📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 巴蘭與約撒法

巴蘭與約撒法 第 1 章 第 14/18 段

希臘文原文.176 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2272–1:2447(全章共 2985 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:2272
καὶ πολλὰ τοιαῦτα ἐν ταῖς Γραφαῖς σου εὑρήσεις
「這樣的事你在你的經文裡還會找到許多。」
And you will find many such things in your Scriptures.
1:2273
εἰ οὖν κατὰ ἀλήθειαν, καθὼς λέγεις, σῶσαί μου τὴν ψυχὴν ζητεῖς, τὴν μικράν μου ταύτην ἐπιθυμίαν πλήρωσον
「所以,如果你真的如你所說是想拯救我的靈魂,就請成全我這小小的願望吧。」
If, then, in truth, as you say, you seek to save my soul, fulfill this small desire of mine.
1:2274
καὶ ἐγὼ μὲν τελείᾳ σοι κοινωνίᾳ γάμου συναφθῆναι ζητοῦσα, ἐπεί σοι οὐ καταθύμιόν ἐστι τοῦτο, οὐκ ἔτι σε καταναγκάζω, τὰ ἀρεστά σοι πάντα ποιοῦσα·
「雖然我原想與你結成完全的婚姻之合,但既然這不合你的心意,我便不再勉強你,凡事順從你所喜悅的;」
And though I sought to be joined to you in the full union of marriage, since this is not to your liking, I no longer compel you, doing all things that are pleasing to you;
1:2275
λοιπὸν καὶ αὐτὸς μὴ πάντη βδελύξῃ·
「那麼,你也不要全然厭惡我。」
so then, you too should not utterly abhor me.
1:2276
ἀλλ', ὑπακούσας μου τὸ ἅπαξ τοῦτο, σώσεις με, τῆς δεισιδαίμονος πλάνης ῥυσάμενος, τὰ δεδογμένα δέ σοι εἰς τὸ ἑξῆς ποιήσεις διὰ βίου παντός
「只要你這一次聽從我,你便能救我,使我脫離迷信的謬誤;此後你便可以終生照你自己所立定的心志行事。」
But, by obeying me this once, you will save me, delivering me from superstitious error, and thereafter you may do what has been resolved by you for the whole rest of your life.
1:2277
Οὕτω λέγουσα ( καὶ γὰρ εἶχε τὸν εἰσηγούμενον, ᾧ καὶ τὰ ὦτα ὑπεῖχεν αὕτη κρυφίως·
她如此說著(因為她確實有一位在暗中教唆她的,她私下也將耳朵傾向於他——
As she spoke thus (for indeed she had one prompting her, to whom she secretly lent her ears —
1:2278
καὶ Γραφῶν ἔμπειρος ὁ λῃστὴς ἦν, ὁ τῆς κακίας ὄντως δημιουργὸς καὶ διδάσκαλος), τοιαῦτα τοιγαροῦν λέγουσα καὶ ὑποσαίνουσα, δίκτυά τε καὶ παγίδας ἐκ δεξιῶν τε καὶ ἐξ εὐωνύμων αὐτῷ περιπλέκουσα, τὸν πύργον αὐτοῦ τῆς ψυχῆς διασαλεύειν ἤρχετο, τὸν τόνον τε ὑποχαλᾶν αὐτοῦ τῆς προθέσεως, καὶ τὴν γνώμην μαλακωτέραν ποιεῖν
那強盜精通經文,實在是邪惡真正的創造者與教師)——她如此說著並且諂媚討好,在他左右兩邊織起網羅與陷阱,開始動搖他靈魂的堡壘,鬆弛他決心的張力,使他的意志變得柔軟起來。
and that robber was well-versed in the Scriptures, being indeed the true creator and teacher of wickedness) — thus speaking such things and fawning, weaving nets and snares around him on the right hand and on the left, she began to shake the tower of his soul, to loosen the tension of his resolve, and to make his mind softer.
1:2279
ὁ δὲ σπορεὺς τῆς κακίας καὶ τῶν δικαίων ἐχθρός, σαλευομένην αὐτοῦ τὴν καρδίαν ἰδὼν χαρᾶς ἔμπλεως γεγονὼς φωνεῖ παρευθὺ τὰ σὺν αὐτῷ παραγενόμενα τῆς πονηρίας πνεύματα, Ὁρᾶτε, κράζων, ὅπως ἡ κόρη αὕτη διανῦσαι ἐπείγεται ἃ οὐκ ἠδυνήθημεν ἡμεῖς ἀνῦσαι
那邪惡的播種者、義人的仇敵,見他的心正被動搖,便滿心歡喜,立刻呼喚那些與他同來的邪惡之靈,喊道:「你們看,這少女如何急切地成就我們自己所未能成就的事!」
But the sower of wickedness and enemy of the righteous, seeing his heart being shaken, was filled with joy and immediately called out to the spirits of wickedness that had come with him, crying, 'Behold how this maiden hastens to accomplish what we ourselves were not able to accomplish!'
1:2280
δεῦτε οὖν, ἰσχυρῶς νῦν ἐπιπέσωμεν αὐτῷ·
「來吧,我們現在就用力向他撲去;」
Come, then, let us now fall upon him with force;
1:2281
οὐχ εὑρήσομεν γὰρ ἄλλον καιρὸν οὑτωσὶ ἐπιτήδειον τὸ θέλημα πληρῶσαι τοῦ πέμψαντος ἡμᾶς
「因為我們再也找不到像這樣合宜的時機,來成就那差遣我們者的旨意了。」
for we shall not find another moment so opportune as this to fulfill the will of the one who sent us.
1:2282
ταῦτα συλλαλήσας ὁ δολιόφρων τοῖς ἑαυτοῦ κυσίν, ἐπεμβαίνουσι τῷ Χριστοῦ στρατιώτῃ, πάσας αὐτοῦ τῆς ψυχῆς τὰς δυνάμεις ταράξαντες, καὶ δεινὸν ἔρωτα τῆς κόρης ὑποθέμενοι, πῦρ τε σφοδρότατον ἐπιθυμίας ἐκκαύσαντες ἐν αὐτῷ
那奸詐的靈對牠自己的走狗們說完這些話後,牠們便撲向基督的戰士,攪亂了他靈魂的一切能力,在他心中植入對那少女強烈的情慾,並在他裡面燃起最猛烈的慾火。
Having said these things to his own dogs, the crafty-minded one — they set upon the soldier of Christ, throwing into confusion all the powers of his soul, and instilling in him a terrible passion for the maiden, and kindling in him a most violent fire of desire.
