the people do not even make full use—that is, those who profess to please God perfectly.
1:12640
Καὶ γὰρ ἐξ αὐτῶν τῶν τοῦ θεοῦ ἱερέων τινὲς καὶ αὐτοὶ μετὰ τοῦ κηρύγματος τοῦ λόγου μιμούμενοι τὸν ἅγιον αὐτῶν μετὰ τὸν θεὸν. ἐν Χριστῷ πατέρα, φημὶ δὲ Παῦλον τὸν ἅγιον ἀπόστολον, καὶ αὐτοὶ κατὰ τὸ δυνατόν, εἰ καὶ μὴ πάντες, ἀλλ' οἱ πλείους ταῖς ἰδίαις χερσὶν ἐργαζόμενοι, οἵαν δ' ἂν ἀναλόγως συμπρέπουσαν τῷ ἀξιώματι καὶ τῇ τῆς ἐκκλησιαστικῆς φροντίδος ἐνδελεχείᾳ εὕροιεν ἐργάζονται τέχνην, ὅπως μετὰ τοῦ λόγου καὶ τοῦ κηρύγματος ἡ συνείδησις χαίρῃ, καὶ διὰ χειρῶν ἰδίων καρποφοροῦσα καὶ ἑαυτῇ ἐπαρκουμένη τοῖς τε ἀδελφοῖς καὶ ἐνδεομένοις τὴν μετὰ χεῖρας οἰκονομίαν, τὴν ἐξ ἀπαρχῶν δέ φημι καὶ προσφορῶν καὶ ἐξ αὐτῶν τῶν διὰ χειρῶν εἰργασμένων, δι' ὑπερβολὴν διαθέσεως πρὸς θεὸν καὶ τοὺς πέλας ἑκουσίως μεταδιδοῦσα·
事實上,就連神的祭司當中,也有一些人,一面傳講道理,一面效法他們在基督裡、在神以下的聖父——我是指聖使徒保羅——他們也儘可能(雖非全體,但多數)親手勞作,從事一種與他們的職分及教會事務持續繁重的關懷相稱的技藝,好使良心因道理與宣講而歡喜,並藉著親手勞作結出果子,供應自己,也甘心樂意地將經手所得的資源——我是指從初熟之物、供物,以及親手勞作所得的——因著對神與對鄰舍那份過人的深情,分享給弟兄們及有需要的人;
For indeed, some even of the priests of God themselves, together with the preaching of the word, imitating their holy father in Christ after God—I mean Paul the holy apostle—they too, as far as possible, if not all, yet the majority, work with their own hands, practicing whatever craft they may find fittingly proportionate to their dignity and to the continual burden of ecclesiastical care, so that, along with the word and the preaching, their conscience may rejoice, bearing fruit by their own hands and providing for itself, and voluntarily sharing with the brothers and those in need the resources that pass through their hands—I mean those from firstfruits and offerings, and also from what has been worked by their own hands—out of the abundance of their disposition toward God and their neighbors;
1:12641
κατακρινομένων, ἀλλὰ δικαιοσύνης πόνους καὶ ἐργασίαν ἐκκλησιαστικὴν ἐχόντων καὶ κατὰ δικαιοσύνην σιτουμένων, δι' ὑπερβολὴν δὲ προαιρέσεως τοῦτο αὐτῶν ποιούντων
——並非因此受責備,因為他們有屬義的勞苦與教會的事工,且是按著義而得供養;他們如此行,乃是出於過人的自願之心。
—not being condemned for this, but having labors of righteousness and ecclesiastical work, and being fed in accordance with righteousness, and doing this out of an excess of their own resolve.
1:12642
ἐπιποθεῖ γὰρ αὐτῶν ἡ ἔνθεος ψυχὴ καὶ ἐν φόβῳ θεοῦ ἐστηριγμένη καὶ ἐκ πνεύματος ἁγίου τὴν γνῶσιν κεκτημένη πλούτου ἐπουρανίου, τοῦ κατὰ δικαιοσύνην μετὰ ἐπαίνου καὶ κλέους καὶ ἀριστείας, τοῦ διὰ θείων δογμάτων καὶ θείας μελέτης ἁγίας γραφῆς καὶ λογίων θεοῦ, ψαλμῳδιῶν τε καὶ συνάξεων, ἁγίων νηστειῶν τε καὶ ἁγνείας καὶ πολιτείας καὶ τῆς διὰ χειρῶν ἕνεκεν δικαιοσύνης μετὰ προαιρέσεως ἐργασίας
因為他們那被神所感的靈魂,堅固地立於敬畏神之中,又從聖靈得著知識,切慕著屬天的財富——那按著義而帶著稱讚、榮耀與傑出成就的財富;那藉著神聖教義、對聖經與神言語的虔誠鑽研、詩篇歌詠與聚會、聖潔的禁食、貞潔與生活方式,以及那出於自願、為義而親手勞作所得的財富。
For their God-inspired soul, firmly established in the fear of God and having acquired knowledge from the Holy Spirit, longs for heavenly wealth—that which comes according to righteousness with praise and renown and excellence, that which comes through divine doctrines and divine study of holy Scripture and the oracles of God, through psalmody and assemblies, through holy fasts and chastity and manner of life, and through the labor of hands undertaken with free resolve for the sake of righteousness.
1:12643
Ἀλλὰ καὶ ἄλλῳ προελήφθησαν τύπῳ οἱ αὐτοὶ τίμιοι ἡμῶν ἀδελφοί, οἱ κατὰ Μεσοποταμίαν ἐν μοναστηρίοις ὑπάρχοντες εἴτουν μάνδραις καλουμέναις, κόμαις γυναικικαῖς χρῆσθαι προβαλλόμενοι καὶ σάκκῳ προφανεῖ ἐπερειδόμενοι
此外,我們這些可敬的弟兄,那些在美索不達米亞地區的修道院——或稱作「羊欄」——中的人,也在另一種形式上先自陷入了謬誤,就是他們留起婦人般的長髮,並倚仗著顯眼的粗麻布衣。
But also in another manner these same honorable brothers of ours—who are in monasteries throughout Mesopotamia, or 'sheepfolds' as they are called—were forestalled by error, putting forward the wearing of womanish long hair and relying on conspicuous sackcloth.
1:12644
ἔδει δὲ τὰ τῆς ἁγίας παρθένου τοῦ Χριστοῦ,. τῆς μητρὸς ἡμῶν τῆς ἐκκλησίας τέκνα ὑπάρχειν σεμνά, οἰκουρά, θεῷ λατρεύοντα κρυφίως τῷ εἰδότι τὰ κρύφια καὶ ἀποδιδόντι ἐν τοῖς φανεροῖς, κατὰ τὸ γεγραμμένον, καὶ εὐσχημόνως περιπατεῖν διὰ τοὺς ἔξω καὶ μὴ βούλεσθαι λαβεῖν ἀπὸ τῶν ὁρώντων τὸν μισθὸν καὶ τὴν χάριν
而基督聖潔童女——我們的母親教會——的兒女,理當莊重自守、安於本份,暗中事奉那位鑒察隱密事、又要在明處施行賞賜的神,正如經上所記;並且,為著外人的緣故,行事為人要端莊得體,不可想要從旁觀者那裡得著自己的賞賜與恩寵。
But the children of the holy virgin of Christ, our mother the church, ought to be dignified, keeping to their own household, serving God secretly—him who knows secret things and rewards openly, according to what is written—and to walk becomingly for the sake of those outside, not wishing to receive from onlookers their reward and grace.
1:12645
ἀλλότριον γάρ ἐστι τῆς καθολικῆς ἐκκλησίας σάκκος προφανὴς καὶ κόμη μὴ ἐκτεμνομένη ἀπὸ τοῦ κηρύγματος τῶν ἀποστόλων·
因為顯眼的粗麻布衣以及不加剪短的長髮,按照使徒的教導,都是與大公教會格格不入的;
For conspicuous sackcloth and hair not cut short are foreign to the catholic church, according to the preaching of the apostles;
1:12646
ἀνήρ, γάρ φησιν, οὐκ ὀφείλει κομᾶν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων
因為經上說:「男人不該蓄長髮,因他是神的形像和榮耀。」
'For a man,' it says, 'ought not to have long hair, being the image and glory of God.'
1:12647
Τὸ δὲ χεῖρον καὶ ἐναντίον οἱ μὲν τὸ γένειον, τὴν μορφὴν τοῦ ἀνδρός, ἀποτέμνουσι, τρίχας δὲ τῆς κεφαλῆς πολλάκις κομῶσι
但更糟、更悖逆的是,有些人竟剃去鬍鬚——那男子氣概的標記——卻反倒常常留長頭髮。
But what is worse and contrary to nature, some cut off the beard—the mark of manhood—while they often let the hair of the head grow long.
1:12648
καὶ περὶ μὲν οὖν τοῦ γενείου ἐν ταῖς διατάξεσι τῶν ἀποστόλων φάσκει ὁ θεῖος λόγος καὶ ἡ διδασκαλία μὴ φθείρειν τουτέστι μὴ τέμνειν τρίχας γενείου μηδὲ ἑταιρισμῷ κατακοσμεῖσθαι μήτε ὑπερηφανίας ὑπόδειγμα δικαιοσύνης τὴν προσέλευσιν ἔχειν
至於鬍鬚,在《使徒憲典》中,神聖的話語與教導說:不可「毀壞」——也就是不可剪去鬍鬚的毛髮,也不可以娼妓般的裝扮妝飾自己,也不可使自己趨近(敬拜)之時,成了驕傲的樣式,而非公義的榜樣。
Now concerning the beard, in the Constitutions of the Apostles the divine word and teaching says not to 'destroy' it—that is, not to cut the hairs of the beard—nor to adorn oneself in the manner of a courtesan, nor to let one's approach to worship become an example of arrogance in place of righteousness.
1:12649
ἔπρεπε γὰρ Ναζιραίοις τοῦτο μόνον διὰ τὸν τύπον
因為唯獨拿細耳人(Nazirites)才適宜如此行,那是為了預表的緣故。
For this was fitting only for the Nazirites, on account of the type.
1:12650
τύπῳ γὰρ ἤγοντο οἱ παλαιοὶ τοῦ μέλλοντος ἔσεσθαι, ἔχοντες κόμην ἐπὶ τῆς κεφαλῆς διὰ τὴν εὐχήν, ἕως ὅτου ἦλθεν ἡ εὐχὴ τοῦ κόσμου καὶ ἐτελειώθη·
因為古人是照著預表而行,預表著將來要成就的事,他們因所許的願而留長頭髮,直到那為世界所許的願來到並得以完全;
For the ancients were led by a type of what was to come, having hair upon the head on account of the vow, until the vow of the world came and was fulfilled;
1:12651
κεφαλὴ δὲ πέφηνεν ὁ Χριστός, ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, καὶ ἐγνώσθη τῷ κόσμῳ ὁ ὢν ἀεὶ καὶ μὴ γινωσκόμενος παρὰ τῇ πάσῃ ἀνθρωπότητι ἢ μόνον ἐνίοις τοῖς εἰς αὐτὸν πεπιστευκόσιν, ἵν' ὅταν γνῶμεν τὴν κεφαλήν, μὴ καταισχύνωμεν τὴν κεφαλήν
而基督,神的獨生子,顯明為頭;那位永恆長存者,先前不為全人類所知,唯獨為那些信祂的人所認識,如今卻已被世界所認識——好叫我們既認識了這頭,就不至於羞辱這頭。
and Christ, the only-begotten Son of God, has appeared as the head, and he who always is—yet was not known by all humanity, but only by some who had believed in him—has become known to the world, so that, when we know the head, we may not shame the head.
