📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 藥箱(駁八十異端)

藥箱(駁八十異端) 第 1 章 第 4/82 段

希臘文原文.156 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:508–1:663(全章共 12976 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:508
εἰ μὴ γὰρ τὸ πρὸ μιᾶς ἐτεθνήκει, οὐκ ἂν εἰς τὴν ἑξῆς ἑτέρου ἐπεδέοντο πρὸς καθαρισμὸν ἁμαρτημάτων
因為若前一日的洗禮沒有失效,他們就不需要在次日再受另一次洗來潔淨罪過了。
For if the previous day's baptism had not died, they would not have needed another on the following day for the cleansing of sins.
1:509
καὶ εἰ ὅλως οὐκ ἀπέχονται τοῦ ἁμαρτάνειν, νομίζοντες ὅτι τὸ ὕδωρ καθαρίσει τοὺς ἐνδελεχῶς καθ' ἑκάστην ἁμαρτάνοντας, μάταιος αὐτῶν ἡ ὑπόνοια καὶ τὸ ἐπιτήδευμα φροῦδον καὶ ἕωλον
而且,如果他們根本不肯戒除犯罪,只以為水能潔淨那天天不斷犯罪的人,那麼他們的想法就是虛妄的,他們的作法也是徒然、陳腐無益的。
And if they do not refrain from sinning at all, supposing that the water will cleanse those who sin continually every day, their supposition is vain, and their practice futile and stale.
1:510
οὔτε γὰρ Ὠκεανὸς οὔτε πάντα τὰ ῥεῖθρα καὶ πελάγη, ποταμοί τε ἀένναοι καὶ πηγαὶ πᾶσά τε ἡ ὀμβροτόκος φύσις συνελθοῦσαι δύνανται ἁμαρτήματα ἀφανίσαι, ἐπειδήπερ οὐ κατὰ λόγον οὐδὲ ἐκ προστάγματος θεοῦ γίνεται·
因為無論是大洋,還是一切江河海洋、川流不息的河川與泉源,甚或整個蘊育雨水的自然,即使全部匯集在一起,也不能除去罪過,因為這樣的作法既不合乎道理,也非出於神的命令;
For neither Ocean, nor all the streams and seas, nor ever-flowing rivers and springs, nor the whole rain-bearing nature of things combined together, are able to blot out sins, since this does not take place according to reason nor by God's command;
1:511
μετάνοια γὰρ καθαρίζει καὶ τὸ ἓν βάπτισμα διὰ τῆς τῶν μυστηρίων ὀνομασίας
因為使人潔淨的乃是悔改,以及那藉著奧祕之名而施行的獨一洗禮。
for it is repentance that cleanses, and the one baptism, through the naming of the mysteries.
1:512
παρελεύσομαι δὲ καὶ ταύτην, αὐτάρκως ἡγησάμενος τὸ ἐν ὀλίγῳ τὸ ἀλέξημα τῆς αὐτῶν φρενοβλαβείας ὑποδείξας, ὡς ἐνταῦθα τοῖς ἐντυγχάνουσι συντέτακται
我現在就此略過這個異端,因為我認為已經簡略地指出了對治他們心智錯亂的良方,這已按照本書為讀者所編排的方式陳明。
I shall now pass over this heresy as well, having considered it sufficient to have shown briefly the remedy for their mental derangement, as it has been set out here for those who read this.
1:513
Κατὰ Νασαραίων, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως ˉε, τῆς δὲ ἀκολουθίας ˉιˉη
駁「拿撒勒派」(Νασαραῖοι),源出猶太教的第五個異端,依次序為第十八個。
Against the Nasaraeans, the fifth heresy stemming from Judaism, the eighteenth in the sequence.
1:514
Ἑξῆς δὲ ἐπιβαλοῦμαι διηγεῖσθαι τὰ κατὰ τὴν αἵρεσιν τὴν μετὰ τοὺς Ἡμεροβαπτιστὰς καλουμένην τῶν Νασαραίων, οἵτινες Ἰουδαῖοί εἰσι τὸ γένος, ἀπὸ τῆς Γαλααδίτιδος καὶ Βασανίτιδος καὶ τῶν ἐπέκεινα τοῦ Ἰορδάνου ὁρμώμενοι, ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν περιέχει λόγος, ἐξ αὐτοῦ δὲ τοῦ Ἰσραὴλ οὖσα, ἥτις τὰ πάντα ἰουδάϊζεν, μηδὲν περαιτέρω φρονοῦσα σχεδὸν τῶν προειρημένων
接著我要著手敘述繼「日日受洗派」之後所稱的「拿撒勒派」異端的情況。他們按血統是猶太人,來自基列地、巴珊地以及約旦河以東的地區,正如流傳到我們這裡的記載所載;他們本身出於以色列,各方面都行猶太教之事,其見解幾乎與前述諸派並無不同。
Next I shall undertake to relate the matters concerning the heresy called, after the Hemerobaptists, that of the Nasaraeans, who are Jews by race, coming from Gilead and Bashan and the regions beyond the Jordan, as the account that has come down to us relates; being themselves of Israel, they judaized in every respect, holding views scarcely different from those already mentioned.
1:515
περιτομὴν γὰρ ὡσαύτως ἐκέκτητο, σάββατον τὸ αὐτὸ ἐφύλαττεν, ἑορταῖς ταῖς αὐταῖς προσανεῖχεν, οὐ μὴν εἱμαρμένην παρεισῆγεν οὔτε ἀστρονομίαν
因為他們同樣行割禮,遵守同一個安息日,持守相同的節期,然而他們並不引入命定論或占星術。
For they likewise practiced circumcision, kept the same sabbath, adhered to the same feasts, yet they did not introduce fate or astrology.
1:516
καὶ πατέρας μὲν ἐδέχετο τοὺς ἐν τῇ πεντατεύχῳ ἀπὸ τοῦ Ἀδὰμ μέχρι Μωυσέως, τοὺς ἐν ἀριστείᾳ θεοσεβείας διαφανεῖς ὑπάρξαντας, φημὶ δὲ Ἀδὰμ καὶ Σὴθ καὶ Ἐνὼχ καὶ Μαθουσάλα καὶ Νῶε καὶ Ἀβραὰμ καὶ Ἰσαὰκκαὶ Ἰακώβ, Λευί τε καὶ Ἀαρὼν καὶ Μωυσέα καὶ Ἰησοῦν τὸν τοῦ. Ναυῆ, αὐτὴν δὲ οὐ παρεδέχετο τὴν πεντάτευχον, ἀλλὰ ὡμολόγει μὲν τὸν Μωυσέα καὶ ὅτι ἐδέξατο νομοθεσίαν ἐπίστευεν, οὐ ταύτην δέ, φησίν, ἀλλ' ἑτέραν·
他們承認《摩西五經》中從亞當到摩西這些以敬虔神明著稱的人物為列祖,我是說亞當、塞特、以諾、瑪土撒拉、挪亞、亞伯拉罕、以撒、雅各,以及利未、亞倫、摩西和嫩的兒子約書亞;但他們卻不接受《摩西五經》本身,反而一面承認摩西,也相信他領受了律法,只是——他們說——並非現在這一部律法,而是另一部。
And they accepted as fathers those in the Pentateuch from Adam to Moses who were distinguished for excellence in piety toward God — I mean Adam, Seth, Enoch, Methuselah, Noah, Abraham, Isaac and Jacob, Levi, Aaron, Moses, and Joshua the son of Nun — but they did not accept the Pentateuch itself; rather they confessed Moses and believed that he received a law, yet not this one, they say, but another.
1:517
ὅθεν τὰ μὲν πάντα φυλάττουσι τῶν Ἰουδαίων Ἰουδαῖοι ὄντες, θυσίαν δὲ οὐκ ἔθυον οὐδὲ ἐμψύχων μετεῖχον, ἀλλὰ ἀθέμιτον ἦν παρ' αὐτοῖς τὸ κρεῶν μεταλαμβάνειν ἢ θυσιάζειν αὐτοῖς
因此,他們雖是猶太人、遵守猶太人的一切規矩,卻不獻祭,也不吃有生命之物;在他們當中,吃肉或獻祭都被視為不合法。
Hence, being Jews, they observe all the practices of the Jews, yet they offered no sacrifice nor partook of living creatures; rather it was unlawful among them to partake of meat or to offer sacrifice.
1:518
ἔφασκον γὰρ πεπλάσθαι ταῦτα τὰ βιβλία καὶ μηδὲν τούτων ὑπὸ τῶν πατέρων γεγενῆσθαι
因為他們聲稱這些書卷是偽造的,這些事沒有一件是列祖所行的。
For they asserted that these books had been fabricated, and that none of these things had been done by the fathers.
1:519
αὕτη ἦν ἡ τῶν Νασαραίων διαφορὰ πρὸς τὰς ἄλλας, ὡς καὶ πρὸς αὐτοὺς ὁ ἔλεγχος οὐκ ἐν ἑνὶ τόπῳ, ἀλλὰ ἐν πολλοῖς ἐστι φανερός
這就是「拿撒勒派」與其他派別的不同之處;而對他們的駁斥,也不只在一處,而是在許多地方都顯而易見。
This was the difference of the Nasaraeans from the others, so that the refutation against them too is evident not in one place only, but in many.
1:520
Πρῶτον μὲν ἐν τῷ ὁμολογεῖν αὐτοὺς τοὺς πατέρας καὶ πατριάρχας καὶ Μωυσέα·
首先,在於他們承認列祖、族長和摩西;
First, in that they confess the fathers and patriarchs and Moses;
1:521
ἄλλης γραφῆς γὰρ περὶ τούτων μὴ λεγούσης, πόθεν αὐτοῖς ἡ γνῶσις τῆς τῶν πατέρων ὀνομασίας καὶ ἀριστείας, εἰ μὴ ἐξ αὐτῶν τῶν γραφῶν τῆς πεντατεύχου; καὶ πῶς οἷόν τε ἐν ταὐτῷ εἶναι ἀληθὲς καὶ ψεῦδος καὶ ἐν μέρει τὴν γραφὴν ἀληθεύειν, ἐν μέρει δὲ ψεύδεσθαι, τοῦ σωτῆρος λέγοντος ἢ ποιήσατε τὸ δένδρον ἀγαθὸν καὶ τοὺς καρποὺς ἀγαθοὺς ἢ τὸ δένδρον σαπρὸν καὶ τοὺς καρποὺς σαπρούς·
因為既然沒有別的經卷記載這些事,他們對列祖之名與其美德的認識,若不是出自《摩西五經》本身,又能從何而來呢?而救主既說:「你們或以為樹好,果子也好;或以為樹壞,果子也壞」,那麼同一卷經文怎麼可能同時既真又假、一部分是真的、一部分是假的呢?
For since no other scripture speaks about these matters, whence do they have their knowledge of the names and excellences of the fathers, if not from the very scriptures of the Pentateuch? And how is it possible for the same thing to be at once true and false, and for the scripture to be true in part and false in part, when the Savior says: 'Either make the tree good and its fruits good, or the tree corrupt and its fruits corrupt'?
1:522
οὐ δύναται γὰρ δένδρον ἀγαθὸν καρποὺς σαπροὺς ποιῆσαι, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιῆσαι
因為好樹不能結壞果子,壞樹也不能結好果子。
For a good tree cannot bear corrupt fruit, nor can a corrupt tree bear good fruit.
1:523
μάταιος τοίνυν αὐτῶν ἡ διάνοια καὶ ἡ εἰσήγησις, ἐκ πολλῶν ἔχουσα τὴν ἀνατροπήν, ὡς ἄχρι τῆς δεῦρο οὐ μόνον τὰ ἐν ταῖς γραφαῖς ᾄδεται, ἀλλὰ καὶ οἱ τόποι τῶν παραδοξοποιιῶν σῴζονται·
因此,他們的想法與主張都是虛妄的,可從許多方面加以駁斥;因為直到如今,不僅經上所記的事仍被傳誦,就連那些神蹟奇事發生的地點也依然存留;
Vain, then, is their thinking and their proposal, refuted from many quarters, since even to this day not only are the things recorded in the scriptures still celebrated, but also the very places of the wonders are preserved;
1:524
ὄρος Σιὼν ἄχρι τῆς δεῦρο οὕτω καλούμενον, ἀλλὰ καὶ ὅπου ἡ δρῦς τῆς Μαμβρῆ, ἔνθα τοῖς ἀγγέλοις παρετέθη ὁ μόσχος
錫安山直到今日仍以此名稱呼;還有幔利的橡樹所在之地,就是那犢牛被擺在眾天使面前的地方。
Mount Zion is called by this same name to this day; and likewise the place of the oak of Mamre, where the calf was set before the angels.
1:525
εἰ δὲ Ἀβραὰμ ἀγγέλοις παρέθετο κρεῶν τὴν ἑτοιμασίαν, ἀποδέων οὐκ ἦν αὐτὸς τῆς τούτων μετοχῆς
若亞伯拉罕曾將預備好的肉擺在眾天使面前,那麼他自己必定也一同分享,並無欠缺。
But if Abraham set before the angels a preparation of meat, he himself was surely not lacking in partaking of the same.