1:2283
Ὁρῶν δὲ ἑαυτὸν ἐκεῖνος ἰσχυρῶς φλεγόμενον καὶ πρὸς τὴν ἁμαρτίαν αἰχμαλωτιζόμενον, καὶ τοὺς λογισμοὺς αὐτοῦ τὴν σωτηρίαν τῆς κόρης καὶ πρὸς Θεὸν ἐπιστροφήν, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ προκειμένῃ πράξει περιτιθεμένους, καὶ ὀχλοῦντας αὐτῷ τῇ τοῦ ἐχθροῦ ὑποβολῇ μὴ ἁμαρτίαν εἶναι τὸ ἐπὶ σωτηρία ψυχῆς ἅπαξ γυναικὶ συγγενέσθαι, στενάξας ἐν ἀπορίᾳ ψυχῆς βύθιον τι καὶ τετηκός, ἑαυτὸν εὐθὺς πρὸς εὐχὴν συντείνει, καὶ ὀχετοὺς δακρύων ἐξ ὀφθαλμῶν δαψιλῶς προχέων ἐβόα πρὸς τὸν δυνάμενον σώζειν τοὺς ἐπ' αὐτῷ πεποιθότας·
但他見自己被猛烈的慾火焚燒、被擄向罪惡,也見自己的種種念頭——如魚鉤上的餌一般——被裹以少女得救、歸向神的名目,纏繞在眼前這行為之上,並被那仇敵的暗示所困擾,說為了拯救一個女子的靈魂而與她一次同寢並非罪過;他便在靈魂的困惑中發出深沉而幾乎融化的呻吟,立刻竭力轉向禱告,眼中湧流出豐沛的淚水,向那能拯救一切倚靠祂之人的主呼求說:
But he, seeing himself violently inflamed and taken captive toward sin, and his thoughts — like bait on a hook — being wrapped around the deed at hand under the pretext of the maiden's salvation and conversion to God, and troubling him with the enemy's suggestion that it was not a sin to lie with a woman once for the salvation of her soul, groaned with a deep and melting groan in the perplexity of his soul, and immediately strained himself toward prayer, and pouring forth abundant streams of tears from his eyes, cried out to him who is able to save those who trust in him:
1:2284
μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα
「願我永不至於蒙羞。」
Let me not be put to shame forever.
1:2285
μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου, τὸν τῆς σῆς ἐχόμενον δεξιᾶς·
「也不要讓我的仇敵嗤笑我,我這緊握著你右手的人;」
Nor let my enemies laugh me to scorn, me who cling to your right hand;
1:2286
ἀλλὰ παράστηθί μοι ἐν τῇ ὥρᾳ ταύτῃ, καὶ κατὰ τὸ σὸν θέλημα εὔθυνον τὰς ὁδούς μου, ἵνα δοξασθῇ τὸ ὄνομά σου τὸ ἔνδοξον καὶ φοβερὸν ἐπ' ἐμοὶ τῷ οἰκέτῃ σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας
「求你在此刻站在我身旁,照你的旨意使我的道路正直,好叫你那榮耀可畏的名,在我這僕人身上得著榮耀,因你是永遠當受頌讚的。」
but stand by me in this hour, and according to your will direct my paths straight, that your glorious and fearful name may be glorified in me your servant, for you are blessed forever.
1:2287
Ἐφ' ἱκανὰς δὲ ὥρας μετὰ δακρύων εὐξάμενος καὶ πολλὰ γονυκλιτήσας, καθῆκεν ἑαυτὸν ἐπὶ τοῦ ἐδάφους
他含淚禱告了相當長的時間,並多次屈膝跪拜之後,便讓自己倒臥在地上。
Having prayed for a considerable time with tears and having bowed his knees many times, he let himself down upon the ground.
1:2288
καὶ ὑπνώσας μικρόν, ὁρᾷ ἑαυτὸν ὑπό τινων φοβερῶν ἁρπαγέντα, καὶ τόπους οὓς οὐδέποτε ἑωράκει διελθόντα, καὶ ἔν τινι γενόμενον μεγίστῃ πεδιάδι ὡραίοις ἄνθεσι καὶ λίαν εὐώδεσι κομώσῃ, ἔνθα φυτὰ μὲν ἑώρα παντοδαπὰ καὶ ποικίλα, καρποῖς ξένοις τισὶ καὶ θαυμασίοις βρίθοντα, ἰδεῖν τε ἡδίστοις καὶ ἅψασθαι ποθεινοῖς
他略睡片刻後,便夢見自己被幾位可畏的人物擄走,經過一些他從未見過的地方,來到一片廣大無比的平原,那裡開滿了美麗而馥郁芬芳的花朵;他看見各式各樣的植物,結滿了奇異而奇妙的果實,看來甘美誘人,觸摸起來也令人心生渴慕。
And having slept a little, he sees himself seized by certain fearsome beings, and passing through places he had never seen, and coming to be in a certain vast plain covered with beautiful and very fragrant flowers, where he saw plants of every kind and variety, laden with strange and marvelous fruits, most sweet to see and desirable to touch.
