📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論三位一體

論三位一體 第 1-1 章 第 5/12 段

希臘文原文.244 節.部分字詞可點開查義.本章太長已分段,此段為 1-1:961–1-1:1204(全章共 2529 節)

第 2-1 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1-1:961
τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεός–ἅπερ ἐπηγγείλατό τε καὶ ἐποίησεν–ἐπεὶ κατ' οὐδενὸς μείζονος εἶχεν ὀμόσαι, ὤμοσεν καθ' ἑαυτοῦ λέγων·
「神應許亞伯拉罕的時候——祂所應許的,也照樣成就了——因為沒有比自己更大者可以指著起誓,就指著自己起誓,說:」
'For when God made a promise to Abraham — what he promised, he also performed — since he had no one greater by whom to swear, he swore by himself, saying:'
1-1:962
ἦ μὴν εὐλογῶν εὐλογήσω σε
「我必賜大福給你。」
'Surely blessing I will bless you.'
1-1:963
καὶ Ῥωμαίοις δὲ τὸν υἱὸν αὖθις καθ' ἑαυτοῦ ὀμνύοντα ἐξηγεῖται·
而在寫給羅馬人的信中,他又再次闡明子指著自己起誓:
And to the Romans again he expounds the Son swearing by himself:
1-1:964
πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ καθῶς γέγραπται·
「因為我們都要站在基督的臺前,正如經上記著說:
'For we shall all stand before the judgment seat of Christ, as it is written:'
1-1:965
ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολο γήσεται τῷ θεῷ
主說,我憑著我的永生起誓,萬膝必向我跪拜,萬口必向神承認。」
'As I live, says the Lord, every knee shall bow to me, and every tongue shall confess to God.'
1-1:966
Καὶ τὸ ἐκ δεξιῶν δὲ συγκαθέζεσθαι τῷ πατρί, ἔτι δὲ καὶ τὸ θεοφράστῳ γλώττῃ ἀναφθέγγεσθαι τὸν εὐαγγελιστὴν καθέδραν πρέπουσαν τῷ υἱῷ τὸν πατρικὸν εἶναι κόλπον εἰ μὴ σημαίνει τὸ ταυτούσιον καὶ ὁμότιμον καὶ τὸ χρῆναι σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι αὐτοῦ προσκυνεῖσθαι τὸν μονογενῆ θεὸν καὶ υἱόν, ἀλλά–κατὰ ἄνθρωπον οὐ δέον ἐκδέχεσθαι γρὴ τὰ περὶ θεοῦ γεγραμμένα–μείζων καὶ ἐνδοξότερος κατ' αὐτούς ἐστιν ὁ ἐκ δεξιῶν, ὁ τὸν θεϊκὸν ἄφατον κόλπον ὡς τὸν χερουβικὸν ἔχων πολυῶπα θρόνον
再者,子與父同坐右邊,加上福音書作者以神所默示的口舌宣告說,那配得歸於子的座位乃是父的懷抱——倘若這些話並不表明本質的同一與尊榮的相等,也不表明獨生神子理當與父及其聖靈一同受敬拜,那麼——雖然我們不應按人的方式來理解論及神的經文——照他們的說法,那坐在右邊的,就要比那擁有那不可言喻的神聖懷抱、如同基路伯多眼寶座的一位更為尊大、更為榮耀了。
Moreover, that he sits together at the right hand of the Father — and further, that the evangelist proclaims with a god-inspired tongue that the seat befitting the Son is the Father's own bosom — if these do not signify sameness of essence and equality of honor, and the necessity that the only-begotten God and Son be worshiped together with the Father and his Spirit, then — though one ought not to understand what is written concerning God in a merely human fashion — on their reckoning he who sits at the right hand would be greater and more glorious than he who has the ineffable divine bosom as his many-eyed, cherubic throne.
1-1:967
ὃ μὴ γένοιτο εἰπεῖν ἐπὶ τῆς ἀρρητοτάτης καὶ γαληνοτάτης τριάδος
願這話永不可施加於那最不可言喻、最為寧靜的三一之上!
May this never be said concerning the most ineffable and most tranquil Trinity!
1-1:968
ὁ μὲν γὰρ Δαυὶδ ᾄδει περὶ τοῦ πατρὸς ἐν ρθʹ ψαλμῷ·
大衛在第一百零九篇詩篇中論及父時歌唱道:
For David sings concerning the Father in the 109th Psalm:
1-1:969
εἶπεν ὁ κύριος τῷ κυρίῳ μου·
「耶和華對我主說:」
'The Lord said to my Lord:'
1-1:970
ὁ δὲ Παῦλος Ἑβραίοις ὑφηγεῖται·
而保羅則向希伯來人闡明說:
while Paul instructs the Hebrews:
1-1:971
ὁ μονογενὴς θεὸς ὁ ὢν ἐν τῷ κόλπῳ τοῦ πατρός, αὐτὸ ἐξηγήσατο
「只有在父懷裡的獨生神,將他表明出來。」
'The only-begotten God, who is in the bosom of the Father, he has declared him.'
1-1:972
ν Ὁμοίως θεολογία περὶ τοῦ υἱοῦ, ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος καὶ ὅτι θεὸς μέγας καί ἐπὶ πάντων, πρὸς ὃν οὐ λογισθήσε ται ἕτερος καί ἀληθινὸς θεός καὶ ζωὴ αἰώνιος καί μόνος δεσπότης καί μόνος θαυματουργός καί ὕψιστος καί βασιλεύς καί ἐξουσια στής καί πάντα ἐν πᾶσι Χριστός καί τὰ λοιπά
同樣地,也有論及子的神學,說:一切神性的豐盛都住在他裡面,他是至大的神,是在萬有之上的神,沒有別的可與他相比,是真神,也是永生,是獨一的主宰,獨一行奇事者,是至高者,是王,是掌權者,也是那『在萬有之中且貫乎萬有』的基督,等等。
Likewise there is a theology concerning the Son: that in him dwells all the fullness of deity, and that he is the great God and God over all, beside whom no other shall be reckoned, and the true God and eternal life, and sole Master, and sole worker of wonders, and Most High, and King, and the one who exercises authority, and Christ all and in all, and so forth.
1-1:973
Τοσαῦτα μὲν περὶ τούτων ἤρκει·
關於這些事,說到這裡已經足夠了;
So much, then, has been sufficient concerning these matters;
1-1:974
οὐκ ἠρεμοῦσι δὲ οἱ τῶν θείων μύσται καὶ τὰ τῆς προνοητικωτάτης πάντων τριάδος ζηλοῦντες ἄλλ' ἔτι ὑψηλά·
然而,那些通曉神聖奧祕、熱切追求那全然眷顧萬有之三一奧義的人,並不安於現狀,仍要更進一步探求那更崇高的事:
but the initiates of divine things, who zealously pursue the loftier truths of the all-provident Trinity, do not rest content, but press on still further to what is exalted:
1-1:975
καὶ οἷα περὶ τοῦ πατρός, τοιαῦτα καὶ περὶ τοῦ υἱοῦ θεολογοῦσιν, ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος καὶ ὅτι θεὸς μέγας καί ἐπὶ πάντων, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος καί ἀληθινὸς θεός καί ζωὴ αἰώνιος καί φῶς τὸ ἀληθινόν καί μόνος δεσπότης καί μόνος ὕψιστος καί μόνος θαυματοποιός καί βασιλεὺς μέγας καί κύριος πάντων καί δημιουργός καί ἐξουσιαστής καί τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον καί σωτήρ καί πάντα ἐν πᾶσιν Χριστός καί εὐλογημένος εἰς τοὺς αἰῶνας καὶ ὅτι μέγα τὸ τῆς εὐσεβείας μυστήριον δῆλον δ' ὡς τὸ Χριστιανῶν, παρ' οἷς ἀγένητος θεὸς ὑμνεῖται ὁ Χριστός καὶ ὅτι τῇ ἑαυτοῦ θεότητι περιποιεῖ τὸν λαόν, διὰ τὸ ὁμοουσίως ἔχειν πρὸς τὸν πατέρα
他們怎樣論神學論到父,也照樣論到子:說一切神性的豐盛都住在他裡面,他是至大的神,是在萬有之上的神,沒有別的可與他相比,是真神,也是永生,是那真光,是獨一的主宰,獨一的至高者,獨一行奇事者,是大君王,是萬有的主,是創造主,是掌權者,他的平安沒有窮盡,是救主,是那『在萬有之中且貫乎萬有』的基督,是那當永遠稱頌的;並且說「敬虔的奧祕何等大」——這顯然指的就是基督徒的奧祕,在他們中間,基督被頌讚為未受造的神,且說他憑自己的神性使百姓歸於自己,因為他與父同質。
and just as they theologize concerning the Father, so too they theologize concerning the Son: that in him dwells all the fullness of deity, and that he is the great God and God over all, beside whom no other shall be reckoned, and the true God and eternal life, and the true light, and sole Master, and sole Most High, and sole worker of wonders, and great King, and Lord of all, and Creator, and the one who exercises authority, and of his peace there is no end, and Savior, and Christ all and in all, and blessed forever; and that great is the mystery of godliness — clearly that of the Christians, among whom Christ is hymned as the uncreated God, and [it is said] that by his own deity he acquires the people for himself, because he is of one substance with the Father.
1-1:976
Τοιῶσδε τοίνυν περὶ τούτων λέγουσιν οἱ μνημονευθησόμενοι νῦν πρὸς ἡμῶν ἅγιοι, οἷς ὁ θεὸς κατὰ τὸν ιεʹ ψαλμόν ἐγνώρισεν ὁδοὺς ζωῆς·
那些我們現在即將提及的聖徒們,就是這樣論及這些事的;照著第十五篇詩篇所說,神已將生命之路指示給他們:
In such manner, then, do the saints — whom we are now about to mention — speak concerning these things, to whom God, according to the 15th Psalm, made known the ways of life:
1-1:977
Δαυῒδ ἐν μὲν ζʹ ψαλμῷ εὐχόμενος·
大衛在第七篇詩篇中禱告說:
David, praying in the 7th Psalm:
1-1:978
ἐξεγέρθητι, κύριε ὁ θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε, καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον
「耶和華我的神啊,求你照你所命定的旨意興起;願眾民的會眾環繞你;求你為這會眾的緣故,升上高處。」
'Arise, O Lord my God, according to the command that you have ordained, and the assembly of peoples shall surround you; and for its sake, return on high.'
1-1:979
αἰσθάνῃ, ὡς ὁ προφήτης κύριον καὶ θεὸν οἶδεν αὐτὸν καὶ δέεται αὐτοῦ λέγων ἐξεγέρθητι ἐπὶ τὴν ἀνεκλάλητον ἐνανθρώπησίν σου, τρόπῳ ᾧ προώρισας τῷ λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν
你可以察覺,先知知道他是主,是神,就懇求他說「求你興起」——這是指著你那不可言喻的成為人而說的,正如你所預定的方式,就是那句「你們拆毀這殿,我三日內要把它建立起來」所指的。
You perceive how the prophet knows him as Lord and God, and entreats him, saying 'Arise' — with reference to your ineffable incarnation, in the manner that you foreordained by the saying, 'Destroy this temple, and in three days I will raise it up.'
