📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 巴蘭與約撒法

巴蘭與約撒法 第 1 章 第 5/18 段

希臘文原文.191 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:708–1:898(全章共 2985 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:708
ταῦτά σοι συμβήσεται καὶ πολλῷ τούτων χείρονα, εἰ ἐμμείνῃς τῇ ἀπιστίᾳ
「這些事必臨到你身上,甚至比這些更為悲慘的事,倘若你固守於不信之中。」
These things will befall you, and things far worse than these, if you persist in unbelief.
1:709
Εἰ δὲ προθύμως ὑπακούσεις τῷ καλοῦντί σε εἰς σωτηρίαν, καί, προσδραμὼν αὐτῷ πόθῳ καὶ χαρᾷ, τῷ φωτὶ αὐτοῦ σημειωθήσῃ, καὶ ἀμεταστρεπτὶ αὐτῷ ἀκολουθήσεις, πάντα μὲν ἀπαρνησάμενος, αὐτῷ μόνῳ κεκολλημένος, ὁποίας τεύξῃ ἀσφαλείας καὶ εὐφροσύνης ἄκουσον·
「但你若甘心樂意地順從那呼召你得救的,並帶著渴慕與喜樂奔向祂,蒙祂之光所印記,不再回頭地跟隨祂,棄絕萬有,唯獨緊緊依附於祂——請聽你將得著怎樣的安穩與喜樂:」
But if you readily obey him who calls you to salvation, and, running to him with longing and joy, are sealed with his light, and follow him without turning back, having renounced all things and clinging to him alone — hear what security and gladness you shall obtain:
1:710
ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς τῶν ἀσεβῶν δαιμόνων ἐπερχομένας·
「你若睡臥,必甜美安眠,不必懼怕突如其來的驚駭,也不必懼怕不敬虔的鬼魔前來侵襲;」
if you sleep, you shall sleep sweetly, and shall not fear any terror coming upon you, nor the onslaughts of the impious demons approaching;
1:711
ἀλλὰ πορεύσῃ πεποιθὼς ὡς λέων, καὶ ζήσῃ μετ' εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου·
「反倒要如獅子般滿懷信心地前行,以永恆的喜樂與歡欣度日;」
but you shall walk confidently as a lion, and shall live with everlasting gladness and exultation;
1:712
ἐπὶ γὰρ τῆς κεφαλῆς σου ἀγαλλίασις καὶ αἴνεσις, καὶ εὐφροσύνη καταλήψεταί σε·
「因為喜樂與讚美必臨到你的頭上,歡愉必要臨及你;」
for upon your head shall be exultation and praise, and gladness shall overtake you;
1:713
ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός·
「在那裡,痛楚、憂愁與歎息都已逃逸無蹤;」
there, where pain, sorrow, and sighing have fled away;
1:714
τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε·
「那時你的光必如晨曦迸發,你的醫治必速速發出;你的公義必行在你前面,神的榮耀必環繞覆庇你;」
then your light shall break forth like the dawn, and your healing shall spring up speedily; your righteousness shall go before you, and the glory of God shall encompass you;
1:715
τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου·
「那時你必呼求,神必垂聽你;」
then you shall cry out, and God will hearken to you;
1:716
ἐγὼ γάρ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου καὶ οὐ μνησθῶ·
「因為我就是那塗抹你眾罪愆、不再記念的那一位;」
for I am he who blots out your transgressions, and will remember them no more;
1:717
σὺ δὲ μνήσθητι καὶ κριθῶμεν·
「你倒要提說,讓我們彼此辯明;」
but you, remember, and let us be judged together;
1:718
λέγε σὺ τὰς ἀνομίας σου, ἵνα δικαιωθῇς
「你要說出你的罪愆,好使你得稱義。」
declare your transgressions, that you may be justified.
1:719
καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι σου ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ·
「你的罪雖如朱紅,我必使它們變得雪白;」
and though your sins be like scarlet, I will make them white as snow;
1:720
ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ
「雖如緋紅,我必使它們變得如羊毛一般潔白——」
though they be like crimson, I will make them white as wool —
1:721
τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα
「因為這是主親口所說的話。」
for the mouth of the Lord has spoken these things.
1:722
χι Λέγει πρὸς αὐτὸν ὁ Ἰωάσαφ·
約撒法對他說:
Ioasaph says to him:
1:723
Πάντα σου τὰ ῥήματα καλὰ καὶ θαυμαστά εἰσι, κἀγὼ ἐπίστευσα καὶ πιστεύω, πᾶσαν μὲν εἰδωλολατρείαν ἀπὸ καρδίας μισήσας·
「你所說的一切話語皆美善且奇妙,我已經相信,如今仍在相信;我已從心底憎惡了一切拜偶像之事;」
All your words are good and wonderful, and I have believed, and I do believe, having hated from my heart all idolatry;
1:724
καί, πρὸ τοῦ εἰσελθεῖν γάρ σε πρός με, πλαγίως πως καὶ διστάζων πρὸς ταύτην διέκειτό μου ἡ ψυχή·
「其實在你進來見我之前,我的靈魂對此已隱隱懷有某種偏斜與遲疑;」
for indeed, even before you came in to me, my soul was somehow disposed obliquely and hesitantly toward it;
1:725
νυνὶ δὲ τέλειον μῖσος ἐμίσησα, μαθὼν παρὰ σοῦ τὴν ματαιότητα τούτων καὶ τὴν ἀφροσύνην τῶν αὐτοῖς λατρευόντων
「但如今,我既從你得知這些事的虛妄,以及事奉它們之人的愚昧,便對它們懷有了徹底的憎惡。」
but now I have come to hate it with a perfect hatred, having learned from you the vanity of these things and the folly of those who serve them.
1:726
Ποθῶ δὲ τοῦ ἀληθινοῦ Θεοῦ δοῦλος γενέσθαι, εἴπερ οὐκ ἀπώσεταί με τὸν ἀνάξιον διὰ τὰς ἐμὰς ἀνομίας, ἀλλὰ συγχωρήσει μοι πάντα, φιλάνθρωπος ὢν καὶ εὔσπλαγχνος, καθὰ διδάσκεις, καὶ ἀξιώσει με δοῦλον αὐτοῦ γενέσθαι
「我渴望成為真神的僕人,倘若祂不因我的罪愆而棄絕我這不配之人,反倒按你所教導的,因祂愛人且滿懷憐憫,赦免我的一切,並悅納我作祂的僕人。」
And I long to become a servant of the true God, if indeed he will not reject me, unworthy as I am, on account of my transgressions, but, being loving toward mankind and full of compassion, as you teach, will forgive me all things, and will deem me worthy to become his servant.
1:727
ἤδη οὖν ἑτοίμως ἔχω καὶ τὸ βάπτισμα δέξασθαι, καὶ πάντα ὅσα εἴπῃς μοι φυλάξαι
「因此我如今已預備好領受洗禮,並謹守你所吩咐我的一切事。」
So now I am ready both to receive baptism and to keep all that you shall tell me.
1:728
τί δὲ χρή με ποιεῖν μετὰ τὸ βάπτισμα; καὶ εἰ ἀρκεῖ τοῦτο μόνον πρὸς σωτηρίαν, τὸ πιστεῦσαι καὶ βαπτισθῆναι, ἢ καὶ ἄλλα τινὰ δεῖ προστιθέναι; Καί φησι πρὸς αὐτὸν ὁ Βαρλαάμ·
「但洗禮之後我當做什麼呢?單單相信與受洗,是否已足以得救,抑或還須加添別的事呢?」巴蘭對他說:
"But what must I do after baptism? Is it enough for salvation merely to believe and be baptized, or must certain other things be added as well?" And Barlaam says to him:
1:729
Ἄκουσον τί δεῖ ποιεῖν μετὰ τὸ βάπτισμα·
「聽著,洗禮之後當做何事:」
Hear what must be done after baptism:
1:730
πάσης μὲν ἁμαρτίας καὶ παντὸς πάθους ἀπέχεσθαι, ἐποικοδομεῖν δὲ ἐπὶ τῷ θεμελίῳ τῆς ὀρθοδόξου πίστεως τὴν τῶν ἀρετῶν ἐργασίαν, ἐπειδὴ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν, ὥσπερ καὶ ἔργα πίστεως δίχα
「當遠避一切罪與一切情念,並在正統信仰的根基之上,建立起德行的修習;因為信心若無行為便是死的,正如行為若無信心亦然。」
to abstain from every sin and every passion, and to build upon the foundation of orthodox faith the practice of the virtues; for faith without works is dead, just as also works without faith are dead.
1:731
Ἐν πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε·
「你們當順著聖靈而行,就必不放縱肉體的私慾;」
Walk in the Spirit, and you shall not fulfill the desire of the flesh;
1:732
φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς ἅτινά ἐστι, μοιχεῖαι, πορνεῖαι, ἀκαθαρσίαι, ἀσέλγειαι, εἰδωλολατρείαι, φαρμακεῖαι, ἔχθραι, ἔρις, ζῆλοι, θυμοί, ἐρίθειαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, φιλαργυρίαι, λοιδορίαι, φιληδονίαι, μέθαι, κῶμοι, ὑπερηφανίαι, καὶ τὰ ὅμοια τούτοις·
「肉體的行為是顯而易見的,就是姦淫、淫亂、污穢、放蕩、拜偶像、行邪術、結仇、爭競、嫉妒、忿怒、結黨、分爭、異端、嫉恨、兇殺、貪財、辱罵、貪愛逸樂、醉酒、荒宴,以及與此類似的種種;」
and the works of the flesh are manifest, which are: adulteries, fornications, uncleanness, licentiousness, idolatry, sorcery, enmities, strife, jealousies, wraths, factions, dissensions, heresies, envyings, murders, love of money, reviling, love of pleasure, drunkenness, revelings, arrogance, and things like these;
1:733
ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν·
「這些事我曾預先告訴你們,正如我從前所說的:行這樣事的人,必不能承受神的國;」
of which I forewarn you, as I have also said before, that those who practice such things shall not inherit the kingdom of God;
1:734
ὁ δὲ καρπὸς τοῦ πνεύματός
「但聖靈的果子」
but the fruit of the Spirit
1:735
ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια, ἁγιασμὸς ψυχῆς καὶ σώματος, ταπείνωσις καρδίας καὶ συντριβή, ἐλεημοσύνη, ἀμνησικακία, φιλανθρωπία, ἀγρυπνία, μετάνοια ἀκριβὴς πάντων τῶν προγεγονότων σφαλμάτων, δάκρυον κατανύξεως, πένθος ὑπέρ τε τῶν ἰδίων ἁμαρτιῶν καὶ τῶν τοῦ πλησίον, καὶ τὰ τούτοις ὅμοια, ἅτινα, ὥσπερ τινὲς βαθμίδες καὶ κλίμακες ἀλλήλων ἐχόμεναι καὶ ὑπ' ἀλλήλων συγκροτούμεναι, εἰς οὐρανὸν τὴν ψυχὴν ἀναφέρουσιν
「乃是仁愛、喜樂、和平、恆忍、良善、美善、信實、溫柔、節制、身與魂的聖潔、心的謙卑與痛悔、憐憫、不記仇、愛人、儆醒、對一切既往過犯精確的悔改、痛悔的眼淚、為己罪並為鄰人之罪而哀慟,以及與此類似的種種;這些正如彼此相連、互相支撐的一階階台階與梯級,將靈魂帶升至天。」
is love, joy, peace, patience, kindness, goodness, faithfulness, gentleness, self-control, sanctification of soul and body, humility of heart and contrition, mercy, remembrance of no wrong, love of mankind, watchfulness, exact repentance for all past failings, the tear of compunction, mourning for one's own sins and for those of one's neighbor, and things like these — which, like a series of steps and ladders holding fast to one another and sustained by one another, bear the soul up to heaven.