1:2289
τά τε φύλλα τῶν δένδρων λιγυρὸν ὑπήχει αὔρᾳ τινὶ λεπτοτάτῃ, καὶ ἀκόρεστον καὶ χαριεστάτην ἐκπέμποντα εὐωδίαν κινούμενα, θρόνοι τε ἀνέκειντο ἐκ καθαρωτάτου χρυσίου καὶ λίθων τιμίων κατεσκευασμένοι, λαμπρὰν οἵαν αἴγλην ἀφιέντες, καὶ κλῖναι ἐν ἐξάλλοις τισὶ στρωμναῖς καὶ τῷ κάλλει τὴν διήγησιν νικώσαις κατηγλαϊσμέναι
樹葉在極輕柔的微風中發出清脆悅耳的聲響,隨風搖曳,散發出令人百聞不厭、極其怡人的芬芳;那裡陳設著以最純淨的黃金與寶石打造的寶座,散發出燦爛的光輝,還有臥榻鋪著非凡的織物,其美麗超乎言語所能描述。
And the leaves of the trees gave a sweet murmuring sound beneath a most delicate breeze, and, being stirred, sent forth an insatiable and most gracious fragrance; and thrones were set there, made of the purest gold and precious stones, giving off a brilliant radiance, and couches adorned with extraordinary coverings that surpassed description in their beauty.
1:2290
ὕδατά τε παρέρρει διαυγῆ λίαν καὶ αὐτὰς εὐφραίνοντα τὰς ὁράσεις
又有極其清澈的水流淌而過,光是看見便令人心曠神怡。
And waters flowed by, exceedingly clear, delighting even the very sight.
1:2291
τὴν δὲ θαυμαστὴν ταύτην καὶ μεγάλην πεδιάδα οἱ φοβεροὶ ἐκεῖνοι διαγαγόντες αὐτὸν εἰς πόλιν εἰσήγαγον ἀρρήτῳ τινὶ λαμπρότητι ἀποστίλβουσαν, ἐκ χρυσίου μὲν διαυγοῦς τὰ τείχη, λίθων δὲ ὧν οὐδεὶς πώποτε ἑώρακε τὰς ἐπάλξεις ἔχουσαν ἀνεγηγερμένας
那些可畏的人物領著他走過這片奇妙而遼闊的平原,將他帶進一座城裡,那城散發著難以言喻的光輝,城牆以透亮的黃金築成,城垛則以無人曾見過的寶石建造聳立。
Having led him through this wondrous and great plain, those fearsome beings brought him into a city gleaming with an ineffable brilliance, having walls of translucent gold, and battlements built up of stones that no one had ever before seen.
1:2292
ὦ τίς ἂν ἐκείνης εἴποι τὸ κάλλος τῆς πόλεως καὶ τὴν φαιδρότητα; φῶς ἄνωθεν πυκνὰ ταῖς ἀκτῖσι διᾷττον πάσας αὐτῆς τὰς πλατείας ἐπλήρου·
啊,誰能訴說那城的美麗與光彩呢?一道從上而來的光,以密集的光芒穿射而下,充滿了城中所有的街道;
Oh, who could tell the beauty and splendor of that city? A light from above, darting with dense rays, filled all its streets;
1:2293
καὶ ὑπόπτεροί τινες στρατιαί, αὐτὴ ἑκάστη φῶς οὖσαι, ταύτῃ ἐπεδήμουν, μέλος ᾄδουσαι ἀκοῇ βροτείᾳ μηδέποτε ἀκουσθέν
又有一些長著翅膀的軍旅,各個自身都是光,居住在那裡,歌唱著人耳從未聽過的樂曲。
and certain winged hosts, each one itself being light, dwelt there, singing a song never before heard by mortal ear.
1:2294
καὶ φωνῆς ἤκουσε λεγούσης·
他又聽見有聲音說:
And he heard a voice saying:
1:2295
Αὕτη ἡ ἀνάπαυσις τῶν δικαίων·
「這是義人的安息之處;」
This is the rest of the righteous;
1:2296
αὕτη ἡ εὐφροσύνη τῶν εὐαρεστησάντων τῷ Κυρίῳ
「這是那些蒙主喜悅之人的喜樂之地。」
this is the gladness of those who were well-pleasing to the Lord.
1:2297
ἐκεῖθεν οὖν ἐξαγαγόντες οἱ φρικωδέστατοι ἄνδρες ἐκεῖνοι, εἰς τοὐπίσω ἄγειν ἔλεγον
那些極其可畏的人隨後領他從那裡出去,說要帶他回去。
Then those most fearsome men, having led him out from there, said they would take him back.
1:2298
ὁ δέ, τῆς τερπνότητος ἐκείνης καὶ θυμηδίας ὅλος γενόμενος, Μὴ στερήσητέ με, ἔλεγε, μὴ στερήσητε, δυσωπῶ, τῆς ἀρρήτου χαρᾶς ταύτης·
他卻已全然沉醉在那喜悅與歡欣之中,說道:「不要奪去我,不要奪去我,我懇求你們,不要奪去這難以言喻的喜樂;」
But he, being wholly given over to that delight and gladness, said, 'Do not deprive me, do not deprive me, I implore you, of this ineffable joy;'
1:2299
ἀλλὰ δότε κἀμοὶ ἐν μιᾷ τῆς μεγίστης ταύτης πόλεως γωνίᾳ διαιτᾶσθαι
「求你們也讓我在這座至大之城的一隅棲居。」
but grant me too to dwell in some corner of this greatest city.
1:2300
οἱ δέ, Ἀδύνατόν ἐστι νῦν, ἔλεγον, εἶναί σε ἐνταῦθα
但他們說:「你現在還不能待在這裡。」
But they said, 'It is impossible now for you to be here.'
1:2301
ἀλλὰ κόπῳ πολλῷ καὶ ἱδρῶτι ἐλεύσῃ ὧδε, εἴπερ ἑαυτὸν βιάσῃ
「但你若肯勉力而行,就必經過極大的勞苦與汗水而來到這裡。」
But with much toil and sweat you shall come here, if you force yourself.
1:2302
καί, τὴν μεγίστην αὖθις πεδιάδα διελθόντες, εἰς τόπους ἀπήνεγκαν σκοτεινοὺς καὶ πάσης ἀηδίας πεπληρωμένους, ἰσόρροπον τῆς ὁραθείσης φαιδρότητος τὸ λυπηρὸν κεκτημένους
於是他們再次穿越那廣闊的平原,把他帶到一些黑暗、充滿種種令人厭惡之事的地方,其淒苦的程度,恰與先前所見的光輝相等。
And, passing again through the vast plain, they carried him off to dark places, full of every unpleasantness, possessing a grievousness equal in measure to the brightness he had seen.
