📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 巴蘭與約撒法

巴蘭與約撒法 第 1 章 第 16/18 段

希臘文原文.205 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2618–1:2822(全章共 2985 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:2618
ὁ μέντοι βασιλεὺς Ἀβεννήρ, οὕτω τῆς προτέρας ἐκείνης μοχθηρᾶς ἀγωγῆς ἀποστὰς καὶ μετάμελος ὢν ἐφ' οἷς ἔπραξε, πᾶσαν μὲν τὴν βασίλειον ἀρχὴν τῷ υἱῷ παραδίδωσιν·
然而,阿貝內爾王既如此離棄從前那惡劣的生活方式,又為自己所行之事懊悔,便將整個王國的統治權交給了兒子。
King Abenner, however, having thus departed from that former wretched way of life and being repentant for the things he had done, handed over the entire royal rule to his son.
1:2619
αὐτὸς δὲ καθ' ἑαυτὸν ἠρεμῶν, κόνιν ἀεὶ τῆς κεφαλῆς καταχέων, βαρεῖς τε ἀναφέρων στεναγμοὺς καὶ λούων τοῖς δάκρυσιν ἑαυτόν, μόνος μόνῳ τῷ πανταχοῦ παρόντι ὡμίλει, συγγνώμην αὐτῷ τῶν οἰκείων πταισμάτων ἐξαιτούμενος
他自己則獨居靜修,常在頭上撒灰,發出沉重的嘆息,以淚洗面,獨自與那無所不在者交談,祈求祂赦免自己的過犯。
And he himself, living quietly by himself, continually pouring dust upon his head, uttering heavy groans and bathing himself with tears, conversed alone with the One who is present everywhere, begging forgiveness from him for his own transgressions.
1:2620
εἰς τοσαύτην δὲ κατανύξεως καὶ ταπεινοφροσύνης ἄβυσσον ἑαυτὸν καθῆκεν ὡς παραιτεῖσθαι καὶ τὸ τοῦ Θεοῦ ὄνομα τοῖς ἑαυτοῦ ὀνομάζειν χείλεσι, μόλις δὲ τούτου τῇ τοῦ υἱοῦ νουθεσίᾳ κατατολμῆσαι
他使自己陷入極深的痛悔與謙卑深淵之中,以致不敢用自己的嘴唇稱念神的名,直到經兒子勸勉,才勉強敢於開口。
And he let himself down into such an abyss of compunction and humility that he refused even to name the name of God with his own lips, and only barely, through his son's admonition, did he dare to do so.
1:2621
οὕτω δὲ τὴν καλὴν ἀλλοίωσιν ἠλλοιώθη καὶ τὴν πρὸς ἀρετὴν ἀπάγουσαν ὥδευσε τρίβον ὡς ὑπερβῆναι αὐτὸν τῇ εὐσε βείᾳ τῶν προτέρων ἀνομιῶν τὸ ἀγνόημα
他就這樣經歷了美好的轉變,行走那通向美德的道路,以致他後來的敬虔竟超越了他從前罪愆的過犯。
And he was so changed with this good change, and walked the path leading toward virtue, that he surpassed, by his piety, the guilt of his former transgressions.
1:2622
ἐπὶ τέσσαρας δὲ χρόνους οὕτω βιοὺς ἐν μετανοίᾳ καὶ δάκρυσι καὶ ἀρετῇ πάσῃ, ἀρρωστίᾳ περιέπεσεν, ἐν ᾗ καὶ τελευτᾷ
他如此在悔改、眼淚與各樣美德中生活了四年,之後患病,並因此病而離世。
And having lived thus for four years in repentance and tears and every virtue, he fell into sickness, in which he also died.
1:2623
ὅτε δὲ τὸ τέλος ἤγγισεν, ἤρξατο φοβεῖσθαι καὶ ἀδημονεῖν, μνείαν ποιούμενος τῶν αὐτῷ πεπραγμένων κακῶν
當死期臨近時,他開始感到懼怕與不安,想起自己昔日所行的種種惡事。
And when the end drew near, he began to fear and be distressed, calling to mind the evils he had done.
1:2624
ὁ δὲ Ἰωάσαφ ῥήμασι παρακλητικοῖς τὸ ἐπιπεσὸν αὐτῷ διεκούφιζεν ἄχθος, Ἱνατί περίλυπος εἶ, λέγων, ὦ πάτερ, καὶ ἱνατί συνταράττεις ἑαυτόν; ἔλπισον ἐπὶ τὸν Θεὸν καὶ ἐξομολόγει αὐτῷ, ὅς ἐστιν ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, ὃς κέκραγε διὰ τοῦ προφήτου βοῶν·
約撒法便以安慰的話語,減輕落在他身上的重擔,說道:『父啊,你為何如此憂傷?為何自己心裡煩亂?當仰望神,向祂認罪;祂是地極一切人、以及遠在海中之人的盼望,祂曾藉先知呼喊說:』
But Ioasaph, with consoling words, lightened the burden that had fallen upon him, saying: 'Why are you so grieved, O father, and why do you trouble yourself? Hope in God and confess to him, who is the hope of all the ends of the earth and of those far off at sea, who cries out through the prophet, saying:'
1:2625
Λούσασθε, καθαροὶ γένεσθε·
『你們要洗滌自己,使自己潔淨;』
'Wash yourselves, become clean;'
1:2626
ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου·
『從我眼前除掉你們靈魂中的惡行;』
'remove your wickednesses from your souls, from before my eyes;'
1:2627
καί, Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ·
又說:『你們的罪雖像朱紅,我必使它們潔白如雪;』
and, 'Though your sins be as scarlet, I will make them white as snow;'
1:2628
ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ
『雖紅如丹顏,我必使它們潔白如羊毛。』
'though they be as crimson, I will make them white as wool.'
1:2629
μὴ φοβοῦ τοίνυν, ὦ πάτερ, μηδὲ δίσταζε·
所以,父啊,不要懼怕,也不要疑惑;
Do not fear, therefore, O father, nor doubt;
1:2630
οὐ νικῶσι γὰρ αἱ ἁμαρτίαι τῶν ἐπιστρεφόντων πρὸς Θεὸν τὴν ἄπειρον αὐτοῦ ἀγαθότητα
因為那歸向神之人的罪,不能勝過祂那無限的良善。
for the sins of those who turn back to God do not overcome his infinite goodness.
1:2631
αὗται γὰρ ὑπὸ μέτρον εἰσὶ καὶ ἀριθμὸν, ὅσαι ἂν ὦσιν·
因為這些罪,無論有多少,都是有限度、可計數的;
For these sins, however many they may be, are under measure and number;
1:2632
ἐκείνη δὲ ἀμέτρητός ἐστι καὶ ἀναρίθμητος
而那良善卻是不可量、不可數的。
but that goodness is immeasurable and innumerable.
1:2633
οὐκ ἐνδέχεται τοίνυν τὸ ὑποκείμενον μέτρῳ τοῦ ἀμετρήτου περιγενέσθαι
因此,凡受限於度量之事,斷不能勝過那無限之事。
It is not possible, therefore, for that which is subject to measure to prevail over the immeasurable.
1:2634
Τοιούτοις παρακλητικοῖς ῥήμασι κατεπᾴδων αὐτοῦ τὴν ψυχήν, εὔελπιν ἀπειργάσατο
他就用這樣安慰的話語撫慰父親的心靈,使他重新充滿盼望。
With such consoling words he charmed his father's soul, and made him full of hope.
1:2635
εἶτα ἐκτείνας ὁ πατὴρ τὰς χεῖρας, εὐχαριστῶν αὐτῷ ὑπερηύχετο, καὶ τὴν ἡμέραν εὐλόγει ἐν ᾗ αὐτὸς ἐγγεννήθη, Τέκνον, λέγων, γλυκύτατον, τέκνον οὐκ ἐμόν, ἀλλὰ τοῦ οὐρανίου Πατρός, ποίαν ἀποδώσω σοι χάριν; ποίαις εὐλογήσω σε εὐλογίαις; τίνα δὲ εὐχαριστίαν ἀναπέμψω τῷ Θεῷ περὶ σοῦ; ἀπολωλὼς γὰρ ἤμην, καὶ εὑρέθην διὰ σοῦ·
隨後,父親伸出雙手,向他感恩祝禱,並稱頌自己重生之日的福分,說道:『我最親愛的孩子啊,你不是我的孩子,而是天父的孩子;我當以何等恩惠報答你?當以何等祝福為你祝福?又當為你向神獻上怎樣的感謝呢?因我曾迷失,卻藉著你被尋回;』
Then the father, stretching out his hands, giving thanks, prayed fervently for him, and blessed the day on which he himself had been begotten, saying: 'Sweetest child, child not of mine, but of the heavenly Father, what favor shall I render to you? With what blessings shall I bless you? And what thanksgiving shall I send up to God concerning you? For I was lost, and through you I was found;'
1:2636
νεκρὸς ἤμην τῇ ἁμαρτίᾳ, καὶ ἀνέζησα·
『我曾因罪而死,卻又重新活過來;』
'I was dead in sin, and I came to life again;'
1:2637
ἐχθρὸς καὶ ἀποστάτης Θεοῦ, καὶ κατηλλάγην
『我曾是神的仇敵、背棄祂的叛徒,如今卻與祂和好了。』
'an enemy and apostate of God, and I was reconciled.'
1:2638
τί οὖν ἀνταποδώσω σοι ὑπὲρ τούτων ἁπάντων; Θεός ἐστιν ὁ ἀξίας σοι παρέχων τὰς ἀμοιβάς
『那麼,我當如何回報你這一切呢?是神親自要賜給你相稱的報償。』
'What then shall I repay you for all these things? It is God who grants you worthy rewards.'
1:2639
οὕτω λέγων, πυκνὰ κατεφίλει τὸν φίλτατον παῖδα
他這樣說著,一再親吻他最摯愛的孩子。
Saying these things, he kissed his most beloved child many times.
1:2640
εἶτα εὐξάμενος, καί, Εἰς χεῖράς σου, φιλάνθρωπε Θεέ, παρατίθημι τὸ πνεῦμά μου, εἰπών, ἐν μετανοίᾳ τὴν ψυχὴν καὶ εἰρήνῃ παρέθετο τῷ Κυρίῳ
隨後他禱告,說:『慈愛世人的神啊,我將我的靈魂交在祢手中』;如此在悔改與平安中,他將自己的靈魂交託給了主。
Then, having prayed, and having said, 'Into your hands, O God who loves mankind, I commit my spirit,' he committed his soul to the Lord in repentance and peace.
1:2641
Ὁ δὲ Ἰωάσαφ δάκρυσι τιμήσας
約撒法便以眼淚致敬
And Ioasaph, having honored with tears
1:2642
τελευτήσαντα τὸν πατέρα, καὶ κηδεύσας αὐτοῦ τὸ λείψανον ἐντίμως, κατέθετο ἐν μνήματι ἀνδρῶν εὐσεβῶν, οὐ μέντοι βασιλικῇ περιβαλὼν ἐσθῆτι, ἀλλὰ μετανοίας κοσμήσας ἀμφίοις
這已故的父親,隆重地為其遺體舉行殯葬,安葬於敬虔之人的墓中;然而並未為他披上王袍,而是以悔改的服裝為他裝飾。
his father who had died, and having honorably prepared his remains for burial, laid him in the tomb of pious men, not, however, clothing him in royal garb, but adorning him with the garments of repentance.
1:2643
στὰς δὲ ἐπὶ τῷ μνήματι, χεῖράς τε εἰς οὐρανὸν διάρας, καὶ δάκρυα ποταμηδὸν τῶν ὀμμάτων καταδύσας, ἐβόησε πρὸς τὸν Θεόν, λέγων·
他站在墓前,向天伸開雙手,淚如江河般從眼中湧出,向神呼喊說:
And standing at the tomb, and stretching his hands toward heaven, and letting tears flow like a river from his eyes, he cried out to God, saying:
1:2644
Ὁ Θεός, εὐχαριστῶ σε, Βασιλεῦ τῆς δόξης, μόνε κραταιὲ καὶ ἀθάνατε, ὅτι οὐ παρεῖδες τὴν δέησίν μου καὶ τῶν δακρύων μου οὐ παρεσιώπησας, ἀλλ' εὐδόκησας τὸν δοῦλόν σου τοῦτον καὶ πατέρα μου τῆς ὁδοῦ ἐπιστρέψαι τῶν ἀνομιῶν καὶ πρὸς ἑαυτὸν ἑλκύσαι τὸν σωτῆρα τῶν ἁπάντων, ἀποστήσας μὲν τῆς ἀπάτης τῶν εἰδώλων, καταξιώσας δὲ γνωρίσαι σε τὸν ἀληθινὸν Θεὸν καὶ φιλάνθρωπον
神啊,我感謝祢,榮耀的君王,獨一全能、不朽壞者!因祢沒有忽視我的祈求,也沒有對我的眼淚保持緘默;反倒喜悅使祢這僕人,也是我的父親,從罪愆之路轉回,並將他吸引歸向祢自己——萬有的救主;祢使他脫離偶像的迷惑,又使他配得認識祢,這位真實而慈愛世人的神。
O God, I thank you, King of glory, only mighty and immortal one, that you did not disregard my supplication, and did not remain silent at my tears, but were well-pleased to turn this your servant, and my father, from the way of iniquities, and to draw him to yourself, the Savior of all, having turned him away from the deceit of idols, and deeming him worthy to know you, the true and loving God.