1:12652
οὐ γὰρ ἕνεκεν τῆς ἰδίας κεφαλῆς λέγει, ἀλλ' ἀπὸ τῆς ἰδίας εἰς Χριστὸν ἐνσκήπτει τὸ τῆς χλεύης ἔργον, ᾗ φησιν ὁ ἀπόστολος αὐτὴ ἡ φύσις οὐ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι; αὕτη δὲ ἡ ἀτιμία οὐκ ἐπαινετὴ ὡς ἐκείνη, περὶ ἧς φάσκει ἡ γραφὴ λέγουσα ὅτι αἰσχύνης καταφρονήσας
因為他所說的並非僅僅關乎自己的(肉身)頭,而是這譏誚之舉,實際上是從個人的(頭)延伸到基督(那頭)身上;因此使徒說:「連本性不也指教你們說,男人若有長髮,便是他的羞辱嗎?」然而這種羞辱並不像另一種那樣值得稱許——聖經論到那另一種羞辱時,說那是「輕看羞辱」。
For he does not speak for the sake of one's own physical head, but the deed of mockery, coming from one's own head, falls upon Christ as head—wherefore the apostle says, 'Does not nature itself teach you that if a man has long hair, it is a dishonor to him?' But this dishonor is not praiseworthy like that other, concerning which Scripture speaks of one who 'despised shame.'
1:12653
οὐ γὰρ διὰ θεὸν ἡ ἀρετή, κἄν τε διὰ θεὸν ὑποληφθείη, ἀλλὰ διὰ φιλονεικίαν ὁ τρόπος παρελθόντος τοῦ κατὰ νόμον τύπου καὶ ἐλθούσης τῆς ἀληθείας
因為這並非為神而行的美德,即便有人以為那是為神而行,其實這種作法乃是出於好爭辯之心,如今律法所定的預表已經過去,真理已經來到。
For this is not virtue for God's sake, even if it should be supposed to be for God's sake, but the practice is due to contentiousness, now that the type according to the Law has passed away and the truth has come.
1:12654
λέγει δὲ εἴ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὔτε αἱ ἐκκλησίαι τοῦ θεοῦ
他又說:「若有人想要辯駁,我們卻沒有這樣的規矩,神的眾教會也是如此。」
And he says, 'If anyone thinks to be contentious, we have no such custom, nor do the churches of God.'
1:12655
παρεξέβαλεν οὖν τοὺς τὰ τοιαῦτα ἐργαζομένους καὶ ποιοῦντας, ἐν φιλονεικίᾳ δὲ ὄντας ἀπό τε τοῦ θεσμοῦ τῶν ἀποστόλων καὶ ἀπὸ τῆς τοῦ θεοῦ. ἐκκλησίας
因此,他便把那些行這類事、且處於好爭辯之中的人,摒除於使徒的體制之外,也摒除於神的教會之外。
He therefore set aside those who do and practice such things, being in contentiousness, from both the institution of the apostles and from the church of God.
1:12656
ἀλλὰ ταῦτα ἠναγκάσθημεν λέγειν διὰ τὴν πρόφασιν τῶν προειρημένων Μασσαλιανῶν, ὅτι καὶ αὐτοὶ λαβόντες ἐκεῖθεν τοῦ φρονήματος τὴν νόσον καὶ ἐκτραπέντες τὴν διάνοιαν ἐξώκειλαν τῇ ἀληθείᾳ, καὶ κατέστη αἵρεσις ἐν δεινότητι ἀργίας καὶ τῶν ἄλλων κακῶν
但我們之所以不得不說這些話,乃是因為前述的瑪撒利亞尼人給了我們這樣的緣由:因為他們也是從那裡承接了心思上的病症,心意偏離,觸礁於真理之上,遂成了一個以懶惰之惡及其他種種邪惡著稱的異端。
But we have been compelled to say these things because of the occasion afforded by the aforementioned Massalians, since they too, having received the sickness of their mindset from that source and having turned aside in mind, ran aground against the truth, and it became a heresy marked by the wickedness of idleness and other evils.
1:12657
Ταῦτά ἐστιν ἃ περὶ τούτων καὶ αὐτῶν ἀκηκόαμεν τῶν εἰς χλεύην τῷ κόσμῳ καταστάντων καὶ συρφετώδη νοῦν καὶ λόγους ἐξεμούντων, ἀσυστάτων δὲ ὄντων καὶ ἀνελπίστων καὶ τῆς τοῦ θεοῦ οἰκοδομῆς ἔξω βεβηκότων
以上便是我們所聽聞有關他們這些人的事——他們已成了世人的笑柄,吐出雜亂如群氓般的心思與言語,本身毫無條理、毫無指望,且已跨出神的建造之外。
These are the things we have heard concerning them—those who have become a mockery to the world, and who vomit forth a rabble-like mind and words, being incoherent and hopeless, and having stepped outside the edifice of God.
1:12658
ὅθεν καὶ περὶ τούτων ὀλίγα διαλαβόντες αὖθις εἰς ἀνατροπὴν αὐτῶν ἐργασόμεθα
因此,我們既已就此稍作論述,接下來便要進一步致力於駁斥他們。
Wherefore, having discussed a little concerning these things, we will again proceed to work toward their refutation.
1:12659
καὶ πρῶτον μὲν ὅτι γυναῖκας μετὰ ἀνδρῶν ἐπὶ τὸ αὐτὸ εἶναι οὔτε ἀπὸ παλαιᾶς συνηθείας τῶν φύσει συζυγιῶν γεγενημένων ὁ δίκαιος ὁρίζει λόγος, ἀλλὰ ἄνδρα πρὸς γυναῖκα ἐπὶ τὸ αὐτὸ εἶναι ἕνα πρὸς τὴν μίαν, ὡς Ἀδὰμ πρὸς τὴν Εὔαν, ὡς Σάρρα πρὸς τὸν Ἀβραὰμ εἶχεν, ὡς Ῥεβέκκα τῷ Ἰσαὰκ συνῆπτο
首先,正當的道理所訂定的,並非按著自然配偶的古老習俗,讓婦女與男人混雜同處;而是規定一男配一女,一對一,如亞當之於夏娃,如撒拉之於亞伯拉罕,又如利百加之於以撒的結合那樣。
And first, that women should be together with men—not even according to the ancient custom of couples formed by nature—the right principle does not ordain; rather it ordains that a man be together with a woman, one with the one, as Adam with Eve, as Sarah was joined to Abraham, as Rebecca was united to Isaac.
1:12660
τῶνπατέρων δύο καὶ τρεῖς γυναῖκας ἐσχήκασιν, οὐκ ἐν μιᾷ οἰκίᾳ αἱ γυναῖκες ἦσαν
即使有些先祖曾有兩三個妻子,這些妻子也並非同住一室。
Even when some of the fathers had two or three wives, the wives were not living in one household.
1:12661
χοίρων γὰρ τὸ τοιοῦτον εἶδος καὶ κτηνῶν ἡ τοιαύτη συνάφεια
因為這樣的行徑乃是豬類的作風,這樣的結合乃是牲畜的樣式。
For such a manner belongs to pigs, and such a union belongs to beasts.
1:12662
οὗτοι δὲ μᾶλλον εἰς ἔκπληξιν ἡμᾶς ἀναγκάζουσι φέρεσθαι, ἐπαγγελλομένων αὐτῶν πρὸς γυναῖκας συνάφειαν μὴ ἔχειν, τοὐναντίον μᾶλλον τὴν χλεύην ἀπεργαζόμενοι καὶ τὴν τελείαν αὐτῶν ἐνδεικνύμενοι αἰσχύνην
然而,這些人更使我們不禁大為驚駭,因為他們雖然聲稱與婦女沒有交合,卻反倒行事恰恰相反,招致譏笑,並顯露出他們徹底的羞恥。
But these people rather compel us to be carried away into astonishment, since, while professing to have no intercourse with women, they do the very opposite, bringing about mockery and displaying their utter shame.
1:12663
εἰ γὰρ καὶ γαμετὰς εἶχον οἱ τοιοῦτοι, σποράδην, οὐκ ἀναμὶξ ταύτας ὤφειλον κεκτῆσθαι
因為即使這樣的人有妻子,他們也應當各自分開擁有,而不應當混雜在一起。
For even if such men had wives, they ought to have kept them separately, not mixed together promiscuously.
1:12664
εἰ δὲ καί εἰσιν ἐν συζυγίᾳ, οὐκ ἔδει αὐτοὺς τὸ ἐκ θεοῦ καταδειχθέν, ἀνδρὸς πρὸς γυναῖκα συνάφειαν μετὰ εὐσχημοσύνης καὶ σεμνότητος καὶ ἐπιστήμης, καὶ ἐξ ἰδίας ἐλευθερίας ἐπὶ τὸ μέσον φέροντας φωρᾶσθαι
而即使他們確實是夫妻的結合,他們也不應該憑著自己的自由,把神所設立的、本當以端莊、莊重與明智進行的男女結合,公然暴露在眾人面前,以致被人查獲。
And if they are indeed joined in wedlock, they ought not to be caught bringing out into the open, of their own free will, that union of man with woman which was ordained by God to be conducted with decorum and dignity and discretion.
1:12665
εἰ δὲ καὶ ἀπέσχοντο γυναικῶν ἐν ἁγνείᾳ τινὲς ὄντες καὶ ἐν ἐγκρατείᾳ, ἐξύβρισαν τὸ δίκαιον διὰ τῆς ἀνοησίας καὶ τὸ τῆς ἀρετῆς πολίτευμα διὰ τῆς ἐν ἀφροσύνῃ ἀφειδοῦς ἐργασίας, οὐ τῶν ἀποστόλων τοῦτο πεπραχότων, οὐ τῶν πρὸ τῶν ἀποστόλων προφητῶν τοῦτο διαταξαμένων
即便他們當中有人在聖潔與節制中禁絕婦女,他們也已藉著自己的愚昧玷辱了公義,並藉著在無知中肆意妄為的行徑,玷辱了美德的品行——這既非使徒所行,也非使徒以前的眾先知所曾規定的。
But even if some of them abstained from women, living in purity and continence, they have outraged what is right through their folly, and the commonwealth of virtue through their reckless conduct in mindlessness — a thing the apostles never did, nor did the prophets before the apostles ever prescribe it.