1-1:980
ὑπὲρ ταύτης γάρ φησιν τῆς·
「因為,」他說,「正是為了這……」——
'For it is on behalf of this,' he says, referring to the—
1-1:981
περιγινομένης ἡμῖν ἐντεῦθεν σωτηρίας·
從此而來、歸屬我們的救恩;
the salvation that thereby comes to be ours;
1-1:982
τὰ μὲν ἔθνη τῇ πίστει κυκλώσει σε·
萬國必因信而環繞你;
the nations shall encircle you in faith;
1-1:983
σὺ δέ, ὅθεν ἦλθες, ἀχωρίστως ἐπάνελθε·
至於你,卻要毫無分離地返回你所來之處;
but you, return inseparably to the place from which you came;
1-1:984
θεὸς μέγας κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν
耶和華為至大的神,為至大的君王,治理全地
Great God is the Lord, and great King over all the earth
1-1:985
ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ·
從日出之地到日落之處,他俊美的榮耀是從錫安發出的;
From the rising of the sun to its setting, out of Zion is the perfection of his beauty;
1-1:986
ἀναστήτω ὁ θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καί ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμάς·
願神興起,使他的仇敵四散;為那乘駕西方的預備道路;
Let God arise, and let his enemies be scattered, and make a way for him who rides upon the west;
1-1:987
κύριος ὄνομα αὐτῷ ἐν δὲ παʹ·
耶和華是他的名;又在第八十一篇詩中說:
the Lord is his name; and in Psalm 81:
1-1:988
ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν
神啊,求你興起,審判全地
Arise, O God, judge the earth
1-1:989
Ἄθρει μέν, πῶς ἑκάστη λέξις ἀνάπτει τὴν περὶ αὐτοῦ δόξαν καὶ ἐξαρκεῖ πεῖσαι τῆς πατρικῆς μονάδος ὑπάρχειν αὐτὸν οὐσίας·
你且留意,每一句話語如何點燃了關乎他的榮耀,且足以使人確信:他本是出於父那獨一本質;
Observe how each word kindles his glory and suffices to persuade [us] that he exists of the very essence of the Father's oneness;
1-1:990
καὶ ὅτι ὁ μεγαλογράφος τὸν ἐν τάφῳ οὐ δίχα ζωῆς τεθέντα, ἵνα σὺν τοῖς ζῶσιν καὶ τοὺς ἀπελθόντας τῶν ἀνθρωπίνων πραγμάτων σώσῃ, θεὸν καλεῖ καὶ ἀνίστασθαι τοῦ μνήματος προφητεύει κρινοῦντα τοὺς μετὰ τοσαύτην καὶ τηλικαύτην εὐεργεσίαν γηΐνως φρονήσαντας
也留意這位崇高的作者如何稱那被安放於墳墓中、卻未曾與生命分離的那位為神——好使他不僅拯救活人,也拯救已離世的人間之事——並預言他必從墓中復起,審判那些在蒙受這樣大而重的恩惠之後,仍存屬地之心的人
and that the sublime writer calls him God who was laid in the tomb not apart from life — so that, together with the living, he might also save those of human affairs who had departed — and prophesies that he will rise from the tomb to judge those who, after so great and so mighty a benefit, thought in an earthly manner
1-1:991
ἴσθι δέ, ὅτι δυσμάς τοὺς ἐσχάτους λέγει καιρούς
你當知道,「西方」在此是指末後的時期
And know that by 'the west' he means the last times
1-1:992
ἐν αὐτοῖς γὰρ ἐπέστη ἐμφανῶς τῷδε τῷ θεατῷ κόσμῳ
因為他正是在這些時期裡,在這可見的世界中顯明地站立出來
for in these he stood forth visibly in this visible world
1-1:993
τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν; σὺ εἶ ὁ θεὸς ὁ ποι ῶν θαυμάσια μόνος
有何神像我們的神為大呢?惟獨你是行奇事的神
Who is a great God like our God? You are the God who alone does wonders
1-1:994
τὸν σαρκωθέντα θεὸν λόγον ἀνευφημεῖ κἀνταῦθα τὸν ἐν τῷ Ἰουδαϊκῷ ἱερῷ ἐμφιλοχωρήσαντα καὶ διδάξαντα καὶ θαυματουργήσαντα·
在此他也稱頌那道成肉身的神——道,就是那位曾在猶太聖殿中居住、施教、行奇事的那一位;
here too he extols the incarnate God the Word, who dwelt in the Jewish temple, and taught, and worked wonders;
1-1:995
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου·
奉耶和華之名來的,是應當稱頌的;
Blessed is he who comes in the name of the Lord;
1-1:996
θεὸς μέγας κύριος καὶ ἐπέ φανεν ἡμῖν
耶和華是大神,他已向我們顯現
Great God is the Lord, and he has appeared to us
1-1:997
εἰ εὐλόγως παρὰ τῷ προφήτῃ θεὸς μέγας καὶ εἰ εὐλογημένος, ὅ ἐστιν δεδοξασμένος, καί βασιλεὺς μέγας καί μόνος θαυματουργός ὑπάρχει ὁ ἐπιφανεὶς ἡμῖν κύριος, ἔστιν δὲ ὁ υἱός, – ἀλόγως παρὰ αἱρετικοῖς μικρότερος τοῦ ἰδίου πατρὸς ὑπονοεῖται
既然按照先知所言,那向我們顯現的主,理當被稱為「大神」,理當被稱為「當受稱頌」——也就是「當受榮耀」——並被稱為「大君王」、且是獨行奇事者,而他正是那位子——那麼,異端們毫無理由地猜想他比自己的父為小,實在是說不通的
If, then, according to the prophet, he who has appeared to us as Lord is rightly called 'great God,' and if he is 'blessed' — that is, glorified — and is 'great King,' and alone works wonders, and he is the Son — then it is unreasonable that among the heretics he should be supposed lesser than his own Father
1-1:998
οὐκ ἐνδέχεται γὰρ τὸν αὐτὸν τῇ ἀληθείᾳ πρώτως μὲν ἔχειν κατὰ τὴν προφητείαν, δευτέρως δὲ κατ' ἐκείνους
因為同一位,不可能按照先知的話確實居於首位,卻又按照他們的說法居於次位
for it is not possible that the same one should truly hold the first place according to the prophecy, yet the second place according to them
1-1:999
Εἰ δὴ πυθόμεθα τοῦ αὐτοῦ ψαλμῳδοῦ, μαθησόμεθα, ὅτι ἐπίσταται ὡς τὸν πατέρα οὕτω καὶ τὸν υἱὸν ὑπάρχοντα θεὸν τῶν προπατόρων
倘若我們進一步詢問同一位詩人,就必得知:他曉得子如同父一樣,也是我們列祖的神
If, indeed, we inquire of the same psalmist, we shall learn that he knows the Son, just as the Father, to be the God of our forefathers
1-1:1000
ἐν γὰρ μϛʹ ψαλμῷ κέκραγεν·
因為他在第四十六篇詩中呼喊說:
for in Psalm 46 he cries out:
1-1:1001
ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη
神作王治理萬國
God has reigned over the nations
1-1:1002
ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ·
神坐在他的聖寶座上;
God sits upon his holy throne;
1-1:1003
συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ
他們與亞伯拉罕的神一同聚集
they were gathered together with the God of Abraham
1-1:1004
συνεκκλησιάσθησαν δὲ μετὰ τοῦ θεοῦ τοῦ ἐνανθρωπήσαντος, περὶ οὗ ᾄδεται ἐν βʹ ψαλμῷ·
他們也與那道成肉身的神一同聚集,論到這位,第二篇詩中如此歌詠:
and they assembled together with the God who became man, concerning whom it is sung in Psalm 2:
1-1:1005
ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ
外邦為甚麼爭鬧?萬民為甚麼謀算虛妄的事?世上的君王一齊起來,臣宰一同商議,要敵擋耶和華並他的受膏者
Why did the nations rage, and the peoples meditate vain things? The kings of the earth stood up, and the rulers gathered together against the Lord and against his Christ
1-1:1006
Ἠσαΐας δὲ ἀσύγκριτον αὐτὸν ὡς τὸν θεὸν πατέρα βοᾷ·
以賽亞也呼喊說,他如同父神一樣,是無可比擬的:
And Isaiah cries out that he is incomparable, just as God the Father is:
1-1:1007
ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ
從亙古以來,人未曾聽見,也未曾以眼看見,在你以外還有甚麼神
From of old we have not heard, nor have our eyes seen, any god besides you
1-1:1008
ἄλλον γὰρ οὐκ εἴδομεν θεὸν ἢ τὸν ἐκ παρθένου Μαρίας κατὰ τὴν σωτήριον ἐνανθρώπησιν τεχθέντα οὐδὲ ἠκούσαμεν, εἰ μὴ τὸν μαρτυρηθέντα ὑπὸ τοῦ θεοῦ πατρός·
因為我們所見的,並無別神,惟有那位按著拯救性的道成肉身、由童貞女馬利亞所生的那一位;我們所聽見的,也並無別的,惟有那位蒙父神親自作見證的那一位:
for we have seen no other god than him who, according to the saving incarnation, was born of the Virgin Mary, nor have we heard of any, except him who was testified to by God the Father:
1-1:1009
οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός . καὶ πάλιν, ὡς προελέχθη·
「這是我的愛子。」又如先前所引:
'This is my beloved Son.' And again, as was said before:
1-1:1010
παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ·
有一嬰孩為我們而生,有一子賜給我們,政權必擔在他的肩頭上;
A child is born to us, a son is given to us, whose government is upon his shoulder;
1-1:1011
καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος
他名稱為大能的神、掌權者、和平的君、將來永世之父
and his name shall be called Mighty God, Ruler, Prince of Peace, Father of the age to come
1-1:1012
καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον
他的平安也沒有窮盡
and of his peace there is no bound
1-1:1013
ὁ υἱός, φησίν, τοῦ θεοῦ ἐνανθρωπήσας ἐγεννήθη παιδίον καὶ ἐδόθη ἡμῖν φέρων αὐτὸς ἐπὶ τοῦ ὤμου αὐτοῦ ταύτης αὐτοῦ τῆς κάτω γεννήσεως τὴν ἀρχήν, τοῦτ' ἔστιν·
他說,神的兒子成為人之後,被生為嬰孩,賜給我們,親自將他這在下之生的起頭,擔在自己肩頭上,這就是說:
The Son of God, he says, having become man, was born a child and given to us, himself bearing on his shoulder the beginning of this, his lower birth, that is:
1-1:1014
αὐτὸς ἑαυτοῦ ἀρχὴ τυγχάνων ἐν τῷ ἀρεύστως ὑπὸ παρθένου καὶ ἐξ αὐτῆς ἀρρήτως σαρκωθέντα τεχθῆναι, συνουσίας ἀνδρὸς ἀρχὴν οὐ παρασχόμενος
他自己就是自己的起頭,因為他無所毀損地由童貞女成了肉身,又不可言喻地由她所生,並未藉著與男子的交合而有起頭
he himself is his own beginning, in that, having without corruption been made flesh by a virgin, and ineffably born of her, he provided no beginning through union with a man
1-1:1015
θεὸς ἰσχυρός, ἐξουσιαστής
大能的神、掌權者
Mighty God, Ruler
1-1:1016
ὑπεξούσιος, ἀλλ' ἐφανέρωσεν αὐτοῦ τὴν φύσιν, τὴν δύναμιν, τὴν αὐθεντείαν
並非受制於他者權柄之下的,反倒是他顯明了自己的本性、能力與至上權威
not one subject to another's power, but he manifested his own nature, his power, his sovereign authority
1-1:1017
Ὅπερ ὄνομα γινώσκων Δαυῒδ ψάλλει·
大衛認識這名,便歌詠說:
Knowing this name, David sings:
1-1:1018
γνώτωσαν, ὅτι ὄνομά σοι κύριος·
使他們知道,惟獨你名為耶和華;
let them know that your name is the Lord;
1-1:1019
σὺ εἶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, τό μόνος διὰ τὴν μίαν θεότητα εἰπών
惟獨你是全地以上的至高者——他所以說「惟獨」,是因那獨一的神性
you alone are the Most High over all the earth — having said 'alone' on account of the one Godhead
1-1:1020
Πατέρα δὲ αὐτὸν μέλλοντος ἐκάλεσεν αἰῶνος, ὄντα καὶ τῶν παρελθόντων αἰώνων δημιουργὸν διὰ τὸ ἀπὸ χρόνου τοῦ τῆς οἰκονομίας ἐγνῶσθαι αὐτὸν πολὺ τοῖς ἀνθρώποις
他之所以稱他為「將來永世之父」,雖然他也是已過諸世代的創造者,乃是因為自那救恩經綸的時候起,他才被世人更廣為認識
But he called him 'Father of the age to come,' though he is also the maker of the ages that had already passed, because it was from the time of the dispensation that he became far more known to human beings
1-1:1021
κτιστῆς τοίνυν καὶ οὐκ ἀκτίστου φύσεως εἶπεν αὐτὸν πατέρα·
所以,他所稱為父的,乃是就受造之性而言,並非就非受造之性而言;
He called him, then, father of a created and not of an uncreated nature;
1-1:1022
εἷς γὰρ ὁ ἀκτίστου καὶ ὁμοουσίου υἱοῦ πατήρ
因為那非受造、與父同質之子,只有一位父
for there is one Father of the uncreated and consubstantial Son
1-1:1023
παραδεικνὺς δὲ τῆς θεότητος αὐτοῦ τὸ ἀμέγεθες ἔφη·
又為要彰顯他神性的無量無邊,他說:
and showing forth the immensity of his Godhead, he said:
1-1:1024
τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον
他的平安也沒有窮盡
of his peace there is no bound
1-1:1025
Καὶ Ἱερεμίας δὲ ἤτοι Βαρούχ βίβλος γὰρ μία ἀμφοτέρων ἐστίν σεμνηγορεῖ περὶ αὐτοῦ·
耶利米——或者更準確地說是巴錄,因為這兩卷書原是一卷——也莊嚴地論到他說:
And Jeremiah, or rather Baruch — for the book of both is one — speaks solemnly concerning him:
1-1:1026
οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν
沒有別的可與他相比
no other shall be reckoned as comparable to him
1-1:1027
ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ·
他尋得了知識的一切道路,將它賜給他的僕人雅各,賜給他所愛的以色列;
He found out every way of knowledge, and gave it to Jacob his servant, and to Israel his beloved;
1-1:1028
μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη
此後他顯現在地上,與世人同住
afterward he appeared upon the earth and lived among men
1-1:1029
Εἰ οὖν μὴ θεοπρεπῶς νοηθείη, ὅτι διὰ τὸ ταυτὸν τῆς θεότητος ἄμφω τῶν ἀπορρήτων ὑποστάσεων ἡ προκειμένη γραφὴ οὕτως ἐρρήθη, λείπεται ἀθεήσαντα εἰπεῖν, ὅτι ὁ τεκὼν αὐτὸς θεὸς καὶ πατὴρ οὐ θεὸς ἡμῶν οὐδὲ συγκρίνεται τῷ υἱῷ αὐτοῦ
所以,若不以合乎神的方式來理解這段經文——即因這兩個不可言喻的位格擁有相同的神性,經文才如此說——那麼剩下的,就只能是一個背棄了神的人所說的話了:說那生他者、即神與父自己,並非我們的神,也不能與他自己的兒子相提並論
If, then, this passage of Scripture is not understood in a manner befitting God — namely, that it was spoken thus because of the sameness of Godhead shared by both these ineffable hypostases — then it remains for one who has renounced God to say that he who begot [the Son], God and Father himself, is not our God, nor is he to be compared with his own Son
1-1:1030
Ἐκπέπτωκεν δὴ οὖν καὶ εἰσπάμπαν ἠφάνισται ὁ λόγος τῶν διαβαλλόντων μικρότερον καὶ ὑπουργὸν τὸν θεὸν λόγον
那些誹謗神——道為次等、為僕役的言論,就此徹底崩潰、完全消失無蹤
The argument of those who slander God the Word as lesser and as a mere servant has thus utterly collapsed and been altogether wiped away
1-1:1031
πῶς γὰρ ἂν ἄλλος εἴη ἀσύγκριτος πρὸς τὸν θεόν, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος; . καὶ πάλιν·
因為另有一位怎能與神無可比擬呢?既然「沒有別的可與他相比」!又說:
For how could another be incomparable with God, one against whom no other is to be reckoned? And again:
1-1:1032
θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐπὶ τῆς γῆς·
那些未曾創造天地的假神,必從地上滅亡;
The gods that have not made the heaven and the earth shall perish from the earth;
1-1:1033
κύριος, ὃς ἐποίησεν τοὺς οὐρανοὺς ἐν συνέσει, αὐτὸς θεὸς ζῶν καὶ ἀληθινός, ὡς ἄλλης θεότητος μὴ οὔσης ἀληθινῆς, εἰ μὴ τῆς τοῦ γνησίου υἱοῦ τοῦ θεοῦ, δι' οὗ καὶ παρ' οὗ καὶ παρ' οὗ ἅμα παντὶ τῷ κόσμῳ καὶ οἱ οὐρανοὶ παρεκομίσθησαν
那憑智慧創造諸天的耶和華,他是又活又真的神——彷彿在說,除了神真實之子的神性以外,並無別的真神性;萬有連同全世界,都是藉著他、出於他、從他而來,諸天也是藉此而被造成的
The Lord, who made the heavens by understanding, he is the living and true God — as though there were no other true Godhead except that of the genuine Son of God, through whom, and from whom, and from whom, together with the whole world, the heavens too were brought forth
1-1:1034
Καὶ ὁ ἔξοχος δὲ ἀνδρῶν Παῦλος τὴν αὐτὴν ἀκολουθίαν τοῖς προφήταις τηρῶν τοὺς πρέποντας περὶ αὐτοῦ ἀποδίδωσι λόγους, γράφων Τίτῳ μέν·
而那卓越於眾人之上的保羅,也保持與眾先知相同的次序,為他寫下了合宜的話語,他寫給提多說:
And Paul too, foremost among men, keeping the same order as the prophets, renders the words fitting to be said of him, writing to Titus:
1-1:1035
προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώ σηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλω τὴν ἔργων
等候那可稱頌的盼望,並我們至大的神、救主耶穌基督榮耀的顯現;他為我們捨了自己,要贖我們脫離一切罪惡,又潔淨我們,特作自己的子民,熱心行善
awaiting the blessed hope and the appearing of the glory of our great God and Savior Jesus Christ, who gave himself for us, that he might redeem us from all lawlessness and purify for himself a people of his own, zealous for good works
1-1:1036
Διὰ μὲν γὰρ τοῦ ἀναφθέγγεσθαι τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δηλοῖ τὸ μὴ δευτέρως ἔχειν κατ' οὐσίαν καὶ τὸ ἄναρχον πρὸς τὸν μέγα θεὸν πατέρα
因為他高聲宣告「我們至大的神、救主耶穌基督」,就顯明了子按本質而言並非居於第二位,並顯明他相對於那位至大之父神,同樣是無始無終的
For by proclaiming aloud 'of our great God and Savior Jesus Christ,' he shows that [the Son] does not hold second place according to essence, and [shows] his beginninglessness in relation to the great God the Father
1-1:1037
καὶ κατὰ τὸ φαινόμενον γὰρ ἔστι συνιδεῖν, ὅτι εἰ μικρὸς ὁ υἱός, πῶς ἔσται μέγας ὁ πατήρ; . εἰ ἦν, ὅτε οὐκ ἦν ὁ θεὸς λόγος, ἦν, ὅτε πατρὸς ὄνομα οὐχ ὑπῆρχεν
而且僅從表面現象也可看出:倘若子是渺小的,父又怎能是至大的呢?若有神——道不存在的時候,那也就必有「父」這名尚未存在的時候
And even from what appears, one can perceive that if the Son were small, how could the Father be great? If there was [a time] when God the Word was not, then there was [a time] when the name 'Father' did not exist
1-1:1038
ἔστω δὲ ἵλεω ἡμῖν τοιαῦτα λέγειν τολμῶσιν διὰ τὴν ἄλλων ἀγνωμοσύνην
但願神因他人的悖謬愚頑,寬容我們竟敢說出這樣的話
But may [God] be gracious to us who dare to say such things, on account of the perversity of others
1-1:1039
καλὸν ἔθος, φασί, τοῖς χρωμένοις
俗語說:「這是善用者的美俗」
'It is a good custom,' as they say, 'for those who make use of it'
1-1:1040
Διὰ δὲ τοῦ φράζειν τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον οὐχὶ δέ·
而在說「他為我們捨了自己,要潔淨自己的子民歸於自己」時——而非:
And by saying 'who gave himself for us, that he might purify for himself a people of his own' — and not:
1-1:1041
ἄλλῳ ἵνα καθαρίσῃ λαόν, ἀκόλουθα τῶν μνημονευθέντων προσεπιτίκτει
「要為別人潔淨百姓」——他因此又添上了緊接前述而來的話
'that he might purify a people for another' — he adds what naturally follows upon what has been mentioned
1-1:1042
σημαίνει γὰρ αὐτὸν τὴν μίαν αὐτεξούσιον καὶ ἀγαθὴν θεότητα τὴν πάντων αἰτίαν διακεκληρῶσθαι
因為這正表明了他分有那獨一、自主而良善、乃萬有之因的神性
for he thereby signifies that he possesses, by allotment, the one self-governing and good Godhead, the cause of all things
1-1:1043
ἴδιον γὰρ δημιουρ γοῦ μὲν καὶ οὐ δημιουργήματος τὸ ὑπεραποθανεῖν, εἰ οὕτω χρὴ φάναι, τοῦ ἰδίου ποιήματος·
因為為己所造之物捨命而死——若可如此說——這是屬於創造者的本分,而非屬於受造物的;
for it is proper to the Creator, and not to a creature, to die on behalf of — if one may so put it — his own handiwork;
1-1:1044
υἱοῦ δὲ ἀγαπητοῦ θεότητα καὶ βασιλείαν οὐ διάφορον ἔχοντος μετὰ πατρὸς τὸ ἑαυτῷ τὸν λαὸν περιποιῆσαι
而為自己贏得這百姓,則是屬於那蒙愛之子的本分,因他所有的神性與國度,與父的並無不同
whereas it is proper to the beloved Son, who possesses a Godhead and kingdom not different from the Father's, to acquire the people for himself
1-1:1045
Ἄγων δὲ τὸν λόγον ὁ πολὺς οὗτος καὶ ἀληθὴς ἐξηγητὴς εἰς τὸ ἀποδεῖξαι αὐτὸν ἅμα μὲν φιλάνθρωπον σωτήριόν τε θεόν, ἅμα δὲ ὡς ἑαυτὸν ἐδυσώπησεν καὶ οὐ κρείττονι εἶξεν θεότητι, γενέσθαι μεθ' ἡμῶν ὡς εἷς ἐξ ἡμῶν, τροπῆς δίχα καὶ ἁμαρτίας, φάσκει·
而這位偉大而真實的解經者,繼續闡明其論述,要證明他既是慈愛而拯救人的神,同時又是憑自己的意願——並非屈從於某位更高的神明——甘願與我們同在、成為我們中的一員,毫無變異,也毫無罪惡;他說:
And this great and true expositor, carrying forward his argument to demonstrate that he [Christ] is at once a loving and saving God, and at the same time that it was of his own accord — not yielding to some superior deity — that he became with us as one of us, without change and without sin, says:
1-1:1046
ὅτε δὴ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, οὐκ ἐξ ἔργων ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου
但到了神我們救主的恩慈和他向人所施的慈愛顯明的時候,他救了我們,並不是因我們自己所行的義,乃是照他的憐憫,藉著重生的洗和聖靈的更新
When the kindness and love for mankind of God our Savior appeared, not by works of righteousness which we ourselves had done, but according to his great mercy he saved us, through the washing of regeneration and the renewal of the Holy Spirit
1-1:1047
Κολοσσαεῦσι δὲ καὶ μέμφεται καὶ καταβολὴν τῆς πρωτίστης θεολογίας περὶ αὐτοῦ ποιεῖται γράφων, ὡς ἤδη ἐν τῷ περὶ ὁμοουσίου εἴρηται κεφαλαίῳ·
而寫給歌羅西人的信中,他既加以責備,又為論及他的最初根本神學奠定基礎,正如在論「同質」一章中已經提過的,他寫道:
And to the Colossians he both rebukes [them] and lays the foundation of the most primary theology concerning him, writing — as has already been said in the chapter on the consubstantial:
1-1:1048
διὰ τί κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστὸν Ἰησοῦν; ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, τοῦτ' ἔστιν οὐσιωδῶς
為甚麼要照人的遺傳,照世上的粗淺學說,而不照著基督耶穌呢?因為神本性一切的豐盛,都有形有體地居住在他裡面,這就是說,實質性地居住在他裡面
Why, as though living in the world, do you submit to regulations — according to the tradition of men, according to the elemental principles of the world, and not according to Christ Jesus? Because in him dwells all the fullness of the Godhead bodily, that is, essentially
1-1:1049
καὶ γὰρ ἐκεῖνος φύσει πλήρωμά ἐστιν αὐτὸ ἡ πατρικὴ θεότης ὑπάρχων τῇ οὐσίᾳ
因為他本性上正是那豐盛本身,就本質而言,他自己正是父的神性
for he too is by nature the fullness [of the Godhead], being himself, in essence, the very Godhead of the Father
1-1:1050
Οὐχ ἁρπαγμὸν γὰρ ἡγήσατο τὸ εἶναι ἴσα θεῷ·
他不以自己與神同等為強奪的;
for he did not consider being equal with God a thing to be grasped;
1-1:1051
ἡμεῖς δὲ ἐκ τοῦ πληρώματος δι' ἀγαθότητα αὐτοῦ χάριν ἐλάβομεν
但我們卻從他的豐滿裡,因著他的良善領受了恩典,
But we, out of his fullness, received grace on account of his goodness,
1-1:1052
ἣνπερ φύσει ὡς δοῦλοι οὐκ εἴχομεν κατὰ Ἰωάννην λέγοντα·
這恩典是我們身為奴僕在本性上所沒有的,正如約翰所說:
which, as slaves, we did not possess by nature, according to John who says:
1-1:1053
καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάρι τος, τοῦτ' ἔστιν τὴν τῆς ἀναγεννήσεως ἀντὶ ἧς ἀπεβάλομεν χάριτος παρακρουσάμενοι τὴν ἐπὶ τῷ ἑνὶ φυτῷ πρώτην θεσμοδοσίαν
「『從他的豐滿裡我們都領受了,並且恩上加恩』——這就是說,重生的恩典代替了我們因受迷惑、違犯了關於那一棵樹所立的最初誡命而喪失的恩典。
'and of his fullness we have all received, and grace upon grace' — that is, the grace of regeneration in place of the grace we cast away when, deceived, we transgressed the first ordinance concerning the one tree.