1:526
Ἀλλὰ καὶ τοῦ προβάτου τοῦ τυθέντος ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ ἔτι παρ' Αἰγυπτίοις τυγχάνει ᾀδομένη ἡ παράδοσις καὶ παρὰ τοῖς εἰδωλολάτραις
此外,關於那在埃及地被宰殺的羊羔,這傳統至今仍在埃及人乃至拜偶像者當中被傳誦。
Moreover, concerning the sheep that was sacrificed in the land of the Egyptians, the tradition is still celebrated among the Egyptians, and even among the idolaters.
1:527
ἐν γὰρ τῷ καιρῷ, ὅτε τὸ πάσχα ἐγίνετο ἐκεῖσε ἀρχὴ δὲ αὕτη γίνεται τοῦ ἔαρος ὅτε ἡ πρώτη ἰσημερία ἐκ μίλτεως. λαμβάνουσι πάντες οἱ Αἰγύπτιοι κατὰ ἀγνωσίαν καὶ χρίουσι μὲν τὰ πρόβατα, χρίουσι δὲ καὶ τὰ δένδρα, τὰς συκᾶς καὶ τὰ ἄλλα, φημίζοντες καὶ λέγοντες ὅτι, φησί, τὸ πῦρ ἐν ταύτῃ τῇ ἡμέρᾳ κατέφλεξέ ποτε τὴν οἰκουμένην·
因為在那地方逾越節發生之時——這正是春天之始、第一個春分之時——所有埃及人出於無知,都取紅色赭土來塗抹羊,也塗抹樹木、無花果樹及其他樹木,並且宣揚聲稱,據他們說,火曾在這一天焚燒了整個世界;
For at the time when the Passover took place there — this being the beginning of spring, when the first equinox occurs — all the Egyptians, out of ignorance, take red ochre and anoint their sheep with it, and they also anoint the trees, the fig trees and the others, proclaiming and saying that, as they put it, fire once burned up the world on this very day;
1:528
τὸ δὲ σχῆμα τοῦ αἵματος τὸ πυρωπὸν ἀλεξητήριόν ἐστι τῆς τοσαύτης πληγῆς καὶ τοιαύτης
而血那火紅的顏色,正是用來防禦這樣重大、如此嚴重之災難的護符。
and the appearance of the blood, being fire-red, is a protective charm against so great and so terrible a calamity.
1:529
πόθεν δὲ οὐκ ἔχομεν δεῖξαι περὶ τῆς ἀκολουθίας, ὡς ἔτι καὶ δεῦρο τὰ λείψανα τῆς τοῦ Νῶε λάρνακος δείκνυται ἐν τῇ τῶν Καρδυαίων χώρᾳ
至於後續之事,我們豈不能指出:直到如今,挪亞方舟的殘骸仍在迦爾杜亞人之地被展示出來嗎?
And whence can we not show, concerning what follows, that even to this day the remains of Noah's ark are shown in the land of the Cardyaeans?
1:530
καὶ πάντως δὲ εἰ ἐπιζητήσειέ τις καὶ ἀνερευνήσειε, καὶ τὰ λείψανα τοῦ θυσιαστηρίου ἐπείπερ ἀκόλουθόν ἐστιν εὕροι ἂν ἐν τῇ ὑπωρείᾳ τοῦ ὄρους, ὅπου ἔμεινε Νῶε ἐξελθὼν ἀπὸ τῆς κιβωτοῦ καὶ προσενέγκας ἀπὸ τῶν ζῴων τῶν καθαρῶν καὶ τῶν στεάτων κυρίῳ τῷ θεῷ ὅτε ἤκουσεν ἰδοὺ δέδωκά σοι τὰ πάντα ὡς λάχανα ἀγροῦ, θῦσον καὶ φάγε
而若有人切實尋求探究,理應也能在那山腳下找到祭壇的遺跡;挪亞正是在那裡從方舟出來後停留,並從潔淨的牲畜和脂油中取來獻給主神,那時他聽見說:「看哪,我將萬物賜給你,如同田間的青菜一樣,你們可以宰殺吃用。」
And assuredly, if anyone should seek and search diligently, since it is consistent, he would also find the remains of the altar at the foot of the mountain, where Noah remained after coming out of the ark, and offered from the clean animals and from the fat portions to the Lord God, when he heard, 'Behold, I have given you all things as the green plants of the field; sacrifice and eat.'
1:531
παρελεύσομαι δὲ καὶ ταύτης πάλιν τὸ ἐπείσακτον καὶ ἠλίθιον τῆς αἱρέσεως, ἀρκεσθεὶς ταῖς προειρημέναις ὀλίγαις λέξεσιν, ἐνσπαρείσαις ὑπὸ τῆς ἡμῶν βραχύτητος ἐνταῦθα πρὸς ἀντίθεσιν τῆς πλάνης τῆς προειρημένης αἱρέσεως
我同樣也要略過這異端那外來且愚蠢的性質,因為已滿足於上述由我簡短所撒下的幾句話,用以駁斥這前述異端的謬誤。
And I shall likewise pass over the imported and foolish character of this heresy as well, being content with the few words already stated, sown here by our brevity in opposition to the error of the aforementioned heresy.
1:532
Κατὰ Ὀσσαίων, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως ˉ, τῆς δὲ ἀκολουθίας ˉιˉθ
駁「歐塞派」(Ὀσσαῖοι),源出猶太教的第六個異端,依次序為第十九個。
Against the Ossaeans, the sixth heresy stemming from Judaism, the nineteenth in the sequence.
1:533
Μετὰ ταύτην πάλιν ἄλλη τις αἵρεσις ταύταις παραπεπλεγμένη, ἡ τῶν Ὀσσαίων καλουμένη
在此之後,又有另一個與前述諸派交織相關的異端,稱為「歐塞派」。
After this again there is another heresy interwoven with these, called that of the Ossaeans.
1:534
Ἰουδαῖοι δὲ οὗτοι ὡς καὶ αἱ προειρημέναι, ὑποκριταὶ τὸν τρόπον δεινοὶ τὴν ἐπίνοιαν
這些人和前述諸派一樣是猶太人,行事偽善,心思狡詐。
These, like the aforementioned ones, are Jews, hypocritical in manner, cunning in their thinking.
1:535
ὡρμῶντο δὲ οὗτοι, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα περιέχει παράδοσις, ἀπὸ τῆς Ναβατικῆς χώρας καὶ Ἰτουραίας, Μωαβίτιδός τε καὶ Ἀριηλίτιδος, τῶν ἐπέκεινα τῆς κοιλάδος τῆς ἁλυκῆς οὕτως ἐν τῇ θείᾳ γραφῇ κληθείσης ὑπερκειμένων χωρῶν·
據流傳到我們這裡的記載所述,這些人源自納巴泰人之地、以土利亞、摩押地和亞列利地,也就是位於「鹽谷」——聖經如此稱呼——以外高處的地區。
These came, as the tradition that has reached us relates, from the land of the Nabataeans and Ituraea, Moabitis and Arielitis, the regions lying beyond the Salt Valley, so called in divine scripture.
1:536
ἔστι δὲ αὕτη ἡ νεκρὰ καλουμένη θάλασσα
這就是所謂的「死海」。
This is what is called the Dead Sea.
1:537
τοῦτο. δὲ τὸ γένος τῶν Ὀσσαίων ἑρμηνεύεται διὰ τῆς ἐκδόσεως τοῦ ὀνόματος στιβαρὸν γένος
至於「歐塞派」這名稱,按其字義解釋,意即「強壯之族」。
And this race of the Ossaeans, when the name is interpreted, means 'the sturdy race.'
1:538
συνήφθη δὲ τούτοις μετέπειτα ὁ καλούμενος Ἠλξαῒ ἐν χρόνοις βασιλέως Τραιανοῦ μετὰ τὴν τοῦ σωτῆρος παρουσίαν, ὃς ἐγένετο ψευδοπροφήτης·
後來在圖拉真皇帝在位期間,也就是救主降臨之後,有一個名叫伊勒克賽的人加入了他們,此人成了一個假先知;
There was later joined to them the one called Elxai, in the times of the emperor Trajan, after the coming of the Savior, who became a false prophet;
1:539
συνεγράψατο δὲ οὗτος βιβλίον δῆθεν κατὰ προφητείαν ἢ ὡς κατὰ ἔνθεον σοφίαν·
他寫了一本書,聲稱是按著預言而寫,或說是出於神所默示的智慧;
He composed a book, supposedly by way of prophecy, or as though by divinely inspired wisdom;
1:540
φασὶ δὲ καὶ ἄλλον τινὰ Ἰεξαῖον εἶναι ἀδελφὸν τούτου
也有人說,另有一位名叫伊克賽的人,是他的兄弟。
And they say there was also another, Iexaeus, who was his brother.
1:541
γέγονε δὲ οὗτος ὁ ἄνθρωπος πεπλανημένος τὸν τρόπον ἀπατηλὸς τὴν γνώμην, ἀπὸ Ἰουδαίων ὁρμώμενος καὶ τὰ Ἰουδαίων φρονῶν, κατὰ νόμον δὲ μὴ πολιτευόμενος, ἕτερα ἀνθ' ἑτέρων παρεισφέρων καὶ τὴν ἰδίαν αὑτῷ αἵρεσιν πλάσας, ἅλας καὶ ὕδωρ καὶ γῆν καὶ ἄρτον καὶ οὐρανὸν καὶ αἰθέρα καὶ ἄνεμον ὅρκον αὐτοῖς εἰς λατρείαν ὁρισάμενος·
此人行事偏差、心存欺詐,出身猶太人並持猶太人之見解,卻不按律法而行;他以此代彼、隨意更改,塑造出屬於自己的異端,規定他們要以鹽、水、土、餅、天、以太和風作為敬拜的起誓對象;
This man was one erring in manner, deceitful in mind, coming from the Jews and holding Jewish opinions, yet not conducting himself according to the Law; introducing one thing in place of another, and fashioning his own heresy for himself, he appointed for them, unto worship, an oath by salt and water and earth and bread and heaven and ether and wind;
1:542
ποτὲ δὲ πάλιν ἄλλους μάρτυρας ἑπτὰ ὁρισάμενος, τὸν οὐρανόν φημι καὶ τὸ ὕδωρ καὶ πνεύματα, ὥς φησιν, ἅγια καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς καὶ τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν
有時他又另立七位見證者,就是天、水、以及他所稱的「聖靈」、祈禱的天使、油、鹽和地。
and at other times again appointing seven other witnesses — I mean heaven and water and spirits, as he calls them, holy ones, and the angels of prayer, and oil, and salt, and earth.
1:543
ἀπεχθάνεται δὲ τῇ παρθενίᾳ, μισεῖ δὲ τὴν ἐγκράτειαν, ἀναγκάζει δὲ γαμεῖν·
他敵視童貞,憎惡節制,並強逼人結婚;
He is hostile to virginity, hates continence, and compels people to marry;
1:544
φαντασιώδη δέ τινα ὡς δῆθεν ἐξ ἀποκαλύψεως παρεισφέρει, ὑπόκρισιν δὲ διδάσκει, φήσας μὴ εἶναι ἁμαρτίαν, εἰ καί τις παρατύχοι εἴδωλα προσκυνήσας καιρῷ ἐνστάντος διωγμοῦ, ἐὰν μόνον ἐν τῇ συνειδήσει μὴ προσκυνήσῃ, καὶ ὅ τι δἂν ὁμολογήσῃ στόματι, ἐν δὲ τῇ καρδίᾳ μή
他還引入一些自稱出於啟示的幻想之說,並教導人偽善,聲稱人若在逼迫來臨之時偶然拜了偶像,並不算是罪,只要他在良心裡沒有真正敬拜就好;同樣,無論他口中承認甚麼,只要心裡不是如此就無妨。
He introduces certain fantastical notions as though supposedly from revelation, and he teaches hypocrisy, saying that it is not a sin if someone should happen, at a time when persecution has arisen, to worship idols, provided only he does not worship in his conscience — and whatever he should confess with his mouth, so long as not in his heart.
1:545
ὥστε εἶναι αὐτοῦ τὰ πάντα ψευδῆ καὶ μάταια
因此他所有的一切都是虛假、徒然的。
So that everything about him is false and vain.
1:546
Οὗτος μὲν οὖν ὡς ἄνω εἴρηται συνῆπται τῇ προειρημένῃ αἱρέσει τῇ τῶν Ὀσσαίων καλουμένῃ, ἧς ἔτι λείψανα καὶ δεῦρο ὑπάρχει ἐν τῇ αὐτῇ Ναβατίτιδι γῇ τῇ καὶ Περαίᾳ πρὸς τῇ Μωαβίτιδι·
這人,如上所述,是與前述那稱為「歐塞派」的異端相結合的;這異端的殘餘至今仍存於同一個納巴泰人之地,也就是靠近摩押地、又稱「培拉亞」的地方;
This man, then, as has been said above, was joined to the aforementioned heresy called that of the Ossaeans, remnants of which still exist to this day in the same land of the Nabataeans, also called Peraea, near Moabitis;
1:547
ὅπερ γένος νυνὶ Σαμψαίων καλεῖται
這個族群如今被稱為「桑普賽派」。
which race is now called that of the Sampsaeans.