1:12666
Μωυσῆς γοῦν ἐν τῇ ἐρήμῳ ἀναλαβὼν τὴν ὑμνηγορίαν ᾄδει τῷ θεῷ ᾆσμα, ἀνελθὼν ἀπὸ θαλάσσης, φάσκων ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν
摩西在曠野中,從海裡上來之後,便執起讚美之詞,向神歌唱,說:『我們要向耶和華歌唱,因祂大大得勝;祂把馬和騎馬的都投在海中。』
Moses, at any rate, in the wilderness, taking up the hymn, sang a song to God when he had come up from the sea, saying, 'Let us sing to the Lord, for he has been gloriously glorified; horse and rider he has thrown into the sea.'
1:12667
ὁμοῦ δὲ ἐπεφώνουν αὐτῷ οἱ ἄνδρες καὶ οὐδαμοῦ γυναῖκες, ἵνα τὴν εὔτακτον δείξῃ διάθεσιν, ἵνα τὸ σεμνὸν τῆς εὐταξίας τοῦ νόμου τοῦ θεοῦ κηρύξῃ
男人們一同附和他高呼,而婦女們卻絲毫沒有加入,為要顯明那有秩序的安排,宣揚神律法中良好秩序的莊嚴。
The men shouted this back to him together, and nowhere did the women join in, so that he might show the orderly disposition, so that he might proclaim the dignity of the good order of the law of God.
1:12668
εἶτα. μετέπειτά φησι καὶ λαβοῦσα Μαριὰμ τὸ τύμπανον ἦρχε τῶν γυναικῶν καὶ ἔλεγεν·
接著,他說,此後米利暗拿起手鼓,率領婦女們,說道:
Then, he says, afterward Miriam took the tambourine and led the women, and said:
1:12669
ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται
我們要向耶和華歌唱,因祂大大得勝。
Let us sing to the Lord, for he has been gloriously glorified.
1:12670
καὶ γυναῖκες ὁμοῦ ἐπεφώνουν τῇ ὁμοτρόπῳ καὶ ἀπὸ τοῦ αὐτοῦ γένους ὑπαρχούσῃ καὶ ἔν τινι προαγούσῃ, διὰ τὴν ἀνεπιστήμονα καὶ τὴν συρφετώδη διάνοιαν τῶν ἀναμὶξ ἐργαζομένων ἑτεροδιδασκαλίας
而婦女們一同附和那與她們同類、出於同一族類、又在某種身分上居先的女子——之所以提及此事,是因為那些男女混雜行事之人,其無知而雜亂的心思,正產生出異端的教導。
And the women together shouted back to her who was of like disposition and of the same race, and who went before them in a certain rank — I mention this because of the ignorant and disorderly mind of those who, mingling men and women together, produce heterodox teaching.
1:12671
περὶ δὲ τῆς ἀναστάσεώς φησιν ὁ προφήτης καὶ κόψονται κατὰ φυλήν, φυλὴ κατέναντι φυλῆς·
至於論到復活,先知說:『他們必按著支派哀哭,這支派與那支派相對:』
And concerning the resurrection, the prophet says, 'And they shall mourn, tribe by tribe, tribe over against tribe:'
1:12672
φυλὴ τοῦ Νάθαν καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς·
『拿單支派獨自哀哭,他們的婦女也獨自哀哭;』
'the tribe of Nathan by itself, and their wives by themselves;'
1:12673
φυλὴ τοῦ Ἰούδα καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς καὶ τὰ ἑξῆς
『猶大支派獨自哀哭,他們的婦女也獨自哀哭』,等等。
'the tribe of Judah by itself, and their wives by themselves,' and so forth.
1:12674
οὕτω καὶ οἱ ἀπόστολοι διατάσσουσι τῇ ἐκκλησίᾳ, οὕτω καὶ ὁ κύριος διέταξεν ἐν τῷ εὐαγγελίῳ, ἀπὸ μιᾶς τὸ ὑπόδειγμα ἡμῖν κηρύττων, φήσας τῇ μητρὶ αὐτοῦ μή μου ἅπτου·
使徒們也如此為教會立下規矩,主也同樣在福音書中如此吩咐,藉著一個實例向我們宣示這榜樣,就是他對他母親說:『不要摸我;』
Thus also the apostles ordain for the church, and thus also the Lord ordained in the Gospel, proclaiming the example to us from one instance, when he said to his mother, 'Touch me not,'
1:12675
οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα
『因為我還沒有升到父那裡去。』
'for I have not yet ascended to the Father.'
1:12676
οὕτως ὁ Γιεζεὶ προσέρχεται τῇ Σουμανίτιδι, ἀπωθούμενος ταύτην, ἵνα μὴ ἀφανίσῃ τὸ τάγμα, ἵνα μὴ ὑβρίσῃ τὸν θεσμὸν τῶν προφητῶν
基哈西也是如此,他上前對書念婦人,卻推開了她,免得他破壞了應有的規矩,免得他冒犯了先知們所定的規範。
So too Gehazi approaches the Shunammite woman, pushing her away, so that he might not obliterate proper order, so that he might not violate the ordinance of the prophets.
1:12677
ὁ δὲ προφήτης πνεύματι ἁγίῳ φερόμενος κατώδυνον ἑώρα τὴν Σουμανῖτιν, παραμυθίας δὲ χάριν ὑπερβέβηκε τὴν τάξιν καὶ ἀνεδέξατο πρὸς τὴν ὥραν παραμυθίας τῆς γυναικὸς χάριν, ἴσον ἡγησάμενος τὸ ἅπτεσθαι τῶν αὐτοῦ ποδῶν παρὰ συνήθειαν τὴν γυναῖκα ἕνεκεν τῆς αὐτῆς ἐν τῇ διανοίᾳ κακώσεώς τε καὶ λύπης
然而,那先知被聖靈感動,見書念婦人極其愁苦,便為了安慰的緣故,暫且超越了常規,在那一刻,為了安慰那婦人,容許她違反常例觸摸他的腳,認為就她心中所受的苦害與憂傷而言,這樣做是相稱的。
But the prophet, borne along by the Holy Spirit, saw the Shunammite in great distress, and for the sake of consolation he went beyond the ordinary order, and for that hour accepted, for the sake of consoling the woman, that she should touch his feet, contrary to custom, deeming it a fitting equivalent on account of the affliction and grief in her mind.
1:12678
καὶ τί μοι πολλὰ λέγειν περὶ τούτων τῶν τοὺς κύνας μιμουμένων καὶ τοὺς ὕας ζηλούντων; περὶ δὲ τοῦ εἰπεῖν ἑαυτὸν Χριστόν, τίνι μανίας ὂν οὐκ ὀφθείη τὸ δόγμα τῶν σύνεσιν κεκτημένων ἢ τὸ λέγειν ὅτι προφήτης ἐγώ; τί γὰρ προφητείας παρ' αὐτοῖς εἶδος φαινόμενον ἢ ποῖον Χριστοῦ θαυμαστὸν ἔργον γίνεται; εἰ δὲ αὐτὸς Χριστός, εἰς ποῖον κύριον ἤλπικέ τε καὶ πεπίστευκε; τί τὰ τῆς πλάνης κενοφωνήματα; τί τῶν ἀνοήτων τὰ δόγματα; ἀλλὰ ἀρκέσει καὶ περὶ ταύτης τὰ εἰς αὐτὴν εἰρημένα
至於這些效法犬類、仿效豬隻之人,我又何必多說呢?至於他自稱為基督這一點,這樣的教義在任何有理智之人看來,豈不顯得純屬瘋狂?又何況他說『我是先知』?因為在他們中間,究竟顯出何種形式的預言?又成就了基督何等奇妙的作為呢?倘若他自己就是基督,那他所盼望、所信靠的又是哪一位主呢?這些謬妄的空談算什麼?這些愚昧人的教義又算什麼?但關於這一異端,所說的這些也就足夠了。
And why should I say much concerning these men who imitate dogs and emulate swine? As for his saying that he himself is Christ, to whom possessed of understanding would this teaching not appear as sheer madness — or his saying, 'I am a prophet'? For what form of prophecy is manifest among them, or what marvelous work of Christ takes place? And if he himself is Christ, in what lord has he hoped and believed? What are these empty utterances of error? What are the doctrines of the senseless? But let what has been said concerning this heresy suffice.
1:12679
Καὶ ἕως ὧδε ἐχέτω τὸ σφραγίσαι καὶ τελειῶσαι τὴν πᾶσαν ἡμῶν περὶ τούτων πραγματείαν, τοῦ θεοῦ ἡμῖν ἐπιφανέντος καὶ βοηθήσαντος, ὡς ὁμολογεῖν ἔστιν ἐκ πάσης ψυχῆς καὶ διανοίας εὐχαριστεῖν τε αὐτῷ τῷ κυρίῳ, ὅτι τὸ ἐπάγγελμα ὃ ἐπηγγειλάμεθα ἐν αὐτῷ τῷ κυρίῳ κατηξιώθημεν τελειῶσαι, κατὰ ˉπ αἱρέσεων δέ φημι τὴν διήγησιν καὶ ἀνατροπὴν ποιησάμενοι, ἅμα τε καὶ ἀποκαλύψαντες παρ' ἑκάστῃ τι πράττεται, ὡς κατὰ τὴν ἡμετέραν ὑπόστασιν τῆς ἀσθενοῦς ἀνθρωπότητος
就讓這一切在此告一段落,以此封緘並完成我們論及這些事的全部著作;因為神已向我們顯現並施以幫助,以致我們可以全心全意地承認並感謝主自己,因我們得以在主裡蒙恩配完成我們所應許的承諾——我是說,論述並駁斥了八十個異端,同時也揭示了每個異端中所行的種種,都是按著我們軟弱人性的本分所能做到的。
And let this stand here to seal and complete our whole treatise concerning these matters, since God has appeared to us and helped us, so that it is possible with all our soul and mind to confess and give thanks to the Lord himself, that we have been deemed worthy in the Lord himself to complete the promise which we promised — I mean, having composed the narrative and refutation of eighty heresies, and at the same time having disclosed what is practiced in each of them, so far as lay within our capacity of weak humanity.
1:12680
γραφῇ εἰρημένον ὅτι ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός·
正如經上所說:『有六十王后,八十妃嬪,並無數的童女;』
as it is said in Scripture, 'There are sixty queens, and eighty concubines, and maidens without number;'
1:12681
μία ἐστὶ περιστερά μου, τελεία μου
『我的鴿子,我的完全人,只有這一個。』
'my dove, my perfect one, is but one.'