1:2303
σκότος γὰρ ἦν ἀφεγγὲς καὶ ζοφερὸν παντελῶς·
因為那裡是全然無光、極其幽暗的黑暗;
For there was darkness, lightless and utterly gloomy;
1:2304
θλίψεως δὲ καὶ ταραχῆς τὸ πᾶν ἐπεπλήρωτο
一切都充滿了苦難與紛擾。
and everything was filled with affliction and turmoil.
1:2305
ἔνθα κάμινος ἐξῆπτε πυρὸς ἀναφλεγομένη·
那裡有一座爐火熊熊燃燒的火爐;
There a furnace of fire was kindled, blazing;
1:2306
καὶ σκωλήκων γένος ἦν κολαστικῶν ἕρπον ἐκεῖσε
又有一種懲罰性的蟲類爬行在那裡。
and there was a race of punishing worms creeping about there.
1:2307
δυνάμεις δὲ τιμωρητικαὶ ἐφεστῶσαι τῇ καμίνῳ, καί τινες ἐλεεινῶς τῷ πυρὶ κατακαιόμενοι
又有懲罰的權能站立在爐火之上,還有一些人正被那火淒慘地焚燒著。
And punitive powers stood over the furnace, and certain persons were being pitiably burned by the fire.
1:2308
καὶ φωνὴ ἠκούετο λέγουσα·
又有聲音傳來說:
And a voice was heard saying:
1:2309
Οὗτος ὁ τόπος τῶν ἁμαρτωλῶν·
「這是罪人之地;」
This is the place of sinners;
1:2310
αὕτη ἡ κόλασις τῶν πράξεσιν αἰσχραῖς ἑαυτοὺς μολυνάντων·
「這是那些以可恥的行為玷污自己之人所受的刑罰。」
this is the punishment of those who have defiled themselves with shameful deeds.
1:2311
ἐπὶ τούτοις ἐξήγαγον αὐτὸν ἐκεῖθεν οἱ καὶ εἰσαγαγόντες
於是,先前領他進去的人便帶他從那裡出來。
Thereupon those who had led him in also led him out from that place.
1:2312
καὶ εἰς ἑαυτὸν εὐθὺς ἐλθὼν ἔντρομος ἦν ὅλος·
他一恢復神智,便渾身戰慄。
And immediately, on coming to himself, he was trembling all over.
1:2313
δάκρυα δὲ ποταμηδὸν κατέδυον οἱ ὀφθαλμοὶ αὐτοῦ
淚水如江河般從他眼中湧流而下。
And tears streamed down from his eyes like a river.
1:2314
πᾶσα δὲ ἡ ὡραιότης τῆς ἀκολάστου κόρης ἐκείνης καὶ τῶν λοιπῶν δυσωδεστέρα βορβόρου καὶ σαπρίας αὐτῷ λελόγιστο
那放蕩女子與其餘眾女的一切美貌,在他看來,比污泥與腐臭更令人作嘔。
And all the beauty of that unchaste maiden, and of the rest, seemed to him more foul than mire and rot.
1:2315
στρέφων δὲ ἐν τῇ ψυχῇ τῶν ὁραθέντων τὴν μνήμην, τῷ πόθῳ τῶν ἀγαθῶν καὶ τῷ φόβῳ τῶν ἀνιαρῶν ἐκείνων ἐπὶ τῆς κλίνης κατέκειτο ἥκιστα ἐγερθῆναι δυνάμενος
他在心中反覆思念所見之事,既渴慕那美善之物,又懼怕那些痛苦之事,遂臥於床上,幾乎無法起身。
And turning over in his soul the memory of what he had seen, with longing for the good things and fear of those grievous things, he lay upon his bed, scarcely able to rise.
1:2316
Ἀνηγγέλθη δὲ τῷ βασιλεῖ ἡ τοῦ υἱοῦ ἀρρωστία
王得知了他兒子患病之事。
The king was informed of his son's illness.
1:2317
καὶ ὃς ἐλθὼν ἐπηρώτα τί τὸ συμβάν
他便前來詢問發生了什麼事。
And he came and asked what had happened.
1:2318
ὁ δὲ τὰ ὁραθέντα αὐτῷ διηγεῖται, καί φησιν·
約撒法便將他所見之事講給他聽,說:
And he related to him the things he had seen, and said:
1:2319
Ἱνατί παγίδα ἡτοίμασας τοῖς ποσί μου, καὶ κατέκαμψας τὴν ψυχήν μου; εἰ μὴ γὰρ Κύριος ἐβοήθησέ μοι, παραβραχὺ παρῴκησεν ἂν τῷ ᾅδῃ ἡ ψυχή μου
你為何為我的腳預備網羅,使我的靈魂彎曲?若不是主幫助了我,我的靈魂幾乎就要住進陰間了。
Why have you prepared a snare for my feet, and bowed down my soul? For unless the Lord had helped me, my soul would in but a little while have dwelt in Hades.
1:2320
ἀλλ' ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ·
然而神向以色列,向那些心裡正直的人,是何等美善!
But how good is God to Israel, to those upright in heart!
1:2321
ὃς καὶ τὴν ἐμὴν ἐρρύσατο ταπείνωσιν ἐκ μέσου σκύμνων
祂曾把我的卑微從幼獅群中搭救出來。
who also delivered my low estate from the midst of young lions.
1:2322
ἐκοιμήθην γὰρ τεταραγμένος
因為我曾在惶惶不安中躺下。
For I lay down troubled.
1:2323
ἀλλ' ἐπεσκέψατό με ἐξ ὕψους ὁ Θεός μου καὶ Σωτήρ μου, καὶ ἔδειξέ μοι οἵων ἀγαθῶν ἀπεστέρησαν ἑαυτοὺς οἱ παροργίζοντες αὐτόν, οἵων δὲ
但我的神、我的救主從高處眷顧了我,指示我那些惹祂發怒的人,剝奪自己何等美善之事,又使自己該受何等
but my God and my Savior visited me from on high, and showed me of what good things those who provoke Him to wrath deprive themselves, and to what
1:2324
κολάσεων ὑπευθύνους εἰργάσαντο
刑罰負上了責任。
punishments they have made themselves liable.