1:548
φαντάζονται δὲ δῆθεν καλεῖν τοῦτον δύναμιν ἀποκεκαλυμμένην, διὰ τὸ ἢλ καλεῖσθαι δύναμιν, ξαῒ δὲ κεκαλυμμένον
他們自以為在稱呼此人為「被揭示的隱藏能力」,因為據說「厄勒」意為「能力」,而「賽」意為「隱藏」。
They fancy that they are supposedly calling this one 'power revealed,' since 'El' is said to mean 'power,' and 'xai' means 'hidden.'
1:549
ἠλέγχθη δὲ τὸ πᾶν τοῦ ἐπιτηδεύματος φρύαγμα καὶ εἰς μεγάλην αἰσχύνην ὑπέπεσε παρὰ τοῖς δυναμένοις τὰ ἀληθῆ κατανοεῖν τε καὶ ἀκριβοῦν
然而,這整套作法的狂妄自大早已被揭穿,在那些能夠明辨並查核真相的人眼中,落得極大的羞辱。
But the whole arrogant pretension of this practice has been exposed, and it has fallen into great shame among those able to discern and verify the truth.
1:550
ἔτι γὰρ καὶ δεῦρο ἐπὶ τῶν ἡμερῶν Κωνσταντίου τε καὶ τῶν νῦν βασιλέων
因為直到如今,在君士坦提烏斯及當今諸位皇帝在位的日子裡……
For even to this day, in the days of Constantius and of the emperors now reigning...
1:551
ἕως μὲν γὰρ Κωνσταντίου ἐκ τοῦ γένους αὐτοῦ τοῦ Ἠλξαῒ Μαρθοῦς τις καὶ Μαρθάνα δύο ἀδελφαὶ ἐν τῇ αὐτῶν χώρᾳ ἀντὶ θεῶν προσεκυνοῦντο, ὅτι δῆθεν ἐκ τοῦ σπέρματος τοῦ προειρημένου Ἠλξαῒ ὑπῆρχον
因為直到君士坦提烏斯在位期間,出自這位伊勒克賽家族的兩姊妹——名叫瑪爾圖絲和瑪爾塔娜——在她們自己的地方被當作神明敬拜,理由是她們據稱是前述伊勒克賽的後裔。
For until the time of Constantius, two sisters of the race of this Elxai, a certain Marthous and Marthana, were worshiped as gods in their own land, on the ground that they supposedly belonged to the seed of the aforementioned Elxai.
1:552
τέθνηκεν δὲ ἡ Μαρθοῦς πρὸ ὀλίγου τοῦ χρόνου, Μαρθάνα δὲ εἰς ἔτι δεῦρο ὑπῆρχεν
瑪爾圖絲不久前已經去世,瑪爾塔娜則直到如今仍然在世。
Marthous died a short time ago, but Marthana was still living until this present time.
1:553
ὧν καὶ τὰ πτύσματα καὶ τὰ ἄλλα τοῦ σώματος ῥύπη ἀπεφέροντο οἱ πεπλανημένοι αἱρετικοὶ ἐν ἐκείνῃ τῇ χώρᾳ, δῆθεν πρὸς ἀλέξησιν νοσημάτων
而那地方受迷惑的異端信徒,甚至會收集這兩位女子的唾液和身體其他的污穢之物,據稱是用來防治疾病。
And the deluded heretics in that region would carry away even these women's spittle and the other impurities of their bodies, supposedly as a remedy against diseases.
1:554
ἀλλὰ τὸ πεπλανημένον σοβαρὸν ἀεὶ καὶ πρὸς ἀπάτην ἕτοιμον·
然而,受迷惑之事總是自負傲慢,隨時準備行欺詐之事;
But that which is deluded is always haughty and ready for deceit;
1:555
τυφλὸν γὰρ ἡ κακία καὶ ἀσύνετον ἡ πλάνη
因為邪惡是盲目的,謬誤是無知的。
for wickedness is blind, and error is without understanding.
1:556
Καὶ ἕως ποῦ κατατρίβομαι τὰ περὶ τοῦ γόητος τούτου φθεγγόμενος ὅσα τε κατὰ τῆς ἀληθείας κατεψεύσατο, πρῶτον μὲν διδάσκων ἀπαρνησιθεΐαν καὶ ὑπόκρισιν, βδελυρῶν θυσιῶν τῆς εἰδωλολατρείας. μετέχειν ἀπατᾶν τε τοὺς ἀκούοντας καὶ ἀρνεῖσθαι τὴν ἰδίαν πίστιν στόματι καὶ μὴ ἔχειν ἁμαρτίαν φάσκων·
我還要花多少功夫來述說這個術士的種種行徑,以及他如何編造虛謊來悖逆真理呢?他首先教導人否認神明並偽裝為善,教人參與拜偶像那可憎的祭祀,欺哄聽從的人,並用口否認自己真正的信仰,卻聲稱這樣做並無罪過;
And for how long shall I wear myself out speaking about this sorcerer, and all the things he falsely devised against the truth — first of all teaching denial of God and hypocrisy, teaching people to partake of the abominable sacrifices of idolatry, to deceive those who listen, and to deny one's own faith with the mouth, claiming that in this there is no sin?
1:557
ὡς εἶναι ἀθεράπευτον τὸ αὐτῶν πάθος καὶ μὴ δυνάμενον διορθωθῆναι
以致他們的病態無藥可醫,無法得到糾正。
so that their malady is incurable and cannot be corrected.
1:558
εἰ γὰρ τὸ στόμα τὸ ὁμολογοῦν τὴν ἀλήθειαν προετοιμάζεται εἰς ψεῦδος, ἆρά γέ τις αὐτοῖς ἂν πιστεύσειε τὴν καρδίαν μὴ ἔχειν ἠπατημένην; ὁπότε διαρρήδην ἐκφωνεῖ ὁ θεῖος λόγος διδάσκων ἐν πνεύματι ἁγίῳ ὅτι καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν
因為若那本應承認真理的口,早已預備好要說謊,又有誰能相信他們的心沒有被欺騙呢?何況神聖的話語明明藉聖靈教導說:「人心裡相信就可以稱義,口裡承認就可以得救。」
For if the mouth that confesses the truth is prepared beforehand for falsehood, would anyone indeed believe that their heart is not deceived? — since the divine word declares explicitly, teaching in the Holy Spirit, that with the heart one believes unto righteousness, and with the mouth one confesses unto salvation.
1:559
ἀλλὰ καὶ πάλιν δῆθεν μὲν Χριστὸν ὀνόματι ὁμολογεῖ, λέγων ὅτι Χριστὸς ὁ μέγας βασιλεύς·
此外,他表面上又聲稱承認基督之名,說基督是那偉大的君王;
But again, he supposedly confesses Christ by name, saying that Christ is the great king;
1:560
οὐ μὴν πάνυ γε κατείληφα ἐκ τῆς αὐτοῦ δολερᾶς καὶ παραπεποιημένης συντάξεως τῆς βίβλου τῆς αὐτοῦ ληρῳδίας εἰ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑφηγήσατο·
然而,從他那部詭詐且經過竄改的荒謬之書的行文中,我實在無法確切理解他所說的是否真是指著我們的主耶穌基督。
yet I have not at all clearly grasped, from the deceitful and falsified composition of his book of nonsense, whether he was indeed speaking of our Lord Jesus Christ.
1:561
οὔτε γὰρ τοῦτο ὁρίζει, Χριστὸν δὲ ἁπλῶς λέγει, ὡς ἐξ ὧν κατειλήφαμεν τινὰ ἕτερον σημαίνων ἢ προσδοκῶν
因為他並未界定這一點,只是簡單地說「基督」,按我們所理解的,這似乎是指或期待著另一個人。
For he does not define this, but simply says 'Christ,' meaning or expecting, as far as we have understood, some other person.
1:562
κωλύει γὰρ εἰς ἀνατολὰς εὔξασθαι, φάσκων μὴ δεῖν προσέχειν οὕτως, ἐπὶ τὰ Ἱεροσόλυμα δὲ ἔχειν τὸ πρόσωπον ἐκ πάντων τῶν μερῶν, τοὺς μὲν ἀπὸ ἀνατολῶν εἰς δύσιν προσέχειν τῇ Ἱερουσαλήμ, τοὺς δὲ ἀπὸ δύσεως εἰς ἀνατολὴν τῇ αὐτῇ, τοὺς δὲ ἀπὸ ἄρκτου εἰς μεσημβρίαν καὶ ἀπὸ μεσημβρίας εἰς ἄρκτον, ὡς πανταχόθεν τὸ πρόσωπον ἄντικρυς εἶναι τῆς Ἱερουσαλήμ
因為他禁止人朝東方祈禱,說不應如此定意,反倒應從四面八方轉臉朝向耶路撒冷:從東方來的人要朝西面向耶路撒冷;從西方來的人要朝東面向耶路撒冷;從北方來的人要朝南,從南方來的人要朝北——如此無論從哪一方,臉都正對著耶路撒冷。
For he forbids praying toward the east, saying that one ought not to attend to it in that way, but rather to have one's face toward Jerusalem from every quarter: those from the east are to face west, toward Jerusalem; those from the west, east, toward the same; those from the north, south; and those from the south, north — so that from every direction the face is set directly opposite Jerusalem.
1:563
καὶ ὅρα τὴν τοῦ ἀπατεῶνος φρενοβλάβειαν
你且看這騙子心智的錯亂。
And observe the derangement of mind of this deceiver.
1:564
ἀναθεματίζει μὲν γὰρ θυσίας καὶ ἱερουργίας ὡς ἀλλοτρίας οὔσας θεοῦ καὶ μήτε ὅλως θεῷ ἐκ τῶν πατέρων καὶ τοῦ νόμου ποτὲ προσενεχθείσας καὶ λέγει ἐκεῖ δεῖν εὔχεσθαι εἰς Ἱερουσαλήμ, ὅπου ἦν τὸ θυσιαστήριον καὶ αἱ θυσίαι, ὁ ἀρνούμενος τὴν παρὰ τοῖς Ἰουδαίοις σαρκοφαγίαν καὶ τὰ ἄλλα καὶ τὸ θυσιαστήριον τό τε πῦρ ὡς θεοῦ ἀλλότριον, τὸ δὲ ὕδωρ. εἶναι δεξιὸν πῦρ δὲ ἀλλότριον εἶναι φάσκων διὰ τούτων τῶν λέξεων·
因為他一方面咒詛祭祀和司祭之禮,說這些與神無關,說列祖與律法從未曾將這些獻給神;另一方面卻又說,人應當朝耶路撒冷禱告,因為那裡曾有祭壇和祭祀——他既否認猶太人吃肉的習俗和其他事,也不承認祭壇與火屬於神,反說這些與神無關,卻說水是「順意的」,火卻是「外來的」,並用這些話說:
For he anathematizes sacrifices and priestly rites as being alien to God and as never at all having been offered to God by the fathers or by the law, and yet he says that one must pray there, toward Jerusalem, where the altar and the sacrifices were — he who denies the eating of meat practiced among the Jews and the other observances, and denies that the altar and the fire belong to God, calling them alien to him, while saying that the water is favorable but the fire is alien, declaring this in these words:
1:565
τέκνα, μὴ πρὸς τὸ εἶδος τοῦ πυρὸς πορεύεσθε, ὅτι πλανᾶσθε·
「孩子們哪,不要朝著火的形狀走去,因為你們正被迷惑;」
'Children, do not go toward the appearance of the fire, for you are being led astray;'
1:566
πλάνη γάρ ἐστι τὸ τοιοῦτον
「這樣的事乃是迷惑。」
'for such a thing is delusion.'
1:567
ὁρᾷς γάρ, φησίν, αὐτὸ ἐγγυτάτω καὶ ἔστιν ἀπὸ πόρρωθεν·
他又說:「你看它彷彿近在咫尺,其實卻遠在天邊;」
'For you see it,' he says, 'very close at hand, yet it is far away;'
1:568
μὴ πορεύεσθε πρὸς τὸ εἶδος αὐτοῦ, πορεύεσθε δὲ μᾶλλον ἐπὶ τὴν φωνὴν τοῦ ὕδατος. καὶ πολλά ἐστι τὰ αὐτοῦ μυθολογήματα
「不要朝著它的形狀走去,倒要朝著水的聲音走去。」他還有許多神話般的說法。
'do not go toward its appearance, but go rather toward the voice of the water.' And many are his mythical fabrications.