1-1:1054
οὐκέτι γάρ, φησίν, ἐστὲ ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν·
他說:「『你們不再在律法之下,乃在恩典之下』,
'For you are no longer under the law,' he says, 'but under grace,'
1-1:1055
ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δι' αὐτοῦ ἀποκαταλ λάξαι τὰ πάντα εἰς αὐτόν
「『因為父喜悅一切的豐盛住在他裡面,並要藉著他使萬有與自己和好。』」
'because in him all the fullness was pleased to dwell, and through him to reconcile all things to himself.'
1-1:1056
Ἑπόμενα καὶ ταῦτα τοῖς πρόσθεν
這些話也是承接前文而來的。
These words too follow upon what was said before.
1-1:1057
τοῦ γὰρ πατρὸς ἐν τῷ υἱῷ καὶ αὐτοῦ ἐν τῷ πατρὶ τῇ φύσει τυγχάνοντος, ὡς καὶ πᾶν συγγενὲς ἀχώριστόν πως τοῦ ἑαυτοῦ συγγενοῦς καθέστηκεν, κἂν τῇ ὑποστάσει διέζευκται, καλὸς καὶ ὁ ἐν τῷ κινουμένῳ ἐδαφίῳ λόγος, εἰ καὶ μὴ ἄγαν βαθέως, ἀλλ' οὐ πᾶσιν εὐσυνόπτως·
因為父本性上在子裡面、子也本性上在父裡面,正如凡有親緣關係之物,儘管在位格上彼此分立,卻總與其所親者不可分離;那借「搖動之地」所作的譬喻雖不甚深奧,卻也不是人人都能輕易領會的;
For since the Father is in the Son and he in the Father by nature — just as everything that is akin to another remains in a way inseparable from what is akin to it, even though it is set apart in hypostasis — the illustration drawn from the shifting ground is also fitting, even if not exceedingly profound, yet not easily grasped by all;
1-1:1058
δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἀποκαταλλάσσειν τὰ πάντα, ὡς ἁρμόττειν τῷ υἱῷ καὶ τὸ περὶ τοῦ πατρὸς χρησθέν·
「藉著他且歸向他使萬有和好」——這樣,論到父所說的話,也同樣適用於子;
'through him and unto him to reconcile all things' — so that what was spoken concerning the Father fits the Son as well;
1-1:1059
ἐξ οὗ τὰ πάντα, εἴπερ ὑγιῶς ἔχει τά τε νῦν εἰρημένα τό τε·
「萬有都出於他」——倘若現在所說的,連同下面這句話,都是合乎正理的:
'from whom are all things' — if indeed what has now been said stands sound, together with the saying:
1-1:1060
ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος
「神性的一切豐盛都居住在他裡面。」
'in him dwells all the fullness of the Godhead.'
1-1:1061
Καὶ Τιμοθέῳ δὲ γράψας εἰς ἄκρον ἐθεολόγησεν περὶ αὐτοῦ καὶ ἀπ' ἀμφοῖν τῶν λέξεων τὸ μὴ εἶναι κατὰ θεότητα παρὰ φύσιν τὴν πατρικὴν ἐδίδαξεν
保羅在寫給提摩太的信中,也對他作了極其崇高的神學論述,並從這兩句話教導人:就神性而言,子並不異於父的本性:
And writing to Timothy also, he theologized about him in the highest degree, and from both expressions taught that, as regards the Godhead, he is not other than the Father's nature:
1-1:1062
ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον·
「敬虔的奧祕是何等大啊,這是眾所公認的:
'confessedly great is the mystery of godliness:
1-1:1063
θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ
神在肉身顯現,在靈裡稱義,被天使看見,被傳於萬邦,被世人信靠,被接入榮耀之中。」
God was manifested in the flesh, was justified in the Spirit, was seen by angels, was preached among the nations, was believed on in the world, was taken up in glory.'
1-1:1064
οὔπω γὰρ πᾶσιν σαφῶς ἔκδηλος ὢν οὗτος ὁ πάντων γενεσιουργὸς καὶ εὐεργέτης ἐκφανὴς εὑρέθη, ἡνίκα διὰ τὴν πάντων σωτηρίαν ἐγένετο ἐθελοντὴς καὶ ὡς εἷς τῶν πάντων
因為這位萬有的創造者與施恩者,起初尚未向眾人清楚顯明,直到他為著萬人的救恩甘願如同萬人中的一員時,才被發現彰顯出來。
For he who is the begetter and benefactor of all things, not yet being plainly evident to all, was found to be manifest when, for the salvation of all, he willingly became, as it were, one among all.
1-1:1065
Ὅθεν ἐδικαιώθη ἐν πνεύματι, τοῦτ' ἔστιν ἀπεφάνθη ἢτ' οὖν ἐβεβαιώθη καὶ παρὰ τῶν ἀγνοησάντων αὐτὸν ἐν τῷ ὄπισθεν χρόνῳ ἀληθινὸς εἶναι θεός·
所以說他「在靈裡稱義」,意思就是,即便那些先前不認識他的人,如今也宣告——或者說證實——他確實是真神;
Hence he 'was justified in the Spirit' — that is, he was declared, or rather confirmed, even by those who in the time before had been ignorant of him, to be truly God;
1-1:1066
καὶ τοῦτο, φησίν, οὐκ ἀβασανίστως, ἀλλ' αὐτῇ τῇ ψυχικῇ ἡμῶν κινήσει, ὡς ἡ κοινὴ συνήθεια ἔχει λέγειν·
他說:這並非未經審察而妄言,而是憑我們靈魂自身的動作而言,正如一般習慣的說法:
'and this,' he says, 'not without examination, but by that very movement of our soul, as common usage is wont to say:
1-1:1067
ὁ δεῖνα ἐδικαιώθη ἀληθινὸς εἶναι υἱὸς τοῦδε, πίστιν γένους παρασχόμενος·
某人被證實確實是某人之子,因為他提供了血統的憑證;
So-and-so was proven truly to be the son of so-and-so, having furnished proof of his lineage;
1-1:1068
ὁ δεῖνα ἐδικαιώθη καλῶς ἡγεμονεύειν
某人被證明善於治理。」
so-and-so was proven to govern well.'
1-1:1069
Καὶ ἵνα πιστικώτερος ὁ λόγος φανῇ, ὦφθαι αὐτὸν ἀξιοῖ καὶ ἀγγέλοις, οἷστισι διὰ τὴν θείαν αὐτοῦ ἀπειρίαν καὶ ἀνειδεότητα ἀόρατος ἦν πρὸ ἐκείνου τοῦ χρόνου, ὁμοίως τῷ μόνῳ ἀοράτῳ θεῷ, καὶ ὑπ' αὐτῶν ὑμνῆσθαι·
而為使此言顯得更為可信,他更宣稱他也曾「被天使看見」——這些天使因著他神性的無限與無形無相,在那時之前對他而言原是不可見的,正如那位獨一不可見的神一樣——並且他還說他們曾這樣歌頌他:
And that the statement might appear more credible, he claims that he was also 'seen by angels' — beings to whom, on account of his divine infinitude and formlessness, he had before that time been invisible, just as to the only invisible God — and that he was hymned by them, saying:
1-1:1070
δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία·
「在至高之處榮耀歸與神,在地上平安歸與他所喜悅的人。」
'Glory to God in the highest, and on earth peace, good will among men.'
1-1:1071
ὑστέροις καιροῖς διὰ φιλανθρωπίαν ἀφράστως ἐτέχθη, τὰ πατρικὰ πάντα ἐκφήνας ἐν ἑαυτῷ·
在末後的時候,他因慈愛世人,以不可言喻的方式降生,並在自己身上將父的一切彰顯出來,
In the latter times, out of love for mankind, he was born in a manner beyond words, having manifested in himself all that belongs to the Father,
1-1:1072
ἀναβεβηκέναι τε πρὸς τὸν πάντα περιειληφότα ἐν δόξῃ, ᾗ ἀεὶ ἐτύγχανεν ὢν μετὰ τοῦ θεοῦ
並且他已升到那位包容萬有者那裡,處於他素常與神同在時所本有的那榮耀之中。
and that he has ascended to him who encompasses all things, in the glory which he ever possessed while being with God.
1-1:1073
Ἀξιόπιστος δὲ καὶ αὐτός, περὶ οὗ ὁ λόγος, τῇ ἰδίᾳ μαρτυρῶν θεότητι καὶ κυριότητι καὶ λέγων παρὰ Ματθαίῳ μὲν πρὸς τὸν διάβολον·
而這位論述所論及者,他自己也是可信的,親自為自己的神性與主權作見證;他在馬太福音中對魔鬼說:
And he himself, of whom this account speaks, is also trustworthy, bearing witness to his own Godhead and lordship, saying — in Matthew, to the devil:
1-1:1074
οὐ μὴ πειράσῃς κύριον τὸν θεόν σου, παρὰ Ἰωάννῃ πρὸς τοὺς ἀποστόλους·
「不可試探主你的神」;又在約翰福音中對眾使徒說:
'You shall not tempt the Lord your God' — and in John, to the apostles:
1-1:1075
ὁ κύριος καὶ ὁ διδάσκαλος·
「主,也是師傅。」
'the Lord and the Teacher.'