1:12682
ὡς οὖν περὶ τῶν παλλακῶν τούτων τῶν ὀγδοήκοντα εἰρηκότες ἀπ' ἀρχῆς, Βαρβαρισμοῦ καὶ Ἑλληνισμοῦ καὶ Σκυθισμοῦ καὶ Ἰουδαϊσμοῦ καὶ Σαμαρειτισμοῦ ὀνομασίας, τῶν οὐκ οὐσῶν ἐνθέσμων γυναικῶν οὐδὲ ἀπὸ τοῦ βασιλέως πεπροικισμένων οὐδὲ ἐν διαθήκαις τῶν τέκνων αὐτῶν κληρονομεῖν δυναμένων φύσει μὲν γάρ εἰσιν ἑβδομήκοντα πέντε καὶ τούτων αἱ μητέρες πέντε, ὥσπερ Ἑλληνισμός, ἀφ' οὗ Ἕλληνες, καὶ Ἰουδαϊσμός, ἀφ'οὗ Ἰουδαῖοι, καὶ αἵρεσις Σαμαρειτική, ἀφ' οὗ Σαμαρειτισμός, καὶ Χριστιανισμός, ἀφ' οὗ ἐξεκλάσθησαν ὥσπερ κλάδοι αἱ ἀφορισθεῖσαι αἱρέσεις, εἰς ὄνομα Χριστοῦ κληθεῖσαι, μὴ οὖσαι δὲ αὐτοῦ, ἀλλ' αἱ μὲν ἀπὸ μήκοθεν αὐτοῦ πολὺ διεστῶσαι, αἱ δὲ διά τι ἐλάχιστον ἀποκληρονόμους καὶ ξένας αὐτοῦ ἑαυτὰς καταστήσασαι καὶ τὰ αὐτῶν τέκνα τῶν οὐκ οὐσῶν ἐνθέσμων, ἔξω δὲ βεβηκυιῶν, μόνον δὲ τὸ ὄνομα ἐπικεκλημένων Χριστοῦ περιλειφθήσεται ἡμῖν ἡ περὶ ἀληθείας ἀπόδειξις, αὐτῆς τε τῆς περιστερᾶς τῆς μονωτάτης ὑπὸ τοῦ νυμφίου ἐπαινουμένης
既然我們已經從起頭論及這八十個妃嬪——即『野蠻教』、『希臘教』、『西古提教』、『猶太教』與『撒瑪利亞教』諸名——她們並非合法配偶,既未受君王聘定,也不能在遺囑中承受兒女的產業;因為按其本性,她們共有七十五個,而其中的『母系』有五個,就是:希臘教(希臘人由此而來)、猶太教(猶太人由此而來)、撒瑪利亞異端(撒瑪利亞教由此而來),以及基督教——從基督教中,如同枝子被折斷一般,衍生出了那些分裂出去的異端,她們雖被稱以基督之名,卻並不真正屬於祂;有些距離祂十分遙遠,有些則因極微小的緣故,使自己與祂斷絕產業、形同外人,連同她們那些並非合法所生、卻已越出界限、僅僅冒稱基督之名的兒女——那麼,剩下留給我們的,便是關乎真理的證明,就是那唯一被新郎所稱讚的鴿子。
As, then, we have spoken from the beginning concerning these eighty concubines — the names Barbarism, Hellenism, Scythism, Judaism, and Samaritanism — women who are not lawfully wedded, nor dowered by the King, nor able through wills to inherit as their children — for by nature they are seventy-five, and of these the mothers are five: namely Hellenism, from which come the Greeks; Judaism, from which come the Jews; the Samaritan heresy, from which comes Samaritanism; and Christianity, from which the heresies that have broken off, like branches, have sprung — called by the name of Christ, yet not truly his, but some standing far distant from him, others, on account of some very small matter, having made themselves disinherited and strangers to him, together with their children, who are not lawfully born but stand outside, called only by the name of Christ — there will remain for us the demonstration concerning the truth, namely of that dove, the only one, who alone is praised by the Bridegroom.
1:12683
Καὶ ἐν σχολῇ ἡμῶν γενομένων καὶ σφόδρα ἱκετευσάντων θεὸν σύντομον μὲν τῇ διαλογῇ, ἀσφαλῆ δὲ τῇ παραδόσει καὶ ὑπὲρ ἀληθείας ἀπολογίαν ἐν τῷ ἑξῆς ποιησόμεθα, οὐκ αὐτῆς ὑστέρας οὔσης, ἀλλὰ πρώτης καὶ ἤδη δὲ τῶν πρὸ τῶν αἱρέσεων ἐν τῇ ἐνδημίᾳ Χριστοῦ ἀνωτάτω ἡμῖν ὑπομνησθείσης·
既然我們如今已得閒暇,並懇切祈求了神,我們接下來將為真理作出辯護,論述雖簡短,但傳承卻穩固可靠——她(教會)並非居於末後,而是居於首位,而且早在諸異端之先,於基督親臨世間之時,便已在至高之處被提及在我們心中。
And now that we have come to leisure and have earnestly implored God, we shall in what follows make a defense of the truth that is concise in argument yet secure in the tradition it hands down — she, the church, not being last, but first, and already, before the heresies, having been called to our remembrance at the highest point, at the sojourn of Christ.
1:12684
νῦν δὲ πρώτην οὖσαν καὶ Χριστῷ συνημμένην ἁγίαν νύμφην ἀπὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας καὶ τὸ τῆς αὐτοῦ παρουσίας, ἥτις ἐστὶ σὺν τῷ Ἀδὰμ πεπλασμένη καὶ ἐν τοῖς πρὸ τοῦ Ἀβραὰμ πατριάρχαις κεκηρυγμένη καὶ μετὰ τοῦ Ἀβραὰμ πεπιστευμένη καὶ διὰ Μωυσέως ἀποκαλυφθεῖσα καὶ ἐν Ἠσαΐᾳ προφητευομένη, ἐν Χριστῷ δὲ ἀναδειχθεῖσα καὶ σὺν Χριστῷ ὑπάρχουσα, ἐν ὑστέρῳ δὲ καιρῷ ὑφ' ἡμῶν ἐγκωμιαζομένη
而如今,她既是首位,又與基督聯合,是自祂道成肉身降臨之時、乃至於祂降臨本身以來的聖潔新婦——她與亞當一同被塑造,在亞伯拉罕以前的列祖中已被宣告,在亞伯拉罕的時代已蒙相信,藉摩西被啟示,在以賽亞書中被預言,在基督裡得以彰顯,且與基督同存,如今在這末後的時代,被我們所稱頌。
but now we shall speak of her as being first and joined to Christ, the holy bride from the time of his incarnate coming — and indeed of that very coming itself — she who was fashioned together with Adam, and proclaimed among the patriarchs before Abraham, and believed together with Abraham, and revealed through Moses, and prophesied in Isaiah, and manifested in Christ, and existing together with Christ, and in this latter time praised by us.
1:12685
δεῖ γὰρ τὸν ἀγωνιζόμενον πρῶτον ἐνίστασθαι τῷ ἀγῶνι τῷ τε καμάτῳ καὶ τοῖς ἄλλοις τοῦ ἀγῶνος παλαίσμασιν, ἵνα ὕστερον τὸν στέφανον κομισάμενος μετὰ τοῦ στεφάνου ἐν ἀγαλλιάσει διατελοίη, οὐ τοῦ στεφάνου ὑστάτου ὄντος, ἀλλὰ προκειμένου μὲν τῆς πάλης, ὕστερον δὲ διδομένου εἰς χαρὰν καὶ εἰς ἀγαλλίασιν τῷ κεκμηκότι
因為那爭戰的人必須先投入爭戰、勞苦,以及爭戰中種種其他的搏鬥,好叫他日後領受冠冕,得以懷著冠冕、在歡騰中持守下去——這並非說冠冕在次序上居於末位,而是說搏鬥在先,冠冕則隨後被賜下,為要使那已勞乏的人得著喜樂與歡騰。
For it is necessary that the one who contends should first engage in the contest, in the toil and the other struggles of the contest, so that afterward, having received the crown, he may continue with the crown in exultation — the crown not coming last in importance, but the wrestling coming first, and the crown afterward being given, for joy and exultation, to the one who has grown weary.
1:12686
ταῦτα δὲ περὶ τούτων εἰρηκότες ἐπὶ τοὺς προειρημένους. παρέλθωμεν λόγους, δεῖξαι θέλοντες πῶς ὀγδοήκοντα μέν εἰσι παλλακαί, ἑξήκοντα δὲ βασίλισσαι, πῶς μία ἡ παρθένος καὶ ἁγνὴ καὶ νύμφη ὁμοῦ καὶ περιστερὰ καὶ ἀμνάς, πόλις δὲ ἁγία θεοῦ καὶ στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας καὶ πέτρα στερεά, ἐφ' ἧς πύλαι Ἅιδου οὐ κατισχύσουσιν
既已就這些事說了以上所論,我們現在轉回先前所論及的言辭,願要指明:為何有八十個妃嬪與六十個王后,又為何有這唯一的一位,既是貞女、又是聖潔,同時是新婦、鴿子與羊羔,是神聖潔的城,是真理的柱石與根基,是堅固的磐石,陰間的門必不能勝過她。
Now that we have said these things concerning these matters, let us pass on to the words spoken beforehand, wishing to show how there are eighty concubines and sixty queens, how there is one who is virgin and pure and at once bride and dove and lamb, and the holy city of God, and pillar and ground of the truth, and solid rock, upon which the gates of Hades shall not prevail.
1:12687
ὁμοῦ γὰρ ἐν πᾶσι θεὸν ἐπικαλούμενοι καὶ ἐπικαλεσάμενοι ἐτύχομεν τῆς ἐπαγγελίας πληρῶσαι τὴν ὑπόσχεσιν, τὴν κατὰ αἱρέσεων πασῶν φημι, ᾗτινι ἐπαγγελίᾳ καὶ ἄχρι τῆς τῶν Μασσαλιανῶν ἐφθάσαμεν αἱρέσεως
因為在凡事上,我們一同呼求神,並且既已呼求,便按著應許得以完成所立的承諾——我是說,那論駁一切異端的著作——藉著這所應許的工作,我們如今已論述到了馬撒利安派的異端。
For, calling upon God together in all things, and having called upon him, we have obtained, according to the promise, to fulfill the undertaking — that is, the treatise against all the heresies — and by this promised undertaking we have now arrived even at the heresy of the Massalians.
1:12688
καὶ αὐτὴν δὲ καταπεπατηκότες τῷ ὑποδήματι τοῦ εὐαγγελίου, ὥσπερ χαμαιλέοντα πολύπουν, ἀειδῆ, ἄμορφον, δυσοδμίαν πνέουσαν, ἐν πᾶσι θεῷ εὐχαριστήσωμεν, δοξάζοντες πατέρα ἐν υἱῷ, υἱὸν ἐν πατρί, σὺν ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων
既已用福音的鞋履把這異端也一併踐踏在腳下——牠猶如一隻多足的變色龍,醜陋無形,散發惡臭——讓我們在凡事上向神感恩,在子裡榮耀父,在父裡榮耀子,並同聖靈一起,直到永永遠遠。
And having trodden this heresy too underfoot with the sandal of the Gospel, as though it were a many-legged chameleon, unsightly, formless, breathing out a foul stench, let us give thanks to God in all things, glorifying the Father in the Son, the Son in the Father, together with the Holy Spirit, unto the ages of ages.
1:12689
Σύντομος ἀληθὴς λόγος περὶ πίστεως καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας
論大公與使徒教會信仰的簡明真實論述
A Brief and True Discourse Concerning the Faith of the Catholic and Apostolic Church
1:12690
τῆς εἰρήνης λιμένα νυνὶ θεώμενοι, εἰς ὃν κατᾶραι σπεύδοντες δι' εὐχῆς πάλιν τὸν κύριον ἀξιοῦμεν·
如今我們望見了平安的港灣,急欲駛入其中,便再次藉著禱告懇求主。
Now beholding the harbor of peace, into which we hasten to put in, we again entreat the Lord in prayer.