1:736
ἰδοὺ τούτων ἐντετάλμεθα, μετὰ τὸ βάπτισμα, ἀντέχεσθαι, τῶν δ' ἐναντίων ἀπέχεσθαι
「看哪,我們既受了洗禮,就當持守這些事,並遠避與之相反的事,這是我們所受的吩咐。」
Behold, we are commanded, after baptism, to hold fast to these things, and to abstain from their opposites.
1:737
Εἰ δὲ μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, τῶν προτέρων αὖθις ἐπιληψόμεθα νεκρῶν ἔργων, καὶ ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψομεν, συμβήσεται ἡμῖν τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον
「但我們若在領受了真理的知識之後,再度重拾先前那些死的行為,如狗轉過來吃自己所吐的一般,主所說的話便要應驗在我們身上:」
But if, after receiving the knowledge of the truth, we again take hold of the former dead works, and turn, like a dog, to our own vomit, that which was spoken by the Lord shall befall us:
1:738
Ὅταν γάρ, φησί, τὸ ἀκάθαρτον Πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου ( τῇ χάριτι δηλαδὴ τοῦ βαπτίσματος), διέρχεται δι' ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει·
「祂說,污穢的靈一旦離開了人(也就是藉著洗禮的恩典),就在無水之地遊走,尋求安歇之處,卻尋不著;」
For, he says, when the unclean spirit has gone out of a man (that is, by the grace of baptism), it passes through waterless places, seeking rest, and finds none;
1:739
μὴ φέρον δὲ ἐπὶ πολὺ ἄοικον καὶ ἀνέστιον περιπλανᾶσθαι, λέγει·
「牠既不堪長久無家無舍地漂泊遊蕩,便說:」
and, not enduring to wander any longer, homeless and hearthless, it says:
1:740
Ἐπιστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον
「我要回到我原來出來的那個家去。」
I will return to my house, from which I came out.
1:741
καί, ἐλθόν, εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον, κενὸν δὲ καὶ σχολάζοντα, μὴ ὑποδεξάμενον τὴν ἐργασίαν τῆς χάριτος, μηδὲ πληρώσαντα ἑαυτὸν τῷ πλούτῳ τῶν ἀρετῶν
「牠來到時,見那屋子已打掃乾淨、裝飾整齊,卻空著、閒置無人,並未接納恩典的作為,也未曾以德行的財富充滿自己;」
And when it comes, it finds the house swept and adorned, but empty and unoccupied, not having received the working of grace, nor having filled itself with the wealth of the virtues;
1:742
τότε πορεύεται καὶ λαμβάνει μεθ' ἑαυτοῦ ἕτερα ἑπτὰ Πνεύματα πονηρότερα ἑαυτοῦ·
「那時牠便去,又帶了七個比自己更惡的靈同來;」
then it goes and takes with itself seven other spirits more wicked than itself;
1:743
καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ·
「牠們進去,就住在那裡;」
and they enter in and dwell there;
1:744
καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων
「那人末後的景況,就比先前更加悲慘了。」
and the last state of that man becomes worse than the first.
1:745
τὸ γὰρ βάπτισμα τῶν μὲν προημαρτημένων πάντων τὰ χειρόγραφα, τῷ ὕδατι ἐνθάπτον, παντελεῖ ἀφανισμῷ παραδίδωσι, καὶ εἰς τὸ ἑξῆς τεῖχος ἡμῖν ἐστιν ἀσφαλὲς καὶ προπύργιον καὶ ὅπλον κραταιὸν εἰς τὴν τοῦ ἐχθροῦ παράταξιν·
「因為洗禮將先前所犯一切罪的字據埋葬於水中,使其歸於全然的湮滅,並且自此以後,成為我們抵擋仇敵陣列的堅固牆垣、前哨堡壘與強大兵器;」
For baptism, burying in the water the bonds of all sins previously committed, delivers them to utter oblivion, and thereafter it is for us a secure wall, a bulwark, and a mighty weapon against the array of the enemy;
1:746
οὐ μὴν δὲ ἀναιρεῖ τὸ αὐτεξούσιον, οὔτε τῶν μετὰ τὸ βάπτισμα ἁμαρτανομένων ἔχει συγχώρησιν, οὔτε δευτέρας κολυμβήθρας κατάδυσιν
「然而它並不廢除自由意志,對洗禮以後所犯的罪也不予以赦免,也不提供第二次浸入洗池的機會。」
yet it does not abolish free will, nor does it grant forgiveness for sins committed after baptism, nor a second immersion in the font.
1:747
ἓν γὰρ ὁμολογοῦμεν βάπτισμα·
「因為我們所承認的洗禮只有一個;」
for we confess one baptism;
1:748
καὶ χρὴ πάσῃ φυλακῇ τηρεῖν ἑαυτούς, μὴ δευτέροις ἐμπεσεῖν μολυσμοῖς, ἀλλὰ τῶν ἐντολῶν ἐπιλαβέσθαι τοῦ Κυρίου εἰπὼν γὰρ πρὸς τοὺς Ἀποστόλους, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, οὐ μέχρι τούτου ἔστη·
「所以必須竭盡一切戒備來守護自己,免得再度陷入污穢,反倒要持守主的誡命;因為祂對眾使徒說『你們去,使萬民作我的門徒,奉父、子、聖靈的名給他們施洗』時,並未止於此;」
and it is necessary to guard ourselves with all watchfulness, lest we fall into a second defilement, but rather to lay hold of the commandments of the Lord; for when he said to the Apostles, 'Go, make disciples of all nations, baptizing them in the name of the Father and of the Son and of the Holy Spirit,' he did not stop there;
1:749
ἀλλὰ προσέθετο, Διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν
「而是又加上一句:『凡我所吩咐你們的,都教訓他們遵守。』」
but he added, 'teaching them to observe all that I have commanded you.'
1:750
Ἐνετείλατο δὲ πτωχοὺς μὲν εἶναι τῷ πνεύματι, οὓς μακαρίζει καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀξίους ἀποκαλεῖ
「祂吩咐人要虛心,祂稱這樣的人為有福,宣告他們配得天國;」
He commanded that we be poor in spirit, whom he calls blessed and declares worthy of the kingdom of heaven;
1:751
εἶτα πενθεῖν ἐν τῷ παρόντι ὑποτίθεται βίῳ, ἵνα τῆς μελλούσης παρακλήσεως ἀξιωθῶμεν, πραεῖς τε εἶναι καὶ ἀεὶ πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην, ἐλεήμονάς τε καὶ εὐμεταδότους, οἰκτίρμονας καὶ συμπαθεῖς, καθαροὺς τῇ καρδίᾳ, ἀπεχομένους ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, εἰρηνοποιοὺς πρός τε τοὺς πλησίον καὶ πρὸς τὴν ἑαυτῶν ψυχήν, ὑποτάξαντας δηλονότι τὸ χεῖρον τῷ κρείττονι καὶ τὸν μεταξὺ αὐτῶν διηνεκῆ πόλεμον ὀρθῇ κρίσει εἰρηνοποιήσαντας, ὑπομένειν τε πάντα διωγμὸν καὶ πᾶσαν θλῖψιν καὶ ὀνειδισμόν, ἕνεκεν δικαιοσύνης ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἡμῖν ἐπαγόμενον, ἵνα τῆς αἰωνίου χαρᾶς ἐν τῇ λαμπρᾷ τῶν δώρων διανομῇ ἀξιωθῶμεν
「其次,祂囑咐人在今生當哀慟,好叫我們配得將來的安慰;又當溫柔,常常飢渴慕義;當憐憫人且樂於施予,慈悲並富於同情;心地清潔,遠避肉體與心靈的一切污穢;在鄰人面前並在自己靈魂之內都作使人和睦者——也就是使那較低劣的服從那較高尚的,並以正直的判斷,止息二者之間持續不斷的爭戰;又當為義的緣故、為祂的名忍受一切逼迫、一切患難與羞辱,好叫我們在那榮耀恩賜的分賜之中,配得永恆的喜樂。」
then he lays down that we mourn in the present life, that we may be deemed worthy of the consolation to come; and that we be meek, and ever hungering and thirsting for righteousness; merciful and generous in giving, compassionate and sympathetic, pure in heart, abstaining from every defilement of flesh and spirit; peacemakers both toward our neighbors and toward our own soul — subjecting, that is, the worse to the better, and by right judgment making peace in the continual war between them; and enduring every persecution and every affliction and reproach brought upon us for righteousness' sake, for his name, that we may be deemed worthy of everlasting joy in the resplendent distribution of his gifts.
1:752
ἀλλὰ καὶ ἐν τῷ κόσμῳ οὕτως παρακελεύεται λάμπειν τὸ φῶς ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι, φησί, τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς
「不僅如此,祂也如此吩咐,要在世上使我們的光照耀在人前,好叫他們,正如祂所說,看見你們的美善行為,便將榮耀歸於你們在天上的父。」
Moreover, he thus enjoins that in the world our light so shine before men, that they may, as he says, see your good works, and glorify your Father who is in the heavens.
1:753
Ὁ μὲν γὰρ τοῦ Μωσέως νόμος, ὁ πάλαι δοθεὶς τοῖς Ἰσραηλίταις, Οὐ φονεύσεις, λέγει, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις·
「摩西的律法,那從前賜給以色列人的,說:不可殺人,不可姦淫,不可偷盜,不可作假見證;」
For the law of Moses, given of old to the Israelites, says: You shall not murder, you shall not commit adultery, you shall not steal, you shall not bear false witness;
1:754
ὁ δὲ Χριστός φησιν, ὅτι Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει
「但基督卻說:凡無故向弟兄動怒的,必被判罪;」
but Christ says that everyone who is angry with his brother without cause shall be liable to judgment;
1:755
ὃς δ' ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός·
「凡罵弟兄是『魔利』的,難免地獄的火;」
and whoever says, 'Fool,' shall be liable to the fire of Gehenna;
1:756
καὶ ὅτι, Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἀπελθὼν πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου·
「又說:你若在祭壇前獻上你的禮物,在那裡想起你的弟兄向你懷怨,就當把禮物留在壇前,先去與你的弟兄和好;」
and that, 'if you bring your gift to the altar, and there remember that your brother has something against you, leave your gift there before the altar, and go, first be reconciled to your brother;'
1:757
καὶ ὅτι Πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη
「又說:凡看見婦女就動淫念的,」
and that everyone who looks at a woman to lust after her
1:758
ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ·
「這人在心裡已經與她犯了姦淫了;」
has already committed adultery with her in his heart;
1:759
τὸν μολυσμὸν τῆς ψυχῆς καὶ τὴν τοῦ πάθους συγκατάθεσιν μοιχείαν καλέσας
「祂將靈魂的污穢與對情念的認同,稱為姦淫。」
calling the defilement of the soul and the consent to the passion adultery.