1:2325
καὶ νῦν, ὦ πάτερ, ἐπεί σου τὰ ὦτα ἔβυσας τοῦ μὴ ἀκοῦσαί μου τῆς φωνῆς τῆς τὰ ἀγαθά σοι ἐπᾳδούσης, κἂν ἐμὲ μὴ κώλυε τὴν εὐθεῖαν βαδίσαι ὁδόν
父啊,如今既然你已塞住耳朵,不肯聽我那向你唱說美善之事的聲音,那麼至少不要阻止我走這正直的道路。
And now, O father, since you have stopped your ears so as not to hear my voice, which sings good things to you, at least do not hinder me from walking the straight path.
1:2326
τοῦτο γὰρ ποθῶ, τούτου ἐφίεμαι, τοῦ πάντων ἀπαλλαγῆναι, καὶ τόπους καταλαβεῖν ἔνθα Βαρλαὰμ ὁ τοῦ Χριστοῦ θεράπων τὰς οἰκήσεις ἔχει, καὶ σὺν αὐτῷ τὸ λοιπὸν τῆς παρούσης μου διανῦσαι ζωῆς
因為這正是我所渴望、我所切求的:脫離這一切,去到巴蘭——基督的僕人——所居之處,與他一同度過我今生餘下的日子。
For this is what I long for, this is what I desire: to be set free from all things, and to reach the places where Barlaam, the servant of Christ, dwells, and to spend the rest of my present life with him.
1:2327
εἰ δὲ βίᾳ κατα σχεῖν με θελήσειας, ὄψει με θᾶττον τῇ λύπῃ καὶ ἀδημονίᾳ νεκρόν·
你若執意要以強力留住我,你很快就會看見我因悲傷與苦悶而死去;
But if you should wish to hold me back by force, you will soon see me dead from grief and anguish;
1:2328
καὶ οὔτε σὺ τὸ λοιπὸν πατὴρ κληθήσῃ, οὔτε υἱόν με ἔτι ἕξεις
那時你再也不能被稱為父親,我也不再是你的兒子了。
and you will no longer be called father, nor will you have me any longer as a son.
1:2329
χχχι Πάλιν οὖν ἀθυμία κατέσχε τὸν βασιλέα·
三十一、於是憂悶再次籠罩了王;
XXXI. Then despondency again took hold of the king;
1:2330
πάλιν ἀπελέγετο ὅλην αὐτοῦ τὴν ζωήν, καὶ δεινὰ στρέφων ἐν ἑαυτῷ εἰς τὸ ἴδιον ἀπῄει παλάτιον
他再次否定了自己的一生,心中反覆思量著種種可怕之事,返回了自己的宮殿。
again he disowned his whole life, and, turning dire thoughts over within himself, went away to his own palace.
1:2331
τὰ δὲ παρὰ τοῦ Θευδᾶ ἀποσταλέντα τῆς πονηρίας πνεύματα κατὰ τοῦ θείου παιδός, ἐπανελθόντα πρὸς αὐτόν, κατῃσχυμμένα τὴν ἧτταν ἀνωμολόγει, καίτοι φιλοψευδῆ ὄντα·
至於提烏達所差遣、攻擊那神聖孩童的邪惡之靈,回到他那裡後,滿懷羞愧地承認了自己的失敗——儘管牠們是好說謊的;
But the spirits of wickedness sent by Theudas against the godly child, having returned to him, ashamed, confessed their defeat, although they are fond of lying;
1:2332
σύμβολα γὰρ σαφῆ τῆς ἥττης ἔφερον ἐπὶ τῆς πονηρᾶς αὐτῶν ὄψεως
因為牠們邪惡的面容上,帶著失敗的明顯記號。
for they bore clear tokens of their defeat upon their wicked countenance.
1:2333
ὁ δέ, Καὶ οὕτω, φησίν, ἀσθενεῖς ὑμεῖς καὶ ταλαίπωροι, ὡς ἑνὸς μειρακίου μὴ περιγενέσθαι; τότε τὰ πονηρὰ πνεύματα, θείᾳ δυνάμει τιμωρούμενα, εἰς φῶς ἄκοντα τὴν ἀλήθειαν ἦγεν, Οὐχ ὑπομένομεν, λέγοντα, οὐδὲ ἀντοφθαλμῆσαι ὅλως τῇ τοῦ Χριστοῦ δυνάμει καὶ τῷ συμβόλῳ τοῦ πάθους αὐτοῦ, ὃν σταυρὸν καλοῦσιν
他說:『你們竟如此軟弱可憐,連一個少年都勝不過嗎?』於是那些邪靈,因受神能懲罰,不情願地將實情公諸於世,說道:『我們無法忍受,也完全不敢正視基督的大能,以及祂受難的記號,就是他們所稱的十字架,』
And he said, 'Are you so weak and wretched that you could not prevail over a single youth?' Then the evil spirits, chastised by divine power, brought the truth to light against their will, saying, 'We cannot bear, nor at all endure to face the power of Christ, and the sign of His passion, which they call the cross;'
1:2334
ἐκείνου γὰρ τυπουμένου, φθάνομεν ἀνακράτος φεύγοντές τε καὶ διωθούμενοι πάντες οἱ τοῦ ἀέρος ἄρχοντες καὶ κοσμοκράτορες τοῦ σκότους, πρὶν ἢ τελείως αὐτὸ τυπωθῆναι
因為當那記號一被畫出,我們這些空中的掌權者、黑暗的世界主宰,便竭力奔逃、彼此推擠,甚至還來不及等它完全畫成。
for when it is being traced, we, all the rulers of the air and world-rulers of darkness, hasten to flee with all our might, thrusting one another aside, even before it is fully traced.