1:2645
καὶ νῦν, ὦ Κύριέ μου καὶ Θεέ, ὁ ἀνεξιχνίαστον ἔχων τὸ τῆς ἀγαθότητος πέλαγος, τάξον αὐτὸν ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναπαύσεως, ὅπου τὸ φῶς λάμπει τοῦ προσώπου σου·
如今,我主我神啊,祢擁有那不可測度的良善大海,求祢將他安置在青草之地、安息之所,就是祢聖顏之光照耀之處;
And now, O my Lord and God, who possess the unsearchable sea of goodness, appoint him in a verdant place, in a place of rest, where the light of your countenance shines;
1:2646
καὶ μὴ μνησθῇς ἀνομιῶν αὐτοῦ ἀρχαίων, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐξάλειψον τὸ χειρόγραφον τῶν αὐτοῦ πταισμάτων, καὶ τὰ γραμματεῖα διάρρηξον τῶν αὐτοῦ ὀφλημάτων, καὶ τοὺς ἁγίους σου κατάλλαξον αὐτῷ οὓς πυρί τε καὶ ξίφει ἀνεῖλεν·
求祢不要記念他昔日的罪愆,反照祢豐盛的憐憫,塗抹他過犯的字據,撕毀他罪債的文書,並使祢的聖徒——那些被他以火與劍所殺害的人——與他和好;
and do not remember his ancient transgressions, but according to your great mercy blot out the handwriting of his offenses, and tear up the bonds of his debts, and reconcile to him your saints whom he slew by fire and by sword;
1:2647
ἐπίταξον αὐτοὺς μὴ κατ' αὐτοῦ ὀργίζεσθαι
求祢吩咐他們不要向他發怒;
command them not to be angry against him.
1:2648
πάντα γὰρ δυνατά σοι τῷ πάντων Δεσπότῃ, ἀλλ' ἢ μόνον τὸ μὴ ἐλεεῖν τοὺς μὴ ἐπιστρέφοντας πρὸς σέ·
因為在祢——萬有的主宰面前,凡事都能,唯獨不能憐憫那些不歸向祢的人;
For all things are possible to you, the Master of all, except only this: not to show mercy to those who do not turn back to you;
1:2649
τὸ γὰρ ἔλεός σου ἐκκέχυται ἐπὶ πάντας, καὶ σώζεις τοὺς ἐπικαλουμένους σε, Κύριε Ἰησοῦ Χριστέ, ὅτι πρέπει σοι δόξα εἰς τοὺς αἰῶνας
因為祢的憐憫傾注在萬人身上,凡呼求祢的,祢都拯救,主耶穌基督啊,因為榮耀當歸於祢,直到永遠。
for your mercy is poured out upon all, and you save those who call upon you, Lord Jesus Christ, for to you belongs glory forever.
1:2650
Τοιαύτας εὐχὰς καὶ δεήσεις προσέφερε τῷ Θεῷ ἐν ὅλαις ἑπτὰ ἡμέραις, μηδόλως τοῦ μνήματος ἀποστάς, μὴ βρώσεως ἢ πόσεως τοπαράπαν μνησθείς, μήτε μὴν ἀναπαύσεως ὕπνου μετασχών·
他向神獻上這樣的禱告與祈求,一連七天,絲毫不離開墓地,完全不想到飲食,也未曾稍得安眠;
Such prayers and supplications he offered to God for a full seven days, not departing from the tomb at all, not thinking at all of food or drink, nor even partaking of the rest of sleep;
1:2651
ἀλλὰ δάκρυσι μὲν τὸ ἔδαφος ἔβρεχε, στεναγμοῖς δὲ ἀσιγήτοις εὐχόμενος διετέλει
反倒以眼淚浸濕地面,以不止息的嘆息持續禱告。
but with tears he wetted the ground, and with unceasing groans he continued praying.
1:2652
τῇ ὀγδόῃ δὲ εἰς τὸ παλάτιον ἐπανελθών, πάντα τὸν πλοῦτον καὶ τὰ χρήματα τοῖς πένησι διένειμεν, ὡς μηκέτι ὑπολειφθῆναί τινα τῶν χρείαν ἐχόντων
到第八天,他返回宮中,將全部的財富與金錢分給貧民,以致再沒有任何一個貧困之人未受周濟。
And on the eighth day, having returned to the palace, he distributed all his wealth and money to the poor, so that no one in need was left unassisted.
1:2653
χχχῃι Ἐν ὀλίγαις δὲ ἡμέραις τὴν τοιαύτην τελέσας διακονίαν καὶ πάντας τοὺς θησαυροὺς κατακενώσας, ὅπως μέλλοντι τὴν στενὴν εἰσιέναι πύλην μηδὲν αὐτῷ ἐμποδίσειεν ὁ τῶν χρημάτων ὄγκος, τῇ τεσσαρακοστῇ ἡμέρᾳ τῆς τοῦ πατρὸς τελευτῆς, μνήμην αὐτῷ τελῶν, συγκαλεῖ πάντας τοὺς ἐν τέλει καὶ τοὺς στρατιωτικὰ περιεζωσμένους καὶ τοῦ πολιτικοῦ λαοῦ οὐκ ὀλίγους
他在短短數日內完成了這樣的施捨,並將所有的府庫都清空,好使自己將來進入窄門之時,不致因錢財的重擔而受任何阻礙;及至父親逝世第四十日,他為父親舉行追思之禮,召集了所有在朝官員、佩戴軍職者,以及為數不少的平民百姓。
In a few days, having completed such service and having emptied out all the treasuries, so that the mass of wealth might not hinder him at all when about to enter the narrow gate, on the fortieth day after his father's death, performing a memorial for him, he summoned together all those in office, and those girded with military rank, and not a few of the civic populace.
1:2654
καὶ προκαθίσας, ὡς ἔθος, φησὶν εἰς ἐπήκοον πάντων·
他依照慣例上座,在眾人聽聞之下說道:
And having sat down in front, as was customary, he spoke in the hearing of all:
1:2655
Ἰδού, καθὼς ὁρᾶτε, Ἀβεννὴρ πατήρ μου καὶ βασιλεὺς τέθνηκεν ὡς εἷς τῶν πενήτων, καὶ οὐδὲν αὐτῷ οὔτε ὁ πλοῦτος οὔτε ἡ βασιλικὴ δόξα, οὔτε μὴν ἐγὼ ὁ φιλοπάτωρ υἱός, οὔτε τις τῶν λοιπῶν αὐτοῦ φίλων καὶ συγγενῶν, βοηθῆσαι ἴσχυσεν αὐτῷ καὶ τῆς ἀπαραιτήτου ψήφου ἐξελέσθαι
『看哪,正如你們所見,我的父親、王阿貝內爾,已如一介貧民般離世;無論是財富,或是王者的榮耀,甚至連我這愛父的兒子,或他其餘的親友,都無法幫助他,使他免於那無可逃避的判決。』
'Behold, as you see, Abenner my father and king has died like one of the poor, and neither wealth nor royal glory, nor even I, his father-loving son, nor any of his other friends and relatives, was able to help him and rescue him from the inescapable verdict.'
1:2656
ἀλλ' ὑπάγει πρὸς τὰ ἐκεῖθεν δικαιωτήρια, λόγον ὑφέξων τῆς πολιτείας τοῦ παρόντος βίου, μηδένα τῶν ἁπάντων συνεργὸν ἐπαγόμενος, ἀλλ' ἢ μόνα τὰ αὐτῷ πεπραγμένα ὁποῖα ἂν ᾖ
『他前去那邊的審判之所,要為此生的行為交帳,並無任何人可作他的幫手同行,唯有他自己所行的事,無論是何等樣的,與他同去。』
'But he goes to the tribunals of that place, to render an account of his conduct in the present life, bringing with him no helper at all, but only whatever deeds he himself has done, of whatever kind they may be.'
1:2657
τὸ αὐτὸ δὲ τοῦτο καὶ πᾶσι τοῖς τὴν βρότειον λαχοῦσι φύσιν συμβαίνειν πέφυκε, καὶ ἄλλως οὐκ ἔστι
『這同樣的事,也必然臨到一切領受了必死之本性者身上,斷無例外。』
'And this same thing is naturally bound to happen to all who have received mortal nature, and it cannot be otherwise.'
1:2658
νῦν οὖν ἀκούσατέ μου, φίλοι καὶ ἀδελφοί, λαὸς Κυρίου καὶ κλῆρος ἅγιος, οὓς ἐξηγόρασε Χριστὸς ὁ Θεὸς ἡμῶν τῷ τιμίῳ αὐτοῦ αἵματι καὶ ἐρρύσατο τῆς παλαιᾶς πλάνης καὶ δουλείας τοῦ ἀντικειμένου
『所以,如今請聽我說,朋友們、弟兄們,你們是主的子民、聖潔的產業,是我們的神基督用祂寶貴的血所贖回的,並使你們脫離昔日的謬妄與那敵對者的奴役。』
'Now therefore hear me, friends and brothers, people of the Lord and holy inheritance, whom Christ our God redeemed with his precious blood and delivered from the ancient error and the slavery of the adversary.'
1:2659
αὐτοὶ οἴδατε τὴν ἐν ὑμῖν ἀναστροφήν μου, ὡς ἐξότε τὸν Χριστὸν ἔγνων καὶ δοῦλος αὐτοῦ ἠξιώθην γενέσθαι, πάντα μισήσας, αὐτὸν ἐπεπόθησα μόνον, καὶ τοῦτό μοι ἦν καταθύμιον, τῆς ζάλης τοῦ βίου καὶ ματαίας τύρβης ὑπεξελθόντα, μόνον μόνῳ αὐτῷ συνεῖναι καὶ ἐν ἀταράχῳ γαλήνῃ ψυχῆς δουλεῦσαι τῷ Θεῷ μου καὶ δεσπότῃ
『你們自己知道我在你們中間的行事為人:自從我認識基督、蒙祂悅納成為祂的僕人以來,我便厭棄一切,唯獨渴慕祂;這正是我心中所願——脫離此生的風浪與虛妄的紛擾,獨自單與祂同在,在心靈不受攪擾的寧靜中,事奉我的神、我的主。』
'You yourselves know my conduct among you: how from the time I came to know Christ and was deemed worthy to become his servant, having hated all things, I longed for him alone; and this was my heart's desire — having withdrawn from the storm of life and its vain tumult, to be alone with him alone, and in the untroubled calm of soul to serve my God and Master.'
1:2660
ἀλλά με κατέσχεν ἡ τοῦ πατρός μου ἔνστασις, καὶ ἐντολὴ ἡ τιμᾶν τοὺς γεννήτορας κελεύουσα
『但我父親的堅持,以及那吩咐當孝敬父母的誡命,卻使我留了下來。』
'But my father's insistence held me back, and the commandment which bids us to honor our parents.'
1:2661
ὅθεν, Θεοῦ χάριτι καὶ συνεργείᾳ, οὐκ εἰς μάτην ἐκοπίασα, οὐδ' εἰς κενὸν τὰς τοιαύτας ἀνήλωσα ἡμέρας·
故此,藉著上帝的恩典與同工,我並未徒然勞苦,也未虛度那些日子;
Therefore, by the grace and cooperation of God, I have not labored in vain, nor have I spent such days for nothing;
1:2662
ἀλλ' ἐκεῖνόν τε ᾠκείωσα Χριστῷ καὶ πάντας ὑμᾶς τοῦτον μόνον γινώσκειν Θεὸν ἀληθινὸν καὶ Κύριον τοῦ παντὸς ἐδίδαξα
反倒使那位與基督相親,並教導你們眾人只認識這一位為真神、為萬有之主,
but I have made that one akin to Christ, and have taught all of you to know Him alone as the true God and Lord of all,
1:2663
οὐκ ἐγὼ τοῦτο ποιήσας, ἀλλ' ἡ χάρις αὐτοῦ ἡ σὺν ἐμοί, ἥτις κἀμὲ τῆς δεισιδαίμονος πλάνης καὶ λατρείας τῶν εἰδώλων ἐξείλετο, καὶ ὑμᾶς, λαός μου, τῆς χαλεπῆς ἠλευθέρωσεν αἰχμαλωσίας
這並非我所行的,乃是與我同在的祂的恩典所行;這恩典救拔了我脫離迷信的謬妄與偶像的崇拜,也使你們,我的百姓啊,脫離了那艱苦的擄掠。
not I who did this, but His grace which was with me — the grace that delivered even me from superstitious error and the worship of idols, and freed you, my people, from grievous captivity.