1:760
ἀλλὰ καὶ τοῦ νόμου τὴν ἐπιορκίαν κωλύοντος, ὁ Χριστὸς οὐδὲ ὅλως ὀμνύειν, πλὴν τοῦ Ναὶ καὶ τοῦ Οὔ, ἐνετείλατο
「再者,律法雖禁止起假誓,基督卻吩咐人除了『是』與『不是』之外,完全不可起誓。」
Moreover, whereas the law forbade perjury, Christ commanded that we should not swear at all, except 'Yes' and 'No.'
1:761
ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκεῖ·
「那裡說:以眼還眼,以牙還牙;」
there it says, an eye for an eye and a tooth for a tooth;
1:762
Ὅστις σε ῥαπίσει εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ, φησί, καὶ τὴν ἄλλην·
「祂卻說:有人打你的右臉,連左臉也轉過來由他打;」
but he says, 'whoever slaps you on the right cheek, turn to him the other also;'
1:763
καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον·
「有人想要告你,要拿你的裡衣,連外衣也由他拿去;」
and to him who would sue you and take your tunic, let him have your cloak also;
1:764
καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ' αὐτοῦ δύο·
「有人強逼你走一里路,你就同他走二里;」
and whoever compels you to go one mile, go with him two;
1:765
τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς·
「有求你的,就給他;有向你借貸的,不可轉臉不顧;」
give to him who asks you, and do not turn away from him who wishes to borrow from you;
1:766
ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων, ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους
「當愛你們的仇敵,為咒詛你們的祝福,善待恨你們的人,為那欺凌你們、逼迫你們的人禱告,好使你們成為你們天上父的兒女;因為祂叫日頭照好人,也照歹人;降雨給義人,也給不義的人。」
Love your enemies, bless those who curse you, do good to those who hate you, and pray for those who mistreat and persecute you, that you may become sons of your Father who is in the heavens; for he makes his sun rise on the evil and the good, and sends rain on the just and the unjust.
1:767
μὴ κρίνετε, ἵνα μὴ κριθῆτε·
「不要論斷人,免得你們被論斷;」
Do not judge, that you may not be judged;
1:768
ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν
「饒恕人,你們也必蒙饒恕。」
Forgive, and it will be forgiven you.
1:769
μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι·
「不要為自己積攢財寶在地上,地上有蟲蛀、鏽蝕,也有賊挖窟窿來偷;」
Do not lay up for yourselves treasures on earth, where moth and rust destroy, and where thieves break in and steal;
1:770
θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν, οὐδὲ κλέπτουσιν·
「只要為自己積攢財寶在天上,天上沒有蟲蛀、沒有鏽蝕,也沒有賊挖窟窿來偷;」
but lay up for yourselves treasures in heaven, where neither moth nor rust destroys, and where thieves do not break in nor steal;
1:771
ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν
因為你們的財寶在哪裡,你們的心也在哪裡。
For where your treasure is, there will your heart be also.
1:772
μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε·
不要為你們的靈魂憂慮吃甚麼、喝甚麼,也不要為你們的身體憂慮穿甚麼;
Be not anxious for your soul what you shall eat and what you shall drink, nor for your body what you shall put on;
1:773
οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων·
因為你們的天父知道你們需要這一切;
for your heavenly Father knows that you need all these things;
1:774
ὃς οὖν τὴν ψυχὴν δοὺς καὶ τὸ σῶμα, δώσει πάντως καὶ τροφὴν καὶ ἔνδυμα, ὁ τὰ πετεινὰ τοῦ οὐρανοῦ τρέφων καὶ τὰ κρίνα τοῦ ἀγροῦ τοιαύτῃ κοσμῶν ὡραιότητι
故此,那賜下靈魂與身體的,必定也賜下食物與衣服——祂餵養天空的飛鳥,並以如此的美麗妝飾田野的百合花。
He, then, who gave the soul and the body, will certainly also give food and clothing—he who feeds the birds of heaven and adorns the lilies of the field with such beauty.
1:775
ζητεῖτε δέ, φησί, πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν
祂說:你們要先求神的國和祂的義,這一切都要加給你們了。
But seek first, he says, the kingdom of God and his righteousness, and all these things shall be added unto you.
1:776
μὴ μεριμνήσητε εἰς τὴν αὔριον·
不要為明天憂慮;
Be not anxious for the morrow;
1:777
ἡ γὰρ αὔριον τὰ ἑαυτῆς μεριμνήσει πάντα ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς
因為明天自會為明天的事憂慮。凡你們願意人怎樣待你們,你們也要怎樣待人。
for the morrow will be anxious for its own things. Whatsoever you wish that men should do to you, so also do you to them.
1:778
εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς·
你們要進窄門,因為引到滅亡的門是寬的,路是大的,從那裡進去的人也多;
Enter by the narrow gate, for wide is the gate and broad is the way that leads to destruction, and many are they that enter by it;
1:779
στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν
引到生命的路是窄的,找到的人也少。
narrow and constricted is the way that leads to life, and few are they that find it.
1:780
οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς
凡稱呼我『主啊,主啊』的人,並不能都進天國,惟獨遵行我天父旨意的人才能進去。
Not everyone who says to me, Lord, Lord, shall enter into the kingdom of heaven, but he who does the will of my Father who is in heaven.
1:781
ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος·
愛父親或母親過於愛我的,不配屬我;愛兒子或女兒過於愛我的,不配屬我;
He who loves father or mother more than me is not worthy of me, and he who loves son or daughter more than me is not worthy of me;
1:782
καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος
不背起自己的十字架跟從我的,也不配屬我。
and he who does not take up his cross and follow after me is not worthy of me.
1:783
ἰδοὺ ταῦτα καὶ τὰ τούτοις ὅμοια ἐνετείλατο ὁ Σωτὴρ τοῖς ἀποστόλοις διδάσκειν τοὺς πιστούς·
看哪,這些話以及與此相似的話,救主吩咐使徒們教導信徒;
Behold, these things and things like them the Savior commanded the apostles to teach the faithful;
1:784
καὶ ταῦτα πάντα ὀφείλομεν φυλάττειν, εἴπερ ποθοῦμεν τῆς τελειότητος ἐπιτυχεῖν καὶ τῶν ἀφθάρτων στεφάνων ἀξιωθῆναι τῆς δικαιοσύνης, οὓς ἀποδώσει Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτὴς πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ
這一切我們都當謹守遵行,倘若我們渴望達到完全,並配得那不朽壞的義冠,就是主、那位公義的審判者,要在那日賜給一切愛慕祂顯現之人的冠冕。
and all these things we ought to keep, if indeed we long to attain perfection and to be counted worthy of the incorruptible crowns of righteousness, which the Lord, the righteous judge, will render on that day to all who have loved his appearing.
1:785
Λέγει ὁ Ἰωάσαφ πρὸς τὸν γέροντα·
約撒法對長老說:
Ioasaph says to the elder:
1:786
Ταύτης οὖν τῆς ἀκριβείας τῶν δογμάτων χρῃζούσης καὶ τὴν ἀκραιφνῆ ταύτην πολιτείαν, ἐὰν μετὰ τὸ βάπτισμα συμβῇ με ἑνὸς ἢ δύο τῶν ἐντολῶν τούτων διαμαρτεῖν, ἆρα διαμαρτάνων ἔσομαι ὅλου τοῦ σκοποῦ, καὶ ματαία ἔσται πᾶσα ἡ ἐλπίς; Ὁ δὲ Βαρλαὰμ ἔφη·
既然這教義的精確要求也伴隨著如此純潔無瑕的生活方式,那麼倘若我受洗之後,偶然在這些誡命中有一兩條有所違犯,難道我就會失去整個目標,一切盼望都將成為徒然嗎?巴蘭說:
Since, then, this precision of doctrine requires also this unblemished way of life, if after baptism it should happen that I fail in one or two of these commandments, shall I then be failing of the whole purpose, and shall all hope be in vain? But Barlaam said:
1:787
Μὴ οὕτως ὑπολάμβανε ταῦτα
不要如此設想這些事。
Do not suppose these things to be so.
1:788
ὁ γὰρ ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν ἐνανθρωπήσας Θεὸς Λόγος, εἰδὼς τὴν πολλὴν ἀσθένειαν καὶ ταλαιπωρίαν τῆς φύσεως ἡμῶν, οὐδὲ ἐν τούτῳ τῷ μέρει ἀφῆκεν ἡμᾶς ἀνιάτρευτα νοσεῖν·
因為那為拯救我們的種類而成為人的神——道,深知我們本性極大的軟弱與困苦,並未在這一方面放任我們患無可醫治之病;
For God the Word, who became man for the salvation of our race, knowing the great weakness and misery of our nature, did not leave us, even in this respect, to suffer an incurable disease;
1:789
ἀλλ' ὡς πάνσοφος ἰατρὸς τῇ ὀλισθηρᾷ ἡμῶν καὶ φιλαμαρτήμονι γνώμῃ συνέμιξε τὸ φάρμακον τῆς μετανοίας, κηρύξας ταύτην εἰς ἄφεσιν ἁμαρτιῶν
反倒如全智的醫者,為我們易於滑跌、耽溺於罪的心思調配了悔改的良藥,宣告這悔改乃為赦免罪過而設。
but as an all-wise physician he mixed for our slippery and sin-loving disposition the medicine of repentance, proclaiming it for the remission of sins.
1:790
μετὰ γὰρ τὸ λαβεῖν ἡμᾶς τὴν ἐπίγνωσιν τῆς ἀληθείας, καὶ ἁγιασθῆναι δι' ὕδατος καὶ πνεύματος, πάσης τε ἁμαρτίας καὶ παντὸς ῥύπου ἀμογητὶ καθαρθῆναι, ἐὰν συμβῇ ἔν τισι παραπτώμασιν ἡμᾶς ἁμαρτημάτων ἐμπεσεῖν, οὐκ ἔστι μὲν διὰ βαπτίσματος δευτέρα ἀναγέννησις ἐν ὕδατι τῆς κολυμβήθρας διὰ τοῦ πνεύματος ἐγγινομένη καὶ τελείως ἡμᾶς
因為我們在領受真理的知識、藉水與聖靈得成聖潔、毫不費力地潔淨了一切罪與一切污穢之後,倘若偶然陷入某些過犯之罪,藉洗禮、藉聖靈而在聖洗池水中發生的第二次重生,固然是沒有的,且完全地使我們
For after we have received the knowledge of the truth, and have been sanctified through water and the Spirit, and effortlessly cleansed of all sin and all defilement, should it happen that we fall into transgressions of certain sins, there is indeed, through baptism, no second regeneration coming to be in the water of the font through the Spirit, and perfectly us
1:791
τοῦτο γὰρ τὸ δώρημα ἅπαξ δέδοται·
因為這恩賜只賜下一次。
for this gift is given once.