1:2335
ὅθεν καὶ τῷ νεανίσκῳ τούτῳ ἐπιπεσόντες δεινῶς ἐταράξαμεν·
因此,我們撲向這少年,狠狠地擾亂了他;
Wherefore also, having fallen upon this young man, we troubled him grievously;
1:2336
ὁ δέ, τὸν Χριστὸν ἐπικαλεσάμενος εἰς συμμαχίαν καὶ τῷ σημείῳ τοῦ σταυροῦ καθοπλίσας ἑαυτόν, ἡμᾶς τε διώσατο μετ' ὀργῆς καὶ ἀσφάλειαν ἑαυτῷ ἔθετο
但他呼求基督作他的盟援,又以十字架的記號武裝自己,便怒然將我們驅逐,並為自己築起了防護。
but he, having called upon Christ as his ally, and having armed himself with the sign of the cross, drove us off in wrath and secured safety for himself.
1:2337
μὴ μελλήσαντες οὖν εὕρομεν ὄργανον, δι' οὗ καὶ τῷ πρωτοπλάστῳ ὁμιλήσας ποτὲ ὁ ἄρχων ἡμῶν τοῦτον ἐχειρώσατο
於是我們毫不遲延,便找來了那件工具——我們的首領昔日曾憑藉它與始祖交談,並藉此制伏了他——
So without delay we found the instrument by which our ruler once conversed with the first-formed man, and by which he subdued him.
1:2338
καὶ δὴ παρ' οὐδὲν ἐθέμεθα ἂν καὶ ἡμεῖς κενὴν τὴν ἐλπίδα τοῦ νέου, ἀλλ' ἐπικληθεὶς αὖθις ὁ Χριστὸς εἰς συμμαχίαν, πυρὶ τῆς ἄνωθεν ὀργῆς ἡμᾶς καταφλέξας, φυγάδας εἰργάσατο
我們原以為,也能同樣輕易地使這少年的盼望落空;然而基督再度被呼求前來相助,以那從上而來的忿怒之火將我們焚燒,使我們成了逃亡者。
And indeed we would have counted the young man's hope as nothing at all; but Christ, being called upon again as an ally, burned us with the fire of wrath from above, and made us fugitives.
1:2339
καὶ ἔγνωμεν μηκέτι πλησιάσαι αὐτῷ
我們便曉得,不可再靠近他了。』
And we learned never again to approach him.'
1:2340
οὕτω μὲν οὖν τὰ πονηρὰ πνεύματα σαφῶς ἐγνώρισε τῷ Θευδᾷ τὰ γεγενημένα
那些邪靈就這樣,將所發生的一切明明白白地告知了提烏達。
Thus, then, did the evil spirits clearly make known to Theudas what had happened.
1:2341
Ὁ δὲ βασιλεύς, πάντοθεν ἀπορούμενος, τὸν Θευδᾶν αὖθις προσκαλεῖται, καί φησι·
王四面束手無策,便再次召來提烏達,說道:
And the king, being at a loss on every side, summoned Theudas again, and said:
1:2342
Τὰ μὲν δεδογμένα σοι, σοφώτατε, πάντα πληρώσαντες, οὐδεμίαν τὴν ὠφέλειαν εὕρομεν·
『最有智慧的人啊,凡你所定意的,我們都已一一施行,卻絲毫未見成效;
'We have fulfilled all that you decided upon, O wisest one, and have found no benefit whatsoever;
1:2343
νυνὶ δέ, εἴ τίς σοι ἑτέρα ὑπολέλειπται ἐπίνοια, κἀκείνης πεῖραν ληψόμεθα·
如今,若你還留有其他計謀,我們也願一試;
but now, if any other device remains with you, we shall make trial of that also;
1:2344
ἴσως εὕρω τινὰ τοῦ κακοῦ λύσιν
或許我能找到這禍患的解方。』
perhaps I may find some solution to the evil.'
1:2345
Αἰτησαμένου δὲ τοῦ Θευδᾶ εἰς ὁμιλίαν ἐλθεῖν τοῦ υἱοῦ, ἕωθεν συμπαραλαβὼν αὐτόν, ὁ βασιλεὺς εἰς ἐπίσκεψιν ἀπέρχεται τοῦ υἱοῦ
提烏達請求與王子交談,王便在清晨帶著他一同前去探視兒子。
And when Theudas requested to come into conversation with the son, the king, taking him along at daybreak, went to visit his son.
1:2346
καὶ καθίσας λόγους ἐκίνησεν ὁ βασιλεύς, ὀνειδίζων αὐτὸν καὶ μεμφόμενος ἐπὶ τῇ ἀνηκοΐᾳ αὐτοῦ καὶ ἀνενδότῳ γνώμῃ
王坐下之後便開口說話,責備他,並為他的不聽從與固執不變的心意而斥責他。
And having sat down, the king opened a discourse, reproaching him and blaming him for his disobedience and his unyielding resolve.