1-1:1076
Θωμᾶς δὲ καὶ τύπους ἥλων, οὓς ἔσχεν δι' ἡμᾶς παρ' ἡμῶν ὁ σωτὴρ ὡς φιλάνθρωπος, ψηλαφήσας οὐκ ἐταράχθη οὐδὲ καθυφῆκεν τῆς περὶ αὐτοῦ ἀνωτάτω δόξης·
多馬摸過了救主因愛世人、為我們的緣故並從我們身上所承受的釘痕之後,並未因此動搖,也沒有因此降低他對救主至高榮耀的看法;
And Thomas, having touched the marks of the nails which the Savior, in his love for mankind, bore for our sake and from us, was not disturbed, nor did he lower his estimate of the most exalted glory concerning him;
1-1:1077
ἠπίστατο γάρ, ὡς μόνης τῆς αὐτοκρατορικῆς ἀπειροδυνάμου καὶ ἀγαθωτάτης φύσεως ἦν, οὐ μὴν δὲ κτιστῆς, τὸ μόνον οὐχ ὑπὲρ ἰδίων κτισμάτων παθεῖν, ἀλλὰ καὶ καθολικὴν ἥν φαμεν καὶ γενικὴν σωτηρίαν, καὶ ταύτην αἰωνίως, δωρήσασθαι
因為他知道,唯獨那至上、具無限能力、至善的本性——而非受造的本性——才能不僅為自己所造之物受苦,更能施予我們所謂普世而通泛的救恩,且是永恆的救恩。
for he knew that it belonged solely to the sovereign, infinitely powerful, and most good nature — and not to a created one — not merely to suffer on behalf of its own creatures, but also to bestow that universal and generic salvation, as we call it, and this eternally.
1-1:1078
τοιγάρτοι κἀντεῦθεν μᾶλλον ἐπιθαρσήσας ἀντεισφέρει αὐτῷ τὴν βεβαίαν πίστιν καὶ ἀνευφημεῖ·
因此,他從這一點更加得著勇氣,便向他獻上堅定的信心,並歡呼稱頌道:
Therefore, taking courage all the more from this, he offers him firm faith in return and cries out in acclamation:
1-1:1079
ὁ κύριός μου καὶ ὁ θεός μου
「我的主,我的神!」
'My Lord and my God.'
1-1:1080
Καὶ ἐν ταῖς καθολικαῖς δὲ ἐπιστολαῖς ἐξ ἴσου καὶ ὁμοιολέκτως τὸν υἱὸν τῷ πατρὶ θεολογοῦντες ἔγραψαν, ὡς προελέχθη, Ἰωάννης μὲν ὁ πολὺς ἐν θεολόγοις·
在大公書信中,眾使徒也以與論及父同等、用語相同的方式論述子的神性,正如前面所說;約翰——這位在諸神學家中首屈一指者——寫道:
And in the catholic epistles too, they wrote, speaking of the Son's divinity equally and in like terms with the Father, as was said before — John, foremost among the theologians:
1-1:1081
καὶ οἴδαμεν, φησίν, ὅτι ὁ λόγος τοῦ θεοῦ ἥκει καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν θεόν·
他說:「我們知道神的道已經來到,並賜給我們悟性,使我們認識那真神;
'and we know,' he says, 'that the Word of God has come and has given us understanding, that we may know the true God;
1-1:1082
καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, τῷ υἱῷ τοῦ θεοῦ Ἰησοῦ Χριστοῦ
並且我們在那真實者裡面,就是在他兒子耶穌基督裡面。」
and we are in him who is true, in his Son Jesus Christ.'
1-1:1083
οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος
「這是真神,也是永生。」
'This is the true God and eternal life.'
1-1:1084
ἄλλον, φησίν, μὴ ζήτει τῇ οὐσίᾳ θεὸν ἢ υἱὸν θεοῦ
他說:「不要在本質上另尋一位神,或另一位神的兒子;
'Do not seek,' he says, 'another God in essence, or another Son of God;
1-1:1085
δὶς γὰρ εἶπόν σοι ἐπὶ αὐτοῦ τὸ ἀληθινόν, ὅτι τε υἱὸς ἀληθινὸς καὶ θεὸς ἀληθινός, δεδωκὼς διάνοιαν τοῖς λαβεῖν ἀξίοις·
因為我已兩次論及他而說出「真」這個字:他既是真子,也是真神;並已將悟性賜給那些配得領受的人,
for I have told you twice concerning him the word 'true' — that he is both true Son and true God — having given understanding to those worthy to receive it,
1-1:1086
ὥστε ἔχειν εἰδέναι ὡς ἀληθῶς γεγέννηται καὶ ἀληθῶς ἐστι τῷ τεκόντι θεῷ ὁμοούσιος
使他們得以知道,他確實是被生的,並且確實與那生他的神同質。」
so that they may know that he was truly begotten and truly is of one substance with God who begot him.'
1-1:1087
Ἰούδας δὲ ὁ εἰς τοὺς δυοκαίδεκα μονοκτήτορα ὡρίσατο αὐτὸν ὡς τὴν ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν πατρικὴν διακληρωσάμενον θεότητα, οὑτωσί που τοῖς ἁπανταχοῦ γράψας·
而十二使徒之一的猶大,稱他為獨一的主宰,視他為已分承那超乎萬有、貫乎萬有、又在萬有之中之父的神性者,並如此寫信給各處眾人:
And Jude, one of the twelve, defined him as sole Master, as one who has received by lot the paternal Godhead that is over all, through all, and in all, writing thus to all men everywhere:
1-1:1088
παρεισέδυσαν γάρ τινες ἄνθρωποι πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ κύριον Ἰησοῦν Χριστὸν ἀρνούμενοι
「因為有些人偷著進來,就是那些自古被預先寫定要受此刑罰的不虔敬之人,將我們神的恩典變為放縱情慾的藉口,並且否認我們獨一的主宰和主耶穌基督。」
'for certain men have crept in unnoticed, ungodly persons long ago marked out beforehand for this condemnation, who turn the grace of our God into licentiousness and deny our only Master and Lord, Jesus Christ.'
1-1:1089
Ἀλλὰ καὶ Πέτρος ὁ ἐν ἀποστόλοις κορυφαῖος ἐν ταῖς πράξεσιν φαίνεται εἰπών·
而使徒中為首的彼得,也在使徒行傳中如此說道:
But Peter also, the chief among the apostles, is seen in the Acts to have said:
1-1:1090
τὸν λόγον, ὃν ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ·
「神藉耶穌基督傳和平的福音,將這道傳給以色列人。」
'the word which he sent to the sons of Israel, preaching peace through Jesus Christ.'
1-1:1091
τοῦ οὖν ἢ πῶς ἢ πότε τοσαύταις ἐναργέσι τε καὶ ἰσοτρόποις καὶ ἀπαραλλάκτοις τοῦ πατρὸς τετιμημένος χρῃσμωδίαις ἀνόμοιος εἰσκομισθείη;
既然他已被如此眾多明白、與父同等而毫無差異的神諭所尊崇,那麼他又怎能、以何理由、於何時被引為與父不相似呢?
Whose, then, or how, or when could he — who has been honored with so many clear, equally-ranked, and unvarying oracles concerning the Father — be introduced as unlike him?
1-1:1092
ν Περὶ τοῦ τὸν υἱὸν πᾶν ἀγαθὸν ἀνατέλλειν καὶ εἶναι ἥλιον δικαιοσύνης καί ἴασιν καί θησαυρὸν σοφίας καὶ γνώσεως καί φῶς, καὶ τοὺς πιστεύ οντας καί μὴ σκανδαλιζομένους εἰς αὐτόν υἱοὺς φωτὸς γίνεσθαι
論子如何使一切美善之事升起,並且是公義的太陽、醫治、智慧與知識的寶庫,以及光;並論凡信他而不因他跌倒的人,都成為光明之子。
Concerning the truth that the Son causes every good thing to rise, and is the Sun of Righteousness, and healing, and a treasury of wisdom and knowledge, and light; and that those who believe in him and are not scandalized by him become sons of light.
1-1:1093
Οἱ γοῦν περὶ αὐτοῦ ὑμνηκότες διαφόρως ἡμῖν τὴν θεότητα αὐτοῦ καὶ τὸ τελέως αὐτὸν προεστάναι τῶν οἰκείων ἔργων ἐπιδεικνύντες διδάσκουσιν, ὅτι αὐτός ἐστι παντὸς ἀγαθοῦ παρεκτικὸς καὶ φῶς ἀγαθοειδὲς καὶ ἀγαθοποιὸν καὶ ἥλιος νοητός, τῷ ἀφ' ἑαυτοῦ ἀλήκτῳ φωτὶ ἀπολαμπρύνων τὰ ὄμματα τῶν ἀπλανῶν καὶ δεκτικῶν ψυχῶν καὶ εἴσω τῆς νοητῆς ἄγων περιωπῆς καὶ ποιῶν ὁρᾶν, ἃ μὴ πρότερον δι' ἁμαρτίας ὁρᾶν καθ' αὑτὰ ἐπεφύκει, ἢ καὶ ὅλον τὸν ἄρτιον ἄνθρωπον φωτοειδῆ ποιῶν, ὡς ὁ ἥλιος ἡλιοειδῆ τὰ σώματα τὰ ἐν οἷς παραγίνεται·
凡以各種方式歌頌他之人,皆向我們顯明他的神性,以及他如何完全地主宰自己所行的工,並教導我們:他是一切美善的賜予者,是美善形態、行善之光,也是理智的太陽;他以自身那不熄之光,照亮那些不迷失且能領受之靈魂的眼目,引領它們進入理智的瞭望之處,使它們得見那些原先因罪而按其本性不能看見的事物;又或者說,他使整全健全之人皆成為光明之形,正如太陽使凡它所照臨的身體都變得如陽光般明亮。
Those, then, who have hymned him in various ways, showing us his Godhead and how perfectly he presides over his own works, teach that he is the provider of every good thing, a good-formed and good-making light, and an intelligible sun, illuminating with his own unceasing light the eyes of unerring and receptive souls, leading them within the intelligible watch-tower and enabling them to see what by nature, through sin, they had not previously been able to see of themselves — or, rather, making the whole sound man light-formed, just as the sun makes sunlike the bodies in which it comes to be.
1-1:1094
ἔτι δὲ ὅτι καὶ ἴασις καί θησαυρὸς σοφίας καὶ γνώσεως ἀδαπάνητος καὶ πανταρκὴς τυγχάνει
此外,他也是醫治,並且是永不耗竭、全然充足的智慧與知識之寶庫。
Moreover, that he is also healing, and an inexhaustible and all-sufficient treasury of wisdom and knowledge.
1-1:1095
Καὶ οἱ περὶ αὐτὸν εἰλικρινῶς διακείμενοι ὡς καὶ περὶ τὸν πατέρα αὐτοῦ υἱοὶ φωτὸς γίνονται καθὰ υἱοὶ τοῦ θεοῦ πατρός, ὡς ἡνίκα διακηρύττουσιν Μαλαχίας μέν·
凡真誠地向他、也向他的父存心的人,都成為光明之子,正如他們也是神——父——的兒子一樣,正如瑪拉基所宣告的:
And those who are sincerely disposed toward him, as also toward his Father, become sons of light, even as they are sons of God the Father — as when Malachi proclaims:
1-1:1096
ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ·
「向你們敬畏我名的人,必有公義的太陽升起,其光線有醫治之能;」
'To you who fear my name shall the sun of righteousness arise, with healing in its wings;'
1-1:1097
Πέτρος δὲ ἐν τῇ δευτέρᾳ ἐπιστολῇ·
而彼得在他的第二封書信中則說:
and Peter, in his second epistle:
1-1:1098
ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν·
「直等到天發亮,晨星在你們心裡升起。」
'until the day dawns and the morning star arises in your hearts.'