1:2664
καιρὸς οὖν ἤδη λοιπὸν τὰ ἐπηγγελμένα τῷ Θεῷ ἔργα πληρῶσαι·
如今時候已到,該完成向上帝所許的工作了;
It is time, then, now at last, to fulfill the works promised to God;
1:2665
καιρὸς ἀπελθεῖν ὅπου ἂν αὐτὸς ὁδηγήσῃ με καὶ ἀποδοῦναι τὰς εὐχάς μου ἃς ηὐξάμην αὐτῷ
是時候前往祂所要引導我去的地方,並償還我向祂所許的願了。
it is time to depart to wherever He may guide me, and to render my vows which I vowed to Him.
1:2666
νῦν οὖν σκέψασθε ὑμεῖς ὃν ἂν βούλοισθε ἀφηγεῖσθαι ὑμῶν καὶ βασιλεύειν·
如今你們當自己商議,要選誰來率領你們、作你們的王;
Now, therefore, consider among yourselves whom you would wish to lead you and to reign;
1:2667
ἤδη γὰρ κατηρτισμένοι ἐστὲ εἰς τὸ θέλημα τοῦ Κυρίου, καὶ οὐδὲν ἀποκέκρυπται ὑμῖν τῶν αὐτοῦ προσταγμάτων
因為你們已經被裝備妥當,能行主的旨意,祂的誡命沒有一樣向你們隱藏。
for you are already fitted for the will of the Lord, and none of His commandments has been hidden from you.
1:2668
μὴ ἐκκλίνητε δεξιὰ ἢ ἀριστερά·
不可偏向左右;
Do not turn aside to the right or to the left;
1:2669
καὶ ὁ Θεὸς τῆς εἰρήνης εἴη μετὰ πάντων ὑμῶν
願賜平安的上帝與你們眾人同在。」
and may the God of peace be with you all."
1:2670
Ταῦτα ὡς ἤκουσεν ὁ λαὸς ἐκεῖνος καὶ δῆμος, θόρυβος εὐθὺς καὶ πάταγος καὶ βοὴ πλείστη καὶ σύγχυσις ἦν, κλαιόντων πάντων καὶ ὀδυρομένων τὴν ὀρφανίαν
那百姓、那民眾一聽見這些話,立刻喧嘩、騷動、大聲哭號,一片混亂,眾人哭泣,哀悼自己將成孤兒。
When that people and the populace heard these things, there was at once uproar, tumult, very great outcry, and confusion, all weeping and lamenting their impending orphanhood.
1:2671
τοιαῦτα θρηνοῦντες, πρὸς τοῖς θρήνοις καὶ ὅρκοις ἐβεβαίουν μὴ μεθήσειν ὅλως, ἀλλ' ἀνθέξεσθαι, καὶ τὴν ὑποχώρησιν αὐτῷ μὴ τοπαράπαν παραχωρῆσαι
他們如此哀哭,除了哀哭之外,還立誓斷言絕不放手,必要堅持挽留,決不容他有絲毫退讓。
Lamenting in this way, besides their lamentations they also confirmed with oaths that they would not let go at all, but would hold fast, and would not permit him to withdraw in the least.
1:2672
οὕτω βοῶντος τοῦ δήμου καὶ τῶν ἐν τέλει πάντων, ὑπολαβὼν ὁ βασιλεὺς κατασείει τὸν ὄχλον, καὶ σιγᾶν αὐτοῖς διακελεύεται
民眾與眾官員如此喧嚷之際,王便發言,揮手示意群眾,命他們安靜。
As the populace and all the officials were crying out thus, the king took up the matter, waved down the crowd, and commanded them to be silent.
1:2673
καὶ εἴκειν τῇ ἐκείνων ἐνστάσει εἰπών, λυπουμένους ὅμως καὶ τὰ τῆς οἰμωγῆς σημεῖα ἐπὶ τῶν παρειῶν φέροντας οἴκαδε ἐκπέμπει
他說願順從他們的堅持,便打發他們回家,然而眾人仍是憂傷,臉上還帶著哭泣的痕跡。
And saying that he would yield to their insistence, he sent them home, though grieving still and bearing on their cheeks the marks of lamentation.
1:2674
αὐτὸς δὲ ἕνα τῶν ἀρχόντων, ὃς ἦν πρόκριτος αὐτῷ, ἐπ' εὐσεβείᾳ καὶ σεμνότητι βίου θαυμαζόμενος, Βαραχίας τοὔνομα ὅνπερ καὶ ἀνωτέρω ἐδήλωσεν ὁ λόγος, ἡνίκα Ναχὼρ τὸν Βαρλαὰμ ὑποκρινόμενος φιλοσόφοις διελέγετο, καὶ μόνος ὁ Βαραχίας ἡτοιμάσθη συμπαραστῆναι αὐτῷ καὶ συναγωνίσασθαι, ζήλῳ θείῳ ἐκκαυθεὶς τὴν καρδίαν, τοῦτον καταμόνας λαβὼν ὁ βασιλεύς, προσηνῶς διελέγετο, καὶ θερμότατα ἐδεῖτο παραλαβεῖν τὴν βασιλείαν, καὶ ἐν φόβῳ Θεοῦ τὸν λαὸν αὐτοῦ ποιμᾶναι, ὡς ἂν αὐτὸς τὴν ποθουμένην αὐτῷ πορεύσηται ὁδόν
王自己則將一位官長——他是王所器重之人,因敬虔與端莊的生活而受人稱奇,名叫巴拉基亞,此人前文已曾提及,就是當年那哈爾冒充巴蘭與眾哲士辯論之時,唯獨巴拉基亞一人心中被神聖的熱忱所激動,準備好要站在他身旁、與他一同奮鬥——王將此人單獨帶開,溫和地與他交談,極其懇切地求他接掌王位,在敬畏上帝之中牧養他的百姓,好使王自己能踏上他所渴慕的道路。
He himself then took aside one of the officials — who was foremost with him, admired for piety and gravity of life, named Barachias, the very man the narrative had already mentioned above, when Nachor, impersonating Barlaam, was disputing with the philosophers, and Barachias alone was prepared to stand beside him and contend along with him, his heart kindled with divine zeal — this man the king took aside privately, and conversed with him gently, and most fervently begged him to take up the kingdom, and to shepherd his people in the fear of God, so that he himself might go the way he longed for.
1:2675
Ὡς δὲ αὐτὸν ἀπαναινόμενον εἶδε καὶ πάντη ἀπαγορεύοντα, καί, Ὦ βασιλεῦ, λέγοντα, ὡς ἄδικός σου ἡ κρίσις·
但王見他拒絕,全然不肯,且說:「啊,王啊,你這判斷是不公的;
But when he saw him refusing and declining altogether, and saying, "O king, your judgment is unjust;
1:2676
ὡς οὐ κατ' ἐντολὴν σοῦ ὁ λόγος·
這話並不合乎你自己的誡命;
this proposal is not in keeping with your own commandment;
1:2677
εἰ γὰρ ἀγαπῆσαι τὸν πλησίον ὡς ἑαυτὸν ἐδιδάχθης, τίνι λόγῳ ὅπερ αὐτὸς ἀπορρίψαι βάρος σπουδάζεις, ἐμοὶ ἐπιθεῖναι ἐπείγῃ; εἰ μὲν γὰρ καλὸν τὸ βασιλεύειν, αὐτὸς τὸ καλὸν κάτεχε·
你若受教要愛鄰舍如同自己,那麼你自己急欲拋卻的重擔,為何又急著加在我身上呢?作王若是美事,你自己保有這美事便是;
for if you were taught to love your neighbor as yourself, by what reasoning do you hasten to lay upon me the burden which you yourself are eager to cast off? For if to reign is a good thing, keep the good thing for yourself;
1:2678
εἰ δὲ πρόσκομμα τοῦτο ψυχῆς καὶ σκάνδαλον, τί μοι προτίθης καὶ ὑποσκελίζειν βούλει; ὡς οὖν τοιαῦτα λέγοντα καὶ διαβεβαιούμενον εἶδεν, ἐπαύσατο τῆς ὁμιλίας
倘若這是靈魂的絆腳石、是陷阱,你為何要擺在我面前,要使我跌倒呢?」王見他如此說、如此堅持,便停止了這番談話。
but if it is a stumbling-block and a snare to the soul, why do you set it before me, and wish to trip me up?" — so when he saw him speaking and insisting in this way, he ceased the conversation.
1:2679
καὶ δὴ ὑπὸ νύκτα βαθεῖαν ἐπιστολὴν μὲν διαχαράττει πρὸς τὸν λαόν, πολλῆς γέμουσαν φιλοσοφίας καὶ πᾶσαν ὑπαγορεύουσαν τὴν εὐσέβειαν, ὁποίαν τε ὀφείλουσι περὶ Θεοῦ δόξαν ἔχειν, οἷον δὲ βίον αὐτῷ προσφέρειν, οἵους δὲ ὕμνους, οἵας εὐχαριστίας·
於是,在深夜之時,他寫了一封信給百姓,信中滿載智慧,教導一切敬虔之道——他們對上帝當存何等的信念,當向祂獻上何等的生活,當獻何等的頌歌,何等的感謝;
And then, deep in the night, he composed a letter to the people, full of much wisdom and setting forth all piety — what opinion they ought to hold concerning God, what manner of life they should offer to Him, what hymns, what thanksgivings —
1:2680
εἶτα μὴ ἄλλον ἢ τὸν Βαραχίαν δέξασθαι εἰς τὴν βασίλειον κελεύει ἀρχήν
然後吩咐他們,除巴拉基亞之外,不可接納別人登上王位。
then he commanded them to receive no one other than Barachias into the royal rule.
1:2681
καί, εἰς τὸν ἑαυτοῦ κοιτῶνα τὸν χάρτην ἐν ᾧ ἡ ἐπιστολὴ καταλιπών, λαθὼν ἅπαντας ἐξέρχεται τοῦ παλατίου
他把寫著這信的紙留在自己的寢室裡,便瞞著眾人,走出了王宮。
And leaving in his own bedchamber the paper on which the letter was written, he went out of the palace unnoticed by all.
1:2682
ἀλλ' οὐκ ἠδυνήθη λαθεῖν εἰς τέλος
但他終究未能一直不被人發覺。
But he was not able to remain unnoticed to the end.
1:2683
ἅμα γὰρ πρωῒ τοῦτο ἀκουσθὲν τάραχον εὐθὺς καὶ ὀδυρμὸν τῷ λαῷ ἐνεποίησε·
因為天一亮,此事一經傳開,立刻使百姓陷入騷亂與哀號;
For as soon as this was heard at dawn, it at once caused turmoil and lamentation among the people;
1:2684
καὶ πάντες τάχει πολλῷ εἰς ζήτησιν αὐτοῦ ἐξέρχονται, προκαταλαβεῖν αὐτῷ τὴν φυγὴν ἐκ παντὸς τρόπου διανοούμενοι·
眾人都急速出去尋找他,想方設法要在他逃走之前趕上攔住他;
and all went out with great haste in search of him, contriving by every means to head off his flight beforehand;
1:2685
ὅθεν οὐδὲ εἰς μάτην αὐτοῖς ἐχώρησεν ἡ σπουδή
因此他們的努力並未落空。
and so their effort did not go for nothing.
1:2686
ὡς γὰρ πάσας προκατελάμβανον τὰς ὁδούς, ὄρη δὲ πάντα περιεκύκλουν καὶ ἀτριβεῖς περιήρχοντο φάραγγας, ἐν χειμάρρῳ τινὶ τοῦτον εὑρίσκουσι, χεῖρας εἰς οὐρανὸν ἐκτεταμένας ἔχοντα, καὶ τὴν εὐχὴν τῆς ἕκτης ἐπιτελοῦντα ὥρας
他們先佔據了所有道路,又圍繞了所有的山嶺,走遍了荒僻的峽谷,終於在一條溪澗旁找到了他,見他雙手向天伸展,正行第六時辰的禱告。
For as they occupied all the roads in advance, and encircled all the mountains, and went about the trackless ravines, they found him at a certain torrent, his hands stretched out to heaven, performing the prayer of the sixth hour.
1:2687
Ἰδόντες δὲ αὐτὸν περιεχύθησαν δάκρυσι δυσωποῦντες καὶ τὴν ἀποδημίαν ὀνειδίζοντες
眾人見了他,便流淚圍繞著他,苦苦哀求,並責備他的離去。
And seeing him, they poured about him in tears, imploring him and reproaching his departure.