1:569
εἰκοσιτεσσάρων μὲν σχοίνων τὸ μῆκος ὡς μιλίων ἐνενηκονταὲξ τὸ δὲ πλάτος σχοίνων ἓξ μιλίων εἰκοσιτεσσάρων, καὶ τὸ πάχος ὁμοίως τερατευόμενος καὶ τοὺς πόδας καὶ τὰ ἄλλα μυθολογήματα
說它長二十四斯科紐斯,約合九十六哩,寬六斯科紐斯,約合二十四哩,其厚度也同樣誇大其詞,還有它的腳,以及其他神話般的說法。
That its length was twenty-four schoinoi, that is about ninety-six miles, and its breadth six schoinoi, that is twenty-four miles, and telling monstrous tales likewise of its thickness, and of its feet, and his other fables.
1:570
εἶναι δὲ καὶ τὸ ἅγιον πνεῦμα καὶ αὐτὸ θήλειαν, ὅμοιον τῷ Χριστῷ, ἀνδριάντος δίκην ὑπὲρ νεφέλην καὶ ἀνὰ μέσον δύο ὀρέων ἑστός
又說聖靈本身也是陰性的,與基督相似,如同一座雕像立於雲層之上、兩山之間。
And that the Holy Spirit itself, too, is female, resembling Christ, standing like a statue above a cloud and between two mountains.
1:571
καὶ τὰ ἄλλα σιωπήσω, ἵνα μὴ εἰς μυθολογίαν φαντασιάσω τὴν ἀκοὴν τῶν ἐντυγχανόντων τίσι δὲ λόγοις καὶ κενοφωνίαις ὕστερον ἐν τῇ βίβλῳ ἀπατᾷ λέγων μηδεὶς ζητήσῃ τὴν ἑρμηνείαν, ἀλλ' ἢ μόνον ἐν τῇ εὐχῇ τάδε λεγέτω, καὶ αὐτὰ δῆθεν ἀπὸ Ἑβραϊκῆς διαλέκτου μετενέγκας, ὡς ἀπὸ μέρους κατειλήφαμεν, οὐδὲν ὄντα τὰ παρ' αὐτῷ φανταζόμενα
其餘的我就略過不提,免得使聽眾的耳朵充滿荒誕的神話幻想;至於他後來在書中,用怎樣的言語和空話來欺哄人,說「誰也不可尋求解釋,只管在禱告中如此誦唸」,並且假稱這些是從希伯來語翻譯過來的——照我們部分所理解的,他所幻想的那些其實毫無意義。
The rest I will pass over in silence, lest I fill the hearing of my readers with fantastic mythology; but as for the words and empty utterances with which he later deceives in his book, saying, 'Let no one seek the interpretation, but let him only recite these things in prayer' — and these he pretends to have rendered from the Hebrew language, though, as far as we have partly understood, what he imagines is nothing at all.
1:572
φάσκει γὰρ λέγειν ἀβὰρ ἀνὶδ μωῒβ νωχιλὲ δαασὶμ ἀνὴ δαασὶμ νωχιλὲ μωῒβ ἀνὶδ ἀβὰρ σελάμ, ἅτινα ἑρμηνευόμενα ἔχει τὴν σαφήνειαν ταύτην·
因為他說要念誦:「阿巴爾、阿尼德、莫伊布、諾希列、達阿西姆、阿尼、達阿西姆、諾希列、莫伊布、阿尼德、阿巴爾、色拉姆」,這些話解釋出來,意思清楚如下:
For he says one must recite: 'abar anid moib nochile daasim ane daasim nochile moib anid abar selam,' which, when interpreted, have this plain meaning:
1:573
παρελθέτω ταπείνωσις ἡ ἐκ τῶν πατέρων. μου τῆς κατακρίσεως αὐτῶν καὶ καταπατήματος αὐτῶν καὶ πόνου αὐτῶν, καταπατήματι ἐν κατακρίσει διὰ τῶν πατέρων μου, ἀπὸ ταπεινώσεως παρελθούσης ἐν ἀποστολῇ τελειώσεως. ἐπ' αὐτῷ δὲ πάντα πληροῦται ταῦτα
「願那出於列祖的卑微過去;從他們的定罪、他們的踐踏、和他們的勞苦而來;藉著我列祖,在定罪中受踐踏;願那卑微在成全的差遣中過去。」這一切都在他身上應驗了。
'Let the humiliation that is from the fathers pass away — from their condemnation, and their trampling, and their toil; trampled in condemnation through my fathers, from humiliation that has passed away in the mission of perfection.' And in him all these things are fulfilled.
1:574
κεκένωται γὰρ αὐτοῦ ἡ δύναμις καὶ ἡ πλάνη
因為他的能力和他的迷惑都已被掏空。
For his power and his delusion have been emptied out.
1:575
εἰ δὲ ἓν ῥῆμα πρὸς ἓν θελήσει τις κατὰ λεπτολογίαν ἀκοῦσαι ἑρμηνευόμενον, καὶ τοῦτο οὐκ ἂν ὀκνήσαιμεν ποιῆσαι, ἀλλ' εἰς καθῆκον κατὰ πάντα τῶν βουλομένων λεπτολόγως ἀκούειν αὐτὰ δὴ τὰ ῥήματα αὐτοῦ καὶ τὰς αὐτῶν ἑρμηνείας ἄντικρυς παραθησόμεθα, καὶ ἔστιν οὕτως·
但若有人願意逐字逐句、精確地聽其解釋,我們也不會遲疑照做;為了完全滿足那些願意詳細聽取之人的需要,我們就直接把他這些話語本身及其解釋一一列出,如下:
But if anyone should wish to hear this interpreted word for word with precision, we would not hesitate to do this either; but, as is altogether fitting for those who wish to hear it in minute detail, we shall set out plainly his very words themselves together with their interpretations, and it is as follows:
1:576
μωΐβ, ἡ ἐκ τῶν πατέρων μου·
莫伊布,意即「出於我列祖」;
moib, 'that which is from my fathers';
1:577
νωχιλέ, τῆς κατακρίσεως αὐτῶν·
諾希列,意即「他們的定罪」;
nochile, 'of their condemnation';
1:578
δαασίμ, καὶ καταπατήματος αὐτῶν·
達阿西姆,意即「和他們的踐踏」;
daasim, 'and their trampling';
1:579
μωΐβ, διὰ τῶν πατέρων μου·
莫伊布,意即「藉著我列祖」;
moib, 'through my fathers';
1:580
σελάμ, ἐν ἀποστολῇ τελειώσεως
色拉姆,意即「在成全的差遣中」。
selam, 'in the mission of perfection.'
1:581
Αὕτη γοῦν ἡ αἵρεσις ἡ τῶν Ὀσσηνῶν ἄνω προειρημένη, ἡ πολιτευομένη μὲν τὴν τῶν Ἰουδαίων πολιτείαν κατὰ τὸ σαββατίζειν τε καὶ περιτέμνεσθαι καὶ τοῦ νόμου ποιεῖν τὰ πάντα·
這就是前面提過的俄賽尼派異端,他們遵行猶太人的生活方式,守安息日、行割禮,並遵守律法的一切規條;
This, then, is the heresy of the Ossenes mentioned above, which follows the manner of life of the Jews in keeping the Sabbath, practicing circumcision, and doing all that the law requires;
1:582
μόνον δὲ τῷ ἀπαγορεύειν τὰς βίβλους Μωυσέως ὁμοίως τοῖς Νασαραίοις σχίσμα δὲ ἐργάζεται αὕτη, διαφερομένη πρὸς τὰς ἄλλας ἓξ τούτων τῶν ἑπτὰ αἱρέσεων
只因他們像拿撒拉人一樣禁止摩西的書卷,才造成分裂,與這七個異端中其餘六個有所不同。
only in forbidding the books of Moses, like the Nasaraeans, does it create a schism, setting itself apart from the other six of these seven heresies.
1:583
ἀρκέσει γοῦν εἰς ἀνατροπὴν ταύτης τὸ εἶναι αὐτὴν ἀλλοτρίαν θεοῦ, τοῦ κυρίου σαφῶς λέγοντος ὅτι οἱ ἱερεῖς ἐν τῷ ἱερῷ βεβηλοῦσι τὸ σάββατον
要駁倒這異端,只須指出它與神無關,因為主明明說,祭司在聖殿裡是干犯安息日的。
It will suffice, then, for its overthrow, that it is alien to God, since the Lord clearly says that the priests in the temple profane the Sabbath.
1:584
ἡ δὲ βεβήλωσις τοῦ σαββάτου τίς αὕτη ἀλλ' ὅτι ἔργον οὐδεὶς εἰργάζετο ἐν τῷ σαββάτῳ, ἐν δὲ τῷ ἱερῷ οἱ ἱερεῖς θυσίαν ἐπιτελοῦντες ἔλυον τὸ σάββατον, βεβηλοῦντες διὰ τὴν ἐνδελεχῆ τῶν ζῴων θυσίαν; Καὶ παρελεύσομαι καὶ ταύτην τὴν αἵρεσιν
這干犯安息日又是甚麼呢?豈不是因為在安息日無人可作工,而聖殿裡的祭司在行獻祭時卻打破安息日的規矩,因不斷獻上牲畜為祭而干犯了安息日嗎?這個異端我也要略過。
And what is this profanation of the Sabbath but this: that no one was to do work on the Sabbath, yet in the temple the priests, in performing sacrifice, broke the Sabbath, profaning it through the continual sacrifice of animals? And I will pass over this heresy as well.
1:585
συνῆπται γὰρ οὗτος πάλιν ὁ Ἠλξαῒ τοῖς μετὰ τὸν Χριστὸν Ἐβιωναίοις, ἀλλὰ καὶ τοῖς Ναζωραίοις τοῖς μετέπειτα γεγονόσι
因為這位埃勒克賽又與基督之後的伊便尼派相連,也與後來出現的拿撒勒派相連。
For this Elxai is joined again to the Ebionites who came after Christ, and also to the Nazoraeans who arose afterward.
1:586
καὶ κέχρηνται αὐτῷ τέσσαρες. αἱρέσεις, ἐπειδὴ θέλγονται τῇ αὐτοῦ πλάνῃ·
有四個異端都採用他的教導,因為他們都被他的迷惑所蠱惑:
And four heresies make use of him, since they are enchanted by his delusion:
1:587
ἡ Ἐβιωναίων τε τῶν μετέπειτα γεγονότων καὶ Ναζωραίων, Ὀσσαίων τε τῶν πρὸ αὐτοῦ καὶ σὺν αὐτῷ καὶ Νασαραίων τῶν ἄνω μοι προδεδηλωμένων
就是後來出現的伊便尼派和拿撒勒派,還有在他之前及與他同時的俄賽人派,以及我前面提過的拿撒拉人派。
that of the Ebionites who came afterward, and of the Nazoraeans, and of the Ossaeans who were before him and contemporary with him, and of the Nasaraeans mentioned by me above.
1:588
μετὰ δὲ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν ἐπέμεινεν ἥ τε αὐτὴ καὶ αἱ ἄλλαι ὀλίγῳ τῷ χρόνῳ φημιζόμεναι αἱρέσεις, Σαδδουκαίων φημὶ καὶ Γραμματέων, Φαρισαίων τε καὶ Ἡμεροβαπτιστῶν Ὀσσαίων τε καὶ Νασαραίων καὶ Ἡρῳδιανῶν, ἄχρις οὗ κατὰ καιρὸν καὶ κατὰ χρόνον ἑκάστη αὐτῶν διασκορπισθεῖσα διελύθη
耶路撒冷被攻陷之後,這一派連同其他一度盛名一時的各派仍然存續——我是指撒都該人、經學士、法利賽人、晨浴派、俄賽人派、拿撒拉人派,以及希律黨——直到各派都在適當的時候,隨著時光流逝而四散消亡。
After the capture of Jerusalem, this same heresy, along with the other heresies that had for a short time been renowned, persisted — I mean the Sadducees, the Scribes, the Pharisees, the Hemerobaptists, the Ossaeans, the Nasaraeans, and the Herodians — until, each in its own time and season, they were scattered and dissolved.
1:589
κηρύγματος τοῦ δηλητηρίου ἰοῦ ἀλεξητήριον ἑαυτῷ πάντα νουνεχῆ κατασκευάσαι, καταγνόντα τῆς συρφετώδους αὐτῶν διδασκαλίας τε καὶ λαλιᾶς, καὶ μάλιστα τοῦ κυρίου εὐθὺς λέγοντος ἔν τε τῷ νόμῳ καὶ ἐν τῷ εὐαγγελίῳ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι οὐ λήψῃ ὄνομά τινος ἑτέρου ἐπὶ ὅρκῳ, καὶ πάλιν ἐν τῷ εὐαγγελίῳ λέγοντος μὴ ὀμνύναι μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἕτερόν τινα ὅρκον, ἀλλ' ἤτω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ·
……好讓每一個明智的人都能為自己預備一劑解藥,以對抗那毒害人之教導所帶來的毒液,並定罪他們那如同垃圾般的教訓和言論;尤其因為主在律法和福音中都明明說:「除我以外,你不可有別的神」,「不可指著別人的名起誓」;又在福音中說,不可指著天起誓,也不可指著地起誓,也不可指著任何別的東西起誓,只要你們的話是就說是,不是就說不是;
...so that every sensible person might prepare for himself an antidote against the poisonous venom of their preaching, having condemned their trashy teaching and talk, and especially since the Lord says plainly, both in the law and in the gospel, 'You shall have no other gods,' 'you shall not take the name of another upon an oath,' and again says in the gospel that one must swear neither by heaven nor by earth nor by any other oath, but 'let your yes be yes, and your no, no;'
1:590
τὸ περισσότερον γὰρ τούτων ἐκ τοῦ πονηροῦ ὑπάρχει
「因為凡多餘的話,都是出於那惡者。」
'for whatever is more than these is from the evil one.'