1:792
ἀλλὰ διὰ μετανοίας ἐμπόνου καὶ θερμῶν δακρύων, κόπων τε καὶ ἱδρώτων, γίνεται καθαρισμὸς καὶ συγχώρησις τῶν πταισμάτων διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν
反倒是藉著艱苦的悔改與熱切的眼淚、勞苦與汗水,藉我們神憐憫的心腸,過犯才得以潔淨與赦免。
but through laborious repentance and hot tears, through toils and sweats, there comes cleansing and forgiveness of transgressions, through the bowels of mercy of our God.
1:793
βάπτισμα γὰρ ἐκλήθη καὶ ἡ τῶν δακρύων πηγή, κατὰ χάριν τοῦ Δεσπότου, ἀλλὰ πόνου καὶ χρόνου δεόμενον·
因為淚水的泉源,按主之恩典,也被稱為一種洗禮,只是這洗禮需要勞苦與時間;
for the fountain of tears also has been called a baptism, according to the grace of the Master, but one requiring labor and time;
1:794
καὶ πολλοὺς τῶν πολλῶν διεσώσατο πταισμάτων·
並且已使許多人從他們眾多的過犯中得救;
and it has saved many from their many transgressions;
1:795
καθότι οὐκ ἔστιν ἁμαρτία νικῶσα τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, εἴπερ φθάσομεν μετανοῆσαι καὶ δάκρυσι πταισμάτων αἶσχος ἀπονίψασθαι, καὶ μὴ προλαβὼν ὁ θάνατος ῥερυπωμένους ἡμᾶς ἐκβαλεῖ τῶν ἐντεῦθεν·
因為沒有一種罪能勝過神的仁愛,只要我們及時悔改,以眼淚洗淨過犯的羞恥,且死亡不搶先臨到、將我們污穢地逐出此世;
inasmuch as there is no sin that overcomes the loving-kindness of God, provided that we manage in time to repent and wash away with tears the shame of our transgressions, and death does not overtake us beforehand and cast us out from here defiled;
1:796
οὐκ ἔστι γὰρ ἐν τῷ ᾅδῃ ἐξομολόγησις, οὐδὲ μετάνοια·
因為在陰間並無認罪,也無悔改;
for in Hades there is no confession, nor repentance;
1:797
ἕως δὲ ἐν τοῖς ζῶσιν ὦμεν, τοῦ θεμελίου τῆς ὀρθοδόξου πίστεως ἀρραγοῦς διαμένοντος, κἄν τι τῆς δοκώσεως ἢ τῆς ἐνδομήσεως παραλυθῇ, ἔξεστι τὸ σαθρωθὲν τοῖς πταίσμασι τῇ μετανοίᾳ αὖθις ἀνακαινίσαι
然而只要我們還活在世上,正統信仰的根基仍堅固不搖,縱使屋頂或內部結構有所鬆動,那因過犯而朽壞之處,仍可藉悔改重新修復。
but while we are among the living, the foundation of orthodox faith remaining unbroken, even if something of the roofing or of the inner structure be loosened, it is possible for what has been made rotten by transgressions to be renewed again through repentance.
1:798
πλῆθος γὰρ οἰκτιρμῶν Θεοῦ ἀριθμῆσαι καὶ μέγεθος ἐλέους αὐτοῦ μετρῆσαι ἀδύνατον·
因為神憐憫之眾多無法數算,祂慈悲之浩大無法量度;
for it is impossible to number the multitude of God's compassions and to measure the greatness of his mercy;
1:799
ἁμαρτήματα δὲ οἷά περ ἂν ὦσι καὶ πταίσματα μέτρῳ ὑπόκεινται καὶ ἀριθμητὰ εἶναι συμβαίνει
但罪過無論其為何,以及過犯,皆受制於度量,且它們本是可數算的。
but sins, whatever they may be, and transgressions are subject to measure, and it happens that they are countable.
1:800
τὰ οὖν μέτρῳ καὶ ἀριθμῷ ὑποκείμενα πταίσματα ἡμῶν τὸ ἀμέτρητον ἔλεος καὶ τοὺς ἀναριθμήτους οἰκτιρμοὺς τοῦ Θεοῦ νικῆσαι οὐ δύναται
所以,我們那受制於度量與數目的過犯,無法勝過神那無可量度的慈悲與無可數算的憐憫。
Our transgressions, therefore, which are subject to measure and number, cannot overcome the immeasurable mercy and the innumerable compassions of God.
1:801
Διὸ οὐ προσετάχθημεν ἐπὶ τοῖς ἡμαρτημένοις ἀπογινώσκειν, ἀλλ' ἐπιγινώσκειν τὴν ἀγαθότητα τοῦ Θεοῦ, καὶ καταγινώσκειν τῶν ἁμαρτημάτων ὧν ἡ ἄφεσις πρόκειται διὰ φιλανθρωπίαν τοῦ Χριστοῦ, ὃς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν τὸ ἴδιον ἐξέχεεν αἷμα
因此,我們並非被吩咐要對所犯的罪絕望,而是要認識神的良善,並定自己罪過之罪,因這些罪的赦免已藉基督的仁愛擺在我們面前,祂為我們的罪流出了自己的寶血。
Therefore we have not been commanded to despair over our sins, but to recognize the goodness of God, and to condemn the sins, whose remission lies before us through the loving-kindness of Christ, who for our sins poured out his own blood.
1:802
πολλαχόθεν δὲ τῆς γραφῆς διδασκόμεθα τὴν δύναμιν τῆς μετανοίας, καὶ μάλιστα ἐκ τῶν προσταγμάτων καὶ παραβολῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
我們從聖經多處學到悔改的大能,尤其是從我們主耶穌基督的誡命與比喻中。
We are taught the power of repentance from many places in Scripture, and especially from the precepts and parables of our Lord Jesus Christ.
1:803
Ἀπὸ τότε γάρ, φησίν, ἤρξατο ὁ Ἰησοῦς διδάσκειν καὶ λέγειν·
經上說:從那時候起,耶穌就開始傳講說:
For from that time, it says, Jesus began to teach and to say:
1:804
ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν
天國近了。
for the kingdom of heaven is at hand.
1:805
ἀλλὰ καὶ ἐν παραβολῇ υἱόν τινα εἰσηγεῖται, λαβόντα τὴν τοῦ πατρὸς οὐσίαν καὶ εἰς χώραν ἀποδημήσαντα μακράν, κἀκεῖ ἐν ἀσωτίᾳ πάντα καταναλώσαντα, εἶτα, λιμοῦ κατὰ τὴν χώραν ἐκείνην γενομένου, ἀπελθόντα καὶ κολληθέντα ἑνὶ τῶν πονηρῶν πολιτῶν τῆς πολυαμαρτήτου χώρας ἐκείνης·
祂也在一個比喻中引出一個兒子,他拿了父親的家業,往遠方一地去,在那裡放蕩,耗盡了一切;後來那地方遭遇饑荒,他便去投靠那多罪之地的一個惡劣公民;
But he also introduces, in a parable, a certain son, who took his father's substance and journeyed away into a far country, and there consumed everything in riotous living; then, a famine having arisen throughout that country, he went and joined himself to one of the wicked citizens of that sin-laden country;
1:806
ὃς καὶ ἔπεμψεν αὐτόν, φησίν, εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους·
經上說,那人便打發他到田裡去放豬;
who, it says, sent him into his fields to feed swine;
1:807
τὴν τραχυτάτην καὶ βδελυρὰν ἁμαρτίαν οὕτω καλέσας
以此稱呼那最粗鄙、最可憎的罪。
thus calling the roughest and most abominable sin.
1:808
πολλὰ οὖν μογήσας, καὶ εἰς ἐσχάτην ἐληλακὼς ταλαιπωρίαν, ὡς μηδὲ τῆς βρομώδους τῶν χοίρων τροφῆς τὴν ἰδίαν ἰσχύειν ἐμπλῆσαι γαστέρα, εἰς συναίσθησιν ὀψέ ποτε ἐλθὼν τῆς τοιαύτης αἰσχύνης, θρηνῶν ἑαυτὸν ἔλεγε·
他多受勞苦,落到極度悲慘的境地,甚至連豬所吃的臭穢食物都不能填飽自己的肚腹;他終於,雖然遲了,醒悟到這樣的羞恥,便哀嘆自己說:
Having therefore toiled much, and having come to the extremity of misery, so that he was not even able to fill his own belly with the foul food of the swine, having at last, though late, come to a realization of such shame, lamenting himself he said:
1:809
Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι
我父親有多少雇工,糧食有餘,我倒要因飢餓喪命嗎!
How many hired servants of my father have bread enough and to spare, and I perish with hunger!
1:810
ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ·
我要起來,到我父親那裡去,對他說:
I will arise and go to my father, and will say to him:
1:811
Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου·
父親,我得罪了天,也得罪了你,不配再稱為你的兒子;
Father, I have sinned against heaven and before you, and I am not worthy to be called your son;
1:812
ποίησόν με ὡς ἕνα τῶν μισθίων σου
請把我當作一個雇工吧。
make me as one of your hired servants.
1:813
καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ
於是他起來,往他父親那裡去。
And he arose and came to his father.
1:814
ὁ δέ, πόρρωθεν ἰδὼν αὐτόν, ἐσπλαγχνίσθη, καὶ προσδραμὼν ἐνηγκαλίσατο καὶ συμπαθῶς κατεφίλησε·
他父親遠遠看見他,就動了慈心,跑去抱著他,慈愛地與他親吻;
But he, seeing him from afar, had compassion, and running to him embraced him and kissed him tenderly;
1:815
καὶ τῆς προτέρας ἀξιώσας τιμῆς ἑορτὴν χαρμόσυνον ἐπὶ τῇ αὐτοῦ ἀνευρέσει ἐποιήσατο, θύσας τὸν μόσχον τὸν σιτευτόν
又使他重享先前的尊榮,並為他的失而復得舉行喜慶的筵席,宰了那肥牛犢。
and having counted him worthy of his former honor, he made a joyful feast at his recovery, sacrificing the fatted calf.
1:816
ἰδοὺ ταύτην τὴν παραβολὴν περὶ τῶν ἐξ ἁμαρτιῶν ὑποστρεφόντων καὶ ἐν μετανοίᾳ προσπιπτόντων ἡμῖν ἐξηγήσατο
看哪,這比喻正是祂為我們講述、關於那些從罪中回轉、在悔改中俯伏歸向祂之人的。
Behold, this parable he expounded to us concerning those who turn back from sins and fall down before him in repentance.
1:817
ἀλλὰ καὶ ποιμένα τινὰ ἀγαθὸν αὖθις δηλοῖ ἑκατὸν ἐσχηκότα πρόβατα καί, τοῦ ἑνὸς ἀπολωλότος, καταλιπόντα τὰ ἐνενηκονταεννέα, εἰς ἐπιζήτησιν τοῦ ἀλωμένου ἐξελθεῖν, ἕως εὑρὼν αὐτό, καὶ τοῖς ὤμοις ἀναλαβών, τοῖς ἀπλανέσι συγκατέμιξε, συγκαλέσας τοὺς φίλους καὶ τοὺς γείτονας εἰς εὐωχίαν ἐν τῇ τούτου εὑρέσει
祂又再次顯明一位好牧人,他有一百隻羊,其中一隻走失了,他便撇下那九十九隻,出去尋找那迷失的,直到找著,將牠背在肩上,使牠與未曾迷失的羊群重新混合,並召集朋友鄰舍,為此隻羊的尋得而歡宴。
But he also, again, shows a certain good shepherd who had a hundred sheep and, when one had been lost, left the ninety-nine and went out in search of the wandering one, until he found it, and taking it up on his shoulders, mixed it in again with those that had not strayed, calling together his friends and neighbors to a feast at its finding.