1-1:1099
ἔλεγεν δέ, οἶμαι, τὸν ἀπὸ τῆς δευτέρας αὐτοῦ ἐπιφανείας ἀνίσχειν μέλλοντα ταῖς ψυχαῖς φωτισμὸν καὶ πάντα καταφαιδρύνοντα τὰ σκότῳ κεκρατημένα·
我想他所指的,乃是那將要因他第二次顯現而升起、照亮各人靈魂的光明,這光要使一切被黑暗所轄制的事物盡都光明燦爛;
He was speaking, I think, of the illumination of souls that was to rise from his second appearing, brightening all things held fast in darkness;
1-1:1100
καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν·
「耶和華的榮光已經發現照耀你。」
'and the glory of the Lord has risen upon you.'
1-1:1101
Ζαχαρίας δὲ προεφήτευσεν·
撒迦利亞則預言說:
And Zechariah prophesied:
1-1:1102
εἴ τι ἀγαθόν, αὐτοῦ, καὶ εἴ τι καλόν, παρ' αὐτοῦ ἔσται
「凡是良善的都屬於他,凡是美好的都要出自他。」
'whatever is good is his, and whatever is beautiful shall be from him.'
1-1:1103
καὶ Παῦλος πρὸς μὲν Κολοσσαεῖς περὶ αὐτοῦ ἔφη·
保羅在寫給歌羅西人的信中論到他說:
And Paul, writing to the Colossians, said concerning him:
1-1:1104
ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι, πρὸς δὲ Ῥωμαίους·
「在他裡面藏著一切智慧和知識的寶藏」;而在寫給羅馬人的信中則說:
'in whom are hidden all the treasures of wisdom and knowledge' — and to the Romans:
1-1:1105
λέγει γάρ, φησίν, ἡ γραφή·
他告訴我們:「因為經上說:
'for the Scripture says,' he tells us:
1-1:1106
πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθή σεται
凡信靠他的人,必不至於羞愧;
'everyone who believes on him shall not be put to shame;
1-1:1107
οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου καὶ Ἕλληνος·
因為猶太人和希臘人並沒有分別,
for there is no distinction between Jew and Greek,
1-1:1108
ὁ γὰρ αὐτὸς κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν
因為同一位主是萬人的主,厚待一切求告他的人;
for the same Lord is Lord of all, rich toward all who call upon him;
1-1:1109
πᾶς γάρ, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωθήσεται
因為凡求告主名的,就必得救。」
for everyone who calls upon the name of the Lord shall be saved.'
1-1:1110
ποῖον δὲ ὄνομα ἐπικαλοῦνται τοῦ υἱοῦ, οἱ μηδὲ θεὸν ἄκτιστον μηδὲ υἱὸν ὁμοούσιον τῷ πατρὶ λέγοντες αὐτὸν τὸν καλλίνικον, τὸν σωτῆρα οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης; . Καὶ Ἰωάννης ὁμοίως περὶ αὐτοῦ·
但那些既不稱他為非受造之神、也不稱他為與父同質之子的人,他們所求告的,究竟是這位至勝者、天地與海洋之救主的哪一個名呢?約翰也同樣論到他說:
But what name of the Son do those invoke who call him neither an uncreated God nor a Son consubstantial with the Father — him, the most glorious victor, the Savior of heaven and earth and sea? And John likewise speaks concerning him:
1-1:1111
ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε
「你們應趁著有光,信從這光,使你們成為光明之子。」
'while you have the light, believe in the light, that you may become sons of light.'
1-1:1112
μετὰ γὰρ θάνατον, φησίν, μετάνοια οὐκ ἔστιν, ὡς καὶ Δαυῒδ ψάλλει·
他說:「因為死後就再沒有悔改的機會了」,正如大衛在詩篇中所唱:
'For after death,' he says, 'there is no repentance,' as David also sings in the psalm:
1-1:1113
ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; καὶ πάλιν ἀπὸ τοῦ σωτῆρος·
「在陰間有誰能稱謝你呢?」又如救主所說:
'but in Hades, who will give thanks to you?' And again, from the Savior:
1-1:1114
πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ, ἃ βλέπετε καὶ ἀκούετε·
「你們去,把所看見所聽見的事告訴約翰:
'go and tell John the things you see and hear:
1-1:1115
τυφλοὶ ἀνα βλέπουσιν, χωλοὶ περιπατοῦσιν καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελί ζονται·
瞎子看見,瘸子行走,死人復活,窮人得聽福音;
the blind receive sight, the lame walk, the dead are raised, and the poor have good news preached to them;
1-1:1116
καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί
凡不因我跌倒的,就有福了。」
and blessed is he who is not offended in me.'
1-1:1117
Τί γὰρ λέξει περὶ τῶν πλανωμένων καὶ τῶν πλανώντων; . Ἠσαΐας προεῖπεν·
至於那些被迷惑的人和迷惑人的人,他將要說什麼呢?以賽亞曾預言說:
For what will he say concerning those who are led astray and those who lead astray? Isaiah foretold:
1-1:1118
λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν
「我的百姓啊,那些稱你們有福的人正在迷惑你們,攪亂你們腳前的道路;
'O my people, those who call you blessed lead you astray, and disturb the path of your feet;
1-1:1119
ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος καὶ στήσει τὸν λαὸν εἰς κρίσιν
但現在耶和華要起來施行審判,要站立審判百姓。」
but now the Lord will take his stand for judgment, and will set the people for judgment.'
1-1:1120
αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ
「耶和華必親自來到,向百姓的長老和首領施行審判。」
'The Lord himself will come to judgment with the elders of the people and with its rulers.'
1-1:1121
ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου;
你們為何燒毀了我的葡萄園呢?
But why have you burned down my vineyard?
1-1:1122
ἥξει δὲ αὐτὸς κύριος εἰς κρίσιν μετὰ τῶν διδασκάλων καὶ ἀρχόντων, οὐχ ὡς αὐτὸς ὑπ' ἄλλου κριθησόμενος, ἀλλ' ὡς ἐλέγξων αὐτούς, καθάπερ διαλαλεῖ ἐν ἄλλῳ μέρει·
主自己必與教師和官長們一同來受審判,並非要被別人審判,而是要責備他們,正如祂在別處所宣告的:
And the Lord himself will come to judgment together with the teachers and rulers, not as one who is to be judged by another, but as one who will convict them, just as he declares elsewhere:
1-1:1123
δεῦτε καὶ διακριθῶμεν, λέγει κύριος, οἷα, φησίν, τὰ ἀπ' ἐμοῦ ὑπῆρξεν ὑμῖν καὶ οἷα τὰ ἀφ' ὑμῶν γέγονεν εἰς ἐμὲ καὶ τοὺς δούλους μου
「來,讓我們彼此辯明」,主說,「你看」,祂說,「從我而來的事臨到了你們是何等的,而從你們而來、加諸於我和我僕人身上的事又是何等的。」
'Come, let us be judged together,' says the Lord; 'consider,' he says, 'what things have come to you from me, and what things have come from you against me and my servants.'
1-1:1124
λέγει γάρ ἀμπελῶνα τὸν κόσμον ἢ τὸν λαόν, ὅντινα οἱ μὲν αἱρετικῶν καὶ Ἰουδαίων ἐξηγηταὶ διὰ τῆς βλασφήμου διδασκαλίας ἔνοχον ἐποίησαν τῷ τῆς γεέννης πυρί, οἱ δ' ἄρχοντες, οὐκ οἰκειωσάμενοι τὰ κατ' αὐτόν, ἀποχρησάμενοι δὲ τῇ ἐξουσίᾳ, ποικίλως καὶ διαφόρως ἠδίκησαν
因為祂所說的「葡萄園」,是指世界,或指百姓——異端與猶太人中的解經者,藉著他們褻瀆的教訓,使這葡萄園該受地獄之火;而官長們則不關心其中的事務,反倒濫用權柄,以種種不同的方式加害於它。
For by 'vineyard' he means the world, or the people—which the interpreters among the heretics and the Jews, through their blasphemous teaching, made liable to the fire of Gehenna, while the rulers, not making its affairs their own concern but abusing their authority, wronged it in various and sundry ways.
1-1:1125
Τοιουτότροπον γὰρ καὶ ἄλλο εἴρηται τῷ αὐτῷ προφήτῃ ἀπὸ τοῦ δεσποτικοῦ προσώπου·
同一位先知也曾以主的口吻,說過類似的話:
For something similar was also said by the same prophet, spoken in the person of the Master:
1-1:1126
τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι·
「誰與我爭訟?讓他站出來與我對質。」
'Who is he that goes to law with me? Let him stand against me.'
1-1:1127
καὶ τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι·
「誰與我興訟?讓他前來就近我。」
'And who is he that contends with me at law? Let him draw near to me.'
1-1:1128
εἴ τις ἔχει δίκαια λέγειν, ὡς ἔργοις ὠχυρωμένος, ἀντενεχθήτω μοι θέλοντι τοῦτο καὶ πλησιασάτω τοῖς λόγοις
「若有人自恃行為堅固而有義可言,就讓他若願意,前來與我對質,並就近以言詞相辯。」
'If anyone has just claims to make, being fortified by his deeds, let him, if he so wishes, come forward against me and draw near in argument.'
1-1:1129
ἔνιοι δὲ ἀναγινώσκουσι τοιῶσδε·
但也有人如此讀:
But some read it as follows:
1-1:1130
τίς ὁ κρινόμενός μοι; ἀντί τοῦτ' ἔστι καταντικρὺ καὶ πόρρω που στήτω μου ὡς μὴ ἔχων ἐφόδια καλὰ καὶ διὰ τοῦτο συγκριθῆναί μοι καὶ ἐπιψαῦσαι τοῦ καθαρωτάτου βήματος ἀνάξιος
「誰與我爭訟?」——意即讓他站在對面、遠遠地站著,因他沒有好的憑據,因此不配與我同列受審,也不配觸及那至潔的審判台。
'Who is he that goes to law with me?'—that is, let him stand opposite and far off from me, since he does not have good provisions for his case, and is therefore unworthy to be judged alongside me or to touch the most pure judgment-seat.
1-1:1131
τοῖς γὰρ ἀξίοις, εἰ τυγχάνοιεν τῶν καλῶν, οὐδεὶς φθόνος·
因為那些配得的人,若得著美好的事物,無人會嫉妒。
For to those who are worthy, should they attain to good things, no one begrudges it.
1-1:1132
ν Περὶ τοῦ τὸν υἱὸν τοῦ θεοῦ εἶναι κριτὴν ζώντων καὶ νεκρῶν ἄφεσιν ἁμαρ τιῶν παρέχοντα, καὶ ὅτι ἐν οὐδενὶ ἄλλῳ ἐστὶν ἡ σωτηρία
論神的兒子乃是活人與死人的審判者,賜下罪的赦免,並且救恩不在別人裡面。
That the Son of God is the judge of the living and the dead, granting forgiveness of sins, and that salvation is in no one else.
1-1:1133
Αὐτὸς γάρ ἐστιν ὁ κριτὴς ζώντων καὶ νεκρῶν, τουτέστιν δικαίων καὶ ἁμαρτωλῶν, ὁ παρέχων ἄφεσιν ἁμαρτιῶν τοῖς πιστεύουσιν τῷ ὀνόματι αὐτοῦ καὶ σώζων ἡμᾶς ἰδίᾳ δόξῃ καὶ δωρεᾷ
因為祂自己就是活人與死人的審判者,也就是義人與罪人的審判者,祂向那些信祂名的人賜下罪的赦免,並以自己的榮耀和恩賜拯救我們。
For he himself is the judge of the living and the dead, that is, of the righteous and of sinners, who grants forgiveness of sins to those who believe in his name, and who saves us by his own glory and gift.