1:591
ἐγὼ δὲ περὶ τούτου νομίζω θεσπίσαι τὸν κύριον διὰ τὸ μέλλειν τινὰς λέγειν ἐν ἄλλοις ὀνόμασιν ὅρκον προβάλλεσθαι·
我認為主之所以如此頒定,是因為他預見將有人要用別的名目來提出起誓;
And I think the Lord decreed this because he foresaw that some would propose an oath in other names;
1:592
πρῶτον μὲν οὖν ὅτι οὐ δεῖ ὀμνύναι οὔτε αὐτὸν τὸν κύριον οὔτε ἄλλον τινὰ ὅρκον·
所以首先,不論是指著主本身,或指著任何別的東西起誓,都是不應當的;
first, then, that one must not swear either by the Lord himself or by any other oath;
1:593
ἐκ τοῦ γὰρ πονηροῦ ἐστι τὸ ὀμνύναι
因為起誓本是出於那惡者。
for swearing is from the evil one.
1:594
πονηρὸς δὲ ἄρα καὶ ὁ ἐν τῷ Ἠλξαῒ λαλήσας, ὁ καταναγκάσας οὐ μόνον ἐν θεῷ ὀμνύναι, ἀλλὰ καὶ ἐν ἁλὶ καὶ ἐν ὕδατι καὶ ἐν ἄρτῳ. καὶ ἐν αἰθέρι καὶ ἐν ἀνέμῳ καὶ ἐν τῇ γῇ καὶ ἐν οὐρανῷ
那在埃勒克賽裡說話的,果然是那惡者,他不但強迫人指著神起誓,還強迫人指著鹽、指著水、指著餅、指著以太、指著風、指著地、指著天起誓。
And evil indeed, then, was he who spoke in Elxai, who compelled people to swear not only by God, but also by salt, and by water, and by bread, and by ether, and by wind, and by earth, and by heaven.
1:595
ἀρκετὸν δὲ ὡς ἐν παρόδῳ διὰ τῶν δύο λόγων πρὸς ἀντίθεσιν τῆς αὐτοῦ πλάνης ἀντιδότῳ χρήσασθαι τὸν βουλόμενον ἰατρευθῆναι
順帶用這兩段話作為對抗他那迷惑的解藥,對願意得醫治的人來說已經足夠了。
It is enough, as in passing, for whoever wishes to be healed to use these two arguments as an antidote against his delusion.
1:596
παρελθὼν δὲ τούτου τὴν ἐρεσχελίαν καὶ τὸ ὕπουλον ταύτης τῆς αἱρέσεως ἐφεξῆς ποιήσομαι τῆς ἑβδόμης αἱρέσεως τὸν ἔλεγχον, τῆς παρὰ τοῖς αὐτοῖς τότε νομιτευομένης
我略過此人的詭辯以及這異端隱伏的詭詐,接著要對第七個異端提出駁斥,那是當時在同一批人中間所奉行的。
Having passed over this man's wrangling and the hidden deceit of this heresy, I shall next make my refutation of the seventh heresy, that which was then observed among the same people.
1:597
Κατὰ Ἡρῳδιανῶν, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως ˉζ, τῆς δὲ ἀκολουθίας ˉκ
駁希律黨,源出猶太教的第七個異端,就整個次序而言則是第二十個。
Against the Herodians, the seventh heresy stemming from Judaism, and the twentieth in the whole sequence.
1:598
Μετὰ ταύτην δὲ καὶ μετὰ ταύτας πάλιν ἑβδόμη ἦν Ἡρῳδιανῶν καλουμένη
在這個異端之後,也在前述諸派之後,又有第七個,稱為希律黨。
After this one, and after these others, there was again a seventh, called that of the Herodians.
1:599
οὐδὲν δὲ ἔσχον τι παρηλλαγμένον οὗτοι, ἀλλὰ ὅλοι Ἰουδαῖοι ἦσαν ἀργοί τε καὶ ὑποκριταί
這些人並沒有甚麼特別之處,完全就是猶太人,只是懶惰又虛偽的人。
These had nothing at all distinctive, but were entirely Jews, idle and hypocritical.
1:600
Ἡρῴδην δὲ οὗτοι ἡγοῦντο Χριστόν, Χριστὸν τὸν ἐν πάσαις γραφαῖς νόμου τε καὶ προφητῶν προσδοκώμενον νομίσαντες αὐτὸν εἶναι τὸν Ἡρῴδην, καὶ ἐπ' αὐτῷ ἀπατώμενοι ἐσεμνύνοντο τῷ Ἡρῴδῃ, ἐκ τοῦ ῥητοῦ συναρπασθέντες μετὰ τοῦ καὶ εἰς χάριν τοῦ τότε βασιλέως κενοδοξῆσαι τοῦ εἰρημένου οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὔτε ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται ἢ ὡς ἔχει τὰ ἄλλα ἀντίγραφα ἕως ἔλθῃ ᾧ τὰ ἀποκείμενα·
這些人認為希律就是基督——他們以為,律法和眾先知一切經文中所盼望的基督,就是這位希律,並因此受了迷惑,藉著希律抬舉自己;他們被那句經文所挾持,也是為了討好當時的王而虛榮地曲解那句話:「圭必不離猶大,杖必不離他兩腿之間,直等那所存留的歸給他的來到」,或按其他抄本所載:「直到那所存留之物歸給他的人來到」。
These held Herod to be the Christ — supposing that Herod was the very Christ awaited in all the scriptures of the law and the prophets — and, deceived about him, they exalted themselves through Herod, carried away by the saying, and also seeking, out of vanity, to flatter the king of that time by the saying, 'A ruler shall not fail from Judah, nor a leader from between his thighs, until he comes to whom it is reserved' — or, as the other copies have it, 'until he comes to whom the things laid up belong.'
1:601
ἐπειδήπερ ὁ Ἡρῴδης υἱὸς Ἀντιπάτρου ἐτύγχανεν Ἀσκαλωνίτου τινὸς ἱεροδούλου Ἀπόλλωνος τοῦ εἰδώλου·
因為這位希律原是安提帕特之子,而安提帕特本是亞實基倫某位屬於偶像阿波羅廟宇的人;
Since Herod happened to be the son of Antipater, a certain Ascalonite belonging to the temple of the idol Apollo;
1:602
οὗ ὁ πατὴρ τοῦ αὐτοῦ Ἀντιπάτρου Ἡρῴδης μὲν ἦν τοὔ. νομα, υἱὸς δὲ ἦν καὶ αὐτὸς Ἀντιπάτρου
這位安提帕特的父親名叫希律,而他自己也是另一位安提帕特之子。
whose father, the father of this Antipater, was himself named Herod, and was in turn the son of an Antipater.
1:603
αἰχμάλωτος δὲ ἤχθη ὑπὸ Ἰδουμαίων ὁ αὐτὸς Ἀντίπατρος κἀκεῖσε ἐν τῇ Ἰδουμαίᾳ διατρίβωνἐγέννησε τὸν Ἡρῴδην
這位安提帕特曾被以東人擄去,在以東居住期間生下了希律。
This same Antipater was led away captive by the Idumaeans, and, residing there in Idumaea, begot Herod.
1:604
τοῦ δὲ πατρὸς πένητος ὄντος καὶ μὴ δυναμένου λύτροις ῥύσασθαι τὸν υἱόν, λέγω δὴ τὸν Ἀντίπατρον, ἔμεινε πολλῷ τῷ χρόνῳ δουλεύων·
由於他父親貧窮,無法用贖金贖回兒子——就是這位安提帕特——他便長期為奴;
And since his father was poor and unable to ransom his son — I mean Antipater — he remained for a long time in slavery;
1:605
ὕστερον δὲ ἐλυτρώθη ἐξ ἐράνου τῶν πολιτῶν σὺν τῷ παιδίῳ Ἡρῴδῃ καὶ μετῆλθεν εἰς τὰ οἰκεῖα
後來靠著同鄉們的募款,連同小孩希律一起被贖出,返回本鄉。
but afterward he was ransomed by a collection from the citizens, together with the child Herod, and returned to his own country.
1:606
διόπερ τινὲς αὐτὸν λέγουσιν Ἰδουμαῖον, ἄλλοι δὲ Ἀσκαλωνίτην ἴσασιν
因此有人稱他為以東人,也有人認得他是亞實基倫人。
For this reason some call him an Idumaean, while others know him to be an Ascalonite.
1:607
ἦν δὲ βασιλεὺς ἐν τῇ Ἰουδαίᾳ ὑπὸ βασιλέα Αὔγουστον ὑπόσπονδος ὑπάρχων
他在猶太地作王,是奧古斯都皇帝之下的附庸王。
He was king in Judea, subject to King Augustus, being bound to him by treaty.
1:608
ἐξέλιπον γὰρ ἐκεῖνοι καὶ οὗτος οὐκ ἀπὸ γένους τοῦ Ἰούδα, ἀλλ' οὔτε ὅλως τοῦ Ἰσραὴλ ὑπάρχει·
因為那猶大支派的人已經斷絕了,而這位希律既不出於猶大支派,甚至根本不屬以色列;
For those of the line of Judah had failed, and this man belonged not to the tribe of Judah, nor indeed to Israel at all;
1:609
τοιούτῳ δὲ ἀπέκειτο τὸ εἶναι Χριστόν
他們卻以為,作基督這件事竟是為這樣的人存留的。
yet to such a one, they supposed, was reserved the honor of being the Christ.
1:610
ἀλλ' ἐλέγχει αὐτοὺς ἡ ἀκολουθία φάσκουσα ὅτι αὐτὸς προσδοκία ἐθνῶν καὶ ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν
但下文卻駁斥了他們,說他乃是「萬國所仰望的,萬民都要因他有指望」。
But the sequel refutes them, declaring that he is 'the expectation of the nations, and in him shall the nations hope.'
1:611
προσδοκία ἐθνῶν Ἡρῴδην καραδοκεῖ; πῶς δὲ παρ' αὐτοῖς ἐπληροῦτο τό ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος λέοντος, τίς ἐξεγερεῖ αὐτόν; ποῦ δὲ ἔπλυνεν ἐν αἵματι τὴν στολὴν αὐτοῦ ὁ Ἡρῴδης ἢ ἐν αἵματι σταφυλῆς τὸ περιβόλαιον αὐτοῦ, ὡς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ σῶμα αὐτοῦ ῥαντίσας αἵματι τῷ ἰδίῳ καὶ ἐν αἵματι σταφυλῆς τὸ περιβόλαιον αὐτοῦ; ἀλλὰ νόει ὃ λέγω
「萬國所仰望的」豈會眼巴巴盼望希律嗎?「他蹲伏如公獅,蹲臥如母獅的幼獅,誰敢惹他」這句話,又如何在他們身上應驗呢?希律又在哪裡用血洗淨他的袍子,或用葡萄汁洗淨他的外衣呢?倒是我們的主耶穌基督,用自己的血灑在自己身上,又用葡萄汁洗淨他的外衣。你且要明白我所說的意思。
Does 'the expectation of the nations' eagerly look for Herod? And how was it fulfilled among them, 'He couched, he lay down as a lion, and as a lion's whelp — who shall rouse him up?' And where did Herod wash his robe in blood, or his garment in the blood of the grape, as did our Lord Jesus Christ, who sprinkled his own body with his own blood, and washed his garment in the blood of the grape? But understand what I am saying.
1:612
δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. ἵνα γὰρ δείξῃ τὸ καθάρσιον τῆς τοῦ λαοῦ τοῦ κυρίου καταστάσεως, ἦλθεν διὰ τοῦ ἰδίου αἵματος τῆς διδασκαλίας καθᾶραι τοὺς ὀδόντας τῶν ἀνθρώπων τοὺς εἰς αἷμα κνίσης καὶ ἀθεμίτου θυσίας μεμολυσμένους
因為主必在凡事上賜給你悟性。他為要顯明主的百姓所蒙的潔淨,就藉著他自己教訓之血而來,潔淨那些因祭肉之血和不合律法之祭而玷污了牙齒的人。
For the Lord will give you understanding in all things. For in order to show forth the purification of the condition of the Lord's people, he came, through the blood of his own teaching, to cleanse the teeth of men who were defiled with the blood of sacrificial fat and unlawful sacrifice.