1:818
Οὕτω, φησὶν ὁ Σωτήρ, χαρὰ ἔσται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενηκονταεννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας
救主說:照樣,一個罪人悔改,在天上也要為他歡喜,比為九十九個不用悔改的義人歡喜更大。
So, says the Savior, there will be joy in heaven over one sinner who repents, more than over ninety-nine righteous persons who have no need of repentance.
1:819
Ἀμέλει καὶ ὁ κορυφαῖος τῶν μαθητῶν Πέτρος, ἡ τῆς πίστεως πέτρα, κατ' αὐτὸν τὸν καιρὸν τοῦ σωτηρίου πάθους, πρὸς μικρὸν ἐγκαταλειφθεὶς οἰκονομικῇ τινι ἐγκαταλείψει, ὡς ἂν γνῷ τῆς ἀνθρωπίνης ἀσθενείας τὸ εὐτελὲς καὶ ταλαίπωρον, ἀρνήσεως περιπέπτωκεν
當然,就連門徒之首彼得,信心的磐石,在救主受難之時,也一度被一種攝理性的離棄所撇下,好叫他認識人性軟弱的卑微與可悲,因而陷入了不認主的境地;
Indeed, even Peter, the chief of the disciples, the rock of faith, at that very time of the saving Passion, having been abandoned for a little while by a certain providential abandonment, so that he might know the paltriness and misery of human weakness, fell into denial;
1:820
εἶτ' εὐθὺς μνησθεὶς τῶν τοῦ Κυρίου ῥημάτων, ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς·
隨即,他想起主的話,就出去痛哭;
then immediately, remembering the words of the Lord, he went out and wept bitterly;
1:821
καὶ τοῖς θερμοῖς ἐκείνοις δάκρυσι τὴν ἧτταν ἀνακαλεσάμενος ἑτεραλκέα τὴν νίκην εἰργάσατο
他以那些熱淚將那次的敗績挽回,成就了扭轉局面的勝利。
and by those hot tears, calling back the defeat, he wrought a victory that turned the scale.
1:822
ἐμπειροπόλεμος γὰρ ὤν, εἰ καὶ πέπτωκεν, οὐκ ἐξελύθη, οὐδ' ἀπέγνω ἑαυτόν·
因為他既是久經戰陣之人,雖然跌倒了,卻沒有喪膽,也沒有對自己絕望;
for being experienced in war, even though he had fallen, he was not unnerved, nor did he despair of himself;
1:823
ἀλλ' ἀναπηδήσας προσήγαγε πικρότατα δάκρυα ἀπὸ καρδίας θλιβομένης·
反倒躍然而起,從憂傷的心中流出最苦澀的眼淚;
but leaping up, he brought forth most bitter tears from a grieving heart;
1:824
καὶ παραυτίκα ὁ πολέμιος θεασάμενος αὐτά, ὥσπερ ὑπὸ φλογὸς σφοδροτάτης τὰς ὄψεις φλεγόμενος, ἀπεπήδησε φεύγων μακρὰν καὶ δεινῶς ὀλολύζων
敵人一見這些眼淚,便彷彿雙眼被最猛烈的火焰灼燒一般,立刻跳開,遠遠逃去,發出淒厲的哀號。
and immediately the enemy, seeing them, as though his eyes were being burned by a most fierce flame, leapt away, fleeing far off and wailing terribly.
1:825
ὁ δὲ κορυφαῖος κορυφαῖος ἦν αὖθις, ὥσπερ διδάσκαλος τῆς οἰκουμένης χειροτονηθείς, οὕτω δὴ καὶ μετανοίας ὑπογραμμὸς γενόμενος
這位門徒之首,重新成為首位;正如他被立為普世的教師,他也照樣成為了悔改的典範。
And the chief was chief once again, and just as he had been ordained teacher of the inhabited world, so also he became a model of repentance.
1:826
μετὰ δὲ τὴν θείαν ἀνέγερσιν τρίτον προσειπὼν ὁ Χριστός, Πέτρε, φιλεῖς με; τὸ τρισσὸν τῆς ἀρνήσεως διωρθώσατο, τοῦ ἀποστόλου ἀποκρινομένου·
神聖的復活之後,基督三次對他說:『彼得,你愛我嗎?』藉此矯正了他三次的不認主;那使徒便回答說:
And after the divine resurrection, Christ, having addressed him three times, 'Peter, do you love me?', corrected the threefold denial, the apostle answering:
1:827
Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε
主啊,是的,你知道我愛你。
Yes, Lord, you know that I love you.
1:828
Ἐκ πάντων οὖν τούτων καὶ ἄλλων πολλῶν καὶ ἀριθμοῦ ὑπερκειμένων παραδειγμάτων μανθάνομεν τὴν δύναμιν τῶν δακρύων καὶ τῆς μετανοίας·
因此,從所有這些例證,以及其他不計其數的例證,我們得以學習眼淚與悔改的大能;
From all these, then, and many other examples surpassing number, we learn the power of tears and of repentance;
1:829
μόνον ὁ τρόπος ταύτης ἀξιόλογος, γενέσθω ἐκ διαθέσεως βδελυσσομένης τὴν ἁμαρτίαν, μισούσης τε ταύτην καὶ καταγινωσκούσης, δάκρυσι δὲ κεχρημένης, καθώς φησιν ὁ προφήτης Δαυίδ·
只是這悔改的方式當是可貴的,須出於一種憎惡罪惡、厭恨並定罪罪惡、且運用眼淚的心志,正如先知大衛所說:
only let the manner of it be worthy of note, arising from a disposition that abhors sin, hates it and condemns it, and makes use of tears, as the prophet David says:
1:830
Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου·
我因唉哼而困乏;
I am weary with my groaning;
1:831
λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου·
我要每夜沖洗我的床榻;
every night I will wash my bed;
1:832
ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω
以眼淚浸濕我的褥席。
with my tears I will drench my couch.
1:833
καὶ λοιπὸν ὁ καθαρισμὸς τῶν ἁμαρτημάτων γενήσεται διὰ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν τῷ μεγέθει τοῦ ἐλέους αὐτοῦ, καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν τοῦ Θεοῦ τοῦ εἰπόντος ὅτι, Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, καὶ τὰ ἑξῆς
此後,罪的潔淨便藉基督的寶血、藉祂浩大的憐憫,以及神眾多的慈悲而成就,正如神所說:『你們的罪雖像硃紅,我必使它們潔白如雪』等等。
and thereafter the cleansing of sins will come to pass through the blood of Christ, in the greatness of his mercy, and the multitude of the compassions of God, who said, 'Though your sins be as scarlet, I will make them white as snow,' and so forth.
1:834
Ταῦτα μὲν οὖν οὕτως ἔχει καὶ οὕτως πιστεύομεν·
這些事既是如此,我們也如此相信;
These things, then, are so, and thus we believe;
1:835
χρὴ δέ, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας καὶ τῆς ἀναγεννήσεως καὶ υἱοθεσίας ἀξιωθῆναι καὶ μυστηρίων γεύσασθαι θείων, πάσῃ δυνάμει ἀσφαλίζεσθαι τοῦ μὴ πίπτειν
但在領受真理的知識、蒙恩得著重生與義子的名分、並嘗過神聖奧祕之後,就必須竭盡全力謹守,免得跌倒。
but it is necessary, after receiving the knowledge of the truth and being counted worthy of regeneration and adoption, and tasting the divine mysteries, to guard with all one's strength against falling.
1:836
τὸ γὰρ πίπτειν οὐ πρέπει τῷ ἀθλητῇ, ἐπειδὴ πολλοὶ πεσόντες ἀναστῆναι οὐκ ἠδυνήθησαν·
因為跌倒對於一個競技者而言是不相宜的,因為許多人跌倒之後,竟不能再起來;
for falling is not fitting for the athlete, since many, having fallen, were not able to rise again;
1:837
οἱ μέν, τοῖς πάθεσι θύραν ἀνοίξαντες, καὶ δυσαποσπάστως αὐτοῖς προσμείναντες, οὐκ ἔτι ἴσχυσαν πρὸς μετάνοιαν παλινδρομῆσαι·
有些人,向情慾敞開了門,且難以自拔地滯留其中,便再無力量回轉歸向悔改;
some, having opened a door to their passions, and having clung to them inextricably, were no longer able to run back to repentance;
1:838
οἱ δέ, προαναρπασθέντες ὑπὸ τοῦ θανάτου, καὶ μὴ φθάσαντες διὰ μεταγνώσεως ἑαυτοὺς τοῦ ῥύπου τῆς ἁμαρτίας ἐκπλῦναι, κατεδικάσθησαν
另有些人,被死亡提前奪去,未及藉悔悟洗淨自己罪的污穢,便被定了罪。
others, having been snatched away beforehand by death, and not having managed, through change of mind, to wash themselves of the defilement of sin, were condemned.
1:839
καὶ διὰ τοῦτο ἐπικίνδυνον τὸ πίπτειν ἐν οἱῳδήποτε πάθει·
正因如此,陷入任何一種情慾之中都是危險的;
and for this reason it is dangerous to fall into any passion whatsoever;
1:840
ἐὰν δὲ συμβῇ πεσεῖν, εὐθὺς ἀναπηδῆσαι χρή, καὶ στῆναι πάλιν εἰς τὸν καλὸν ἀγῶνα·
但若偶然跌倒,就必須立刻躍起,重新站立,投入那美好的爭戰;
but if it should happen that one falls, one must immediately leap up, and stand again for the good contest;
1:841
καὶ ὁσάκις ἂν τοῦτο συμβῇ, κἀκεῖνο αὐτίκα ἔστω τὸ τῆς ἐγέρσεως καὶ στάσεως ἕως τῆς τελευτῆς
凡此事發生之時,即當立刻興起、堅立,直到終了。
And as often as this happens, let there at once be a rising up and a standing firm, even unto the end.
1:842
Ἐπιστράφητε γὰρ πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος ὁ Θεός
你們要轉向我,我就轉向你們,這是主上帝說的。
For turn unto me, and I will turn unto you, says the Lord God.
1:843
χιι Πρὸς ταῦτα ὁ Ἰωάσαφ εἶπε·
〔十二〕約撒法對此說道:
[XII.] To this Ioasaph said:
1:844
Πῶς οὖν τις φυλάξει ἑαυτὸν μετὰ τὸ βάπτισμα καθαρὸν ἀπὸ πάσης ἁμαρτίας; κἂν γάρ ἐστιν, ὡς λέγεις, τοῖς πταίουσι μετάνοια, ἀλλ' ἐν κόπῳ καὶ πόνῳ, κλαυθμῷ τε καὶ πένθει, ἅπερ οὐκ εὐκατόρθωτα τοῖς πολλοῖς εἶναί μοι δοκῶ·
那麼,人在受洗之後,要如何保守自己不沾染一切罪呢?縱然如你所言,跌倒的人尚有悔改之路,然而那悔改須經勞苦艱辛、哭泣哀慟,我以為這對多數人而言,實非易行之事。
How then can one keep himself pure from all sin after baptism? For even though, as you say, repentance is granted to those who stumble, yet it comes with toil and labor, weeping and mourning, which I think are not easily accomplished by most.