1:12691
ἤδη μὲν παντὸς φόβου καὶ θορύβου καὶ ναυτιάσεως ὑπολω. φῶντες, ἐν ἕξει δὲ καλλίστῃ τὰς ἀπὸ τῆς στερεᾶς αὔρας ἐμπνεόμενοι καὶ ἀσφαλείας τυχόντες καὶ τοῦ τε εὐδίου λιμένος ἐνισχυόμενοι τῷ πνεύματι ἤδη γεγήθαμεν, πολλὰ μέν, εἰ δεῖ τἀληθῆ λέγειν, μοχθηρὰ ἐπὶ τούτοις καὶ ὕβρεις οὐ τὰς τυχούσας ὑποστάντες καὶ γῆν καὶ θάλατταν ὡς εἰπεῖν πεζεύσαντές τε καὶ ποντοπορήσαντες, τῆς μὲν γῆς τὰ τράχη καὶ τῆς ἐρήμου τὰς δυσχωρίας καὶ τῶν προειρημένων πελάγων τοὺς κινδύνους, ὁμοῦ τε πόλιν ὁρῶντες, ἐπ' αὐτὴν σπεύσωμεν, τὴν ἁγίαν Ἱερουσαλήμ, καὶ τὴν παρθένον Χριστοῦ καὶ νύμφην, ἀσφαλῆ τε βάσιν καὶ πέτραν, σεμνήν τε μητέρα ἡμῶν, Χριστοῦ δὲ νύμφην, εὐκαιρότατα καὶ αὐτοὶ λέγοντες δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ τὰ ἑξῆς
我們既已擺脫了一切恐懼、喧擾與暈眩,在極美好的狀態中,吹拂著來自陸地的和風,得享安穩,並藉著那風平浪靜的港灣在心靈上得堅固,此刻我們已然歡欣——然而,若要說實話,在此過程中我們也曾遭遇許多艱難、非比尋常的凌辱,可以說是跋涉陸路又航行海上,經歷了陸地的崎嶇、曠野的險阻,以及前述諸海的危難——如今我們一同望見那城,就讓我們奔向她——聖城耶路撒冷,基督的貞女與新婦,穩固的根基與磐石,我們可敬的母親,卻又是基督的新婦——我們也極其恰當地說道:『來吧,我們登耶和華的山,到雅各神的殿,他必將他的道指教我們』,等等。
Having already left behind all fear and tumult and seasickness, and being breathed upon, in a most excellent condition, by the breezes from dry land, and having attained safety, and being strengthened in spirit by the calm harbor, we already rejoice — though, if the truth must be told, we have endured many hardships in the process of this, and no ordinary outrages, having, so to speak, traveled both by land and by sea, enduring the ruggedness of the land, the difficult places of the desert, and the dangers of the aforesaid seas — and now, seeing the city all together, let us hasten toward it, the holy Jerusalem, and the virgin of Christ and bride, the secure foundation and rock, our reverend mother, yet the bride of Christ, saying most fittingly, ourselves as well, 'Come, let us go up to the mountain of the Lord and to the house of the God of Jacob, and he will declare to us his way,' and so forth.
1:12692
Ἄγε τοίνυν, οἱ Χριστοῦ παῖδες υἱοί τε τῆς ἁγίας θεοῦ ἐκκλησίας, οἱ τόδε τὸ σύνταγμα τῶν ὀγδοήκοντα αἱρέσεων ἢ μέρος αὐτῶν διερχόμενοι καὶ σὺν ἐμοὶ τὸν τοιοῦτον ὄγκον τῶν προειρημένων μοχθηρῶν διδασκαλιῶν διανηξάμενοι, διαπεζεύσαντές τε τὴν τοσαύτην ἔρημον, φοβεράν τε καὶ ἐν δίψει κατατεταγμένην, ἐπικαλεσώμεθα τὸν τῶν ὅλων κύριον, πάλαι μὲν ἐν ἐπιθυμίᾳ τούτου ὄντες καὶ καθ' ἕκαστον τόπον τῶν αἱρέσεων τούτων, ὥσπερ ἐν Μερρᾷ τόπῳ καὶ ἐν δίψει τῆς φοβερᾶς ἀβάτου ἐρήμου, ἀεὶ συναντῶντες τοῖς σκολιοῖς αὐτῶν λόγοις, ἐπιφωνήσωμεν καὶ αὐτοί ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός, καὶ πάλιν πότε ἔλθω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ; διὰ τοῦτο τάχιον καὶ αὐτοὶ ἐπικαλεσώμεθα, οὐχ ὡς ἐκεῖνος ἐκάλει τὴν νύμφην, νυμφίος αὐτῆς τυγχάνων καὶ κύριος καὶ δεσπότης καὶ βασιλεὺς καὶ θεὸς καὶ ὑπέρμαχος, ἀλλ' ὡς δοῦλοι αὐτοῦ ἡμεῖς ἐπικαλεσώμεθα, συνῳδὰ τῷ αὐτῷ καὶ αὐτοὶ λέγοντες δεῦρο ἀπὸ Λιβάνου νύμφη, ὅτι ὅλη καλὴ εἶ καὶ μῶμος οὐκ ἔστιν ἐν σοί·
來吧,基督的兒女,神聖潔教會的眾子啊,你們這些已走過這八十個異端全部或部分綱要之人,已與我一同游過如此龐大堆積的前述邪惡教訓,並徒步跋涉了如此浩大、令人生畏且乾渴難耐的曠野的人啊——讓我們呼求萬有的主;我們早已切慕於此,並在這些異端的每一個地方,如同在瑪拉之地、在那可畏、無路可通的曠野的乾渴中,總是遭遇他們扭曲的言詞——讓我們也一同呼喊,正如詩人所說:『鹿切慕溪水,我的心切慕你,神啊,也是如此』,又說:『我幾時得朝見神的面呢?』因此,讓我們也更加急切地呼求祂——不是像那位呼喚新婦的那樣,因祂本身就是她的新郎、主、主人、君王、神與護衛者,而是我們要作為祂的僕人來呼求祂,與祂同聲說道:『新婦啊,從利巴嫩來吧,因你全然美麗,毫無瑕疵;』
Come then, children of Christ and sons of the holy church of God, you who have traversed this whole compendium of the eighty heresies, or a part of them, and have swum through, together with me, such a mass of the aforesaid wicked teachings, and have journeyed on foot through so great a wilderness, fearful and set in thirst — let us call upon the Lord of all; long since desiring this, and in every place of these heresies, as it were in the place Marah and in the thirst of the fearful, trackless desert, always encountering their crooked words — let us also cry out, in the manner of the Psalmist: 'As the deer longs for the springs of water, so my soul longs for you, O God,' and again, 'When shall I come and appear before the face of God?' Therefore let us also all the more quickly call upon him — not as he called the bride, being himself her bridegroom and lord and master and king and God and champion, but as his servants let us call upon him, saying in harmony with the same words, ourselves as well: 'Come from Lebanon, O bride, for you are altogether beautiful and there is no blemish in you.'
1:12693
ὁ παράδεισος τοῦ μεγάλου τεχνίτου, ἡ πόλις τοῦ ἁγίου βασιλέως, ἡ νύμφη τοῦ ἀσπίλου Χριστοῦ, ἡ παρθένος ἡ ἁγνή, μόνῳ ἑνὶ ἀνδρὶ ἐν πίστει. μεμνηστευμένη, ἡ διαφανὴς καὶ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ὡς ἥλιος ἐκλεκτή, θάμβος ὡς τεταγμέναι, ἡ μακαριζομένη ὑπὸ τῶν βασιλίδων καὶ ἐξυμνουμένη ὑπὸ τῶν παλλακίδων, ἡ ὑπὸ τῶν θυγατέρων ἐπαινουμένη, καὶ ἀπὸ τῆς ἐρήμου ἀνερχομένη, λελευκανθισμένη καὶ ἐπὶ τὸν ἀδελφιδοῦν αὐτῆς ἐπιστηριζομένη, ἡ μῦρον πνέουσα, ἡ ἀπὸ τῆς ἐρήμου ἀνερχομένη, ὡς στελέχη καπνοῦ τεθυμιαμένη, σμύρναν καὶ λίβανον ἀπὸ κονιορτῶν μυρεψοῦ τοῦ δεδωκότος ἑαυτοῦ τὴν εὐοδμίαν, ὃν προορῶσα ἔλεγε μύρον ἐκκενωθὲν ὄνομά σοι·
這位是那偉大工匠的樂園,聖潔君王的城,無瑕基督的新婦,那唯獨與一人以信約定終身的貞潔童女,她光輝燦爛、如晨曦初現,美麗如月,皎潔如日,威嚴如列陣的軍旅;她蒙眾王后稱她有福,蒙眾妃嬪頌揚她,蒙眾女子讚美她;她從曠野上來,容光煥發,倚靠著她的親屬;她散發沒藥的香氣,從曠野上來,如同煙柱冒著沒藥、乳香的香煙,那香氣來自那位施予自己馨香之調香者所撒的香粉——她預先望見他,便說:『你的名如同倒出來的香膏;』
the paradise of the great Artisan, the city of the holy King, the bride of the spotless Christ, the pure virgin betrothed in faith to one man alone, she who is radiant and looks forth like the dawn, fair as the moon, chosen as the sun, an object of awe like armies set in array, she who is blessed by the queens and extolled by the concubines, she who is praised by the daughters, and who comes up from the wilderness, made white, leaning upon her kinsman, she who breathes forth myrrh, who comes up from the wilderness like columns of smoke, perfumed with myrrh and frankincense from the powders of the perfumer who has given his own sweet fragrance — of whom, foreseeing him, she said, 'Your name is myrrh poured forth;'
1:12694
διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, ἡ ἑστηκυῖα ἐκ δεξιῶν τοῦ βασιλέως, ἐνδεδυμένη κροσσωτά, διαχρύσοις πεποικιλμένη, ἡ μηδὲν σκοτεινὸν ἔχουσα, ποτὲ δὲ μεμελανωμένη, νυνὶ δὲ καλὴ καὶ λελευκανθισμένη, ἵνα ἐν σοὶ γενόμενοι λωφήσωμεν τῶν προδιελθόντων ἡμᾶς στυγερῶν τῶν αἱρέσεων πραγμάτων καὶ ἡσυχάσωμεν ἀπὸ τῶν σάλων τῆς τῶν αὐτῶν τρικυμίας καὶ ἀναψύξωμεν ἐν σοί, ἁγία μήτηρ ἡμῶν ἐκκλησία, καὶ ἐν τῇ ἁγίᾳ ἐν σοὶ διδασκαλίᾳ καὶ ἁγίᾳ καὶ μόνῃ πίστει θεοῦ ἐν ἀληθείᾳ
『因此童女們都愛你』——她站在王的右邊,身穿繸邊衣裳,飾以金色,她身上毫無黑暗之處,雖然一度被曬黑,如今卻美麗而潔白——好叫我們得以進入你裡面,從我們所經歷過那些可憎的異端之事中得享安息,從它們風浪的洶湧中得享平靜,並在你裡面得著舒暢,我們聖潔的母親教會啊,並在你裡面那聖潔的教導中,以及在神那唯一、聖潔、真實的信仰中得著舒暢。
'therefore the maidens have loved you' — she who stands at the right hand of the king, clothed in fringed garments, adorned with gold, she who has nothing dark in her, though once made black, but now fair and made white — so that, coming to be in you, we may find respite from the loathsome affairs of the heresies which we have passed through, and may find quiet from the surging waves of their tempest, and may refresh ourselves in you, O holy Church, our mother, and in the holy teaching that is in you, and in the one holy faith of God in truth.