1:2347
ἐκείνου δὲ τὰ αὐτὰ αὖθις βεβαιοῦντος καὶ μηδὲν προτιμᾶν τῆς Χριστοῦ ἀγάπης βοῶντος, παρελθὼν εἰς μέσον, ὁ Θευδᾶς ἔφη·
約撒法再次堅稱同樣的話,並高聲宣告沒有任何事物能置於對基督之愛之上,這時提烏達走到中間,說道:
And as he again affirmed the same things and cried out that he preferred nothing above the love of Christ, Theudas came forward into the midst and said:
1:2348
Τί κατέγνως, ὦ Ἰωάσαφ, τῶν ἀθανάτων ἡμῶν θεῶν, ὅτι τῆς αὐτῶν ἀπέστης λατρείας, καί, τὸν σὸν πατέρα καὶ βασιλέα οὕτως παροργίζων, μισητὸς παντὶ γέγονας τῷ λαῷ; οὐχὶ παρ' αὐτῶν σοι τὸ ζῆν; οὐκ αὐτοὶ παρέσχον σε τῷ πατρί, τῆς αὐτοῦ ἀκούσαντες εὐχῆς καὶ τῶν τῆς ἀτεκνίας δεσμῶν λυτρωσάμενοι; πολλὰς δὲ ματαιολογίας καὶ ἀνωφελεῖς προτάσεις ὁ ἐν κακοῖς γηράσας προβαλλόμενος, καὶ συλλογισμοὺς ῥάπτων περὶ τοῦ κηρύγματος τοῦ Εὐαγγελίου, βουλόμενος τοῦτο μὲν χλευάζειν, τὰ δὲ τῶν εἰδώλων κρατύνειν, ὀλίγον ἐπισχὼν ὁ τῆς ἄνω βασιλείας υἱός, καὶ τῆς πόλεως ἐκείνης πολίτης ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, φησὶ πρὸς τὸν Θευδᾶν
『約撒法啊,你看出我們那些不朽的神明有什麼過錯,以致你背離了對祂們的敬拜?你這樣激怒你的父親和君王,已使自己成為全體百姓所憎惡的人;你的性命豈不是從祂們而來?豈不是祂們垂聽了你父親的祈求、將你賜給他,使他脫離無子之縛嗎?』那在邪惡中終老之人接連提出許多空談與無益的論點,編織種種關於福音宣講的詭辯,一心想要嘲弄福音、鞏固偶像;那位屬天國度之子、那座並非人手、乃主親自所建之城的公民,稍作停頓後,便對提烏達說道:
'Ioasaph, what fault have you found with our immortal gods, that you have departed from their worship, and, by thus provoking your father and king, have become hateful to all the people? Is not your life from them? Did they not grant you to your father, having heard his prayer and having released him from the bonds of childlessness?' And as he — grown old in evil — put forward many vain arguments and useless propositions, weaving syllogisms about the preaching of the Gospel, wishing to mock the one while bolstering the idols, the son of the kingdom above, and citizen of that city which the Lord, and not man, established, having paused a little, said to Theudas:
1:2349
Ἄκουσον, ὦ πλάνης βυθὲ καὶ ψηλαφητοῦ σκότους ζοφωδέστερε, τὸ Βαβυλώνιον σπέρμα, τὸ τῆς Χαλανικῆς πυργοποιΐας ἔκγονον, δι' ἧς ὁ κόσμος συνεχύθη, ματαιόφρον καὶ ἄθλιε γέρον, οὗπερ καὶ ἡ πυρὶ καὶ θείῳ κατακαυθεῖσα πεντάπολις ἐλαφροτέρα τοῖς ἁμαρτήμασι γέγονε
聽著,你這錯謬的深淵、比可觸摸的黑暗更幽暗之人,你這巴比倫的種子、那使世界陷入混亂的迦拉尼城建塔之後裔,你這心思虛妄、可悲的老者啊,就連那被火與硫磺焚燒的五城,其罪孽也比你更輕。
Hear, O depth of error, and darker than palpable darkness; O seed of Babylon, offspring of the tower-building of Chalane, through which the world was thrown into confusion; O vain-minded and wretched old man, than whom even the Pentapolis burned with fire and brimstone has become lighter in its sins.
1:2350
τί χλευάζειν ἐπιχειρεῖς τὸ τῆς
你為何試圖嘲笑那屬於
Why do you attempt to mock that which belongs to
1:2351
σωτηρίας κήρυγμα, δι' ἧς τὰ ἐσκοτισμένα ἐφωτίσθη, δι' ἧς οἱ πεπλανημένοι τὴν ὁδὸν εὗρον, δι' ἧς οἱ ἀπολωλότες καὶ δεινῶς αἰχμαλωτισθέντες ἀνεκλήθησαν; τί κρεῖττον, εἰπέ μοι, Θεῷ λατρεύειν παντοκράτορι σὺν Υἱῷ μονογενεῖ καὶ Πνεύματι Ἁγίῳ, Θεῷ ἀκτίστῳ καὶ ἀθανάτῳ, τῇ ἀρχῇ καὶ πηγῇ τῶν ἀγαθῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, ᾧ παρειστήκεισαν χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἀγγελικῶν ταγμάτων καὶ οὐρανίων, καὶ πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ, δι' οὗ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος παρήχθη, δι' οὗ κρατεῖται τὸ πᾶν καὶ συνέχεται καὶ τῇ προνοίᾳ αὐτοῦ διοικεῖται, τούτῳ βέλτιον λατρεύειν, ἢ δαίμοσι ὀλεθρίοις καὶ ἀψύχοις εἰδώλοις, ὧν ἡ δόξα καὶ ὁ ἔπαινος μοιχεία ἐστὶ καὶ παιδοφθορία καὶ τὰ λοιπὰ τῆς ἀνομίας ἔργα, ἃ περὶ τῶν ὑμετέρων ἀναγέγραπται θεῶν ἐν τοῖς συντάγμασι τῆς δεισιδαιμο νίας ὑμῶν; οὐκ αἰδεῖσθε, ταλαίπωροι, πυρὸς ἀκοιμήτου βορά, ὁμοίωμα γένους Χαλδαϊκοῦ, οὐκ αἰσχύνεσθε νεκρὰ ξόανα προσκυνοῦντες, χειρὸς ἀνθρωπίνης ἔργα; λίθον γὰρ λαξεύσαντες ἢ ξύλον τεκτονεύσαντες, θεὸν προσηγορεύσατε·
救恩的宣講——藉此,幽暗之事得蒙光照;藉此,迷失之人尋得道路;藉此,滅亡與慘遭擄掠之人得以被召回;請告訴我,什麼更好:是敬奉那全能的神,連同獨生子與聖靈——那非受造、不朽的神,美善的根源與泉源,其權能無可比擬、其榮耀不可測度,千千的天使與萬萬的天軍列班侍立在祂面前,天地都充滿祂的榮耀,萬有藉祂從無有而造成,萬有藉祂得以維繫、統合,並藉祂的護理受治——敬奉這一位更好呢,還是敬奉那招致滅亡的鬼魔與無生命的偶像更好?牠們的榮耀與稱頌,就是姦淫、孌童,以及你們那迷信的典籍中所記載、關於你們諸神的種種不法之事。可憐人啊,你們不覺得羞恥嗎?你們是那不熄之火的食糧,是迦勒底族類的翻版;你們跪拜死的雕像、人手所造之物,難道不覺得羞愧嗎?你們鑿石成形,或雕木成器,便稱之為神;
salvation's proclamation, through which things darkened were illuminated, through which those who had strayed found the way, through which the lost and those grievously taken captive were called back; tell me, what is better: to serve God the Almighty, together with the Only-begotten Son and the Holy Spirit, God uncreated and immortal, the source and fountain of good things, whose power is beyond comparison and whose glory beyond comprehension, before whom stand a thousand thousands and ten thousand times ten thousand of angelic and heavenly ranks, and heaven and earth are full of His glory, through whom all things were brought forth out of that which did not exist, through whom the universe is held together, sustained, and governed by His providence — is it better to serve Him, or destructive demons and lifeless idols, whose glory and praise consist of adultery and the corruption of children and the rest of the works of lawlessness, which are recorded concerning your gods in the writings of your superstition? Are you not ashamed, wretches, food for unsleeping fire, likeness of the Chaldean race? Are you not ashamed, worshipping dead carved images, works of human hands? For having hewn a stone, or carved a piece of wood, you have called it god;
1:2352
εἶτα τὸν κάλλιστον ἐκ βουκολίων ταῦρον λαβόντες, ἢ ἄλλο τυχὸν τῶν εὐπρεπεστάτων ζῴων, νεκρῷ σεβάσματι θύετε ἀνόητοι
隨後又從牛群中選取最俊美的公牛,或別的什麼最出色的動物,愚昧地將牠獻祭給那毫無生命的崇拜對象。
then, taking the finest bull from the herds, or perhaps some other of the most comely animals, you foolishly sacrifice it to a lifeless object of worship.