1:2688
Τί, φησί, μάτην κοπιᾶτε; μηκέτι γὰρ ἐμὲ βασιλέα ἔχειν ἐλπίζετε
他說:「你們為何徒然勞苦呢?不要再指望我作你們的王了。」
"Why," he said, "do you labor in vain? For no longer hope to have me as king."
1:2689
τῇ πολλῇ δὲ αὐτῶν ὑπενδοὺς ἐνστάσει, ὑποστρέφει αὖθις εἰς τὸ παλάτιον
但他終究讓步於他們強烈的堅持,又轉身回到了王宮。
But yielding to their great insistence, he turned back again to the palace.
1:2690
καί, συναγαγὼν ἅπαντας, τὴν ἑαυτοῦ ἐφανέρωσε βουλήν
他召集眾人,向他們表明了自己的決意。
And having gathered everyone together, he made known his own resolve.
1:2691
εἶτα καὶ ὅρκοις ἐμπεδοῖ τὸν λόγον, ὡς οὐδεμίαν αὐτοῖς τοῦ λοιποῦ συνέσται ἡμέραν
隨後又以誓言確定此言,說他此後絕不會再與他們同住一日。
Then he also confirmed his word with oaths, that he would remain with them no further day.
1:2692
Ἐγὼ γάρ, φησί, τὴν πρὸς ὑμᾶς διακονίαν μου ἐπληροφόρησα καὶ οὐδὲν ἐνέλιπον, οὐδὲ ὑπεστειλάμην τῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι διαμαρτυρόμενος πᾶσι τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν
他說:「我已完全盡了我對你們的職事,毫無缺漏,也未曾因顧忌而隱瞞任何有益的事,未曾不向你們宣告、教導,並向眾人見證信靠我們主耶穌
"For I," he said, "have fully completed my ministry to you, and have left out nothing, nor did I shrink back from what was profitable, from announcing to you and teaching, testifying to all, the faith in our Lord Jesus
1:2693
Χριστὸν πίστιν, καὶ μετανοίας ὁδοὺς ὑποδεικνύων
基督的信仰,並指明悔改之道。
Christ, and showing the ways of repentance.
1:2694
καὶ νῦν ἰδοὺ ἐγὼ πορεύομαι τὴν ὁδὸν ἣν ἔκπαλαι ἐπόθουν·
如今,看哪,我要踏上我久已渴慕的道路了;
And now, behold, I go the way which I have long desired;
1:2695
καὶ οὐκ ἔτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες
你們眾人將不再見到我的面。
and you shall no longer see my face, all of you.
1:2696
διὸ μαρτύρομαι ὑμῖν τῇ σήμερον ἡμέρᾳ, κατὰ τὸν θεῖον Ἀπόστολον, ὅτι καθαρὸς ἐγώ εἰμι ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν
因此,我今日向你們作見證,正如那位神聖的使徒所言:我在你們眾人的血上是潔淨的;
Therefore I testify to you this day, according to the divine Apostle, that I am pure from the blood of all of you;
1:2697
οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ
因為我並未因顧忌而隱瞞不向你們宣告上帝一切的旨意。」
for I did not shrink back from declaring to you the whole counsel of God."
1:2698
Ταῦτα ἀκούσαντες, καὶ τὸ τῆς γνώμης αὐτοῦ στερρὸν ἐπιστάμενοι, ὡς οὐδὲν τῆς προθέσεως κωλῦσαι δύναται, ὠδύροντο μὲν τὴν ὀρφανίαν, οὐκ εἶχον δὲ ὅλως αὐτὸν πειθόμενον
眾人聽見這些話,深知他心意堅定,任何事都不能阻攔他的決意,便為自己將成孤兒而哀哭,卻完全無法說服他。
Having heard these things, and knowing the firmness of his resolve, that nothing could hinder his purpose, they lamented their orphanhood, but had no power at all to persuade him.
1:2699
τότε ὁ βασιλεὺς τὸν Βαραχίαν ἐκεῖνον, ὃν καὶ φθάσας ὁ λόγος ἐδήλωσε, κατασχών, Τοῦτον, εἶπεν ἀδελφοί, ὑμῖν προχειρίζομαι βασιλέα
於是王便拉住那位巴拉基亞——就是前文已經提到的那位——說道:「弟兄們,我立這人作你們的王。」
Then the king, taking hold of that Barachias whom the narrative had already made known, said, "This man, brothers, I appoint as king for you."
1:2700
τοῦ δὲ ἰσχυρῶς πρὸς τὸ πρᾶγμα ἀπειθοῦντος, ἄκοντα καὶ μὴ βουλόμενον τῇ βασιλικῇ ἀρχῇ ἐγκαθ ίστησι, καὶ τῇ κεφαλῇ αὐτοῦ τὸ διάδημα περιτίθησι, τὸν βασιλικόν τε δακτύλιον δίδωσιν εἰς τὴν χεῖρα
巴拉基亞極力抗拒此事,王卻不顧他的不願、不肯,強行立他登上王位,將王冠戴在他頭上,把王印戒指交到他手中。
But since he strongly refused the matter, he installed him — unwilling and reluctant — into the royal rule, placed the diadem upon his head, and put the royal ring into his hand.
1:2701
καὶ στὰς κατὰ ἀνατολὰς ηὔξατο εὐχὴν τῷ βασιλεῖ Βαραχίᾳ·
然後王面向東方站立,為巴拉基亞王祈禱:
And standing facing the east, he prayed a prayer for King Barachias:
1:2702
ἀπερίτρεπτον αὐτῷ τὴν εἰς Θεὸν φυλαχθῆναι πίστιν καὶ ἀκλινῆ τὴν κατὰ τὰς ἐντολὰς τοῦ Χριστοῦ εὑρεῖν πορείαν
求他對上帝的信心得以保守不變,並能循著基督的誡命,找到一條不偏斜的道路。
that his faith toward God might be kept unshaken, and that he might find an unswerving course according to the commandments of Christ.
1:2703
σὺν τούτῳ δὲ ὑπερηύχετο τοῦ κλήρου καὶ τοῦ ποιμνίου παντός, αἰτούμενος ἀντίληψιν αὐτοῖς παρὰ Κυρίου καὶ σωτηρίαν, καὶ πᾶν ὅτιπερ ἂν αὐτοῖς εἰς αἴτησιν ᾖ πρὸς τὸ συμφέρον οἰκονομούμενον
與此同時,他也為眾聖職人員及全體羊群代求,求主賜他們扶助與拯救,並凡照他們所求、有益於他們的一切,皆蒙上帝眷顧安排。
And along with this he prayed also on behalf of the clergy and the whole flock, asking for them help and salvation from the Lord, and everything that might be requested for their benefit, ordered according to what was expedient.
1:2704
Οὕτως εὐξάμενος ἐπιστραφεὶς λέγει τῷ Βαραχίᾳ·
如此禱告完畢,他轉身對巴拉基亞說:
Having prayed thus, he turned and said to Barachias:
1:2705
Ἰδού σοι, ἀδελφέ, ἐντέλλομαι καθώς ποτε ὁ Ἀπόστολος διεμαρτύρατο·
「弟兄啊,看哪,我如今囑咐你,正如當年那使徒所鄭重見證的:
"Behold, brother, I charge you, just as the Apostle once solemnly declared:
1:2706
Πρόσεχε σεαυτῷ καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ σε τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο βασιλέα, ποιμαίνειν τὸν λαὸν τοῦ Κυρίου ὃν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου
『你當謹慎自己,也當顧全群羊——聖靈已立你在其中作王——牧養主的百姓,就是祂藉自己的血所買贖的。』
'Take heed to yourself and to all the flock, in which the Holy Spirit has made you king, to shepherd the people of the Lord, whom He acquired through His own blood.'
1:2707
καὶ καθὼς πρὸ ἐμοῦ ἔγνως τὸν Θεὸν καὶ ἐλάτρευσας αὐτῷ ἐν καθαρῷ συνειδότι, οὕτω καὶ νῦν πλείονα σπουδὴν ἐνδείκνυσο εὐαρεστῆσαι αὐτῷ
又如你在我之前便已認識上帝,以清潔的良心事奉祂,如今也當更加殷勤,討祂的喜悅。
And just as before me you knew God and served Him with a pure conscience, so also now show greater diligence to be well pleasing to Him.
1:2708
ὡς γὰρ καὶ μεγάλης ἠξιώθης παρὰ τοῦ Θεοῦ ἀρχῆς, τοσούτῳ μείζονος ἀμοιβῆς ὀφειλέτης ὑπάρχεις
因為你既蒙上帝賜予如此大的權柄,你所欠的酬報之債也就越發重大。
For inasmuch as you have been deemed worthy by God of a great rule, by so much the more are you a debtor of a greater recompense.
1:2709
οὐκοῦν ἀπόδος τῷ εὐεργέτῃ τὸ χρέος τῆς εὐχαριστίας, τὰς ἁγίας αὐτοῦ φυλάσσων ἐντολὰς καὶ πάσης ἐκκλίνων ὁδοῦ εἰς ἀπώλειαν φερούσης
所以,你當謹守祂的聖誡命,遠離一切通向滅亡的道路,以此償還你對這位施恩者所欠感恩的債。
Therefore render to your Benefactor the debt of thanksgiving, keeping His holy commandments and turning aside from every path leading to destruction.
1:2710
ὥσπερ γὰρ ἐπὶ τῶν πλεόντων, ὅταν μὲν ναύτης σφαλῇ, μικρὰν φέρει τοῖς πλέουσι βλάβην·
正如航海之人,若是水手失誤,帶給眾乘客的損害尚小;
For just as among those who sail, when a sailor errs, he brings small harm to those sailing;
1:2711
ὅταν δὲ ὁ κυβερνήτης, παντὸς ἐργάζεται τοῦ πλοίου ἀπώλειαν·
但若是掌舵之人失誤,便使全船都遭毀壞;
but when the helmsman errs, he works the destruction of the whole ship;
1:2712
οὕτω καὶ ἐν βασιλείοις, ἂν μέν τις τῶν ἀρχομένων ἁμάρτῃ, οὐ τοσοῦτον τὸ κοινὸν ὅσον ἑαυτὸν ἀδικεῖ, ἂν δὲ αὐτὸς ὁ βασιλεύς, πάσης ἐργάζεται τῆς πολιτείας βλάβην
照樣,在國政之中,若是臣民犯罪,所害的與其說是公眾,不如說是他自己;但若是王本人犯罪,便使全國都遭受損害。
so also in kingdoms, if one of the subjects sins, he wrongs himself more than he wrongs the common good; but if the king himself sins, he brings harm upon the whole commonwealth.
1:2713
ὡς μεγάλας οὖν ὑφέξων εὐθύνας, εἴ τι παρίδοις τῶν δεόντων, μετὰ πολλῆς ἀκριβείας φύλαττε σεαυτὸν ἐν τῷ ἀγαθῷ
所以你既將要承擔重大的責任——倘若你有任何當盡之事被你疏忽——當以極大的謹慎,持守自己在善道之中。
Since, then, you will be held to great account if you neglect anything that is required, guard yourself with great precision in what is good.
1:2714
μίσησον πᾶσαν ἡδονὴν πρὸς ἁμαρτίαν ἕλκουσαν·
要憎惡一切引人趨向罪惡的逸樂;
Hate every pleasure that draws toward sin;
1:2715
Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον
『你們要與眾人一同追求和睦,並追求聖潔;非聖潔沒有人能見主。』
'Pursue peace with all, and the sanctification without which no one shall see the Lord.'
1:2716
τὸν κύκλον πρόσεχε ὅστις περιτρέχει τῶν ἀνθρωπίνων πραγμάτων, ἄλλοτε ἄλλως φέρων αὐτὰ καὶ περιφέρων·
當留意那環繞人事的循環,時而這樣、時而那樣地載運翻轉萬事;
Take heed to the cycle that runs around human affairs, bearing and turning them about now one way, now another;
1:2717
καὶ ἐν τῇ τούτων ἀγχιστρόφῳ μεταβολῇ ἀμετάβλητον ἔχε τὸν εὐσεβῆ λογισμόν
在這急速轉變之中,要持守敬虔的思念不變。
and amid their swift-turning change, keep your pious reasoning unchangeable.
1:2718
τὸ γὰρ συμμεταβάλλεσθαι ταῖς τῶν πραγμάτων μεταβολαῖς διανοίας ἀβεβαίου τεκμήριον
因為隨著事物的變遷而變遷,正是心思不堅定的明證。
For to be changed along with the changes of circumstances is proof of an unstable mind.