1:845
ἀλλὰ μᾶλλον ἤθελον εὑρεῖν ὁδὸν τοῦ φυλάττειν ἀκριβῶς τὰ προστάγματα τοῦ Θεοῦ καὶ μὴ ἐκκλίνειν ἀπ' αὐτῶν, μηδέ, μετὰ τὴν συγχώρησιν τῶν προτέρων κακῶν, παροργίζειν αὖθις τὸν γλυκύτατον Δεσπότην καὶ Θεόν
我倒寧願尋得一條途徑,能精確遵守上帝的誡命,不偏離它們,也不致在先前的罪惡蒙赦免之後,再次觸怒那至甘美的主宰與上帝。
But rather I would wish to find a way to keep the commandments of God exactly, and not to turn aside from them, nor, after the forgiveness of my former evils, to provoke again to anger the most sweet Master and God.
1:846
Καλῶς εἶπας ταῦτα, κύριέ μου βασιλεῦ·
我主吾王,你所言甚善。
Well have you said this, my lord king.
1:847
τοῦτο καὶ ἐμοὶ καταθύμιον ὑπάρχει·
此事亦正合我心意。
This is also according to my own heart's desire.
1:848
ἀλλ' ἐργῶδές ἐστι καὶ κομιδῇ ἀδύνατον τὸ πυρὶ συναναστρεφόμενόν τινα μὴ καπνίζεσθαι
然而,人若與火同居而不被煙燻,實屬艱難之事,且全然不可能。
But it is a laborious thing, and altogether impossible, for one who dwells amid fire not to be smoked.
1:849
δυσκατόρθωτον οὖν καὶ λίαν ἄναντες δεδεμένον τοῖς τοῦ βίου πράγμασι καὶ ταῖς αὐτοῦ ἀσχολούμενον μερίμναις καὶ ταραχαῖς, πλούτῳ τε καὶ τρυφῇ συζῶντα, ἀκλινῶς βαδίζειν τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ καθαρὸν ἑαυτὸν ἐκ τούτων περισώσασθαι
因此,對於一個被今生俗務所纏縛、忙於其憂慮紛擾、與財富逸樂共處的人而言,要不偏不倚地行走於主誡命之道,並使自己保持純潔、免於這些事物的沾染,實在是難以成就、且極為陡峻艱難的。
Difficult of achievement, then, and exceedingly steep, is it for one bound by the affairs of this life, occupied with its cares and troubles, living together with wealth and luxury, to walk without swerving the way of the Lord's commandments, and to preserve himself pure from these things.
1:850
Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν·
一個人不能事奉兩個主。
No one can serve two masters.
1:851
ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ τοῦ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει·
因為他不是恨這個、愛那個,就是重這個、輕那個。
For either he will hate the one and love the other, or he will hold to the one and despise the other.
1:852
οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ
你們不能又事奉上帝,又事奉瑪門。
You cannot serve God and mammon.
1:853
γράφει δὲ καὶ ὁ ἠγαπημένος αὐτοῦ μαθητής, Ἰωάννης ὁ εὐαγγελιστὴς καὶ θεολόγος, ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ οὕτως·
祂所愛的門徒——福音書作者暨神學家約翰——在他自己的書信中也如此寫道:
And his beloved disciple, John the Evangelist and Theologian, writes thus in his own epistle:
1:854
ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ, ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλ' ἐκ τοῦ κόσμου ἐστί
人若愛世界,愛父的心就不在他裡面了;因為凡世界上的事,就是肉體的情慾、眼目的情慾,並今生的驕傲,都不是從父來的,乃是從世界來的。
If anyone loves the world, the love of the Father is not in him; for all that is in the world—the desire of the flesh, and the desire of the eyes, and the pride of life—is not of the Father, but is of the world.
1:855
καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ·
這世界和其上的情慾都要過去。
And the world passes away, and its desire.
1:856
ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα
惟獨遵行上帝旨意的,卻永遠常存。
But he who does the will of God abides forever.
1:857
Ταῦτα οὖν οἱ θεῖοι καὶ θεοφόροι Πατέρες ἡμῶν κατανοήσαντες, καὶ τοῦ Ἀποστόλου ἀκούσαντες, ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἔσπευσαν μετὰ τὸ ἅγιον βάπτισμα ἄμωμον καὶ ἀκηλίδωτον τὸ τῆς ἀφθαρσίας διατηρῆσαι ἔνδυμα·
我們那神聖且負神的教父們,深思這些事,又聽聞使徒所言:我們必須經歷許多患難才能進入天國,於是在聖洗之後,便急切地要保守那不朽的衣袍無瑕無玷。
Considering these things, then, our divine and God-bearing Fathers, and hearing the Apostle say that we must enter the kingdom of heaven through many tribulations, made haste, after holy baptism, to keep unblemished and unstained the garment of incorruption.
1:858
ὅθεν οἱ μὲν αὐτῶν καὶ ἕτερον προσέθεντο βάπτισμα προσλαβέσθαι, τὸ δι' αἵματός φημι καὶ διὰ μαρτυρίου·
因此,他們當中有些人,還加上領受了另一種洗禮,就是我所說的,藉著血、藉著殉道的洗禮。
Wherefore some of them added the receiving of a second baptism as well, I mean that through blood and through martyrdom.
1:859
βάπτισμα γὰρ καὶ τοῦτο ὠνόμασται, καὶ πάνυ γε τιμιώτατον καὶ αἰδεσιμώτατον·
因為這也被稱為一種洗禮,而且是極其尊貴、極為可敬的洗禮。
For this too has been called a baptism, and indeed a most honorable and most venerable one.
1:860
δευτέροις γὰρ οὐ μολύνεται ἁμαρτίας μολυσμοῖς·
因為它不會再被第二次的罪污所玷染。
For it is not defiled by the stains of a second [set of] sins.
1:861
ὅπερ καὶ ὁ Κύριος ἡμῶν ὑπὲρ ἡμῶν καταδεξάμενος βάπτισμα εἰκότως ἐκάλεσεν
這事,我們的主也曾為我們的緣故承受了,並恰當地稱之為洗禮。
This same thing our Lord also, having accepted it on our behalf, fittingly called a baptism.
1:862
ἐντεῦθεν αὐτοῦ μιμηταὶ καὶ ζηλωταὶ γενόμενοι, πρότερον μὲν οἱ αὐτόπται αὐτοῦ καὶ μαθηταὶ καὶ ἀπόστολοι, ἔπειτα δὲ καὶ πᾶς ὁ τῶν ἁγίων μαρτύρων χορός, τοῖς θεραπευταῖς τῶν εἰδώλων βασιλεῦσι καὶ τυράννοις ἑαυτοὺς ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐκδόντες, πᾶν εἶδος κολαστηρίων ὑπέμειναν, θηρίοις προσομιλήσαντες καὶ πυρὶ καὶ ξίφεσι, καί, τὴν καλὴν ὁμολογίαν ὁμολογήσαντες, τὸν δρόμον τετελεκότες καὶ τὴν πίστιν τετηρηκότες, τῶν τῆς δικαιοσύνης ἐπέτυχον βραβείων, τῶν Ἀγγέλων ὁμοδίαιτοι καὶ τοῦ Χριστοῦ συγκληρονόμοι γενόμενοι·
由此,凡成為祂的效法者與熱心追隨者的人——起初是那些親眼見證祂、作祂門徒與使徒的人,其後則是全體聖殉道者的合唱團——皆為基督之名將自己交付給事奉偶像的君王與暴君,忍受了各種酷刑,與野獸、烈火、刀劍相搏;他們作了美好的見證,跑盡了當跑的路,守住了所信的道,因而獲得了公義的獎賞,成為天使的同居者,並與基督同為後嗣。
Hence, becoming imitators and zealous followers of him—first his own eyewitnesses, disciples, and apostles, and afterward the whole choir of the holy martyrs—having delivered themselves up, for the sake of the name of Christ, to kings and tyrants who were servants of idols, endured every kind of torment, consorting with wild beasts, with fire, and with swords; and having confessed the good confession, having finished the course and kept the faith, they obtained the prizes of righteousness, becoming fellow-dwellers with the Angels and joint-heirs with Christ.
1:863
ὧν ἡ ἀρετὴ τοσοῦτον ἔλαμψεν, ὡς εἰς πᾶσαν τὴν γῆν τὸν φθόγγον αὐτῶν ἐξελθεῖν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν κατορθωμάτων αὐτῶν ἀστράψαι τὴν λαμπηδόνα
他們的德行如此輝耀,以致他們的聲音傳遍全地,他們功業的光輝閃耀至天下四方。
Their virtue shone forth so greatly that their sound went out into all the earth, and the brightness of their achievements flashed forth unto the ends of the inhabited world.
1:864
τούτων, οὐ τὰ ῥήματα μόνον καὶ τὰ ἔργα, ἀλλὰ καὶ αὐτὰ τὰ αἵματα καὶ τὰ ὀστᾶ πάσης ἁγιότητος πλήρη ὑπάρχουσι, δαίμονας μὲν κατὰ κράτος ἐλαύνοντα, ἀνιάτων δὲ νοσημάτων ἰάσεις τοῖς πίστει προσψαύουσι παρέχοντα·
他們的話語與作為固然如此,甚至連他們的血與骨也充滿了一切聖潔,能強而有力地驅逐鬼魔,並為以信心觸摸的人醫治無法治癒的疾病。
Not only their words and deeds, but even their very blood and bones, are full of all holiness, mightily driving out demons and providing cures for incurable diseases to those who touch them with faith.
1:865
καὶ τὰ ἱμάτια δὲ καὶ εἴ τι ἄλλο τοῖς τιμίοις αὐτῶν προσήγγισε σώμασι, τῇ κτίσει πάσῃ πάντοτέ ἐστιν αἰδέσιμα
他們的衣物,以及一切曾接觸過他們尊貴身軀之物,對全體受造之物而言,永遠都是可敬的。
And their garments, and whatever else touched their honored bodies, are forever venerable to all creation.
1:866
περὶ ὧν πολύς ἐστιν ὁ λόγος κατὰ μέρος τὰς αὐτῶν ἀριστείας διηγήσασθαι
關於他們,若要一一詳述其英勇事蹟,實需長篇大論。
Concerning whom it would take much discourse to relate in detail their valorous deeds.