1:12695
Ἀλλὰ ἄρξομαι περὶ ταύτης τῆς ἁγίας πόλεως θεοῦ τὰ θαυμαστὰ διηγεῖσθαι
但我現在要開始講述關於這座神聖潔之城的奇妙事蹟。
But I shall begin to relate the wonders concerning this holy city of God.
1:12696
τὰ γὰρ δεδοξασμένα ἐλαλήθη περὶ αὐτῆς, ὥς φησιν ὁ προφήτης δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ, ἀνθρώποις μὲν πᾶσιν ἀνέφικτα, ἀπίστοις δὲ ἀλλότρια, πιστοῖς δὲ ἀνθρώποις καὶ ἀληθινοῖς ἐν μέρει κτητά, ἐν ὑποσχέσει δὲ τελειώσεως ὡς παρὰ τοῦ αὐτῶν δεσπότου παρασχεθησόμενα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅπου αὐτὴ ἡ ἁγία παρθένος καὶ κληρονόμος σὺν τῷ ἰδίῳ νυμφίῳ ἐν οὐρανῷ ἔσχε τὸν κλῆρον καὶ τὴν κληρονομίαν
因為經上論到她說了榮耀的話語,正如先知所說:『神的城啊,論到你,已有榮耀的話被說出』——這些事對凡人而言是不可企及的,對不信之人而言是陌生的,但對忠信而真誠之人而言,卻能部分地獲得,並照著要成全的應許,將由他們自己的主在天國裡賜予他們;在那裡,這位聖潔的貞女與繼承人,與她自己的新郎一同,在天上擁有她的產業與繼承之份。
For glorious things have been spoken concerning her, as the prophet says, 'Glorious things have been spoken concerning you, O city of God' — things unattainable indeed for all mere men, foreign to unbelievers, but for faithful and true men attainable in part, and, by the promise of their completion, to be granted by their own Master in the kingdom of heaven, where this holy virgin and heir, together with her own bridegroom, has her portion and inheritance in heaven.
1:12697
ἁγίας ταύτης ἐκκλησίας γεννηθεῖσιν
對那些由這聖潔教會所生之人而言
to those who have been born of this holy church
1:12698
ἀπόδειξις γὰρ αὕτη πρώτη περὶ ἀληθείας καὶ ἑδραίωμα πίστεως τῆς μόνης ταύτης παρθένου καὶ ἁγίας περιστερᾶς καὶ ἀκάκου, περὶ ἧς ὁ κύριος ἐν πνεύματι τῷ Σαλομῶντι ἀπεκάλυπτεν ἐν ᾄσματι τῶν ᾀσμάτων καὶ ἔλεγεν ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν. ἀριθμός·
因為這正是關乎真理的首要證明,也是信仰的根基,論到這位獨一無二的貞女、聖潔而無詭詐的鴿子;論到她,主曾藉聖靈向所羅門啟示,在雅歌中說:『有六十王后,八十妃嬪,並無數的童女;』
For this is the first proof concerning the truth, and the foundation of faith, of this only virgin, holy and guileless dove, concerning whom the Lord revealed in the Spirit to Solomon, in the Song of Songs, saying, 'There are sixty queens, and eighty concubines, and maidens without number;'
1:12699
μία ἐστὶ περιστερά μου, τελεία μου, μετὰ προσθήκης τοῦ μου καὶ μου
『我的鴿子,我的完全人,只有這一個』——並附加了『我的』與『我的』二詞。
'my dove, my perfect one, is but one' — with the addition of 'my' and 'my.'
1:12700
αὐτοῦ γὰρ περιστερὰ καὶ αὐτοῦ τελεία, ὡς τῶν ἄλλων λεγομένων καὶ μὴ οὐσῶν, αὐτῆς δὲ διττῶς ὀνομαζομένης
因為她是屬祂的鴿子,也是屬祂的完全人;而其餘的雖被稱呼,卻並非真實存在,唯獨她被以雙重名號稱呼。
For she is his dove and his perfect one, whereas the others are merely spoken of and do not truly exist, while she alone is named doubly.
1:12701
ἐπὶ γὰρ ταῖς ἄλλαις οὐκ εἶπεν, ὀγδοήκοντά εἰσι παλλακαί μου, ἀλλὰ ταῖς μὲν βασιλίσσαις διὰ τῆς ἐνδόξου ὀνομασίας τὴν συνάφειαν τῆς τιμῆς ἀπένειμεν, ἐπὶ δὲ ταῖς παλλακαῖς τὸ ἀλλότριον τέλεον ἀπεφήνατο
因為論到其餘的,他並沒有說:『有八十個是我的妃嬪』,反倒對王后們,藉著那榮耀的稱謂,賦予了尊榮的聯繫,而論到妃嬪們,卻宣告了她們徹底的疏遠。
For concerning the others he did not say, 'There are eighty concubines of mine,' but to the queens he assigned the connection of honor through the glorious designation, while concerning the concubines he declared their total estrangement.
1:12702
ὧν τοὺς ἀριθμοὺς εἰς νοῦν λαμβάνοντες κατὰ τὴν ἀναγωγὴν τῆς θεωρίας ἐπεργάσασθαι ἐν τῷ τόπῳ ἀναγκαζόμεθα διὰ τὸ μὴ ὑπερβαίνειν, οὐ ψυχρολογοῦντες, ἀλλ' ἐν ἀληθείᾳ λόγους διὰ τῶν ἀληθινῶν γραφῶν ταῖς ἀληθιναῖς θεωρίαις ἀντεξετάζοντες
既已將這些數目納入考量,按著解經的引申義,我們在此便不得不加以闡述,以免略過不論;我們並非在空談,而是本著真理,藉著真實的經文,將這些話語與真實的解釋相互對照考察。
Taking their numbers into consideration, we are compelled, according to the elevated sense of the contemplation, to work through them at this point, so as not to pass over them, not speaking frivolously, but in truth, examining the words alongside the true contemplations by means of the true Scriptures.
1:12703
ὅτι μὲν γὰρ καὶ ὁ ἀριθμὸς γεγραμμένος ἀπαράβατός ἐστιν ἑκάστης ὑποθέσεως καὶ οὔτε δύναται τὸ ἐν ἀριθμῷ κατατεταγμένον ἕωλόν τι εἶναι οὔτε εἰς ἀργότητα ἐν τῇ γραφῇ ἐπιμετρεῖσθαι δῆλον
因為顯然,凡經上所記載的數目,在每一件事上都是不可更易的;凡按數目所排定的,既不可能是無關緊要之事,也不可能是經文中為著閒散無用之意而加以計量的。
For it is clear that the number written down is inviolable in each matter, and that what has been set down in a number can neither be something stale nor be reckoned in Scripture merely for idleness.
1:12704
βασίλισσαι δέ εἰσιν αἱ ἤδη πρότερον εἰς γενεαλογίαν ὠνομασμέναι ψυχαί
而所謂王后,就是那些先前已在族譜中被記名的靈魂。
The queens are the souls who have already previously been named in the genealogy.
1:12705
ὡς γὰρ βασιλεῖ συνέπονται πλήθη πολλά, τοῦ δὲ βασιλέως κεφαλῆς οὔσης, ὥσπερ ἐπὶ σώματος πολλῶν μελῶν ὄντων ἀπὸ τῆς κεφαλῆς ὁ εἷς ἄνθρωπος ἀριθμηθήσεται, οὕτως ἀπὸ τοῦ ἑνὸς βασιλέως τὸ πᾶν πλῆθος τὸ ὑπὸ τὸν βασιλέα εἰς ἕνα ἀναλογισθήσεται
因為正如許多群眾跟隨著一位君王,而君王就是頭,正如身體雖有許多肢體,卻是從頭來計算為一個人,照樣,從那一位君王算起,凡在這君王之下的全體群眾,也要被算為一體。
For just as many multitudes follow together with a king, and the king is the head, just as, when there are many members in a body, the one man is reckoned from the head, so from the one king the whole multitude that is under the king shall be reckoned as one.
1:12706
Βασίλισσα τοίνυν ἡ γενεὰ ἐν Χριστῷ κέκληται, οὐ τῆς πάσης γενεᾶς βασιλευσάσης, ἀλλὰ τῆς μιᾶς τῆς ἐπιγνούσης τὸν κύριον δι' ὀνομασίας τοῦ ἀνδρὸς αὐτῆς εἰς τὸ βασιλικὸν ἀξίωμα καὶ τάξιν φερομένης, ὡς οἷον εἰπεῖν Ἀδὰμ καὶ πᾶσα αὐτοῦ γενεὰ βασίλισσα αὕτη ἀριθμηθήσεται, ἥ τε αὐτοῦ ἀρχὴ καὶ ἡ πατριαρχία, βασιλεύσασαι μετὰ τῶν μετ' αὐτοῦ, διὰ τὴν πρὸς τὸν θεὸν γνῶσιν καὶ ἣν κατηξίωται πρῶτος πλάσιν πλασθῆναι καὶ ὅτι μετάνοιαν πρῶτος ἐνεδείξατο, ὡς ἔχει ἡ ἀκολουθία
因此,一個世代在基督裡被稱為『王后』,並非因為整個世代都作了王,而是因為那唯一認識主的世代,藉著其代表人物的稱謂,被納入王者的尊貴與品級之中;例如,可以說,亞當及其全部後裔,都要被算作這一位王后,包括他自己的起初與其宗族之首的地位,他們與跟隨他的人一同作王,這是因為他們對神有認識,以及他蒙揀選成為首先被塑造之人,並因他首先表明了悔改,正如事件的次序所示。
A generation, then, is called a 'queen' in Christ, not because the whole generation has reigned, but because that one generation which has come to know the Lord is carried, by the designation of its own head, into royal rank and dignity — so that, so to speak, Adam and his whole generation shall be reckoned as this one queen, both his own beginning and his patriarchate, having reigned together with those after him, on account of the knowledge of God and the formation he was deemed worthy to have as the first one formed, and because he first showed forth repentance, as the sequence of events shows.