1:613
καὶ τί μοι τὰ πλήθη λέγειν; πολλὰ γάρ ἐστι καὶ οὐκ ἐνδέχεται ὁ χρόνος πρὸς ἀντίθεσιν τῶν προειρημένων αἱρέσεων ἐπιμηκύνειν τὸν λόγον
我又何必多說呢?這類的事還有許多,時間也不容我在駁斥前述諸異端上再多加延伸。
And why should I speak of the many other instances? For they are numerous, and time does not allow me to prolong my discourse in refutation of the aforementioned heresies.
1:614
Ἀλλ' αὗται μὲν αἱ ἑπτὰ ἦσαν ἐν Ἰσραήλ, ἐν τῇ Ἱερουσαλὴμκαὶ ἐν τῇ Ἰουδαίᾳ, αἱ δὲ τέσσαρες αἱ προειρημέναι παρὰ Σαμαρείταις ἐν τῇ Σαμαρείᾳ·
以上這七個異端存在於以色列中,在耶路撒冷和猶太地;而前面提到的那四個,則存在於撒瑪利亞人中,在撒瑪利亞地;
But these seven existed in Israel, in Jerusalem and in Judea, while the four mentioned before existed among the Samaritans, in Samaria;
1:615
αἱ πλείους δὲ καθῃρέθησαν
其中大部分現今都已消失。
but most of them have now been abolished.
1:616
οὐκέτι γὰρ Γραμματεῖς, οὐκέτι Φαρισαῖοι, οὐκέτι Σαδδουκαῖοι, οὐκέτι Ἡμεροβαπτισταί, οὐκέτι Ἡρῳδιανοί·
因為已不再有經學士,不再有法利賽人,不再有撒都該人,不再有晨浴派,也不再有希律黨;
For there are no longer Scribes, no longer Pharisees, no longer Sadducees, no longer Hemerobaptists, no longer Herodians;
1:617
μόνοι δέ τινες ἐν σπάνει εὑρίσκονται εἴπου εἷς ἢ δύο Νασαρηνοὶ ὑπὲρ τὴν ἄνω Θηβαΐδα καὶ ἐπέκεινα τῆς Ἀραβίας καὶ Ὀσσαίων τὸ λεῖμμα, οὐκέτι ἰουδαΐζον ἀλλὰ συναφθὲν Σαμψίταις τοῖς κατὰ διαδοχὴν ἐν τοῖς πέραν τῆς νεκρᾶς θαλάσσης ὑπερκειμένοις ·
只有極少數人零星地被發現,或許在上特拜地以上、阿拉伯之外,還有一兩個拿撒拉人,以及俄賽人派的殘餘,他們已不再猶太化,而是與桑普賽派聯合在一起,那些人世代相傳,居於死海對岸的高地上;
only some are found here and there, rarely — perhaps one or two Nasaraeans beyond upper Thebaid and beyond Arabia — and the remnant of the Ossaeans, no longer Judaizing but joined to the Sampsaeans, who by succession dwell on the far side of the Dead Sea, in the highlands beyond it;
1:618
νυνὶ δὲ τῇ τῶν Ἐβιωναίων αἱρέσει συνήφθησαν
但如今他們已與伊便尼派的異端合流。
but now they have been joined to the heresy of the Ebionites.
1:619
καὶ γέγονε λῆξαι μὲν αὐτοὺς ἀπὸ Ἰουδαϊσμοῦ, ὥσπερ δὲ ῥίζαν τμηθῆναι ἢ σῶμα ἑρπετοῦ καὶ ἐξ αὐτοῦ φῦναι δικέφαλον καὶ ἄρριζον ὄφιν ἐν ἑνὶ σώματι ἡμιτόμῳ ἐκπεφυκότα καὶ ἐξηρτημένον
於是就發生了這樣的事:他們雖已停止行猶太教,卻好像一條根被砍斷,或一條蛇的身軀被截斷,從中卻長出一條雙頭無根的蛇,從那被劈成一半的軀體上長出並依附其上。
And it has come about that, having ceased from Judaism, it is as though a root were cut, or the body of a serpent, and from it there grew forth a two-headed, rootless snake, sprung from one half-body and hanging attached to it.
1:620
παρὰ δὲ τοῖς Ἰουδαίοις οὐκέτι ἀλλ' ἢ Ὀσσαίων καὶ Νασαραίων ὀλίγοι ἀφωρισμένοι
在猶太人中間,如今除了少數幾個獨立出來的俄賽人派和拿撒拉人派之外,已再無其他。
And among the Jews there are no longer any but a few separated Ossaeans and Nasaraeans.
1:621
Ὀσσαῖοι δὲ μετέστησαν ἀπὸ Ἰουδαϊσμοῦ εἰς τὴν τῶν Σαμψαίων αἵρεσιν, οἵτινες οὐκέτι οὔτε Ἰουδαῖοι ὑπάρχουσιν οὔτε Χριστιανοί
至於俄賽人派,則從猶太教轉入了桑普賽派的異端,這些人如今既不是猶太人,也不是基督徒。
The Ossaeans, however, passed over from Judaism into the heresy of the Sampsaeans, who are no longer either Jews or Christians.
1:622
ταῦτά μοι περὶ τῶν προειρημένων ἕως ὧδε ἐχέτω
關於前面所說的,就到此為止。
Let this suffice, then, from me concerning what has been said up to this point.
1:623
Ἐνδημία Χριστοῦ καὶ ἐνσάρκου παρουσίας καὶ ἀληθείας πρόσωπον·
基督之臨在,以及道成肉身之顯現與真理之面貌;
The Sojourn of Christ, and the Face of the Incarnate Presence and of Truth;
1:624
ἡ μία καὶ μόνη οὖσα τοῦ θεοῦ πίστις
就是神那獨一無二的信仰。
the one and only faith of God.
1:625
Εὐθὺς δὲ ἐπεδήμησεν κατὰ πόδας ἡ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔνσαρκος παρουσία, ἥτις κατέλαβε τὰς προειρημένας ἑπτὰ αἱρέσεις ἐν Ἱεροσολύμοις
緊接著,我們主耶穌基督道成肉身的臨在便隨即而至,這臨在在耶路撒冷正遇上前面所述的那七個異端。
Immediately thereafter, close upon their heels, the incarnate presence of our Lord Jesus Christ came to sojourn among men, which overtook the aforesaid seven heresies in Jerusalem.
1:626
ἔσβεσε δὲ ταύτας ἡ αὐτοῦ δύναμις καὶ διεσκέδασε
他的大能就將這些異端撲滅,使其四散消散。
And his power extinguished them and scattered them abroad.
1:627
λοιπὸν δὲ μετὰ τὴν αὐτοῦ ἐπιδημίαν αἱ μετέπειτα πᾶσαι γεγόνασιν αἱρέσεις, λέγω δὴ μετὰ τὸ εὐαγγελισθῆναι Μαριὰμ ἐν Ναζαρὲτ διὰ τοῦ Γαβριὴλ καὶ μετὰ πᾶσαν ἁπλῶς τὴν ἔνσαρκον τοῦ κυρίου παρουσίαν εἴτουν ἀνάληψιν
此外,一切後來興起的異端,都是在他臨在之後才出現的——我是指馬利亞在拿撒勒經加百列報喜之後,以及主一切道成肉身之臨在,也就是簡單地說,他升天之後所興起的。
Furthermore, all the heresies that arose afterward came into being after his sojourn — I mean after Mary was given the good news in Nazareth through Gabriel, and after the whole incarnate presence of the Lord, that is, quite simply, after his ascension.
1:628
ἐναγκαλισθέντα ὑπὸ Συμεῶνος, ἀνθομολογηθέντα ὑπὸ Ἄννης τῆς τοῦ Φανουὴλ προφήτιδος, ἀπενεχθέντα εἰς Ναζαρέτ, ἐλθόντα τῷ ἑξῆς ἐνιαυτῷ ὀφθῆναι ἐνώπιον κυρίου εἰς Ἱερουσαλήμ, γενόμενόν τε ἐν Βηθλεὲμ διὰ τὴν συγγένειαν ὑπὸ τῆς μητρὸς βασταζόμενον, αὖθις πάλιν εἰς Ναζαρὲτ ἀπενεχθέντα καὶ κατὰ δευτέραν περίοδον ἐνιαυτοῦ εἰς τὰ Ἱεροσόλυμα καὶ Βηθλεὲμ ἐληλυθότα, βασταζόμενον ὡσαύτως ὑπὸ τῆς ἰδίας μητρός, ἐν Βηθλεὲμ δὲ ἐν οἰκίᾳ κατελθόντα σὺν τῇ ἰδίᾳ μητρὶ καὶ Ἰωσὴφ γέροντι ὄντι σὺν τῇ Μαρίᾳ δὲ ὄντι, κἀκεῖσε τῷ δευτέρῳ ἔτει τῆς αὐτοῦ γεννήσεως κατοπτευθέντα ὑπὸ τῶν μάγων προσκυνηθέντα δῶρα λαβόντα καὶ ἐν αὐτῇ τῇ νυκτὶ ὑπὸ ἀγγέλου τῷ Ἰωσὴφ χρηματίσαντος εἰς Αἴγυπτον παραληφθέντα, ἐκεῖθεν πάλιν διὰ δύο ἐτῶν ἐπανεληλυθότα, τελευτήσαντος τοῦ Ἡρῴδου, Ἀρχελάου τε διαδεξαμένου
他曾被西面抱在懷中,被法內力的女兒、女先知亞拿所稱謝承認,被帶往拿撒勒;次年又來到耶路撒冷、被獻在主面前;因著按宗族登記戶口,他來到伯利恆,由母親抱著;之後又被帶回拿撒勒,到第二年循環時又來到耶路撒冷和伯利恆,同樣由自己的母親抱著;他在伯利恆與自己的母親並年邁的約瑟一同下到一間屋子裡,與馬利亞同住在那裡;就在那裡,他出生後第二年,被博士們觀察、朝拜,並接受了禮物;就在當夜,約瑟受天使指示,帶著他逃往埃及;兩年後又從那裡回來,那時希律已死,亞基老已接續為王。
He was embraced by Simeon, acknowledged by Anna the prophetess, daughter of Phanuel, carried away to Nazareth, came the following year to be presented before the Lord in Jerusalem, came to be in Bethlehem on account of the census by lineage, being carried by his mother, was carried back again to Nazareth, and in the second yearly cycle came again to Jerusalem and Bethlehem, likewise carried by his own mother; and in Bethlehem he came down to a house together with his own mother and Joseph, who was an old man, dwelling there with Mary; and there, in the second year after his birth, he was observed by the magi, was worshiped, and received gifts, and on that very night, Joseph having been warned by an angel, he was taken away into Egypt, and from there, after two years, he returned again, when Herod had died and Archelaus had succeeded him.
1:629
Τῷ γὰρ τριακοστῷ τρίτῳ Ἡρῴδου, τεσσαρακοστῷ δὲ δευτέρῳ Αὐγούστου τοῦ βασιλέως, γεννᾶται ὁ σωτὴρ ἐν Βηθλεὲμ τῆς Ἰου. δαίας
因為在希律在位第三十三年、奧古斯都皇帝在位第四十二年,救主誕生在猶太的伯利恆。
For in the thirty-third year of Herod, and the forty-second year of Augustus the emperor, the Savior was born in Bethlehem of Judea.
1:630
κάτεισι δὲ εἰς Αἴγυπτον τῷ τριακοστῷ πέμπτῳ Ἡρῴδου, ἄνεισι δὲ ἀπὸ τῆς Αἰγύπτου μετὰ τὴν Ἡρῴδου τελευτήν
他在希律在位第三十五年下到埃及,並在希律死後從埃及上來。
He went down into Egypt in the thirty-fifth year of Herod, and came up from Egypt after the death of Herod.
1:631
διὸ ἐπὶ τριάκοντα καὶ ἑπτὰ ἔτεσι τῆς αὐτῆς τοῦ Ἡρῴδου ἀρχῆς ἦν ὁ παῖς τεσσάρων ἐτῶν, ὅτε Ἡρῴδης τριάκοντα ἑπτὰ πληρώσας κατέστρεψε τὸν βίον
所以,在同一位希律王統治的第三十七年,那孩子四歲,此時希律滿了三十七年便結束了他的性命。
Therefore, in the thirty-seventh year of the same reign of Herod, the child was four years old, when Herod, having completed thirty-seven years, ended his life.
1:632
Ἀρχέλαος δὲ ἐννέα ἔτη βασιλεύει, οὗ ἐν ἀρχῇ τῆς βασιλείας ἐξιὼν Ἰωσὴφ ἀπ' Αἰγύπτου ἅμα τῇ Μαρίᾳ καὶ τῷ παιδί, ἀκούσας τὸν Ἀρχέλαον βασιλεύειν ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας καὶ κατῴκησεν τότε εἰς Ναζαρέτ
亞基老作王九年;在他為王之初,約瑟與馬利亞並那孩子一同從埃及出來,聽見亞基老作王,就退到加利利地區,於是就住在拿撒勒。
And Archelaus reigns for nine years; at the beginning of his reign, Joseph, going out of Egypt together with Mary and the child, having heard that Archelaus was reigning, withdrew into the parts of Galilee and then settled in Nazareth.