1:2719
σὺ δὲ πάγιος ἔσο, ἐν τῷ ἀγαθῷ ὅλως ἐρηρεισμένος
但你要堅定不移,完全立基於善道之上。
But be steadfast, wholly grounded in the good.
1:2720
μὴ ἐπαίρου διὰ τῆς προσκαίρου δόξης πρὸς μάταιον φύσημα·
不要因短暫的榮耀而心高氣傲、生出虛妄的自誇;
Do not be exalted by transient glory into vain arrogance;
1:2721
ἀλλὰ κεκαθαρμένῳ λογισμῷ τὸ οὐτιδανὸν τῆς ἑαυτοῦ νόει φύσεως, τὸ βραχύ τε καὶ ὠκύμορον τῆς ἐνταῦθα ζωῆς καὶ τὸν συνεζευγμένον τῇ σαρκὶ θάνατον
倒要以潔淨的思念,體察自己本性的卑微,體察此世生命之短暫易逝,並體察與肉身相繫的死亡。
but with a purified mind, consider the worthlessness of your own nature, the brevity and swift-fading course of this present life, and the death that is yoked to the flesh.
1:2722
καὶ ταῦτα λογιζόμενος εἰς τὸν τῆς ὑπεροψίας οὐ βληθήσῃ βόθρον, ἀλλὰ φοβηθήσῃ τὸν Θεόν, τὸν ἀληθινὸν καὶ ἐπουράνιον βασιλέα, καὶ ὄντως μακάριος ἔσῃ
你若如此思量,就不至墮入自負的深坑,反倒必敬畏上帝——那真實而屬天的君王——並且真正蒙福。
And reckoning these things, you will not be cast into the pit of arrogance, but will fear God, the true and heavenly King, and will truly be blessed.
1:2723
Μακάριοι γάρ, φησί, πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ·
因為他說:『凡敬畏主、遵行祂道路的人,都是有福的;
'For blessed,' he says, 'are all who fear the Lord, who walk in His ways;
1:2724
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον·
敬畏耶和華的人,便為有福;
Blessed is the man who fears the Lord;
1:2725
ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα
他必大大喜愛祂的誡命。』
he shall greatly delight in His commandments.'
1:2726
ποίας δὲ πρὸ πάντων ὀφείλεις τηρεῖν ἐντολάς; Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται·
但你首先當謹守的是哪些誡命呢?『憐恤人的人有福了,因為他們必蒙憐恤;
But which commandments ought you to keep before all others? 'Blessed are the merciful, for they shall obtain mercy;
1:2727
Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί
你們要有憐憫的心,正如你們的天父是有憐憫的。』
Be compassionate, as your heavenly Father is compassionate.'
1:2728
ταύτην γὰρ τὴν ἐντολὴν πρὸ πάντων ἀπαιτοῦνται οἱ ἐν μεγίστῃ ὄντες ἀρχῇ
因為這條誡命,凡身居極大權柄之人,尤當首先遵守。
For this commandment above all is required of those who hold the greatest authority.
1:2729
καὶ ἀληθῶς ὁ μεγάλης ἐξουσίας ἐπιλαβόμενος τὸν δοτῆρα τῆς ἐξουσίας ὀφείλει μιμεῖσθαι κατὰ δύναμιν·
凡執掌大權之人,理當盡力效法賜予這權柄的那一位;
And truly, he who has laid hold of great authority ought, as far as possible, to imitate the Giver of that authority;
1:2730
ἐν τούτῳ δὲ μάλιστα τὸν Θεὸν μιμήσεται
在此事上,他最能效法上帝。」
and in this especially he will imitate God."
1:2731
ἐν τῷ μηδὲν ἡγεῖσθαι τοῦ ἐλεεῖν προτιμότερον
「不以任何事看得比施憐憫更為可貴,」
in accounting nothing more to be preferred than showing mercy,
1:2732
ἀλλὰ καὶ τὸ ὑπήκοον οὐδὲν οὕτως εἰς εὔνοιαν ἐφέλκεται, ὡς εὐποιΐας χάρις διδομένη τοῖς χρῄζουσιν·
「反倒沒有什麼比施予有需要者的恩惠之情,更能使臣民心生善意;」
but nothing so draws the subject people toward good will as the grace of beneficence given to those in need;
1:2733
ἡ γὰρ διὰ φόβον γινομένη θεραπεία κατεσχηματισμένη ἐστὶ θωπεία, πεπλασμένῳ τιμῆς ὀνόματι φενακίζουσα τοὺς αὐτῇ προσέχοντας·
「因為出於懼怕而生的服事,不過是偽裝的諂媚,以虛假的尊榮之名欺哄那些致力於它的人;」
for service rendered out of fear is but a disguised flattery, deceiving with a feigned name of honor those who devote themselves to it;
1:2734
καὶ τὸ ἀκουσίως ὑποτεταγμένον στασιάζει καιροῦ λαβόμενον·
「而被迫勉強順服的,一旦得著機會便會叛亂;」
and that which is subjected unwillingly rises in rebellion the moment it seizes an opportunity;
1:2735
τὸ δὲ τοῖς δεσμοῖς τῆς εὐνοίας κρατούμενον βεβαίαν ἔχει πρὸς τὸ κρατοῦν τὴν εὐπείθειαν
「唯獨被善意的繫帶所繫住的,才對那掌權者存有堅定的順服。」
but that which is held fast by the bonds of good will maintains firm obedience toward the one who holds it.
1:2736
διὸ εὐπρόσιτος ἔσο τοῖς δεομένοις, καὶ ἄνοιγε τὰ ὦτα τοῖς πενομένοις, ἵνα εὕρῃς τὴν τοῦ Θεοῦ ἀκοὴν ἀνεῳγμένην·
「所以,你要親近有需要的人,向貧乏者敞開你的耳朵,好叫你也能得見上帝敞開祂的垂聽;」
Therefore be accessible to those who are in need, and open your ears to the poor, that you may find God's ear open to you;
1:2737
οἷοι γὰρ τοῖς ἡμετέροις γινόμεθα συνδούλοις, τοιοῦτον περὶ ἡμᾶς εὑρήσομεν τὸν δεσπότην, καὶ ὡς ἀκούομεν ἀκουσθησόμεθα, ὡς ὁρῶμεν ὁραθησόμεθα ὑπὸ τοῦ θείου καὶ παντεφόρου βλέμματος
「因為我們如何對待我們的同僕,我們也必發現主人如此對待我們;我們怎樣聆聽,也必照樣蒙垂聽;我們怎樣觀看,也必照樣被那神聖而洞察萬有的目光所觀看。」
for such as we become toward our fellow-servants, such a Master shall we find toward ourselves; and as we hear, so shall we be heard; as we see, so shall we be seen, by that divine and all-beholding gaze.
1:2738
προεισενέγκωμεν οὖν τοῦ ἐλέου τὸν ἔλεον, ἵνα τῷ ὁμοίῳ τὸ ὅμοιον ἀντιλάβωμεν
「所以讓我們先施出憐憫,好使我們也能以同樣的方式領受。」
Let us therefore offer mercy in advance, that we may in turn receive like for like.
1:2739
Ἀλλὰ καὶ ἑτέραν ἄκουε ἐντολὴν σύζυγον τῆς προτέρας·
「你還當聽另一條與前一條相配的誡命:」
But hear also another commandment, the companion of the former one:
1:2740
Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν·
「『你們要饒恕人,就必蒙饒恕』;」
'Forgive, and you shall be forgiven';
1:2741
καί, Ἐὰν οὐκ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὑμῖν ἀφήσει ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν
「又說:『你們若不饒恕人的過犯,你們的天父也必不饒恕你們的過犯。』」
and, 'If you do not forgive men their trespasses, neither will your Father who is in heaven forgive you your trespasses.'
1:2742
διὸ μὴ μνησικακήσῃς τοῖς πταίουσιν·
「所以,不要對那些冒犯你的人懷恨在心;」
Therefore bear no grudge against those who offend;
1:2743
ἀλλά, συγγνώμην αἰτούμενος ἁμαρτημάτων, συγγίνωσκε καὶ αὐτὸς τοῖς εἰς σὲ πλημμελοῦσιν, ὅτι ἀφέσει ἀντιδίδοται ἄφεσις, καὶ τῇ πρὸς τοὺς ὁμοδούλους ἡμῶν καταλλαγῇ τῆς δεσποτικῆς ὀργῆς γίνεται ἀπαλλαγή
「反倒當你為自己的罪祈求赦免時,你自己也要饒恕那些得罪你的人,因為饒恕是以饒恕相報,而藉著與我們同僕之人和好,便得以脫離主人的怒氣。」
but, when asking pardon for your own sins, you yourself also forgive those who trespass against you, because forgiveness is repaid with forgiveness, and by reconciliation with our fellow-servants comes release from the Master's wrath.
1:2744
καὶ αὖθις τὸ ἀσυμπαθὲς ἡμῶν πρὸς τοὺς πταίοντας ἀσύγγνωστα ποιεῖ ἡμῖν τὰ ἡμέτερα πταίσματα·
「再者,我們對冒犯我們之人若無憐恤之心,就使我們自己的過犯也不得赦免;」
And again, our lack of compassion toward those who offend makes our own offenses unforgivable to us;
1:2745
καθάπερ ἀκούεις τί ὁ τῶν μυρίων πέπονθεν ὀφειλέτης ταλάντων, τῇ πρὸς τὸν σύν δουλον ἀσπλαγχνίᾳ ἑαυτῷ τὴν εἴσπραξιν ἀνανεώσας τοῦ τοσούτου χρέους
「正如你曾聽聞那欠一萬他連得之人的遭遇,他因對同僕缺乏憐憫之心,便使自己那筆巨債的追討重新落在自己身上。」
just as you hear what happened to the debtor of ten thousand talents, who, by his lack of pity toward his fellow-servant, renewed for himself the exaction of so great a debt.
1:2746
διὸ προσεκτέον ἀκριβῶς, μὴ καὶ ἡμεῖς τὰ ὅμοια πάθοιμεν·
「所以我們必須嚴加謹慎,免得我們也遭遇同樣的事;」
Therefore we must take exact heed, lest we too suffer the same;
1:2747
ἀλλ' ἀφήσωμεν πᾶσαν ὀφειλήν, καὶ πᾶσαν μῆνιν ἐκ καρδίας ἐκβάλλωμεν, ἵνα καὶ ἡμῖν ἀφεθῇ τὰ πολλὰ ἡμῶν ὀφλήματα
「反倒讓我們饒恕一切的虧欠,從心中除去一切的忿怒,好叫我們自己諸多的虧欠也得蒙赦免。」
but let us forgive every debt, and cast out all wrath from the heart, that our own many debts may also be forgiven us.
1:2748
ἐπὶ πᾶσι δὲ καὶ πρὸ πάντων τὴν καλὴν φύλαττε παρακαταθήκην, τὸν εὐσεβῆ τῆς πίστεως λόγον, ὃν ἔμαθες καὶ ἐδιδάχθης·
「而在這一切之上,並且在這一切之先,你要謹守那美好的託付,就是你所學習、所受教的那敬虔信仰之道;」
And above all things, and before all things, guard the good deposit, the pious word of the faith which you learned and were taught;
1:2749
καὶ πᾶν ζιζάνιον αἱρέσεως μὴ ἐκφυέσθω ἐν ὑμῖν·
「不要讓任何異端的稗子在你們中間長出來;」
and let no tare of heresy sprout up among you;
1:2750
ἀλλὰ καθαρὸν καὶ ἄδολον τὸν θεῖον διατήρησον σπόρον, ἵνα πολύχουν τὸν καρπὸν ὑποδείξῃς τῷ δεσπότῃ, ἡνίκα ἔλθῃ λόγον ἀπαιτῶν ἑκάστῳ τῶν βεβιωμένων καὶ ἀποδιδοὺς καθὰ ἐπράξαμεν, ὅταν οἱ μὲν δίκαιοι λάμψωσιν ὡς ὁ ἥλιος, τοὺς ἁμαρτωλοὺς δὲ τὸ σκότος καλύψῃ καὶ αἰσχύνη αἰώνιος
「反倒要保守那神聖的種子純淨無瑕,好使你在主人前來、向各人索取一生行事的交代、並照我們所行的報應各人時,能顯出豐盛的果實——那時義人要如太陽發光,罪人卻要被黑暗與永遠的羞辱所遮蓋。」
but keep the divine seed pure and unadulterated, that you may show forth abundant fruit to the Master, when he comes demanding an account from each one for the things lived, and rendering to each according to what we have done, when the righteous shall shine forth as the sun, but darkness and eternal shame shall cover the sinners.