1:12707
εἶτα μετὰ τοῦτον Σὴθ καὶ ἡ πᾶσα μετ' αὐτοῦ ἀνθρωπότης, καὶ Ἐνὼς καὶ Καϊνὰν καὶ Μαλελεὴλ καὶ Ἰάρεδ καὶ Ἐνὼχ καὶ Μαθουσάλακαὶ Λάμεχ καὶ Νῶε·
接著在他之後,是塞特和與他同在的全體人類,又有以挪士、該南、瑪勒列、雅列、以諾、瑪土撒拉、拉麥和挪亞;
Then after him, Seth and all humanity together with him, and Enos and Cainan and Mahalaleel and Jared and Enoch and Methuselah and Lamech and Noah;
1:12708
τούτων τῶν ἁγίων τῶν καταλογάδην ἐν ἀριθμῷ κατὰ γενεὰν καταριθμηθέντων, ὧν ὁ ἀριθμὸς παρὰ Ματθαίῳ δείκνυται
這些聖者按次序逐一被列入族譜的數目之中,按著世代計算,他們的數目可見於馬太福音之中。
these holy men being enumerated one after another, by number, according to generation, the number of whom is shown in the Gospel of Matthew.
1:12709
ἑξήκοντα γὰρ καὶ δύο γενεαί τε καὶ πατριαρχίαι παρ' αὐτῷ ἐμφέρονται διὰ τῶν ὀνομάτων τῶν ἐντελεστέρων ἀνδρῶν, πρὸς τὸν θεὸν τὴν γνῶσιν ἐσχηκότων ἢ δι' ἑτέραν τινὰ ἀριστείαν τὴν βασιλικήν τε δόξαν καὶ ἐμβρίθειαν μετεσχηκότων, ὧν ὁ κατάλογος τοῦ ἀριθμοῦ ἐμφέρεται ἄχρι. τῆς τοῦ Χριστοῦ παρουσίας
因為在其中列出了六十二個世代與宗族,都是藉那些最完全之人的名字所記載,他們或是對神有認識,或是因某種其他卓越的德行而分享了君王的榮耀與莊重——他們數目的名冊一直延續到基督降臨之時。
For sixty-two generations and patriarchates are set forth in it, by the names of the most perfect men, who possessed knowledge of God, or who, on account of some other excellence, partook of royal glory and dignity — the catalogue of whose number is carried forward up to the coming of Christ.
1:12710
καὶ γὰρ ἐν τῇ ἐρήμῳ ἑβδομήκοντα δύο στελεχῶν φοινίκων ὑπαρχόντων ἑβδομήκοντα ἡ γραφὴ ὠνόμασε
因為,正如在曠野中,棕櫚樹的樹幹雖然實有七十二株,經上卻只稱其為七十株。
For indeed, in the wilderness, although there were seventy-two palm trunks, Scripture named only seventy.
1:12711
καὶ εἰς τὸ ὄρος προσκεκλημένων ἑβδομήκοντα ἑβδομήκοντα δύο εὑρίσκονται σὺν τῷ Ἐλδὰδ καὶ Μωδάδ
又如,那些被召上山的長老,雖被稱為七十人,連同以利達與米達,卻共有七十二人。
And of those called up to the mountain as seventy, seventy-two are found, together with Eldad and Medad.
1:12712
καὶ ἑβδομήκοντα δύο ἑρμηνεύσαντες ἐπὶ Πτολεμαίου, διὰ δὲ τὴν συντομίαν εἰώθαμεν λέγειν τῶν ἑβδομήκοντα τὴν ἑρμηνείαν
又如,在托勒密王的時代,實有七十二人從事翻譯,然而為了簡便,我們習慣稱之為『七十士譯本』。
And likewise, seventy-two translated the Scriptures under Ptolemy, yet for the sake of brevity we are accustomed to speak of the translation 'of the seventy.'
1:12713
οὕτω καὶ νῦν ἑξήκοντα βασίλισσαι οἶμαι εἴρηνται, ἐξαιρουμένου τοῦ τε ἄνωθεν ἀριθμοῦ καὶ τοῦ κάτωθεν, διὰ τὸ μεσαίτατον τῶν ἑξήκοντα πρὸς τύπους καὶ ἀναγωγὴν τῆς τελείας θεωρίας
照樣,我認為,此處也是如此稱為六十個王后,省去了上面一部分的數目與下面一部分的數目,因為六十這個數目最為居中,適用於預表,以及那完全解釋的引申含義。
So too, I think, sixty queens are now spoken of here, the number above and the number below being left out, on account of the fact that the number sixty, being most central, is used for types and for the elevated sense of the perfect contemplation.
1:12714
ἐπειδὴ γὰρ δι' ἓξ δεκάδων τὴν τῆς ἑξαημέρου πληροῦσθαι περίοδον συμβαίνει εἰς τὸ συνάπτεσθαι ἀπὸ ἑκάστης γενεᾶς ὁσίων ψυχῶν πλῆθυν ἐν θεῷ βασιλευουσῶν κατὰ τὴν πίστιν
因為既然是藉著六個十,六日創造的週期得以完成,以致從每一個世代都聯結成一群按信仰在神裡作王的聖潔靈魂。
For since it happens that, through six decades, the period of the six days of creation is fulfilled, so that from each generation there is joined together a multitude of holy souls reigning in God according to the faith.
1:12715
χωρήσασαι ἐν αὐταῖς ἀνὰ μετρητὰς δύο ἢ τρεῖς, περὶ τοῦ μέτρου τῆς παλαιᾶς καὶ νέας διαθήκης καὶ τριάδος τοῦ πληρώματος·
這些器皿各能盛下二或三桶——象徵舊約與新約的量度,以及那圓滿無缺之三一的奧祕;
holding within themselves two or three measures apiece — concerning the measure of the Old and New Testament, and the Trinity of the fullness;
1:12716
αἵτινες ἀπὸ τοῦ ὕδατος εἰς οἶνον ἄκρατον μεταβέβληνται, πληρωθεῖσαι εἰς εὐφρασίαν γάμων καὶ υἱῶν τῶν ἀνθρώπων
這些器皿已從水變成了純美的酒,盛滿以供人間婚筵與世人子女的歡樂之用。
which have been changed from water into unmixed wine, having been filled for the gladness of weddings and of the sons of men.
1:12717
ἔνθεν γὰρ τὸ ἑξαγωνιαῖον καλεῖται παρὰ τοῖς ἔξωθεν λόγοις διὰ τριάδος καὶ ἑβδομάδος εἰς εἴκοσι ἕνα ἀριθμὸν γεωμετρούμενον, οὗ ἑξαγωνιαίου σημασία ἐστὶ πληρώσεως τοῦ παντὸς ὁρωμένου κύτους, διὰ τὸ τετραχῆ ἔχειν, ὡς εἰπεῖν, τὸ τετραγώνιον ὑποβάθραν τε καὶ τὴν ἄνωθεν τῆς ὀροφώσεως σκέπην ἕκτον ἀριθμὸν τελεῖν
由此之故,在外邦的學說中,這被稱為『六面形』,是藉著三與七以幾何方式推算至二十一之數;而這六面形所表徵的,乃是整個可見形體的完滿,因為那方形的底座(可以說)有四面,加上其上覆蓋的屋頂,便湊足了第六個數目。
For hence the 'hexagonal' figure is so called in the writings of those outside the church, being computed geometrically, through the triad and the heptad, to the number twenty-one; and the meaning of this hexagonal figure is the completion of the whole visible structure, because the square base has, so to speak, four sides, and the covering of the roof above completes the sixth number.
1:12718
Ἀλλ' ἵνα μὴ εἰς πλάτος μηκύνω τὸν λόγον, πάλιν ἱκανῶς ἔχειν νομίζω περὶ τῶν ἑξήκοντα βασιλισσῶν ἕως τῆς τοῦ Χριστοῦ παρουσίας γενεῶν ἀριθμηθεισῶν τὰ εἰρημένα, μετὰ δὲ τὸν Χριστὸν καὶ δεῦρο τυγχανουσῶν λοιπὸν γενεῶν, καθὼς αὐτῷ τῷ κυρίῳ μόνῳ ἔγνωσται
但為了不使論述過於冗長,我認為,關於這六十個王后——也就是那些一直計數到基督降臨為止的世代——所說的話已經足夠了;而基督之後直到如今所存留的其餘世代,則唯獨主自己知曉。
But, so as not to extend the discourse too broadly, I think again that what has been said is sufficient concerning the sixty queens, the generations having been numbered up to the coming of Christ, while the generations that have occurred after Christ and up to now remain as known to the Lord himself alone.
1:12719
οὐ. κέτι γὰρ κατὰ γενεὰν οἱ ἀριθμοὶ παρά τισιν ἀνηνέχθησαν ἢ κατετάχθησαν, διὰ τὸ ἐπεσφραγίσθαι τὸν ἀριθμὸν τῆς τοιαύτης ὑποθέσεως καὶ ἀποκεκλεῖσθαι διὰ τοῦ τῶν βασιλισσῶν ἀριθμοῦ ἕως αὐτῆς τῆς ἐνσάρκου παρουσίας ἠριθμημένου
因為此後在任何作者當中,再也沒有按著世代來計算或排列數目,因為這類主題所涉及的數目,已經藉著王后的數目被封緘、封閉,這數目一直計算到那道成肉身的降臨為止。
For no longer have the numbers been reckoned up or arranged according to generation among any writers, because the number belonging to such a subject has been sealed and closed off by means of the number of the queens, reckoned up to the very incarnate coming of Christ.
1:12720
λοιπὸν γὰρ οἱ μετέπειτα συγγραφεῖς ἢ λογογράφοι ἢ χρονογράφοι ἢ ἱστοριογράφοι οὐκέτι γενεὰς ἀριθμοῦσιν, ἀλλ' ἢ βασιλέων τὰς διαδοχὰς καὶ χρόνους κατὰ τὸν τῶν ἐτῶν ἀριθμὸν ἑκάστου βασιλέως, ὥστε ἐξ ἅπαντος εὖ μάλα τὸν συνετὸν γινώσκειν ὅτι καὶ ἀπὸ τούτου τοῦ ζητήματος τὸ πᾶν τοῦ χρόνου συνετμήθη εἰς τὸν τῶν ˉξˉβ γενεῶν ἕως Χριστοῦ ἀριθμόν, διὰ τὸ μηκέτι μετὰ Χριστὸν κατὰ τὴν ὑπόθεσιν ταύτην διὰ γενεαλογιῶν τοὺς τοῦ κόσμου χρόνους ἀριθμεῖσθαι, τελειουμένου τοῦ ἀριθμοῦ ἐν μιᾷ συνενώσει τῇ σημαινομένῃ κατὰ τὸ τῆς εὐδοκίας θεοῦ ἀμετάστατον ἔρεισμα·
因為此後,後來的著作者,無論是紀事者、編年者,或是歷史學家,都不再按世代計算,而是按著每位君王在位的年數,記錄君王的世系與年代;因此,凡有理解力的人都可以由此清楚知道,正因這個緣故,一切時間也都被縮限於直到基督為止的六十二個世代之數;因為此後,基督以後的世界年代,便不再照這種方式藉著族譜來計算,這數目乃在一種聯合中得以成全,這聯合乃是按著神旨意那不可動搖的根基所表明的;
For, henceforth, later writers, whether chroniclers, or annalists, or historians, no longer number generations, but rather the successions of kings and their reigns according to the number of years of each king; so that from all this the intelligent person may know very well that, from this consideration also, the whole span of time was cut short into the number of sixty-two generations up to Christ, because no longer, after Christ, are the times of the world numbered by genealogies according to this reckoning, the number being brought to completion in one union signified according to the unshakable foundation of the good pleasure of God;
1:12721
ὡς ἀπὸ τῆς αὐτῆς τὴν τοῦ αἰῶνος συντέλειαν φαίνεσθαι συντεμνομένην καὶ ἐπὶ τὸ μεταβατικὸν τοῦ μέλλοντος αἰῶνος πληρουμένην
以致從這同一聯合看來,這世代的終結也顯得被縮短了,並在向那將來世代的過渡中得以成全。
so that, from this same union, the consummation of the age is seen to be cut short and to be brought to fulfillment in the transition to the age to come.