1:867
Ἐπεὶ δὲ οἱ μὲν ἀπηνεῖς ἐκεῖνοι καὶ θηριώδεις τύραννοι κακοὶ κακῶς ἀπώλοντο, καὶ ὁ διωγμὸς ἔπαυσε, βασιλεῖς δὲ πιστοὶ ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐβασίλευσαν, διαδεξάμενοι ἕτεροι καὶ μιμησάμενοι τὸν ζῆλον ἐκείνων καὶ τὸν θεῖον πόθον, λέγω δὲ τῶν μαρτύρων, καὶ τῷ αὐτῷ ἔρωτι τὰς ψυχὰς τρωθέντες, ἄριστα διεσκόπουν ἀρρύπαντον τὴν ψυχὴν καὶ τὸ σῶμα τῷ Κυρίῳ παραστῆσαι, πάσας τὰς τῶν παθῶν περικόψαντες ἐνεργείας, καὶ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἑαυτοὺς ἐκκαθάραντες
及至那些殘暴如獸的暴君惡有惡報地滅亡、逼迫止息之後,忠信的君王便在普天下為王;後繼者仿效那些人的熱誠與神聖渴慕,我是說殉道者的熱誠,他們的靈魂也被同樣的愛情所刺傷,於是竭盡所能地思量,要將靈魂與身體不受玷污地獻與主,斬斷諸情的一切作用,並潔淨自己脫離肉體與靈魂的一切污穢。
But when those harsh and beastly tyrants perished evilly in their evil, and the persecution ceased, and faithful emperors reigned throughout the whole inhabited world—others succeeding them and imitating that zeal and divine longing, I mean that of the martyrs, and being wounded in their souls by the same love—they took the best counsel to present their soul and body unstained to the Lord, cutting off all the workings of the passions, and cleansing themselves from every defilement of flesh and spirit.
1:868
ἐπεὶ δὲ οὐκ ἄλλως τοῦτο, ἀλλὰ διὰ τῆς φυλακῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ κατορθοῦσθαι ἔγνωσαν, τὴν δὲ φυλακὴν τῶν ἐντολῶν καὶ τὴν ἐργασίαν τῶν ἀρετῶν δυσχερῶς ἐν μέσῳ τῶν τοῦ κόσμου θορύβων προσγίνεσθαι κατενόησαν, ἄλλον τινὰ βίον ξένον καὶ ἐνηλλαγμένον ἑαυτοῖς ἐπετηδεύσαντο, καί, κατὰ τὴν θείαν φωνήν, πάντα καταλιπόντες, γονεῖς, τέκνα, φίλους, συγγενεῖς, πλοῦτον καὶ τρυφήν, καὶ πάντα τὰ ἐν τῷ κόσμῳ μισήσαντες, πρὸς τὰς ἐρήμους, ὥσπερ τινὲς φυγάδες, ᾤχοντο, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, πάντων τῶν ἐπὶ γῆς τερπνῶν τε καὶ ἀπολαυστικῶν ἑαυτοὺς μακρύναντες, καὶ αὐτοῦ δὲ τοῦ ἄρτου καὶ σκεπάσματος λίαν ἐνδεῶς ἔχοντες·
既然他們知道,此事非藉基督誡命之遵守不能成就,又體察到守誡命、行諸德,在世間的紛擾之中極難做到,於是他們為自己選擇了另一種奇特而迥異的生活方式;並照著那神聖的聲音,撇下一切——父母、兒女、朋友、親屬、財富與逸樂——並厭棄世上的一切,像逃亡者一般奔往曠野,忍受匱乏、患難、苦待,在荒野、山嶺、洞穴與地穴中流離漂泊,使自己遠離地上一切令人愉悅、享樂之事,甚至連麵包與遮蔽之所也極度缺乏。
But since they knew that this could be accomplished in no other way than through the keeping of Christ's commandments, and they perceived that the keeping of the commandments and the working of the virtues comes about only with difficulty amid the tumults of the world, they adopted for themselves another, strange and altered manner of life; and, according to the divine voice, forsaking all things—parents, children, friends, kinsfolk, wealth and luxury—and hating all things in the world, they departed to the deserts like fugitives, lacking, afflicted, ill-treated, wandering in wildernesses and mountains and caves and the holes of the earth, having removed themselves far from all the pleasant and enjoyable things upon earth, and being in great want even of bread itself and of shelter.
1:869
δύο ταῦτα πραγματευσάμενοι, ἵνα, μὴ ὁρῶντες τὰς ὕλας τῶν παθῶν, προρρίζους αὐτῶν τὰς ἐπιθυμίας ἐκ τῆς ψυχῆς ἀνασπάσωσι, καί, τὰς αὐτῶν ἐξαλείψαντες μνήμας, ἔρωτα καὶ πόθον τῶν θείων καὶ οὐρανίων ἐν ἑαυτοῖς ἐμφυτεύσωσι·
他們藉此成就了兩件事:一是不再目睹諸情的材料,便能將這些慾望連根從靈魂中拔除;二是抹去對這些事物的記憶,在自己心中栽種對神聖與屬天之事的愛慕與渴望。
They accomplished these two things: that, not seeing the materials of the passions, they might uproot their desires from the soul, and, having erased the memories of them, might implant in themselves love and longing for things divine and heavenly.
1:870
πρὸς τούτοις, ἵνα, διὰ τῆς κακοπαθείας τὸ σαρκίον ἐκδαπανήσαντες καὶ μάρτυρες τῇ προαιρέσει γενόμενοι, μὴ ἀποτύχωσι τῆς εὐκλείας τῶν δι' αἵματος τελειωθέντων, ἀλλὰ μιμηταὶ καὶ αὐτοὶ τῶν τοῦ Χριστοῦ παθημάτων, ὅσον τὸ ἐπ' αὐτοῖς
此外,也是為了藉苦行耗損肉身,在心志上成為殉道者,好使自己不致失去那些藉血而得成全者的榮耀,反倒竭盡己力,效法基督的苦難,
And besides these things, that, having worn down the flesh through hardship and having become martyrs in purpose, they might not fail of the glory of those who were made perfect through blood, but might themselves also, so far as lay in their power, become imitators of the sufferings of Christ,
1:871
γενόμενοι, καὶ τῆς ἀτελευτήτου βασιλείας συμμέτοχοι ἔσονται
藉此成為那無窮國度的共享者。
and thus become sharers together in the unending kingdom.
1:872
οὕτως οὖν ἄριστα διασκεψάμενοι, τὸν μονάδα καὶ ἡσύχιον μετῆλθον βίον, τινὲς μὲν αἴθριοι διακαρτερήσαντες, τῷ φλογμῷ τοῦ καύσωνος καὶ κρυμοῖς ἀγρίοις καὶ ὄμβροις καὶ ταραχαῖς ἀνέμων ταλαιπωρούμενοι·
他們如此深思熟慮之後,便追求一種獨居靜默的生活;有些人露宿於天地之間,忍受著酷熱的燒灼、嚴寒的凍冽、風雨的侵襲與狂風的紛擾;
Having thus taken the best counsel, they pursued a solitary and quiet life; some enduring in the open air, worn down by the scorching heat, the fierce frosts, the rains, and the turbulence of the winds;
1:873
οἱ δέ, καλύβας πηξάμενοι, ἢ σπηλαίοις καὶ ἄντροις ὑποκρυ βέντες, διέζησαν
另有些人則搭建茅屋,或藏身於洞窟與穴中,度過一生。
while others, having pitched huts, or hidden themselves in caves and dens, lived out their lives.
1:874
οὕτω δὲ τὴν ἀρετὴν μετερχόμενοι, πᾶσαν σαρκικὴν παράκλησιν καὶ ἀνάπαυσιν εἰς τέλος ἀπηρνήσαντο, λαχάνων ὠμῶν καὶ βοτανῶν, ἢ ἀκροδρύων, ἢ ἄρτου ξηροῦ καὶ πάνυ σκληροῦ στοιχήσαντες διαίτῃ, μὴ τῇ ποιότητι μόνον ἀποταξάμενοι τῶν ἡδέων, ἀλλά, τῷ περιόντι τῆς ἐγκρατείας, καὶ πρὸς τὴν ποσότητα τὸ φιλότιμον ἑαυτῶν παρατείναντες
他們如此追求德行,徹底棄絕一切肉身的安慰與安息,以生蔬野菜、或樹木果實、或乾硬粗糙的麵包為食;他們不僅棄絕美味之品質,更因節制有餘,將自己的熱忱擴及食量的多寡。
Pursuing virtue in this way, they utterly renounced all bodily comfort and rest, following a diet of raw vegetables and herbs, or of tree-fruits, or of dry and very hard bread—renouncing not only the quality of pleasant things, but, through the abundance of their self-control, extending their zeal even to the quantity as well.
1:875
τοσοῦτον γὰρ καὶ αὐτῶν τῶν εὐτελῶν καὶ ἀναγκαιοτάτων μετελάμβανον βρωμάτων, ὅσον ἀποζῆν μόνον
他們就連那些最粗劣、最必需的食物,也只取用僅足以維持性命的份量。
For they partook of even the humblest and most necessary foods only to the extent needed to stay alive.
1:876
οἱ μὲν γὰρ αὐτῶν, ὅλας τὰς τῆς ἑβδομάδος ἡμέρας ἄσιτοι διατελοῦντες, τῇ κυριακῇ τροφῆς μετελάμβανον·
他們當中有人,整週各日皆不進食,只在主日才用飯;
For some of them, remaining without food the whole days of the week, partook of nourishment on the Lord's Day;
1:877
οἱ δὲ δὶς τῆς ἑβδομάδος ταύτης μεμνημένοι·
另有人一週僅進食兩次;
and others remembered to eat twice in this week;
1:878
ἄλλοι δὲ παρὰ μίαν, ἢ καὶ καθ' ἑσπέραν, ἐσιτοῦντο ὅσον μόνον τροφῆς ἀπογεύεσθαι
又有人隔日一食,或每晚一食,所食僅止於略嘗滋味而已。
and others ate every other day, or even every evening, only so much as merely to taste of food.
1:879
εὐχαῖς τε καὶ ἀγρυπνίαις μικροῦ πρὸς τὸν τῶν ἀγγέλων παρημιλλήθησαν βίον, χαίρειν εἰπόντες χρυσίου καὶ ἀργυρίου τῇ κτήσει παντάπασι, πράσεις τε καὶ ἀγορασίας ἐπιλαθόμενοι εἶναι ὅλως ἐν ἀνθρώποις
他們藉禱告與儆醒,幾乎能與天使的生活相媲美,對金銀之擁有全然道別,甚至完全忘卻人間尚有買賣這回事。
By prayers and vigils they almost rivaled the life of the angels, having bidden entire farewell to the possession of gold and silver, and having utterly forgotten that buying and selling exist among men at all.
1:880
Φθόνος δὲ καὶ ἔπαρσις, οἱ μάλιστα τοῖς ἀγαθοῖς ἔργοις ἀκολουθεῖν εἰωθότες, οὐκ ἔσχον χώραν ἐν αὐτοῖς
至於嫉妒與自高——這兩者最慣於伴隨善行而生——在他們之中卻毫無容身之地。
But envy and arrogance, which are most accustomed to accompany good works, had no place among them.