1:2751
καὶ τὰ νῦν, ἀδελφοί, παρατίθεμαι ὑμᾶς τῷ Θεῷ, καὶ τῷ Λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ὑμᾶς ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσι
「弟兄們,如今我將你們交託於上帝,並祂那滿有恩典的道,這道能建立你們,又能在一切成聖的人中賜給你們基業。」
And now, brethren, I commend you to God, and to the word of his grace, which is able to build you up, and to give you an inheritance among all those who are sanctified.
1:2752
Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, καθὼς γέγραπται, μετὰ δακρύων αὖθις προσηύξατο
說完這些話,他便屈膝跪下,正如經上所記,再次含淚祈禱。
And having said these things, he knelt down, as it is written, and prayed again with tears.
1:2753
καὶ ἐπιστραφεὶς κατεφίλησε τὸν Βαραχίαν ὃν βασιλέα προεχειρίσατο, καὶ πάντας τοὺς ἐν τέλει
隨後他轉身,親吻了他所立為王的巴拉基亞,以及所有在職的官員。
And turning, he kissed Barachias, whom he had appointed king, and all those in office.
1:2754
τότε δὴ γίνεται πρᾶγμα δακρύων ὡς ἀληθῶς ἄξιον
那時,果真發生了一幕真正令人淚下的情景。
Then indeed took place a scene truly worthy of tears.
1:2755
περιστάντες γὰρ αὐτὸν ἅπαντες, ὥσπερ τῷ ἐκείνῳ συνεῖναι ζῶντες καὶ τῇ διαιρέσει μέλλοντες συναφαιρεῖσθαι καὶ τὰς ψυχάς, τί μὴ πρὸς οἶκτον ἔλεγον; ποίαν θρήνων ὑπερβολὴν ἀπελίμπανον; κατεφίλουν αὐτόν, περιέβαλλον·
因為眾人圍繞著他,彷彿唯有與他同在才算是活著,且即將因這一場離別而連自己的靈魂也一併被奪去一般,他們有什麼哀求之語沒有說出口呢?有哪種過度的哀慟是他們未曾表現的呢?他們親吻他,擁抱他;
For all of them, standing around him, as though they lived only by being with him, and were now about to be robbed even of their very souls by this parting, what did they not say for pity's sake? what excess of lamentation did they leave undone? they kissed him, they embraced him;
1:2756
παραφρονεῖν αὐτοὺς ἐποίει τὸ πάθος
這哀痛之情使他們幾近失去理智。
grief made them beside themselves.
1:2757
Οὐαὶ ἡμῖν, ἐβόων, τῆς χαλεπῆς ταύτης δυστυχίας·
他們哭喊道:「我們有禍了,因這慘痛的不幸!」
'Woe to us,' they cried, 'for this grievous misfortune!'
1:2758
δεσ πότην αὐτὸν ἀνεκαλοῦντο, πατέρα, σωτῆρα, εὐεργέτην·
他們稱他為主人、父親、救主、恩人;
They called him master, father, savior, benefactor;
1:2759
Διά σου, φησί, τὸν Θεὸν ἔγνωμεν·
他們說:「藉著你,我們認識了上帝;
'Through you,' they said, 'we came to know God;
1:2760
τῶν κακῶν πάντων ἀνάπαυσιν εὕρομεν
我們從一切禍患中得了安息。」
we found rest from all evils.'
1:2761
τί λοιπὸν ἔσται ἡμῖν μετὰ τὸν σὸν χωρισμόν; ποῖα οὐ καταλήψεται κακά; τοιαῦτα λέγοντες, τὰ στήθη ἔπαιον, καὶ τὴν κατασχοῦσαν αὐτοὺς ἀνωλοφύροντο συμφοράν
「你離開之後,我們還剩下什麼呢?還有什麼災禍不會臨到我們呢?」他們如此說著,捶打自己的胸膛,為那已臨到他們身上的災難哀哭不止。
'What then shall become of us after your departure? what evils shall not overtake us?' Saying such things, they beat their breasts, and bewailed the calamity that had seized them.
1:2762
ὁ δὲ λόγοις αὐτοὺς παρακλήσεως τῶν πολλῶν κατασιγήσας οἰμωγῶν, καὶ συνεῖναι τῷ πνεύματι ἐπαγγειλάμενος, ὡς τῷ γε σώματι ἀδύνατον ἤδη τοῦτο γενέσθαι, τοιαῦτα εἰπών, πάντων ὁρώντων ἐξέρχεται τοῦ παλατίου
而他則用勸慰的話語止住了他們眾多的哀哭,並應許要與他們在靈裡同在,因為在肉身上這已不再可能了;說完這些話,他便當著眾人的面走出了王宮。
But he, having silenced their many wailings with words of consolation, and having promised to be with them in spirit, since in body this could no longer be, having said such things, went out of the palace as all looked on.
1:2763
καὶ εὐθὺς πάντες συνείποντο
眾人隨即一同跟隨他而去。
And immediately all followed along with him.
1:2764
τὴν ὑποστροφὴν ἀπηγόρευον·
他們拒絕折返;
They refused to turn back;
1:2765
τὴν πόλιν, ὡς μηκέτι δυνατὸν ὄμμασιν ὀφθῆναι τοῖς ἑαυτῶν, ἀπεδίδρασκον
他們逃離那座城,彷彿決意再也不讓自己的眼睛看見它。
they fled the city, as though resolved that their own eyes should never again behold it.
1:2766
ὡς δὲ τῆς πόλεως ἔξω γεγόνασι, μόλις ποτέ, τῇ τομῇ τοῦ λόγου παραινοῦντος αὐτοῦ καὶ δριμυτέραν που τὴν ἐπιτίμησιν ἐπιφέροντος, ἀπ' αὐτοῦ
然而當他們來到城外之後,好不容易——藉著他言辭的切割力,以及他所加以的較為嚴厲的斥責——才從他身邊
But when they had come outside the city, at last, with difficulty—through the incisiveness of his exhortation, and his bringing to bear a somewhat sharper rebuke—from him
1:2767
διερράγησαν, καὶ ἄκοντες ἐπανήρχοντο, πυκνῶς αὐτοῖς τῶν ὀφθαλμῶν ἐπιστρεφομένων, καὶ τὴν πορείαν τοῖς ποσὶν ἐγκοπτόντων
被硬生生拉開,並極不情願地折返,他們的眼睛不斷回望,雙腳也不住地拖延著自己的步伐。
they were torn away, and turned back unwillingly, their eyes constantly turning back, and their feet hindering their own march.
1:2768
τινὲς δὲ τῶν θερμοτέρων καὶ ὀδυρόμενοι μακρόθεν ἠκολούθουν αὐτῷ, ἕως ἡ νὺξ ἐπελθοῦσα διέστησεν αὐτοὺς ἀπ' ἀλλήλων
但其中一些較為熱切的人,一邊哀哭一邊遠遠地跟隨著他,直到夜幕降臨,將他們彼此分開。
But some of the more fervent, weeping, followed him from afar, until night came on and separated them from one another.
1:2769
χχχῃιι Ἐξῆλθεν οὖν τῶν βασιλείων ὁ γενναῖος ἐκεῖνος χαίρων, ὡς ὅταν ἐκ μακρᾶς ἐξορίας εἰς τὴν ἰδίαν τις ἐπανερχόμενος γηθοσύνως πορεύοιτο
於是那位高貴之人便歡欣地離開了王宮,如同一個人從長久的流放歸返故土時,滿心喜樂地前行一般。
So that noble one went forth from the palace rejoicing, as when someone returning from long exile to his own land journeys with gladness.
1:2770
καὶ ἦν ἐνδεδυμένος, ἔξωθεν μὲν τὰ ἐξ ἔθους ἱμάτια, ἔσωθεν δὲ τὸ τρίχινον ῥάκος ἐκεῖνο ὅπερ ὁ Βαρλαὰμ αὐτῷ δεδώκει
他所穿的,外面是他一貫的衣袍,裡面卻是巴蘭所贈予他的那件毛編粗布衣。
And he was clothed, on the outside with his customary garments, but underneath with that hair-cloth rag which Barlaam had given him.
1:2771
τῇ δὲ νυκτὶ ἐκείνῃ εἰς οἰκίσκον πένητός τινος καταντήσας, τὰ περικείμενα αὐτῷ ἄμφια ἐκβαλών, τελευταίαν ταύτην εὐποιΐαν τῷ πένητι δίδωσι·
當夜,他來到一個窮人的小屋,脫下身上所穿的衣袍,將它們作為最後這一次的施捨,贈給了那窮人;
And on that night, having come to the small dwelling of a certain poor man, he took off the garments that were on him, and gave them to the poor man as this final act of beneficence.
1:2772
καὶ οὕτω ταῖς ἐκείνου τε καὶ πολλῶν ἑτέρων πενήτων εὐχαῖς ἐπίκουρον ἑαυτοῦ τὸν Θεὸν θέμενος, καὶ τὴν αὐτοῦ χάριν καὶ βοήθειαν ὡς ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης ἑαυτῷ περιβαλλόμενος, ἐπὶ τὸν ἐρημικὸν ἐξῆλθε βίον, μὴ ἄρτον ἐπιφερόμενος, μὴ ὕδωρ, μηδ' ἄλλο τι τῶν πρὸς τροφὴν ἐπιτηδείων, μὴ ἱμάτιον ἐνδεδυμένος, ἀλλ' ἢ τὸ σκληρὸν ἐκεῖνο ῥάκος μόνον, οὗπερ πρὸ μικροῦ ἐμνήσθημεν
就這樣,他藉著那人以及許多其他窮人的祈禱,使上帝作了自己的幫助者,並將上帝的恩典與扶助如救恩之袍、喜樂之衣一般披在自己身上,隨即踏上了隱修的生活;他既不攜帶餅,也不帶水,也不帶任何其他適於果腹之物,也不穿任何衣袍,唯獨穿著我們稍前所提及的那件粗糙的破布而已。
and thus, having made God his helper through the prayers of that man and of many other poor people, and having clothed himself, as with a garment of salvation and a tunic of gladness, with God's grace and help, he went forth to the eremitic life, carrying with him neither bread, nor water, nor anything else fit for food, nor wearing any garment, but only that harsh rag alone which we mentioned a little before.
1:2773
πόθῳ γάρ τινι ὑπερφυεῖ καὶ ἔρωτι θείῳ τρωθεὶς τὴν ψυχὴν τοῦ ἀθανάτου βασιλέως Χριστοῦ, ὅλως ἦν τοῦ ποθουμένου ἐξεστηκώς, ὅλως ἠλλοιωμένος Θεῷ, κάτοχος τῇ τούτου ἀγάπῃ·
因為他的靈魂被某種超乎尋常的渴慕與對那不朽君王基督的神聖之愛所刺傷,他因對所渴慕者的愛慕而整個人如癡如醉,整個人因上帝而完全變化,被對祂的愛所俘獲;
For, wounded in soul by some extraordinary longing and divine love for the immortal King Christ, he was wholly beside himself with desire for the one he longed for, wholly transformed toward God, possessed by love of him;
1:2774
Κραταιὰ γάρ, φησίν, ὡς πῦρ ἀγάπη·
因為經上說:「愛如火一般強烈」;
for, it is said, 'love is strong as fire';
1:2775
τοιαύτην αὐτὸς ἀπὸ τῆς θείας ἀγάπης ἐδέξατο μέθην, καὶ οὕτως ἐξεκαύθη τῷ δίψει, κατὰ τὸν εἰπόντα·
他自己便從神聖的愛中領受了如此的沉醉,並因此被焚燒於乾渴之中,正如那說話的人所言:
such an intoxication he himself received from divine love, and thus he was inflamed with thirst, according to him who said:
1:2776
Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ Θεός·
「鹿切慕溪水,我的靈魂也照樣切慕你,上帝啊;
'As the deer longs for the springs of water, so my soul longs for you, O God;
1:2777
ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα·
我的靈魂渴想上帝,就是那大能永活的上帝。」
my soul thirsted for God, the mighty, the living [God].'
1:2778
καὶ καθὼς ἡ τετρωμένη τῆς τοιαύτης ἀγάπης ψυχὴ βοᾷ ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων·
又如那被此等愛所刺傷的靈魂在《雅歌》中所喊出的:
and as the soul wounded with such love cries out in the Song of Songs:
1:2779
Ἐκαρδίωσας ἡμᾶς τῷ πόθῳ σου, ἐκαρδίωσας ἡμᾶς·
「你以你的渴慕擄獲了我們的心,你擄獲了我們的心;
'You have ravished our heart with your desire, you have ravished our heart;
1:2780
Δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου·
將你的面容顯給我看,使我聽見你的聲音;
show me your face, and let me hear your voice;
1:2781
ἡ γὰρ φωνή σου φωνὴ ἡδεῖα καὶ ἡ ὄψις σου ὡραία
因你的聲音甜美,你的面容佳美。」
for your voice is sweet, and your face is beautiful.'