1:633
Ἀρχέλαος δὲ γεννᾷ τὸν Ἡρῴδην τὸν νεώτερον, καὶ βασιλεύει Ἡρῴδης οὗτος τῷ ἐνάτῳ ἔτει τῆς τοῦ πατρὸς βασιλείας Ἀρχελάου κατὰ διαδοχήν
亞基老生了小希律,這位希律在他父親亞基老為王的第九年,按著繼承次序作了王。
And Archelaus begets Herod the younger, and this Herod becomes king in the ninth year of the reign of his father Archelaus, by succession.
1:634
καὶ γέγονε λογιζόμενα δεκατρία ἔτη τῇ ἐνσάρκῳ Χριστοῦ παρουσίᾳ
這樣算來,自基督成肉身降臨以來,已經過了十三年。
And there have come to be, by reckoning, thirteen years since the incarnate coming of Christ.
1:635
ὀκτωκαιδεκάτῳ δὲ ἔτει Ἡρῴδου τοῦ καὶ Ἀγρίππα ἐπικληθέντος ἤρξατο ὁ Ἰησοῦς τοῦκηρύγματος καὶ τὸ βάπτισμα τὸ ἀπὸ Ἰωάννου τότε λαμβάνει καὶ κηρύσσει ἐνιαυτὸν δεκτόν, ὑπ' οὐδενὸς ἀντιλεγόμενος, οὔτε ὑπὸ Ἰουδαίων οὔτε ὑπὸ Ἑλλήνων οὔτε ὑπὸ Σαμαρειτῶν οὔτε ὑπό τινος ἑτέρου
在希律(又稱亞基帕)的第十八年,耶穌開始了他的宣講,那時他受了約翰的洗,並宣告了悅納的一年,無人反對——無論是猶太人、希臘人、撒瑪利亞人,或任何其他人。
In the eighteenth year of Herod, who was also called Agrippa, Jesus began his preaching, and then received the baptism from John, and preached the acceptable year, being contradicted by no one — neither by Jews nor by Greeks nor by Samaritans nor by anyone else.
1:636
ἔπειτα ἀντιλεγόμενος ἐκήρυξεν ἐνιαυτὸν δεύτερον καὶ γέγονεν ἐννεακαίδεκα ἔτη τῷ αὐτῷ Ἡρῴδῃ, τῷ δὲ σωτῆρι τριακοστὸν δεύτερον
其後,在遭受反對之中,他宣講了第二年,這時是同一位希律的第十九年,而救主則是三十二歲。
Then, being contradicted, he preached a second year, and it became the nineteenth year for the same Herod, and the thirty-second for the Savior.
1:637
ἐν δὲ τῷ εἰκοστῷ ἔτει τοῦ Ἡρῴδου τοῦ τετράρχου καλουμένου γίνεται τὸ σωτήριον πάθος καὶ ἡ ἀπάθεια, ἡ θανάτου γεῦσις γεῦσίς τε θανάτου ἄχρι σταυροῦ, πάσχοντος ἐν ἀληθείᾳ, ἀπαθοῦς δὲ. μένοντος ἐν θεότητι Χριστοῦ γὰρ παθόντος ὑπὲρ ἡμῶν σαρκί φησὶν ἡ θεία γραφὴ καὶ πάλιν θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι καὶ τὰ ἑξῆς, σταυροῦται θάπτεται κατέρχεται εἰς τὰ καταχθόνια ἐν θεότητι καὶ ἐν ψυχῇ, αἰχμαλωτεύει τὴν αἰχμαλωσίαν καὶ ἀνίσταται τῇ τρίτῃ ἡμέρᾳ σὺν αὐτῷ τῷ ἁγίῳ σώματι, συνενώσας τὸ σῶμα τῇ θεότητι, μηκέτι λυόμενον μηκέτι πάσχον μηκέτι ὑπὸ θανάτου κυριευόμενον ὥς φησιν ὁ ἀπόστολος θάνατος αὐτοῦ οὐκέτι κυριεύει
在稱為分封王的希律第二十年,發生了救贖性的受難與無苦難性——嘗到死味,甚至嘗死味直到十字架,他實實在在地受苦,而在神性上卻仍是不能受苦的。因為聖經如此說:『基督在肉身裡為我們受苦』,又說:『在肉身裡被治死,卻在靈裡復活』等等——他被釘十字架,被埋葬,按神性與靈魂下到地底,擄掠了那擄掠者,並在第三日與那同一聖體一同復活,將身體與神性合而為一,這身體不再朽壞、不再受苦、不再被死亡所轄制,正如使徒所說:『死也不再作他的主了。』
And in the twentieth year of Herod, called the tetrarch, took place the saving Passion and the impassibility — the tasting of death, indeed the taste of death even unto the cross, suffering in truth, yet remaining impassible in his divinity. For, as the divine Scripture says, Christ having suffered for us in the flesh, and again, put to death in the flesh but made alive in the Spirit, and so forth: he is crucified, is buried, descends into the regions under the earth in his divinity and in his soul, takes captivity captive, and rises on the third day with that same holy body, having united the body to the divinity, no longer to be dissolved, no longer to suffer, no longer to be lorded over by death, as the apostle says, 'death no longer has lordship over him.'
1:638
αὐτὸ τὸ σῶμα ἀληθινῶς αὐτὴν τὴν σάρκα αὐτὴν τὴν ψυχὴν αὐτὰ τὰ πάντα·
就是那真實的身體,就是那肉體,就是那靈魂,就是那全部一切;
The very body truly, the very flesh, the very soul, the very whole of it all;
1:639
οὐκ ἄλλο τι παρὰ τὸ ὂν σῶμα, ἀλλ' αὐτὸ τὸ ὂν ἐνδυναμώσας καὶ ἑνώσας εἰς μίαν ἑνότητα εἰς μίαν θεότητα, τὸ σαρκικὸν ἄφθαρτον τὸ σωματικὸν πνευματικὸν τὸ παχυμερὲς λεπτομερὲς τὸ θνητὸν ἀθάνατον, μὴ ἑωρακὸς ὅλως διαφθοράν, μὴ καταλειφθείσης τῆς ψυχῆς ἐν Ἅιδῃ, μὴ μερισθέντος τοῦ ὀργάνου πρὸς ἁμαρτίαν, μὴ χρανθέντος τοῦ νοῦ τροπῇ, ἀλλὰ τὰ ὅλα μὲν ἀνθρώπου λαβών, φυλάξας δὲ ὅλα τέλεια, ἐπιδεδωκυίας τῆς θεότητος τῇ ἀληθινῇ ἐνανθρωπήσει πρὸς τὰς εὐλόγους χρείας, λέγω δὴ τὰς ἐκ σώματός τε καὶ ψυχῆς καὶ ἐκ νοῦ ἀνθρωπίνου πιστουμένας τὴν πληροφορίαν, τουτέστιν πείνῃ καὶ δίψῃ, κλαυθμῷ τε καὶ ἀθυμίᾳ, δάκρυσί τε καὶ ὕπνῳ, καμάτῳ καὶ ἀναπαύσει
並非那存在的身體之外別有一物,而正是那存在的身體本身,被祂加以能力並合而為一、合為一位神性——使肉性成為不朽壞的,使肉身性成為屬靈的,使粗重的成為精微的,使必死的成為不死的——完全未曾見過朽壞,靈魂沒有被撇在陰間,器官沒有向罪分裂,心思沒有因轉離而被玷污;反倒是取了人性的全部,並保守其全然完整,因為神性向真實的成為人賦予了合理需要所需的一切——我是指那些從身體、靈魂、以及人的心思而來、用以證實完全確據的事,就是飢餓與乾渴、哭泣與沮喪、眼淚與睡眠、勞苦與安息。
not something other than the body that was, but that very body which was, having empowered it and united it into one unity, into one divinity — the fleshly made incorruptible, the bodily made spiritual, the coarse made fine, the mortal made immortal — having in no way seen corruption, the soul not being left in Hades, the instrument not being divided toward sin, the mind not being defiled by turning; but having taken the whole of man, and having preserved it all perfect, since the divinity granted to the true incarnation whatever was needed for the reasonable necessities — I mean those that confirm the full assurance arising from body and soul and human mind, that is to say, hunger and thirst, weeping and dejection, tears and sleep, toil and rest.
1:640
ἁμαρτίας καὶ τροπῆς ἀπηγορευμένης ὑπάρχοντα
——這些都是脫離罪過與那被禁止之變異的。
— things existing apart from sin and from the forbidden mutability.
1:641
ἀλλὰ καὶ ἀνέστη καὶ. θυρῶν κεκλεισμένων εἰσῆλθεν, ἵνα τὸ παχυμερὲς λεπτομερὲς ἀποδείξῃ, αὐτὸ τὸ ὂν σὺν σαρκὶ καὶ ὀστέοις
但他也復活了,且在門戶關閉的情況下進入,為要顯明那粗重的成為精微的,仍是那原有的身體,帶著肉與骨。
But he also rose, and entered while the doors were shut, so that he might show the coarse to be fine, the very same body that was, together with flesh and bones.
1:642
μετὰ γὰρ τὸ εἰσελθεῖν ἔδειξε χεῖρας καὶ πόδας καὶ πλευρὰν νενυγμένην, ὀστέα τε καὶ νεῦρα καὶ τὰ ἄλλα, ὡς μὴ εἶναι φαντασίαν τὸ ὁρώμενον·
因為進入之後,他把手、腳,以及被刺的肋旁指示出來,還有骨頭、筋腱等等,使人所見的並非幻影;
For after entering, he showed his hands and feet and his pierced side, bones and sinews and the rest, so that what was seen might not be an illusion;
1:643
πίστεώς τε καὶ ἐλπίδος τῆς ἡμετέρας τὴν ὑπόσχεσιν ἐποιεῖτο, δι' ἑαυτοῦ τὰ ὅλα τελειώσας
他藉此對我們的信與望作出了保證,藉著自己使萬事得以完全。
he was making a pledge of our faith and hope, having through himself brought all things to completion.
1:644
καὶ συναλίζεται οὐ δοκήσει ἀλλὰ ἀληθείᾳ, παιδεύων τε ἐδίδαξε βασιλείαν οὐρανῶν κηρύσσειν ἐν ἀληθείᾳ, τὸ μέγα καὶ κορυφαιότατον σημαίνων τοῖς μαθηταῖς καὶ λέγων μαθητεύσατε τὰ ἔθνη, τουτέστιν μεταβάλετε τὰ ἔθνη ἀπὸ κακίας εἰς ἀλήθειαν, ἀπὸ αἱρέσεων εἰς μίαν ἑνότητα, βαπτίζοντες αὐτοὺς εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, εἰς τὴν κυριακὴν ὀνομασίαν τῆς τριάδος, τὴν ἁγίαν καὶ βασιλικὴν σφραγῖδα, ἵνα δείξῃ ἐκ τοῦ ὀνόματος μηδεμίαν ἀλλοίωσιν εἶναι τῆς μιᾶς ἑνότητος
他與他們一同吃喝,並非虛擬的表象,乃是真實的;他教導他們,訓誨他們要在真理中宣講天國,向門徒指明那最重大、最緊要的事,說:『使萬民作門徒』,就是說:『使萬民從邪惡轉向真理,從異端轉入唯一的合一』,並奉父、子、聖靈的名給他們施洗,就是那主的三一之名號,那聖潔而尊貴的印記,好從這名號顯明那唯一合一並無任何變異。
And he ate together with them, not in appearance but in truth, and, instructing them, he taught them to preach the kingdom of heaven in truth, signifying to the disciples the great and most crucial thing, saying, 'Make disciples of the nations' — that is, 'turn the nations from wickedness to truth, from heresies into one unity' — baptizing them into the name of the Father and of the Son and of the Holy Spirit, into the lordly appellation of the Trinity, the holy and royal seal, so that he might show from the name that there is no alteration of the one unity.
1:645
ὅπου γὰρ οἱ βαπτιζόμενοι κελεύονται ὑπ' αὐτοῦ σφραγίζεσθαι εἰς ὄνομα πατρός, ἀσφαλὴς ἡ δοξολογία·
因為凡受洗的人被祂吩咐要奉父的名受印,這頌讚就是穩妥的;
For where those being baptized are commanded by him to be sealed into the name of the Father, the doxology is secure;
1:646
εἰς ὄνομα υἱοῦ οὐκ ἀποδεόντως ἡ ἐπίκλησις·
奉子的名,這稱呼也毫不欠缺;
into the name of the Son, the invocation is not deficient;
1:647
εἰς ὄνομα ἁγίου πνεύματος οὐ διῃρημένος ὁ σύνδεσμος οὐδὲ ἀπηλλοτριωμένος, τῆς μιᾶς θεότητος ἔχων τὴν σφραγῖδα
奉聖靈的名,這聯結既不分離,也不疏遠,帶著同一神性的印記。
into the name of the Holy Spirit, the bond is neither divided nor estranged, bearing the seal of the one divinity.