1:881
οὐδὲ γὰρ ὁ ἐλάττων ἐν τοῖς τῆς ἀσκήσεως ἱδρῶσι κατὰ τοῦ μᾶλλον διαλάμποντος βασκανίας λογισμὸν ὅλως ἐν ἑαυτῷ ὑπεδέχετο·
因為在苦修汗勞上較為遜色者,對那更為顯耀者,心中絲毫不曾懷有嫉妒的念頭;
For neither did the one who was lesser in the sweats of asceticism entertain in himself at all a thought of envy against the one who shone forth more brightly;
1:882
οὐδ' αὖ πάλιν τὸν μεγάλα κατορθοῦντα κατὰ τῶν ἀσθενεστέρων πρὸς οἴησιν ἐπῆρεν ἡ ἀλαζονεία ἢ ἐξουθενεῖν τὸν πλησίον, ἢ ἐγκαυχᾶσθαι τῇ ἀσκήσει, καὶ μεγαλοφρονεῖν ἐπὶ τοῖς κατορθώμασιν, ἀπατήσασα
反之,那成就大事之人,也不曾被自負所欺哄,因而對較弱者心生自恃、鄙視鄰人,或誇耀自己的苦修,或因自己的功業而自視甚高。
nor again did arrogance, deceiving him, puff up the one who achieved great things against the weaker ones toward self-conceit, whether to despise his neighbor, or to boast in his asceticism, and to think highly of himself over his accomplishments.
1:883
ὁ γὰρ τὸ πλέον ἔχων εἰς ἀρετήν, οὐ πόνοις ἰδίοις, ἀλλὰ Θεοῦ δυνάμει, τὸ πᾶν ἐπιγράφων, ταπεινόφρονι γνώμῃ ἔπειθεν ἑαυτὸν μηδὲν ὅλως ἐργά ζεσθαι, ἀλλὰ καὶ πλειόνων ὀφειλέτην εἶναι, καθά φησιν ὁ Κύριος·
因為在德行上有更多長進的人,將一切歸功於上帝的能力,而非自己的辛勞,並以謙卑之心說服自己:他其實一無所成,反倒還欠了更多的債,正如主所說:
For the one who had the greater share in virtue, ascribing the whole not to his own labors but to the power of God, persuaded himself, with a humble disposition, that he had accomplished nothing at all, but was rather a debtor for still more, even as the Lord says:
1:884
Ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν
你們做完了一切所吩咐的,只當說:『我們是無用的僕人,所做的本是我們應分做的。』
When you have done all that was commanded you, say, 'We are unprofitable servants; we have done only what we ought to have done.'
1:885
οἱ δὲ πάλιν οὐδὲ ποιῆσαί ποτε τὰ διατεταγμένα ἔπειθον ἑαυτούς, ἀλλὰ πλείονα εἶναι τῶν ἤδη κατωρθωμένων τὰ ἐλλείποντα
他們也從未說服自己已經做完了所吩咐的一切,反倒認為尚有欠缺之處,遠多於已經成就的。
And again, they never persuaded themselves that they had ever done what was commanded, but that what was still lacking was greater than what had already been accomplished.
1:886
καὶ ὁ ἐλαττούμενος πάλιν ἐν τῇ ἀσκήσει, διὰ σωματικὴν ἴσως ἀσθένειαν, ἐξευτέλιζε ταλανίζων ἑαυτόν, ῥᾳθυμίᾳ γνώμης, οὐχὶ φύσεως ἀσθενείᾳ, τὸ ὑστέρημα λογιζόμενος
而那在苦修上有所不及者,或許是因身體軟弱之故,便自覺卑微,視自己為可憐之人,將自己的不足歸因於心志的懈怠,而非天性的軟弱。
And the one who fell short again in asceticism, perhaps because of bodily weakness, would abase himself, deeming himself wretched, reckoning his deficiency to be due to slackness of will, not to weakness of nature.
1:887
οὕτως οὖν ἄλλος ἄλλου καὶ πάντες ἁπάντων ἦσαν μετριώτεροι·
如此,各人都自視比他人更為謙遜,眾人也都自視比眾人更為謙遜。
Thus, then, each considered himself more modest than the other, and all more modest than all.
1:888
κενοδοξίας δὲ πάθος ἢ ἀνθρωπαρεσκείας ποῦ ἐν ἐκείνοις; οἵτινες, τὴν οἰκουμένην φυγόντες, διὰ τοῦτο οἰκοῦσι τὴν ἔρημον, οὐκ ἀνθρώποις, ἀλλὰ Θεῷ τὰ κατορθώματα δεικνύναι βουλόμενοι, παρ' οὗ καὶ τῶν κατορθωμάτων τὰς ἀμοιβὰς ἐλπίζουσι, καλῶς ἐπιστάμενοι ὅτι αἱ διὰ κενοδοξίαν ἐπιτελούμεναι ἀσκήσεις ἄμισθοι, δι' ἔπαινον γὰρ ἀνθρώπων, καὶ οὐ διὰ τὸν Θεὸν γίνονται·
那麼,在這些人身上,虛榮或討好世人的情又豈有容身之處呢?他們逃離了塵世,正因如此才居於曠野,願將自己的功業顯示給上帝看,而非世人,並盼望從祂那裡得著功業的回報;他們深知,因虛榮而行的苦修是得不到獎賞的,因為那是為求人的稱讚,而非為了上帝。
Where, then, in these men was the passion of vainglory or of man-pleasing? For they, having fled the inhabited world, dwell in the desert precisely for this reason: wishing to display their achievements not to men but to God, from whom also they hope for the rewards of their achievements, knowing well that ascetic labors performed for the sake of vainglory are unrewarded, for they are done for the praise of men, and not for the sake of God.
1:889
ὅθεν καὶ διπλῶς οἱ τοιοῦτοι ἀδικοῦνται, τὸ σῶμα κατατήκοντες καὶ μισθὸν μὴ λαμβάνοντες
因此,這樣的人是雙重受虧損的:既耗損了身體,又得不到獎賞。
Wherefore such men are wronged doubly, wasting away the body and yet receiving no reward.
1:890
οἱ δὲ τῆς ἄνω δόξης ὀρεγόμενοι καὶ πρὸς ταύτην ἐπειγόμενοι πάσης τῆς ἐπιγείου καὶ ἀνθρωπίνης κατεφρόνησαν
但那渴慕天上榮耀、並急切奔向它的人,卻鄙視一切屬地與屬人的榮耀。
But those who reached out for the glory above, and hastened toward it, despised all earthly and human glory.
1:891
Ἔχουσι δὲ τὰς οἰκήσεις οἱ μὲν ἐν παντελεῖ ἀναχωρήσει καὶ μονίᾳ τὸν ἀγῶνα διανύοντες, μακρύναντες ἑαυτοὺς τῆς τῶν ἀνθρώπων συναυλίας παρ' ὅλον αὐτῶν τὸν τῆς ζωῆς χρόνον καὶ Θεῷ πλησιάσαντες·
至於他們的居所:有些人在完全的隱退與獨居中完成他們的爭戰,終生遠離與人的相處,親近上帝;
As for their dwellings: some, completing their contest in total withdrawal and solitude, have removed themselves far from the company of men for the whole time of their life, and have drawn near to God;
1:892
οἱ δέ, πόρρωθεν ἀλλήλων τὰς οἰκήσεις πηξάμενοι, ταῖς Κυριακαῖς εἰς ἐκκλησίαν μίαν φοιτῶσι, καὶ τῶν θείων μυστηρίων κοινωνοῦσι, τῆς ἀναιμάκτου φημὶ θυσίας, τοῦ ἀχράντου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ Χριστοῦ, ἃ τοῖς πιστοῖς εἰς ἄφεσιν ἁμαρτιῶν, φωτισμόν τε καὶ ἁγιασμὸν ψυχῆς καὶ σώματος ὁ Κύριος ἐδωρήσατο·
另有些人則彼此相隔一段距離而築居,於各主日聚集到同一座教堂,並共領神聖的奧祕——我是說那無血的祭獻,即基督無玷的身體與寶貴的血——這是主為使信徒罪得赦免、並使靈魂與身體得光照、成聖,所賜下的;
while others, having pitched their dwellings at a distance from one another, come together on the Lord's Days to a single church, and partake of the divine mysteries—I mean of the bloodless sacrifice, the undefiled body and the precious blood of Christ—which the Lord bestowed upon the faithful for the remission of sins, and for the illumination and sanctification of soul and body;
1:893
καί, ἑστιῶντες ἀλλήλους γυμνασίᾳ τῶν θείων λόγων καὶ ταῖς ἠθικαῖς παραινέσεσι, τούς τε κρυπτοὺς τῶν ἀντιπάλων δημοσιεύοντες πολέμους, ὥστε μὴ ἁλῶναι τούτοις τινὰ τῆς πάλης ἀγνοοῦντα τὴν μέθοδον, οἴκαδε
他們以研習神聖言語及倫理勸勉互相款待,並將敵人隱密的爭戰公開揭露,免得有人因不知搏鬥的方法而被擒獲;隨後各自返家——
and, feasting one another with the exercise of divine words and with moral exhortations, and making public the hidden warfare of their adversaries, so that no one, being ignorant of the method of the struggle, might be captured by them, each returns home
1:894
πάλιν ἕκαστος ἐπανέρχονται, τὸ τῆς ἀρετῆς μέλι τοῖς σίμβλοις τῶν καρδιῶν φιλοτίμως ἐναποτιθέντες, καὶ γεωργοῦντες καρπὸν γλυκύτατον καὶ τῆς ἐπουρανίου τραπέζης ἐπάξιον
各人又再次回返,殷勤地將德行之蜜儲藏於心靈的蜂巢之中,耕耘出最甘甜、堪配於天上筵席的果實。
each one returns again, diligently storing away the honey of virtue in the hives of their hearts, and cultivating a fruit most sweet and worthy of the heavenly table.
1:895
Ἄλλοι δὲ κοινοβιακὸν μετέρχονται βίον·
另有些人則過著共修(集體隱修)的生活。
But others pursue the cenobitic life.
1:896
οἵτινες, πλήθη πολυάνθρωπα ἐπὶ τὸ αὐτὸ ἀθροισθέντες, ὑφ' ἑνὶ ταξιάρχῃ καὶ προεστῶτι, τῷ πάντων διαφορωτάτῳ, ἑαυτοὺς ἔταξαν, πᾶν θέλημα ἑαυτῶν μαχαίρᾳ τῆς ὑπακοῆς ἀποσφάξαντες·
這些人聚集成眾多人群,同處一地,將自己置於一位統領與院長之下——即眾人中最為傑出者——並以順服之劍,將自己的一切意志盡行宰殺;
These, gathering together in populous multitudes into one place, have placed themselves under a single commander and superior—the most eminent of them all—having slaughtered every will of their own with the sword of obedience;
1:897
καὶ δούλους ὠνητοὺς ἑαυτοὺς ἑκουσίως λογισάμενοι, οὐκ ἔτι ἑαυτοῖς ζῶσιν, ἀλλ' ᾧ διὰ τὸν τοῦ Χριστοῦ πόθον ἑαυτοὺς καθυπέταξαν·
他們甘願自視為被買來的奴僕,不再為自己而活,乃是為那因對基督的渴慕而使自己順服於他的人而活;
and, willingly reckoning themselves purchased slaves, they no longer live for themselves, but for him to whom, for love of Christ, they have subjected themselves;
1:898
οἰκειότερον δὲ μᾶλλον εἰπεῖν, ζῶσιν οὐκ ἔτι ἑαυτοῖς, ζῇ δὲ ἐν αὐτοῖς ὁ Χριστός, ᾧ ἠκολούθησαν πάντα ἀπαρνησάμενοι
或者,說得更確切些,他們不再為自己而活,乃是基督活在他們裡面——他們棄絕一切,跟從了祂。
or, to speak more properly, they no longer live for themselves, but Christ lives in them, whom they followed, having renounced all things.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。