1:2782
Ταύτης τῆς ἀνεκλαλήτου ὡραιότητος Χριστοῦ τὸν πόθον ἐν καρδίᾳ δεξάμενος ὁ τῶν ἀποστόλων χορὸς καὶ τῶν μαρτύρων οἱ δῆμοι πάντων ὑπερεῖδον τῶν ὁρωμένων, πάσης δὲ ζωῆς τῆς προσκαίρου, καὶ τὰ μυρία τῶν βασάνων καὶ θανάτων εἴδη προείλοντο, ἐρασθέντες τοῦ θείου κάλλους καὶ τὸ περὶ ἡμᾶς τοῦ θείου Λόγου λογισάμενοι φίλτρον
使徒的行列與殉道者的群眾,因心中領受了對基督這無可言喻之美的渴慕,便輕看一切可見之物,以及一切暫時的生命,反倒揀選了無數種酷刑與死亡,因他們戀慕那神聖的美,並思念那神聖聖言對我們所懷的深愛。
Having received in their heart the longing for this ineffable beauty of Christ, the choir of the apostles and the multitudes of the martyrs despised all things visible, and all temporal life, and chose instead the countless kinds of torments and deaths, having fallen in love with the divine beauty, and having reckoned upon the love which the divine Word bears toward us.
1:2783
τοῦτο τὸ πῦρ καὶ ὁ καλὸς οὗτος καὶ εὐγενὴς μὲν τῷ σώματι, εὐγενέστατος δὲ μᾶλλον καὶ βασιλικώτατος τὴν ψυχήν, ἐν ἑαυτῷ δεξάμενος, πάντων ὁμοῦ τῶν γηΐνων καταφρονεῖ, πατεῖ πάσας τὰς τοῦ σώματος ἡδονάς, ὑπερορᾷ πλούτου καὶ δόξης καὶ τῆς παρὰ ἀνθρώπων τιμῆς, ἀποτίθεται διάδημα καὶ ἁλουργίδα, τῶν ἀραχνίων ὑφασμάτων εὐτελέστερα ταῦτα λογισάμενος, πρὸς πάντα δὲ τὰ ἐπίπονα καὶ λυπηρὰ τοῦ ἀσκητικοῦ βίου προθύμως ἑαυτὸν ἐκδίδωσιν, Ἐκολλήθη, βοῶν, ὦ Χριστέ μου, ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου·
這位既在身體上高貴、在靈魂上更加高貴、且最為尊貴如王者的美好之人,一旦在自己裡面領受了這團火,便一併輕看一切世間之物,踐踏身體的一切逸樂,藐視財富、榮耀與世人的尊崇,卸下冠冕與紫袍,視這些為比蛛網還不值一提,並甘心樂意地將自己交託於苦修生活的一切辛勞與艱苦,高聲喊道:「我的基督啊,我的靈魂緊緊跟隨你,緊緊跟隨你;
This fire also this good man—noble indeed in body, but far more noble still, and most kingly, in soul—having received within himself, he despises together all earthly things, tramples underfoot all the pleasures of the body, looks down upon wealth and glory and honor from men, lays aside diadem and purple robe, reckoning these things more worthless than spider-webs, and eagerly gives himself over to all the toils and griefs of the ascetic life, crying out, 'My soul has clung, O my Christ, my soul has clung after you;
1:2784
ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου
你的右手扶持了我。」
and your right hand has upheld me.'
1:2785
Καὶ οὕτως ἀμεταστρεπτὶ χωρήσας εἰς τὸ τῆς ἐρήμου βάθος, καὶ ὡς ἄχθος τι καὶ κλοιὸν βαρύτατον ἀποθέμενος τῶν προσκαίρων τὴν σύγχυσιν, εὐφράνθη τῷ πνεύματι, καὶ τῷ ποθουμένῳ ἀτενίσας Χριστῷ, ἐβόα πρὸς αὐτόν, ὡς παρόντι καὶ τῆς φωνῆς ἐπαΐοντι διαλεγόμενος·
就這樣,他頭也不回地進入曠野的深處,卸下了暫時之事那沉重的混亂,如同卸下重擔與極沉的枷鎖一般,他心靈歡喜,凝視著他所渴慕的基督,向祂呼求,彷彿祂就在眼前、垂聽他的聲音一般,說道:
And thus, going without turning back into the depth of the desert, and having laid aside, like some burden and most heavy yoke, the confusion of temporal things, he rejoiced in spirit, and gazing intently upon Christ his beloved, he cried out to him, speaking as to one who was present and hearing his voice:
1:2786
Μὴ τὰ ἀγαθά, φησί, τοῦ κόσμου τούτου ἴδοι ὁ ὀφθαλμός μου ἔτι, Κύριε·
「主啊,願我的眼睛不再看見這世界的美好之物;
'Let my eye no longer see the good things of this world, O Lord;
1:2787
μὴ μετεωρισθείην ἀπὸ τῆς δεῦρο τὸν νοῦν ὑπὸ τῆς παρούσης ματαιότητος·
願我從今以後,心思不再被眼前的虛空所高舉;
may I never henceforth be lifted up in mind by the present vanity;
1:2788
ἀλλ' ἔμπλησον τοὺς ὀφθαλμούς μου, Κύριε, δακρύων πνευματικῶν καὶ κατεύθυνον τὰ διαβήματά μου, καὶ ὑπόδειξόν μοι τὸν σὸν θεράποντα Βαρλαάμ
主啊,求你以屬靈的眼淚充滿我的雙眼,引導我的腳步,將你的僕人巴蘭指示給我;
but fill my eyes, O Lord, with spiritual tears, and direct my steps, and show me your servant Barlaam;
1:2789
ὑπόδειξόν μοι τὸν ἐμοὶ σωτηρίας γενόμενον πρόξενον, ἵνα καὶ τοῦ ἐρημικοῦ βίου τούτου καὶ ἀσκητικοῦ δι' αὐτοῦ τὴν ἀκρίβειαν μάθοιμι καὶ μὴ τῇ ἀπειρίᾳ τῶν πολέμων τοῦ ἐχθροῦ ὑποσκελισθῶ
將那位成為我得救之引介者的人指示給我,好叫我能藉著他學習這隱修苦行生活的精確之道,也不至於因不熟悉與仇敵的爭戰而被絆倒;
show me the one who became for me the agent of salvation, that through him I may learn the exactness of this eremitic and ascetic life, and not be tripped up by inexperience in the battles of the enemy;
1:2790
δός μοι, Κύριε, τὴν ὁδὸν εὑρεῖν δι' ἧς ἐπιτύχω σου, ὅτι τέτρωται ἡ ψυχή μου τῷ πόθῳ σου, καὶ σὲ διψῶ τὴν πηγὴν τῆς σωτηρίας
主啊,求你賜我尋見那條能使我得著你的道路,因我的靈魂因渴慕你而受傷,我渴想你——那救恩的泉源。」
grant me, O Lord, to find the way by which I may attain to you, for my soul is wounded with longing for you, and I thirst for you, the fountain of salvation.'
1:2791
Ταῦτα ἔστρεφε καθ' ἑαυτὸν ἀεί, καὶ τῷ Θεῷ διελέγετο, διὰ προσευχῆς αὐτῷ καὶ θεωρίας ὑψηλοτάτης ἑνούμενος
他不斷在自己心裡反覆思想這些事,並與上帝交談,藉著禱告與最崇高的默觀與祂合一。
These things he continually turned over within himself, and conversed with God, being united to him through prayer and most exalted contemplation.
1:2792
καὶ οὕτω συντόνως τὴν ὁδοιπορίαν διήνυε, τὸν χῶρον σπεύδων καταλαβεῖν, ἔνθα Βαρλαὰμ διῆγεν
他就這樣專注不懈地趕路,急切地要到達巴蘭所居住的地方。
And thus he pressed on intently with his journey, hastening to reach the place where Barlaam dwelt.
1:2793
ἐτρέφετο δὲ ταῖς φυομέναις βοτάναις κατὰ τὴν ἔρημον·
他以曠野中生長的野草為食;
And he was nourished by the plants growing in the desert;
1:2794
οὐδὲν γὰρ ἄλλο ἐπεφέρετο, καθάπερ ἔφθην εἰπών, εἰ μὴ μόνον τὸ σῶμα τὸ ἴδιον καὶ τὸ ῥάκος ὃ περιεβέβλητο
因為正如我先前所說,除了自己的身體和身上所披的破布之外,他別無所攜。
for he carried nothing else, as I have already said, except only his own body and the rag which he wore.
1:2795
Ἀλλὰ τροφὴν μὲν μετρίαν καὶ οὐδαμινὴν ἐκ τῶν βοτανῶν ποριζόμενος, ὕδατος παντελῶς ἠπόρει, ἀνύδρου καὶ ξηρᾶς οὔσης τῆς ἐρήμου ἐκείνης
儘管他從野草中為自己取得了些許微薄的食物,他卻完全缺水,因那片曠野無水且乾旱。
But though he procured for himself moderate and scant nourishment from the plants, he was entirely without water, that desert being waterless and dry.
1:2796
ἤδη τοίνυν περὶ τὰς μεσημβρίας, τοῦ ἡλίου σφοδρὸν φλέγοντος, τῆς ὁδοιπορίας ἐχόμενος, σφοδρότερον αὐτὸς ἐφλέγετο ἐν δίψει καύματος ἐν ἀνύδρῳ, καὶ τὴν ἐσχάτην ἐταλαιπωρεῖτο ταλαιπωρίαν·
此時已近正午,烈日猛烈地燃燒,他仍繼續趕路,而他自己則在那無水之地,因酷熱而更加猛烈地被乾渴所焚燒,正經歷著極度的困苦;
Now already about midday, when the sun was blazing fiercely, as he continued on his journey, he himself was burning even more fiercely with the thirst of the heat in that waterless place, and was suffering the utmost hardship;
1:2797
ἀλλ' ἐνίκα ὁ πόθος τὴν φύσιν, καὶ ἡ δίψα, ἣν πρὸς τὸν Θεὸν ἐδίψα, τὴν φλόγα ἐδρόσιζε τῆς τοῦ ὕδατος δίψης
然而渴慕之情勝過了本性,他對上帝的渴想澆熄了他對水的乾渴之焰。
but longing conquered nature, and the thirst which he thirsted for God cooled the flame of his thirst for water.
1:2798
Ὁ δὲ μισόκαλος καὶ φθονερὸς διάβολος, μὴ ὑποφέρων ἐν αὐτῷ τὴν τοιαύτην ὁρᾶν πρόθεσιν καὶ οὕτω θερμοτάτην πρὸς τὸν Θεὸν ἀγάπην, πολλοὺς αὐτῷ κατὰ τὴν ἔρημον ἐξήγειρε πειρασμούς, ὑποβάλλων αὐτῷ μνήμην τῆς βασιλικῆς αὐτοῦ δόξης καὶ τῆς παρισταμένης αὐτῷ λαμπροτάτης δορυφορίας, φίλων τε καὶ συγγενῶν καὶ ὁμηλίκων, καὶ ὡς αἱ πάντων ψυχαὶ τῆς αὐτοῦ ἐξήρτηντο ψυχῆς, καὶ τὰς ἄλλας ἀνέσεις τοῦ βίου·
然而那憎惡良善、滿懷嫉妒的魔鬼,無法忍受眼見他懷有如此的心志,以及對上帝如此熾熱的愛,便在曠野中對他挑起了許多試探,向他提起他昔日王者榮耀的記憶,昔日隨侍他的最為華麗的護衛,昔日的朋友、親屬與同輩,以及眾人的靈魂如何都繫於他的靈魂之上,還有生活中的種種其他享受;
But the devil, hater of the good and full of envy, unable to bear seeing in him such resolve and so ardent a love toward God, stirred up against him many temptations in the desert, suggesting to him the memory of his royal glory, and the most splendid bodyguard that had attended him, of friends and kinsmen and companions of his own age, and how the souls of all had hung upon his own soul, and the other comforts of life;
1:2799
εἶτα τὸ τραχὺ τῆς ἀρετῆς προεβάλλετο καὶ τοὺς πολλοὺς αὐτῆς ἱδρῶτας, τοῦ σώματός τε τὴν ἀσθένειαν καὶ τὸ ἀσύνηθες αὐτοῦ ἐν τῇ τοιαύτῃ ταλαιπωρίᾳ, καὶ τοῦ χρόνου τὸ μῆκος, τὴν ἐν χερσίν τε ἀνάγκην τῆς δίψης, καὶ τὸ μηδαμόθεν ἐκδέχεσθαι παράκλησιν ἢ τέλος τοῦ τοσούτου κόπου·
接著又向他呈現德行的艱苦與其中諸多的勞苦,他身體的軟弱以及對這等困苦的不習慣,還有時日的漫長、當下迫在眉睫的乾渴之苦,以及這般巨大的勞苦竟無處可期待任何安慰或終結;
then he set before him the harshness of virtue and its many toils, the weakness of his body and its unaccustomedness to such hardship, and the length of time, the present necessity of thirst at hand, and that from nowhere was any consolation or end of so great a labor to be expected;
1:2800
καὶ ὅλως πολὺν αὐτῷ ἤγειρε κονιορτὸν τῶν λογισμῶν ἐν τῇ διανοίᾳ, καθά που καὶ περὶ τοῦ μεγάλου γέγραπται Ἀντωνίου
總而言之,他在他的心思中掀起了一大陣思念的塵埃,正如某處經文也曾如此記載偉大的安東尼一般。
and altogether he stirred up in his mind a great cloud of dust of thoughts, just as is written somewhere also concerning the great Antony.