1-1:1134
καί ἐν οὐδενὶ ἄλλῳ ἐστὶν σωτηρία, ἐπείπερ τὴν φύσιν ἐστὶν ἵλεως καὶ σωτήρ, εἰς οὐδὲν καταδεέστερος τοῦ ἵλεω καὶ σώζοντος θεοῦ καὶ πατρός, ὡς χρησμῳδοῦσιν αἵ τε ἄλλαι γραφαὶ καὶ μέντοι Μιχαίας λέγων·
而救恩也不在別人裡面,因為就本性而言,祂是滿有憐憫的救主,絲毫不遜於那憐憫人、施行拯救的神與父,正如其他經卷所宣示的,米迦書也如此說:
And in no one else is there salvation, since by nature he is merciful and a savior, in no way inferior to God the Father, who is merciful and saves, as both the other Scriptures declare in oracle, and indeed Micah too, saying:
1-1:1135
τίς θεὸς ὥσπερ σὺ ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας; . Καὶ Πέτρος ἐν ταῖς πράξεσιν οὑτωσί·
「有何神像你,赦免罪孽、饒恕過犯呢?」彼得在使徒行傳中也這樣說:
'Who is a God like you, taking away iniquities and passing over transgressions?' And Peter, in the Acts, likewise says:
1-1:1136
καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι, ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν
「祂囑咐我們向百姓傳講,並鄭重見證:祂就是神所立定、要作活人與死人審判者的那一位。」
'And he charged us to preach to the people and to testify solemnly that he is the one appointed by God as judge of the living and the dead.'
1-1:1137
τούτῳ πάντες οἱ προ φῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν
「眾先知都為祂作見證:凡信祂的人,必藉著祂的名得蒙罪的赦免。」
'To him all the prophets bear witness, that everyone who believes in him receives forgiveness of sins through his name.'
1-1:1138
θεοῦ διὰ τὴν σωτήριον ἐνανθρώπησιν αὐτοῦ, ἐν ᾗ ἦλθεν ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός
……屬神的,是因著祂那使人得救的成為肉身,祂為此而來,要尋找並拯救那失喪的。
...of God, on account of his saving incarnation, in which he came to seek and to save that which was lost.
1-1:1139
δι' ἣν καὶ τό οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ γέγραπται·
為此,經上也記著說:「父不審判任何人,卻已將一切審判的權柄賜給了子」;
On account of which it is also written: 'For neither does the Father judge anyone, but he has given all judgment to the Son';
1-1:1140
κριτὴν δὲ ὡς ἐξῃρημένον τῶν κτισμάτων
並且立祂為審判者,正因祂超乎受造之物之外。
and he made him judge as one set apart from created things.
1-1:1141
τὸ γὰρ κτίσμα οὐ κρίνει, ἀλλὰ νόμῳ καὶ κρίσει ὑπόκειται
因為受造之物並不審判,反倒是服在律法與審判之下的。
For a created thing does not judge, but is subject to law and to judgment.
1-1:1142
οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουδενωθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας
「這是你們匠人所棄的石頭,已成了房角的頭塊石頭。」
'This is the stone that was rejected by you builders, which has become the head of the corner.'
1-1:1143
καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία
「並且救恩不在別人裡面。」
'And salvation is in no one else.'
1-1:1144
Ἀλλὰ καὶ καθολικὰ τὸ δεύτερον πέμπει γράμματα, μεταξὺ ἄλλων περὶ αὐτοῦ ἔχοντα καὶ τοῦτο·
他還寄出了第二封大公書信,其中除了其他內容之外,也如此論到祂:
But he also sends a second catholic epistle, which, among other things, has this to say concerning him:
1-1:1145
ὡς τὰ πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρε τῇ, δι' ὧν τὰ μέγιστα καὶ τίμια ἡμῖν εὐαγγέλματα δεδώρηται, ἵνα διὰ τού των γένησθε θείας κοινωνοὶ φύσεως
「因祂神聖的能力,已將一切關乎生命與敬虔的事賜給我們,這是藉著認識那憑自己榮耀與美德呼召我們的那一位;藉著這些,祂已將那極大又寶貴的應許賜給我們,叫你們藉此得以有分於神的性情。」
'seeing that his divine power has granted us all things pertaining to life and godliness, through the knowledge of him who called us by his own glory and virtue, through which he has granted to us the greatest and precious promises, that through these you might become partakers of the divine nature.'
1-1:1146
Διὸ καὶ Ἰάκωβος ἐν γενικοῖς χαράγμασιν ἔφη·
因此雅各在他的公函中也說:
Wherefore James also, in his general epistle, said:
1-1:1147
εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι
「設立律法和判斷人的只有一位,就是那能救人也能滅人的。」
'There is one lawgiver and judge, who is able to save and to destroy.'
1-1:1148
Τί δὲ πλήθους δεῖ γραφῶν εἰς τοῦτο λοιπόν; καὶ Σαμαρειτῶν παρὰ Ἰωάννῃ τῷ ἀκριβεῖ θεηγόρῳ, εὐγνωμόνων ἀνδρῶν, ἀφιέντων φωνάς·
此外,何必再引用眾多經文呢?就連撒瑪利亞人,據那精確的神學家約翰所記,這些心存感恩的人也發出這樣的話:
But what further need is there of a multitude of Scriptures for this? Even the Samaritans, according to John, that precise theologian, being grateful men, utter these words:
1-1:1149
αὐτοὶ γάρ, φησίν, ἀκηκόαμεν καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου, ὁ Χριστός, ὁ λέγων, φησίν, ἠπίως·
「因為」,他說,「我們親自聽見了,也知道這一位真是世界的救主,就是基督」——祂就是那位溫柔地說:
'For we ourselves,' he says, 'have heard and know that this is truly the Savior of the world, the Christ'—he who, it is said, gently said:
1-1:1150
θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι
「孩子,放心吧,你的罪赦免了。」
'Take courage, child; your sins are forgiven.'
1-1:1151
ν Περὶ τοῦ διὰ τὴν ἰσοτιμίαν τῆς τριάδος τὸν πατέρα ἀποκαλύπτειν ἡμῖν τὸν υἱὸν καὶ ἕλκειν ἡμᾶς πρὸς αὐτόν, καὶ πάλιν αὐτὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα προσάγειν ἡμᾶς τῷ πατρί
論三一同等尊榮之故,父向我們啟示子,並吸引我們歸向祂;而子自己與聖靈,也同樣帶領我們歸向父。
That, on account of the equal honor of the Trinity, the Father reveals to us the Son and draws us to him, and again the Son himself and the Holy Spirit bring us to the Father.
1-1:1152
ἐν ταὐτῷ καὶ περὶ τῆς ὁμολογίας Πέτρου, καὶ ὅτι ἔστιν μετάνοια
同段亦論彼得的宣認,以及悔改確實存在一事。
In the same place, also concerning the confession of Peter, and that repentance does exist.
1-1:1153
Ἵνα γὰρ δι' ὅλων ἀποδειχθῇ τῆς μακαρίας τριάδος τὸ περὶ πάντα ἰσότιμον, ἀποκαλύπτει ἡμῖν τὸν ἴδιον υἱὸν ὁ πατὴρ καὶ ἕλκει ἡμᾶς δι' ἑαυτοῦ πρὸς αὐτὸν καὶ μεθιστᾷ εἰς τὴν βασιλείαν αὐτοῦ·
為要使那有福三一在萬事上同等尊榮之理,得以完全彰顯,父便親自向我們啟示祂自己的兒子,並藉著自己吸引我們歸向祂,把我們遷入祂的國度;
For in order that the equal honor of the blessed Trinity in all things might be demonstrated throughout, the Father reveals to us his own Son and draws us through himself to him, and transfers us into his kingdom;
1-1:1154
καὶ πάλιν ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα προσάγει ἡμᾶς τῷ θεῷ καὶ πατρί
子與聖靈也照樣,帶領我們歸向神與父。
and again the Son and the Holy Spirit bring us to God the Father.
1-1:1155
οὐκ ἂν γὰρ εἰς ἑτεροούσιον ἢ μείζονα οὐδ' εἰς ὑποκατερχόμενα ὥσπερ σκῆπτρα τῶν ἑαυτοῦ μετέθηκεν ἡμᾶς ὁ θεός
因為神絕不會把我們遷入一個與祂異質的、或比祂更大的那一位那裡,也不會遷入那些如祂手下權杖一般、居於祂之下的存有那裡。
For God would not have transferred us to one of a different substance, or greater than himself, nor to beings subordinate to him, as it were his own scepters.
1-1:1156
τετελείωκεν γοῦν τὴν παλαιὰν διαθήκην ἡ νέα διὰ τὴν εἰς τὸν υἱὸν καὶ τὸ θεῖον πνεῦμα πίστιν
由此,新約便藉著對子與神聖之靈的信,使舊約得以成全。
Accordingly, the New Covenant has brought the Old Covenant to perfection, through faith in the Son and the divine Spirit.
1-1:1157
Λέγουσι δὲ ὧδε ὁ μὲν θεὸς πατὴρ ἐν Ἠσαΐᾳ πρὸς τὸν υἱόν·
經文如此記載:父神在以賽亞書中對子說:
Thus they speak: God the Father, in Isaiah, to the Son:
1-1:1158
ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι' ἐμοῦ καὶ παροικήσουσίν σοι καὶ ἐπὶ σοὶ καταφεύξονται·
「看哪,寄居的人必藉著我來歸向你,寄居在你那裡,並投靠於你;」
'Behold, proselytes will come to you through me, and will sojourn with you, and will take refuge in you;'
1-1:1159
οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ οὐράνιος ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρα
「若不是那位在天上的父吸引人,就沒有人能到我這裡來;到那末日,我要使他復活。」
'No one can come to me unless the heavenly Father draws him, and I will raise him up on the last day.'
1-1:1160
καὶ πάλιν πρὸς τὸν Πέτρον εἰπόντα σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος ἔφη·
又當彼得說:「你是基督,是永生神的兒子」,祂便說:
And again, to Peter, who had said, 'You are the Christ, the Son of the living God,' he said:
1-1:1161
μακάριος εἶ, Πέτρε βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς
「西門巴約拿,你是有福的!因為這不是屬血肉的指示你的,乃是我在天上的父指示的。」
'Blessed are you, Simon Bar-Jonah, for flesh and blood has not revealed this to you, but my Father who is in the heavens.'
1-1:1162
κἀγὼ δέ σοι λέγω, ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πῦλαι ᾅδου οὐ κατισχύ σουσιν αὐτῆς
「我還告訴你,你是彼得,我要在這磐石上建立我的教會,陰間的門必不能勝過它。」
'And I also say to you that you are Peter, and upon this rock I will build my church, and the gates of Hades shall not prevail against it.'
1-1:1163
καὶ δώσω σοι τὰς κλεῖς τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς
「我要把天國的鑰匙給你,凡你在地上所捆綁的,在天上也要捆綁;凡你在地上所釋放的,在天上也要釋放。」
'And I will give you the keys of the heavens, and whatever you bind on earth shall be bound in the heavens, and whatever you loose on earth shall be loosed in the heavens.'
1-1:1164
Ὢ πόσα δύναται πίστις καὶ τὸ ἐξομολογῆσαι υἱὸν ἀληθινὸν εἶναι τοῦ θεοῦ καὶ μὴ κτίσμα τὸν μονογενῆ θεὸν λόγον
信心與那承認獨生神——道,乃是神真實的兒子而非受造之物——的宣認,究竟能成就何等大的事啊!
O how much faith can accomplish, and the confession that the Only-Begotten God the Word is a true Son of God and not a creature!