1:12722
διὸ λέγει μία ἐστὶ περιστερά μου, τελεία μου, ὡς ἕως αὐτῆς τῶν πάντων τελειουμένων, κἄν τε χρόνοι ὦσιν καὶ καιροί, ἐνιαυτοί τε καὶ διαστήματα γενεῶν κατά τε βασιλέας ἢ ὑπάτους ἢ ὀλυμπιάδας ἢ ἡγεμονίας ὁ αἰὼν ἑαυτὸν ἀριθμήσειεν
因此他說:『我的鴿子,我的完全人,只有這一個』,彷彿萬事萬物都要達到她那裡才算成全,儘管這個世代仍可能藉著時候與季節、年歲與世代的間隔,按君王、執政官、奧林匹克紀年,或是各方統治年代來自我計算。
Therefore he says, 'My dove, my perfect one, is but one,' as though all things were being brought to completion up to her, even though the age might reckon itself by times and seasons, years and intervals of generations, according to kings, or consuls, or Olympiads, or governorships.
1:12723
ὀγδοήκοντα δὲ παλλακαί, αἵτινες ἐν μέσῳ τῶν βασιλίδων καὶ πρὸ τῆς ἐνσάρκου βασιλείας τουτέστι τῆς πίστεως καὶ αὐτῆς ταύτης τῆς νύμφης καὶ παρθένου, καὶ ἀσπίλου τε καὶ περιστερᾶς, τῆς μόνης τῇ μητρὶ καὶ τῇ τεκούσῃ
至於那八十個妃嬪,她們是存在於眾王后之間,並且是在那道成肉身的國度之前——就是信仰之前——以及在這位新婦、貞女,既無瑕又如鴿子者之前的;她們唯獨屬於那母親,就是那生育她們的。
But the eighty concubines are those who exist in the midst of the queens and before the incarnate kingdom — that is, before the faith, and this very bride and virgin, both spotless and dove — belonging, alone, to the mother, that is, to her who bore them.
1:12724
Ἐκκλησία γάρ ἐστιν ἀπὸ μιᾶς πίστεως γεγεννημένη, τεχθεῖσα δὲ διὰ πνεύματος ἁγίου, μία τῇ μόνῃ καὶ μία τῇ γεγεννηκυίᾳ
因為教會乃是由那唯一的信仰所生,藉聖靈而生產;對那唯一者而言是獨一的,對那生產她的而言也是獨一的。
For the church is that which has been begotten from one faith, having been born through the Holy Spirit — one, to her who alone begets, and one to her who has begotten it.
1:12725
καὶ ὅσαι μετὰ ταύτην ἦλθον καὶ πρὸ αὐτῆς, παλλακίδες ὠνομασμέναι, αἵτινες τὸ πᾶν οὐκ ἀλλότριαι γεγένηνται διαθήκης καὶ κληρονομίας, μὴ πεπροικισμέναι δὲ ὑπὸ τοῦ λόγου καὶ μὴ δεξάμεναι ὑποδοχὴν τοῦ ἁγίου πνεύματος, μόνον δὲ συνάφειαν ὑπὸ συνείδησιν πρὸς τὸν Λόγον ἐσχηκυῖαι
至於那些在她之後、或在她之先出現、被稱為妃嬪的,她們並非完全與聖約及產業無份;然而她們並未蒙那道所聘定,也未曾領受聖靈的接納,唯獨在良心之下與那道有某種聯繫而已。
And all those who came after her and before her, called concubines, have not become altogether strangers to the covenant and to the inheritance, yet they have not been dowered by the Word, nor have they received the reception of the Holy Spirit, but have had only a union with the Word under mere conscience.
1:12726
καλῶς γὰρ ὁ Ἑβραῖος τὴν παλλακίδα ἔφρασε, φήσας αὐτὴν φελεγέσθα·
因為希伯來文對『妃嬪』一詞的表達甚為貼切,稱之為『phelegestha』;
For the Hebrew has well expressed the concubine, calling her 'phelegestha';
1:12727
φελέγ, ὃ ἑρμηνεύεται ἥμισυ, ἔσθα γυνή, ἵνα εἴπῃ ἥμισυ γυναικός
『phelēg』意譯為『一半』,『estha』意為『女人』,因此意即『半個女人』。
'pheleg,' which is translated 'half,' and 'estha,' 'woman' — so as to say, 'half a woman.'
1:12728
ὅσον μὲν γὰρ ἧκεν εἰς τὸν κύριον, πάντας κέκληκεν εἰς ἐλευθέριον φῶς, φήσας ὡς ἔχετε τὸ φῶς μεθ' ἑαυτῶν, ἐν φωτὶ περιπατεῖτε, καὶ ὁ ἅγιος ἀπόστολος λέγων ὑμεῖς δὲ ἡμέρας ἐστὲ τέκνα καὶ τέκνα φωτός, καὶ πάλιν ἐν τῇ. θείᾳ γραφῇ λέγεται ὁ ποιῶν τὰ φαῦλα μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς
因為就主而言,祂已呼召眾人進入自由之光,說:『你們既有光在你們中間,就當在光中行走』;聖使徒也說:『你們卻是白晝之子,是光明之子』;經上又說:『作惡的人恨惡光,不來就光。』
For as far as it depended on the Lord, he has called all to the light of freedom, saying, 'As you have the light with you, walk in the light'; and the holy apostle says, 'But you are children of the day, and children of light'; and again it is said in the divine Scripture, 'He who does evil hates the light and does not come to the light.'
1:12729
οὕτω καὶ παλλακίδες οὐκ ἐν τῷ προφανεῖ, οὐκ ἐν τῇ τελειώσει, οὐδὲ ἐν προικὶ ἄγονται τοῖς ἀνδράσιν, εἰ καὶ συνάφειαν σχοῖεν αἱ αὐταὶ πρὸς τὰ σώματα τῶν ἀνδρῶν, οὐ μέντοι γε τὴν τῆς ἐλευθέρας γυναικὸς τιμὴν καὶ ὀνομασίαν καὶ βεβαίωσιν καὶ φερνὴν καὶ ἕδνα καὶ προικισμὸν καὶ γνησιότητα ἔχειν δύνανται
同樣,妃嬪也並非公開地、依正式的婚禮、或帶著嫁妝而被引至丈夫那裡,即使她們與丈夫的身體有交合之實,她們卻不能擁有自由女子所有的尊榮、名分、確立的地位、聘禮、婚儀之贈、嫁妝,以及正室的名份。
So too concubines are not led to their husbands openly, nor with completion of the rite, nor with a dowry, even if they should have union with the bodies of their husbands; yet they cannot have the honor and title and confirmation and dower-gift and bride-price and dowry and legitimacy of the free woman.
1:12730
παλλακίδες γοῦν αἱ καθεξῆς ἀριθμηθεῖσαι αἱρέσεις, ὡς ἄνω ἔφην, ὀγδοήκοντα
因此,所謂的妃嬪,就是那按次序被列舉出來的異端,如我前面所說,共有八十個。
The concubines, then, are the heresies enumerated in succession, as I said above — eighty in number.
1:12731
μὴ θαυμαζέτω δέ τις εἰ καὶ ἄλλοις ὀνόμασιν ἑκάστη τούτων κικλήσκεται ἐν ἑκάστῃ χώρᾳ
但若這些異端中的每一個,在每個地方也各有其他名稱,也無需為此感到驚訝。
But let no one be astonished if each of these is also called by other names in each region.
1:12732
ἀλλὰ καὶ ἐκεῖνο παρατηρητέον, ὅτι πολλάκις καθ' ἑαυτὴν πάλιν ἑκάστη αἵρεσις σχίσασα εἰς πολλὰ μέρη καὶ ὀνόματα διέστη·
但這一點也應當注意:每個異端往往又會自行分裂,分成許多支派和名稱。
But this too must be observed, that often each heresy, again splitting off by itself, has divided into many parts and names.
1:12733
δὲ καὶ ἕνα ἀριθμὸν εὑρίσκομεν, ἕνα μὲν διὰ τὴν μίαν τῶν πασῶν διωρισμένην, μόνην δὲ τῷ νυμφίῳ κεκληρωμένην, ὑπ' αὐτοῦ δὲ ὁμολογουμένην τῇ τοιᾷδε ὀνομασίᾳ, ὅτι μία ἐστὶ περιστερά μου, καὶ πάλιν τελεία μου, ὡς τῶν πασῶν παλλακίδων ἀγενῶν οὐσῶν καὶ οὐκ ἐν ἀκακίᾳ ἐπιμετρουμένων, οὐδὲ ἐν ἁγνείᾳ καὶ ἡμερότητι
然而我們也找到一個獨一的數目:那獨一者,是從眾人中分別出來、單單歸與新郎的一位,且被祂親口如此稱呼、承認:她是「我獨一的鴿子」,又是「我完全的人」;因為所有的妃嬪都是卑賤的,既不算在無邪之中,也不算在聖潔與溫柔之中。
And yet we also find a single number — one marked off and distinguished from all the rest, allotted to the Bridegroom alone, and acknowledged by him with this very name, that 'she is my one dove,' and again, 'my perfect one' — since all the concubines are base, and are not reckoned in innocence, nor in purity and gentleness.
1:12734
εἰσὶ μὲν οὖν αἱ ἀπ' ἀρχῆς συναπτόμεναι τῷ καλουμένῳ Βαρβαρισμῷ καὶ Σκυθισμῷ ἄχρι τῶν προειρημένων Μασσαλιανῶν ˉοˉζ τὸν ἀριθμόν, καὶ Ἑλληνισμός, ἐξ οὗ αἱ Ἑλληνικαὶ αἱρέσεις, καὶ Ἰουδαϊσμός, ἐξ οὗ αἱἸουδαϊκαί, καὶ Σαμαρειτική, ἐξ ἧς αἱ Σαμαρειτικαί·
這樣,從起初就與所謂的「野蠻教」和「西提亞教」相連的異端,一直到前面所說的摩薩利安派,共七十七個;此外還有希臘教,由此衍生出希臘的各異端;還有猶太教,由此衍生出猶太的各異端;還有撒瑪利亞教,由此衍生出撒瑪利亞的各異端。
There are, then, those heresies joined from the beginning to what is called Barbarism and Scythism, up to the aforementioned Massalians, seventy-seven in number; and Hellenism, from which come the Hellenic heresies; and Judaism, from which come the Jewish ones; and the Samaritan religion, from which come the Samaritan ones.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。