1:648
Καὶ ἀνελήφθη εἰς οὐρανὸν ἐν αὐτῷ τῷ σώματι καὶ τῇ ψυχῇ καὶ τῷ νῷ, συνενώσας εἰς μίαν ἑνότητα καὶ μίαν πνευματικὴν ὑπόστασιν καὶ ἔνθεον ἀποτελέσας, ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός, πέμψας κήρυκας εἰς ὅλην τὴν οἰκουμένην, Σίμωνα Πέτρον, Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην τοὺς υἱοὺς Ζεβεδαίου οὓς πάλαι ἐξελέξατο, Φίλιππον καὶ Βαρθολομαῖον, Ματθαῖον Θωμᾶν τε. καὶ Ἰούδαν καὶ Θαδδαῖον, Σίμωνα τὸν ζηλωτήν·
他就在那同一身體、靈魂與心思裡被接升天,將它們合而為一,成為一個屬靈的位格,並使之成為屬神的,然後坐在父的右邊,差遣傳道者到普天下:西門彼得、他的兄弟安得烈、西庇太的兒子雅各與約翰(祂早先所揀選的),腓力與巴多羅買,馬太與多馬,猶大與達太,奮銳黨的西門;
And he was taken up into heaven in that same body and soul and mind, having united them into one unity and one spiritual hypostasis, and having made it divine; and he sat down at the right hand of the Father, having sent heralds into the whole world: Simon Peter, Andrew his brother, James and John the sons of Zebedee whom he had chosen long before, Philip and Bartholomew, Matthew and Thomas, and Judas and Thaddaeus, Simon the Zealot;
1:649
Ἰούδας γὰρ ὁ Ἰσκαριώτης, εἰ καὶ πρώην ἐν τοῖς δώδεκα ἐψηφίζετο, προδότης γενόμενος ἀπετμήθη τοῦ ἁγίου τῶν ἀποστόλων καταλόγου
因為加略人猶大,雖然先前被列在十二人之中,但既成了出賣者,就被從使徒的聖名冊上除名了。
For Judas Iscariot, even though he was formerly counted among the twelve, having become a traitor, was cut off from the holy roll of the apostles.
1:650
ἀπέστειλεν δὲ καὶ ἄλλους ἑβδομήκοντα δύο κηρύττειν, ἐξ ὧν ἦσαν οἱ ἑπτὰ οἱ ἐπὶ τῶν χηρῶν τεταγμένοι, Στέφανος Φίλιππος Πρόχορος Νικάνωρ Τίμων Παρμενᾶς καὶ Νικόλαος, πρὸ τούτων δὲ Ματθίας ὁ ἀντὶ Ἰούδα συμψηφισθεὶς μετὰ τῶν ἀποστόλων·
他又差遣了另外七十二人去傳道,其中有七位是被指派管理寡婦事務的:司提反、腓力、伯羅哥羅、尼迦挪、提門、巴米拿和尼哥拉;在這些人之前,還有馬提亞,他是頂替猶大而與眾使徒同列的;
And he also sent seventy-two others to preach, from among whom were the seven appointed over the widows: Stephen, Philip, Prochorus, Nicanor, Timon, Parmenas, and Nicolaus; and before these, Matthias, who was numbered with the apostles in place of Judas;
1:651
μετὰ τούτους δὲ τοὺς ἑπτὰ καὶ Ματθίαν τὸν πρὸ αὐτῶν Μάρκον καὶ Λουκᾶν, Ἰοῦστον, Βαρνάβαν καὶ Ἀπελλῆν, Ῥοῦφον, Νίγερα καὶ τοὺς λοιποὺς τῶνἑβδομήκοντα δύο
在這七位以及在他們之前的馬提亞之後,還有馬可與路加、猶士都、巴拿巴與亞比利、魯孚、尼結,以及其餘的七十二人。
and after these seven, and Matthias before them, Mark and Luke, Justus, Barnabas and Apelles, Rufus, Niger, and the rest of the seventy-two.
1:652
μετ' αὐτοὺς δὲ πάντας καὶ σὺν αὐτοῖς Παῦλον τὸν ἅγιον ἀπόστολον διὰ φωνῆς ἰδίας ἀπ' οὐρανοῦ ἀπόστολον ὁμοῦ καὶ κήρυκα ἐθνῶν καὶ πληρωτὴν ἀποστολικῆς διδασκαλίας ἐξελέξατο·
在這一切人之後,也與他們同列,祂又藉著親自從天上發出的聲音揀選了聖使徒保羅,使他既作使徒,又作萬民的傳道者,並成全使徒的教訓;
And after all these, and together with them, he chose Paul the holy apostle by his own voice from heaven, both apostle and herald of the nations, and fulfiller of the apostolic teaching;
1:653
ὃς εὑρίσκει τὸν ἅγιον Λουκᾶν, ὄντα τῶν ἑβδομήκοντα δύο τῶν διεσκορπισμένων, ὃν ἐπιστρέψας καὶ ἀκόλουθον ἑαυτῷ ποιήσας συνεργὸν τοῦ εὐαγγελίου ὁμοῦ καὶ ἀπόστολον ἀπέδειξεν
保羅找到了聖路加,他原是那七十二人中被分散的一位;保羅使他回轉,收他作自己的同伴,並顯明他既是福音的同工,也是使徒。
who found the holy Luke, one of the seventy-two who had been scattered, and having turned him back and made him his own companion, showed him to be both a fellow-worker of the gospel and an apostle.
1:654
καὶ οὕτως ἐτελέσθη ἡ πᾶσα εὐαγγελικὴ πραγματεία ἕως τούτου τοῦ χρόνου
這樣,福音的整個工程直到這個時候就完成了。
And thus was the whole evangelical undertaking completed up to this time.
1:655
Ἔσται δέ μοι ὁ λόγος ἕως ὧδε περὶ τῶν εἴκοσι αἱρέσεων καὶ τῆς κατὰ δύναμιν ἀκολουθίας ἐν συντόμῳ μοι εἰρημένης εὐαγγελικῆς φωταγωγίας τῆς ἐν κόσμῳ διὰ τοῦ Χριστοῦ καὶ τῶν μαθητῶν αὐτοῦ γεγενημένης, οἷς τὰ ὅμοια συλλέξαι καὶ παραθέσθαι τὰ προθεσπίσματά τε καὶ τὰς προφητείας ἀπὸ νόμου τε καὶ ψαλμῶν καὶ τῶν ἄλλων τὰς ἀκολουθίας καὶ ἀγωγὰς ἔνεστιν ἰδεῖν καὶ τὴν ἀκρίβειαν καταλαβέσθαι, ὡς οὐ νόθος ἀλλὰ ἀληθὴς καὶ προκαταγγελθεῖσα ἀπὸ τῆς παλαιᾶς διαθήκης καὶ ἀναμφίβολός ἐστιν ἡ ἔνσαρκος τοῦ Χριστοῦ παρουσία καὶ εὐαγγελικὴ διδασκαλία
我的論述到此為止,是關於這二十個異端及其按我所能作的次序,我已就基督與祂門徒在世上所成就的福音光照,簡略地陳述過了;對此,人可以蒐集並列舉相似的事物——那些出自律法書、詩篇及其他經卷的預言與豫言——它們的次序與脈絡,藉此便可以明白其精確性,就是基督成肉身的降臨與福音的教訓並非虛假,乃是真實的,是從舊約豫先宣告的,是毫無疑問的。
My account up to this point, concerning the twenty heresies and their succession as far as I am able, has been stated by me in summary concerning the gospel's illumination that came to be in the world through Christ and his disciples; and to it one may gather and set alongside similar things — the predictions and prophecies from the Law and the Psalms and the rest — their sequences and courses, and may thereby grasp the accuracy of the matter, namely that the incarnate coming of Christ and the evangelical teaching is not spurious but true, foretold beforehand from the Old Testament, and beyond all doubt.
1:656
ἵνα δὲ μὴ εἰς ὄγκον παρεκτείνω τὴν τῆς συντάξεως πραγματείαν, τούτοις ἀρκεσθήσομαι
但為了不使這部著作的篇幅過度膨脹,我就以這些為滿足了。
But so that I may not extend the labor of this composition into excessive bulk, I will be content with these things.
1:657
Προϊὼν δὲ ἐφεξῆς τὰς μετέπειτα τῷ βίῳ ἐπιφυείσας ἐπὶ κακῇ προφάσει δόξας ὁμοίως διαγορεύσω, ἤδη τὰς ἕνδεκα τὰς ἀπὸ Ἰουδαίων καὶ Σαμαρειτῶν καὶ τὰς πρὸ αὐτῶν ἐννέα ἐξ Ἑλλήνων καὶ βαρβάρων καὶ τῶν ἄλλων γενομένας πρὸ τῆς τοῦ κυρίου παρουσίας καὶ ἕως αὐτοῦ τοῦ χρόνου μετρίως ἀπαριθμησάμενος
接下來我將依序照樣陳述那些後來因惡意藉口而滋生於人生中的種種見解,既然我已經適度地列數了那十一個出自猶太人與撒瑪利亞人的異端,以及在它們之前、主降臨之前、直到那時為止,出自希臘人、外邦人及其他民族的九個異端。
And proceeding in order, I shall likewise set forth the opinions that afterward grew upon life for an evil purpose, having already enumerated in moderate fashion the eleven heresies from the Jews and Samaritans, and before them the nine that arose from the Greeks and barbarians and others prior to the Lord's coming, down to that very time.
1:658
Κατὰ Σιμωνιανῶν πρώτη μετὰ τὴν εἰς Χριστὸν πίστιν τὴν μόνην οὖσαν, τῆς δὲ ἀκολουθίας ˉκˉα
駁西門黨人:這是在信基督(那唯一純正的信仰)之後的第一個異端,而按次序排列則是第二十一個。
Against the Simonians: the first heresy after faith in Christ, which alone was pure; and in the order of succession, the twenty-first.
1:659
Σίμωνος γίνεται τοῦ μάγου πρώτη αἵρεσις ἀπὸ Χριστοῦ καὶ δεῦρο ἀρξαμένη, οὖσα αὕτη τῶν εἰς ὄνομα Χριστοῦ οὐκ ὀρθῶς οὐδὲ εὐαγῶς πιστευόντων, ἀλλὰ κατὰ τὴν παραπεποιημένην ἐν αὐτοῖς φθορὰν τὰ δεινὰ ἐργαζομένων
首先出現的是行邪術者西門的異端,這異端是自基督以來才開始的,屬於那些奉基督之名卻既不正確也不純潔地相信、反倒按著他們裡面那被偽造的敗壞行出可怕之事的人。
There arises the first heresy of Simon the magician, having begun from Christ onward, this being a heresy of those who believe in the name of Christ neither rightly nor purely, but who, according to the corruption falsified within them, work terrible things.
1:660
οὗτος ὁ Σίμων γόης ἦν, ἀπὸ Γιτθῶν δὲ ὡρμᾶτο τῆς πόλεως τῆς ἐν τῇ Σαμαρείᾳ, νυνὶ κώμης ὑπαρχούσης
這西門是個行法術的,他來自撒瑪利亞的一座城市基提,如今那裡已成為一個村莊。
This Simon was a sorcerer, and he came from Gitthon, a city in Samaria, which is now a village.
1:661
ἐφαντασίαζε δὲ τὸ γένος τῶν Σαμαρειτῶν ταῖς μαγείαις ἐξαπατῶν τε καὶ δελεάζων, ἔλεγεν δὲ ἑαυτὸν εἶναι τὴν μεγάλην δύναμιν τοῦ θεοῦ καὶ ἄνωθεν καταβεβηκέναι
他用法術迷惑撒瑪利亞民族,欺哄並誘惑他們,並自稱自己就是神的大能,是從上頭降下來的。
He deluded the race of the Samaritans with his magic, deceiving and enticing them, and he said that he himself was the great power of God and had come down from above.
1:662
τὸν πατέρα δὲ ἔλεγεν ἑαυτὸν τοῖς Σαμαρείταις, Ἰουδαίοις δὲ ἔλεγεν ἑαυτὸν εἶναι τὸν υἱόν, παθόντα δὲ μὴ πεπονθέναι, ἀλλὰ δοκήσει μόνον
他向撒瑪利亞人自稱是父,向猶太人則自稱是子;他雖受過苦,卻並非真受苦,只是表面上如此。
To the Samaritans he called himself the Father, but to the Jews he said he himself was the Son, and that though he suffered, he had not really suffered, but only in appearance.
1:663
ὑπεκορίσθη δὲ οὗτος τοὺς ἀποστόλους καὶ αὐτὸς δὲ ὁμοίως ἴσα τοῖς ἄλλοις ὑπὸ. Φιλίππου ἐβαπτίσθη μετὰ πολλῶν
這人向使徒們曲意奉承,他自己也和其他人一樣,同許多人一起接受了腓力的施洗。
This man ingratiated himself with the apostles, and he himself likewise, equally with the others, was baptized by Philip along with many.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。