1-1:1165
οὐκ ἐδίστασεν Πέτρος σαρκὶ καὶ αἵματι θεὸν ἐπὶ γῆς ἐμφιλοχωροῦντα ὁρῶν·
彼得並不遲疑,雖然他以血肉之軀親眼看見神居於地上;
Peter did not hesitate, seeing with flesh and blood eyes God dwelling upon the earth;
1-1:1166
τοῦτο γάρ ἐστιν ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι·
因為這正是「這不是屬血肉的指示你的」這話的意思;
for this is what is meant by 'flesh and blood has not revealed this to you';
1-1:1167
ἐπέγνω δὲ τὸν συμφυᾶ καὶ συναΐδιον κλάδον τοῦ θεοῦ·
他所認出的,乃是神那同性、同永恆的枝子;
rather, he recognized the connatural and coeternal Branch of God;
1-1:1168
ἐτίμησεν ἐν τούτῳ τὴν ἀποκαλύψασαν αὐτῷ αὐτογενῆ καὶ ἄναρχον ῥίζαν·
在這事上,他尊崇了那向他啟示此事的、自生而無始的根;
in this he honored the self-originate and unoriginate Root that had revealed him to him;
1-1:1169
ἐπίστευσεν αὐτοῦ τῇ πρὸς τὸν πατέρα τῆς θεότητος ἑνότητι·
他相信祂與父在神性上原是合一的;
he believed in his unity of Godhead with the Father;
1-1:1170
ἐμακαρίσθη ὑπὸ τοῦ μόνου μακαρίου δεσπότου
他蒙那唯一有福的主宰稱為有福。
he was pronounced blessed by the only blessed Master.
1-1:1171
ᾠκοδομήθησαν ἐπὶ τὴν πέτραν ταύτην αἱ ἐκκλησίαι, ὧντινων πύλαι ᾅδου, τουτέστιν αἱρετικῶν συλλογισμοί, οὐ περιγένωνται·
眾教會就是建造在這磐石上的,陰間的門——也就是異端的種種詭辯——不能勝過它;
Upon this rock the churches were built, against which the gates of Hades—that is, the reasonings of heretics—do not prevail;
1-1:1172
ἐνεχειρίσθη τὰς κλεῖς τῶν οὐρανῶν, ἵνα τοῖς μὲν πιστεύουσιν–ὡς αὐτὸς Πέτρος ἀρτίως ἀποκρινάμενος φαίνεται καὶ ὡς παρὰ τοῦ Χριστοῦ σὺν τοῖς ἄλλοις ἤκουσεν ἀποστόλοις·
他受託執掌天國的鑰匙,好使——對那些相信的人而言,正如彼得方才親自回答所顯明的、也正如他與其餘使徒一同從基督那裡所聽見的——
he was entrusted with the keys of the heavens, so that—for those who believe, as Peter himself is shown just now to have answered, and as he heard from Christ together with the other apostles—
1-1:1173
βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύ ματος– ἀνοίξῃ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ·
「奉父、子、聖靈的名給他們施洗」——他得以在神的國度中開啟這門;
'baptizing them in the name of the Father and of the Son and of the Holy Spirit'—he might open the gate into the kingdom of God;
1-1:1174
τοῖς δὲ μὴ οὕτω δοξάζουσιν τὴν τρισμακαρίαν καὶ εὐκταιοτάτην εἴσοδον ἀποκλείσῃ
而對那些不如此尊崇三一的人,他則要把那三重蒙福、最為人所渴慕的門關閉。
but to those who do not so glorify the Trinity, he might close off that thrice-blessed and most desired entrance.
1-1:1175
κατεψέχθησάν τε καὶ ἀπεβλήθησαν
他們的信便冷淡下來,並被棄絕在外。
and they grew cold in faith and were cast out.
1-1:1176
Ἀληθεύσας δὴ οὖν υἱὸν τοῦ θεοῦ διωμολογηκὼς αὐτόν, τουτέστιν . γνήσιον καὶ ὁμοούσιον, παραπλήσια ἤκουσεν·
他既如此說出真理,宣認祂為神的兒子——也就是真實而同質的兒子——他所聽到的回應也與此相稱:
Having thus spoken the truth and confessed him to be the Son of God—that is, genuine and consubstantial—he heard corresponding words in return:
1-1:1177
οὐκ ἦν δὲ πάντως ἑτεροούσιος τῷ τεκόντι αὐτὸν ὁ Πέτρος
因為彼得絕不與那生他的父異質。
for Peter was by no means of a different substance from the one who begot him.
1-1:1178
Πρὸς τούτοις ἔλαβεν ἐξουσίαν, μᾶλλον δὲ καὶ πάντες δι' αὐτοῦ, μὴ ἀπαγορεύειν τοῖς πταίουσιν, ἀλλὰ δέχεσθαι μετανοοῦντας
此外,他也領受了權柄——更確切地說,是眾人都藉著他領受了這權柄——不將跌倒的人拒之門外,反倒接納悔改的人。
In addition to this, he received authority—or rather, all the apostles received it through him—not to refuse those who fall, but to receive those who repent.
1-1:1179
οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ ὁ ταύτην ἐπιτρέψας τῷ Πέτρῳ τὴν αὐθεντείαν, τοῦτο γάρ ἐστιν·
因為無人是無罪的,唯獨那位將這權柄託付給彼得的那一位才是;這正是以下這話的意思:
For no one is without sin, except the one who granted this authority to Peter; for this is precisely what is meant:
1-1:1180
ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς
「凡你們在地上所釋放的,在天上也要釋放。」
'Whatever you loose on earth shall be loosed in the heavens.'
1-1:1181
ἔρριψεν ἔκτοτε τὴν Ναυάτου καὶ Σαββατίου ἀπανθρωπίαν·
從那時起,他便棄絕了諾窪都和撒巴丟那種不近人情的作法;
From that time on, he cast away the inhumanity of Novatus and Sabbatius;
1-1:1182
Τοῖς προκειμένοις δὲ αὖ ἕπεται καὶ Παῦλος Γαλάταις γράφων·
承接以上所述,保羅在加拉太書中也如此說:
And in keeping with what has been set forth, Paul too, writing to the Galatians, follows suit:
1-1:1183
ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, . καὶ Κολοσσαεῦσιν·
「但那位從我母腹中就把我分別出來的神,既然樂意將祂的兒子啟示在我裡面……」歌羅西書也說:
'But when God, who set me apart from my mother's womb, was pleased to reveal his Son in me...' And to the Colossians:
1-1:1184
εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί·
「感謝父,是祂使我們配得有分於聖徒在光中的基業;」
'giving thanks to the Father, who has qualified us to share in the portion of the inheritance of the saints in light;'
1-1:1185
ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, . καὶ Κορινθίοις·
「祂救了我們脫離黑暗的權勢,把我們遷入祂愛子的國度,我們在祂愛子裡得蒙救贖,就是罪的赦免。」哥林多書也說:
'who has delivered us from the power of darkness and transferred us into the kingdom of the Son of his love, in whom we have redemption, the forgiveness of sins.' And to the Corinthians:
1-1:1186
πιστὸς ὁ θεός, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, . καὶ Ἐφεσίοις·
「神是信實的,你們是藉著祂蒙召,得與祂兒子——我們的主耶穌基督——相交。」以弗所書也說:
'God is faithful, through whom you were called into the fellowship of his Son, Jesus Christ our Lord.' And to the Ephesians:
1-1:1187
καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς, ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα
「祂來傳和平的福音給你們遠處的人,也給那些近處的人;因為我們兩下藉著祂,在同一位聖靈裡得以進到父面前。」
'and coming, he preached good news of peace to you who were far off, and peace to those who were near, for through him we both have access in one Spirit to the Father.'
1-1:1188
ν Περὶ τοῦ μὴ εἶναι τέλος τῆς βασιλείας τοῦ μονογενοῦς
論獨生子的國度沒有窮盡。
That there is no end to the kingdom of the Only-Begotten.
1-1:1189
Καὶ ὥστε αἱρετικοὺς λέγοντας, ὅτι μετὰ τὴν γενικὴν ἀνάστασιν ὁ υἱὸς παραδιδόναι μέλλει τὴν βασιλείαν τῷ πατρί, καταισχύνεσθαι, κηρύττουσι τὸ κράτος τοῦ υἱοῦ εἶναι ἀτελεύτητον οὑτωσί·
為要使那些主張「在普遍復活之後,子將要把國度交還父」的異端者蒙羞,經上乃如此宣告子的權能永無窮盡:
And so that the heretics who say that, after the general resurrection, the Son is about to hand over the kingdom to the Father might be put to shame, the Scriptures proclaim that the Son's dominion is without end, as follows:
1-1:1190
Γαβριὴλ μὲν παρὰ Λουκᾷ εὐαγγελιζόμενος τὴν θεοτόκον·
路加福音中,加百列向那生神者報好信息時說:
Gabriel, in Luke, bringing good news to the Theotokos:
1-1:1191
καὶ δώσει, φησίν, αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰσραὴλ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασι λείας αὐτοῦ οὐκ ἔσται τέλος
主神,經上說,要將他祖大衛的寶座賜給他;他要作以色列家的王,直到永遠;他的國也沒有窮盡。
And the Lord God, it says, will give him the throne of David his father, and he will reign over the house of Israel forever, and of his kingdom there shall be no end.
1-1:1192
εἰ γὰρ ἀποκαθίστησιν, ἐν ποίᾳ αὐτοῦ βασιλείᾳ καὶ πότε συμβασιλεύσομεν αὐτῷ; . Παῦλος δὲ γράφων πρὸς Ἐφεσίους μέν·
因為若他要復興那國度,那將是在他哪一個國度中呢?我們又要在何時與他一同作王呢?保羅在寫給以弗所人的書信中則說:
For if he restores it, in which kingdom of his, and when, shall we reign together with him? But Paul, writing to the Ephesians, says:
1-1:1193
πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ
凡淫亂的,或污穢的,或貪婪的(貪婪的就是拜偶像的),在基督和神的國裡都得不到基業。
No fornicator or unclean person or covetous man—who is an idolater—has any inheritance in the kingdom of Christ and God.
1-1:1194
πάντως δὲ λέγει τὴν μετὰ τὴν ἀνάστασιν
他無疑是指復活以後的那國度而言。
He is certainly speaking of the kingdom after the resurrection.
1-1:1195
πότε οὖν λοιπὸν κατ' ἐκείνους παραδίδωσι τὴν βασιλείαν; . Πρὸς δὲ Τιμόθεον τῇ δευτέρᾳ ἐπιστολῇ·
那麼照他們所說,他究竟何時要交出這國度呢?而在寫給提摩太的第二封書信中,他又說:
When, then, according to them, will he hereafter hand over the kingdom? But in the second epistle to Timothy he writes:
1-1:1196
διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλοντος κρί νειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ·
我在神和那將要審判活人死人的基督耶穌面前,並憑著他的顯現和他的國度,鄭重囑咐你:
I charge you before God and Christ Jesus, who is to judge the living and the dead, and by his appearing and his kingdom:
1-1:1197
σαφὲς δέ, ὅτι βασιλείαν λέγει ἣν ἔχει ἀδιαίρετον καὶ ἀδιάδοχον μετὰ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος νῦν τε καὶ εἰς τὸν μέλλοντα αἰῶνα
這清楚表明,他所說的乃是他與父並聖靈一同擁有、不可分割、無所承繼的國度,無論現今或將來的世代,都是如此。
And it is clear that he speaks of a kingdom which he holds undivided and without succession together with the Father and the Holy Spirit, both now and unto the age to come.
1-1:1198
καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει·
論到眾天使,他則說:
And to the angels indeed he says:
1-1:1199
ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·
祂使自己的使者為風,使自己的僕役為火焰;
Who makes his angels spirits, and his ministers a flame of fire;
1-1:1200
ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
神啊,你的寶座是永永遠遠的;
Your throne, O God, is forever and ever.
1-1:1201
ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
神啊,你的寶座是永永遠遠的;
Your throne, O God, is forever and ever;
1-1:1202
ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου
公正的杖,就是你國度的杖;
A scepter of uprightness is the scepter of your kingdom;
1-1:1203
ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν
你喜愛公義,恨惡不法;
You have loved righteousness and hated iniquity;
1-1:1204
διὰ τοῦτο ἔχρισέν σε, θεέ, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
所以神,就是你的神,用喜樂的油膏你,勝過膏你的同伴。
Therefore God, your God, has anointed you, O God, with the oil of gladness above your companions.
← 上一段下一段 →
第 2-1 章 →
1-12-1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。