1:2801
Ὡς δὲ εἶδεν ἑαυτὸν ὁ ἐχθρὸς ἀσθενοῦντα πρὸς τὴν ἐκείνου πρόθεσιν ( τὸν Χριστὸν γὰρ αὐτὸς ἐνθυμούμενος καὶ τῷ ἐκείνου πόθῳ φλεγόμενος, ῥωννύμενός τε καλῶς τῇ ἐλπίδι καὶ τῇ πίστει στηριζόμενος, εἰς οὐδὲν τὰς ἐκείνου ὑπερβολὰς ἐλογίζετο), κατῃσχύνθη ὁ πολέμιος ἐκ πρώτης, ὃ λέγεται, προσβολῆς πεσών
敵人見自己在對抗那人的心志上軟弱無力(因為約撒法思念基督,因對祂的渴慕而熾燃,靠盼望得堅固,靠信仰得穩固,將那些過度之事視為無物),仇敵便蒙羞,可謂在初次的進攻中即已敗落。
When the enemy saw himself to be weak against that man's resolve (for he, contemplating Christ and burning with desire for him, being well strengthened by hope and established by faith, reckoned those excesses as nothing), the adversary was put to shame, having fallen, as they say, at the first assault.
1:2802
ἑτέραν οὖν ἔρχεται ὁδόν (πολλαὶ γὰρ αὐτῷ αἱ τῆς κακίας τρίβοι), καὶ φαντάσμασι ποικίλοις ἀνατρέπειν αὐτὸν ἐπειρᾶτο καὶ εἰς δειλίαν ἐμβαλεῖν, ποτὲ μὲν μέλας αὐτῷ φαινόμενος, οἷός ἐστι·
於是他改由另一條路而來(因為邪惡的道路對他而言有許多),試圖用種種幻象顛覆他、使他陷入怯懦,有時向他顯現為黑色,正如他本相;
He therefore comes by another way (for many are his paths of wickedness), and tried with various phantasms to overturn him and cast him into cowardice, sometimes appearing to him black, as he indeed is;
1:2803
ποτὲ δέ, ῥομφαίαν ἐσπασμένην κατέχων, ἐπεπήδα αὐτῷ, καὶ πατάξαι ἠπείλει, εἰ μὴ θᾶττον εἰς τὰ ὀπίσω στραφῇ·
有時則手持出鞘之劍撲向他,威脅要擊殺他,除非他趕快轉身退回;
at other times, holding a drawn sword, he would leap upon him, and threaten to strike him, if he did not quickly turn back;
1:2804
ἄλλοτε θηρίων ὑπήρχετο παντοδαπῶν μορφάς, βρυχῶν κατ' αὐτοῦ καὶ δεινότατον ἀποτελῶν μυκηθμὸν καὶ ψόφον·
又有時他取各種野獸的形貌,對他咆哮,發出極其可怕的吼聲與喧響;
at other times he took on the forms of all manner of wild beasts, roaring against him and producing a most terrible bellowing and noise;
1:2805
εἶτα καὶ εἰς δράκοντα μετεμορφοῦτο καὶ ἀσπίδα καὶ βασιλίσκον
隨後他又變形為龍、為毒蛇、為蛇怪。
then he would also transform himself into a dragon, and an asp, and a basilisk.
1:2806
ὁ δὲ καλὸς ἐκεῖνος καὶ γενναιότατος ἀθλητὴς ἀτρέμας ἦν τὴν ψυχήν, ἅτε δὴ τὸν ὕψιστον ἑαυτοῦ καταφυγὴν θέμενος
然而那位良善且最為高貴的鬥士,在靈魂上卻毫不動搖,因他已以至高者為自己的避難所。
But that good and most noble contestant remained unshaken in soul, having made the Most High his refuge.
1:2807
νήφων δὲ τῇ διανοίᾳ καὶ κατεγγελῶν τοῦ πονηροῦ, ἔλεγεν·
他心思清醒,嘲笑那惡者,說道:
And being sober in mind and mocking the evil one, he said:
1:2808
Οὐκ ἔλαθές με, ὦ ἀπατεών, ὅστις εἶ, ὁ ταῦτά μοι ἐγείρων, ὁ ἐξ ἀρχῆς κακὰ τεκταινόμενος τῶν ἀνθρώπων τῷ γένει, καὶ ἀεί ποτε πονηρὸς ὢν καὶ τὸ βλάπτειν οὐδαμῶς ἀπολείπων
「你並未逃過我的察覺,哦,騙子啊,不論你是誰,你這對我興起這些事的,你這從起初便為人類設計邪惡的,你這永遠邪惡、從不停止害人的。
You have not escaped my notice, O deceiver, whoever you are, you who raise these things against me, you who from the beginning have contrived evils against the race of men, and who are ever wicked and never cease from doing harm.
1:2809
ἀλλ' ὡς προσῆκόν σοι τὸ σχῆμα καὶ οἰκειότατον, αὐτῷ δὴ τούτῳ τῷ θηρίοις καὶ ἑρπετοῖς ὁμοιοῦσθαι, τὸ θηριῶδές σου τῆς γνώμης καὶ σκολιόν, ἰοβόλον τε καὶ βλαπτικὸν τῆς προαιρέσεως ἐνδεικνυμένῳ
但你將自己比作野獸與爬蟲,正是最適合你、與你最相稱的形貌,顯明了你心思的獸性與邪曲,以及你意圖的毒害與傷人本質。
But it is a fitting and most appropriate form for you, this very likening yourself to wild beasts and reptiles, displaying the bestial and crooked nature of your mind, and the venomous and harmful character of your purpose.
1:2810
τί οὖν ἀνηνύτοις ἐπιχειρεῖς, ἄθλιε; ἐξότε γὰρ ἔγνων τῆς σῆς εἶναι κακίας τὰ μηχανήματα ταῦτα καὶ φόβητρα, οὐδεμία μοι λοιπὸν ἔτι ἐστὶ φροντὶς περὶ σοῦ
那麼,可憐的東西啊,你為何還要嘗試那徒勞無功之事呢?因為自從我知道這些詭計與恐嚇乃出於你的邪惡以來,我對你便再無任何掛慮。
Why then do you attempt what cannot be accomplished, wretch? For since I have known these devices and terrors to be of your malice, I have no more concern for you.
1:2811
Κύριος ἐμοὶ βοηθός, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου, καὶ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον σε ἐπιβήσομαι οἷς ὁμοιοῦσαι, καὶ καταπατήσω σε τὸν λέοντα καὶ δράκοντα, τῇ δυνάμει τοῦ Χριστοῦ κραταιούμενος
主是我的幫助,我必看見我的仇敵遭報;我要踏在你這毒蛇和蛇怪之上——你正是與牠們相似的——我要踐踏你這獅子和惡龍,因我靠基督的能力而剛強。」
The Lord is my helper, and I will look upon my enemies; and upon you, the asp and the basilisk, to which you have made yourself like, I will tread, and I will trample you, the lion and the dragon, being made strong by the power of Christ.
1:2812
αἰσχυνθείησαν καὶ ἐντραπείησαν πάντες οἱ ἐχθροί μου·
「願我一切的仇敵都蒙羞,大大驚惶;
Let all my enemies be ashamed and utterly confounded;
1:2813
ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους
願他們轉身退去,忽然大大蒙羞。」
let them turn back and be greatly ashamed, suddenly.
1:2814
Ταῦτα λέγων, καὶ τὸ σημεῖον τοῦ σταυροῦ ἑαυτῷ περιβαλὼν ὅπλον ἀκαταγώνιστον, πάσας τὰς τοῦ διαβόλου φαντασίας κατήργησεν
他說了這些話,並將十字架的記號披在自己身上,如同一件無可征服的兵器,於是廢除了魔鬼一切的幻象。
Saying these things, and putting on himself the sign of the cross as an invincible weapon, he abolished all the phantasms of the devil.
1:2815
εὐθὺς γὰρ τά τε θηρία καὶ τὰ ἑρπετά, ὡς ἐκλείπει καπνός, ἐξέλιπον, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός·
因為那些野獸與爬蟲立刻消失,如煙消散,又如蠟在火前熔化;
For immediately the beasts and the reptiles vanished, as smoke vanishes, and as wax melts before the face of fire;
1:2816
αὐτὸς δέ, τῇ τοῦ Χριστοῦ δυνάμει ἰσχύων, ἐπορεύετο
而他自己則靠基督的能力剛強,繼續前行,
and he himself, being strong in the power of Christ, went on his way,
1:2817
χαίρων καὶ εὐχαριστῶν τῷ Κυρίῳ
心中喜樂,感謝主。
rejoicing and giving thanks to the Lord.
1:2818
ἀλλὰ καὶ θηρία πολλὰ καὶ ποικίλα καὶ ὄφεων παντοδαπὰ καὶ δρακοντόμορφα γένη ἡ ἔρημος ἐκείνη τρέφει, ἅτινα συναντῶντα αὐτῷ οὐκ ἔτι φαντασίᾳ, ἀλλ' ἀληθείᾳ ἐδείκνυτο, ὡς ἐντεῦθεν φόβου μὲν ἦν πλήρης ἡ ὁδὸς καὶ πόνου·
而那片曠野也養育著許多形形色色的野獸,以及各種蛇類與似龍的種族,這些與他相遇時已不再是幻象,而是真實地顯現,因此這段路途充滿了恐懼與勞苦;
But that desert also nourished many and various wild beasts, and all manner of serpents, and dragon-like creatures, which, meeting him, appeared no longer in phantasm but in reality, so that from this the way was full of fear and toil;
1:2819
αὐτὸς δὲ ἀμφοτέρων ὑπερίπτατο τῷ λογισμῷ, τὸν μὲν φόβον τῆς ἀγάπης, ὥς φησιν ἡ Γραφή, ἔξω βαλλούσης, τὸν πόνον δὲ τοῦ πόθου ἐπικουφίζοντος
但他憑著思慮超越了這兩者:正如經上所說,愛能將懼怕驅逐於外;而渴慕則使勞苦得以減輕。
but he, by his own reasoning, soared above both, love, as Scripture says, casting fear outside, and desire lightening the toil.
1:2820
οὕτως οὖν πολλαῖς καὶ ποικίλαις συμφοραῖς καὶ ταλαιπωρίαις πυκτεύσας, δι' ἡμερῶν οὐκ ὀλίγων κατέλαβε τὴν ἔρημον ἐκείνην τῆς Σενααρίτιδος γῆς, ἐν ᾗ ὁ Βαρλαὰμ ᾤκει·
就這樣,他與許多形形色色的災難與艱苦搏鬥之後,經過不少時日,終於抵達了示拿地那片曠野,即巴蘭所居住之處;
Thus then, having contended with many and various misfortunes and hardships, after not a few days he reached that desert of the land of Senaar, in which Barlaam dwelt;
1:2821
ἔνθα καὶ ὕδατος τυχὼν τὴν φλόγα κατέσβεσε τῆς δίψης
在那裡,他尋得了水,也熄滅了乾渴的火焰。
where, finding water, he also quenched the flame of his thirst.
1:2822
χχχῃιιι Ἔμεινε δὲ Ἰωάσαφ διετίαν ὅλην κατὰ τὸ πέλαγος τῆς ἐρήμου ταύτης ἀλώμενος καὶ μὴ εὑρίσκων τὸν Βαρλαάμ, τοῦ Θεοῦ κἀνταῦθα τὸ στερρὸν τοῦ λογισμοῦ αὐτοῦ καὶ τὸ τῆς ψυχῆς γενναῖον δοκιμάζοντος
約撒法在這曠野的浩瀚之中整整流浪了兩年之久,卻尋不著巴蘭,神在此也是要試驗他思慮的堅定與靈魂的高貴,
Ioasaph remained wandering for a whole two years over the expanse of this desert, not finding Barlaam, God here too testing the firmness of his reasoning and the nobility of his soul,
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。