1:2353
τιμιώτερόν ἐστί σου τοῦ σεβάσματος τὸ θῦμα·
你的祭牲,比你所崇拜的對象更為尊貴;
The victim is more precious than that which you worship;
1:2354
τὸ μὲν γὰρ ξόανον ἄνθρωπος ἐποίησε, τὸ δὲ ζῷον ὁ Θεὸς ἐδημιούργησε
因為那雕像是人所造的,而那動物卻是神所創造的。
for man made the carved image, but God fashioned the animal.
1:2355
καὶ πόσον σοῦ μᾶλλον τοῦ λογικοῦ συνετώτερόν ἐστι τὸ ἄλογον ζῷον; τὸ μὲν γὰρ οἶδε τὸν τρέφοντα·
這無理性的動物,豈不比你這有理性者更為聰慧嗎?因為牠尚且認得餵養牠的人;
And how much wiser than you, the rational one, is the irrational animal? For it knows the one who feeds it;
1:2356
σὺ δὲ τὸν Θεὸν ἠγνόησας, δι' οὗ ἐκ τοῦ μὴ ὄντος παρήχθης, δι' οὗ ζῇς καὶ συντετήρησαι, καὶ καλεῖς θεόν, ὃν πρὸ μικροῦ ἔβλεπες σιδήρῳ τυπτόμενον καὶ πυρὶ καιόμενόν τε καὶ χωνευόμενον, καὶ σφύραις ἐλαυνόμενον, ὃν ἄργυρον καὶ χρυσὸν περιέθηκας καὶ χαμόθεν ὑψώσας ἐφ' ὑψηλοῦ μετεώρισας·
你卻不認識神——是祂使你從無有中被造,是祂使你存活並得以保存;而你卻稱那不久之前你還親眼看見被鐵器敲打、被火焚燒熔化、又被鐵鎚捶打之物為神;你為它披上金銀,又將它從地上舉起,高高懸置;
but you have failed to know God, through whom you were brought forth out of what did not exist, through whom you live and are preserved; and you call 'god' that which but a little while ago you saw being struck with iron, burned and melted in fire, and beaten with hammers — that which you clothed in silver and gold, and raised up from the ground, setting it aloft on high;
1:2357
εἶτα, πεσὼν ἐπὶ τῆς γῆς, τοῦ ταπεινοῦ λίθου κεῖσαι ταπεινότερος, προσκυνῶν οὐ Θεὸν ἀλλὰ τὰ ἔργα τῶν χειρῶν σου τὰ νεκρὰ καὶ ἄψυχα
隨後,你俯伏在地,竟躺得比那卑微的石頭還要卑微,所敬拜的不是神,而是你自己雙手所造、既死又無生命的作品。
then, falling upon the ground, you lie lower than the lowly stone, worshipping not God but the dead and lifeless works of your own hands.
1:2358
μᾶλλον δὲ οὐδὲ νεκρὸν ἂν εἴη δίκαιον καλεῖσθαι τὸ εἴδωλον
不僅如此,這偶像甚至連被稱為『死的』都不配。
Or rather, the idol could not even rightly be called dead.
1:2359
πῶς γὰρ ἂν νεκρὸν εἴη τὸ μηδέποτε ζῆσαν; ἀλλά τι καινὸν ἔδει ἐφευρεῖν αὐτῷ ὄνομα καὶ τῆς τοσαύτης παραφροσύνης ἐπάξιον
因為從未活過之物,怎能算是死的呢?倒該為它另造一個新名——一個足以配得上這般狂妄的名字。
For how could that which never lived be called dead? Rather, some new name ought to be invented for it, one worthy of so great a madness.
1:2360
ὁ μὲν γὰρ λίθινος θρύπτεται, ὁ δὲ ὀστράκινος κατάγνυται, ὁ χαλκοῦς ἰοῦται, ὁ χρυσοῦς καὶ ὁ ἀργυροῦς χωνεύεται
石造的會碎裂,陶造的會破損,銅造的會生鏽,金造與銀造的則會被熔化。
For the one made of stone crumbles, the one made of earthenware is broken, the bronze one rusts, and the gold and silver ones are melted down.
1:2361
ἀλλὰ καὶ πιπράσκονται οἱ θεοί σου, οἱ μὲν εὐώνως, οἱ δὲ τιμῆς ὅτι πλείστης
而且,你們的神明還被買賣——有的賤價出售,有的則索取極高的價錢。
But your gods are even bought and sold — some cheaply, others at the highest price.
1:2362
οὐχ ἡ θεότης γὰρ αὐτοῖς, ἀλλ' ἡ ὕλη τὴν πολυτέλειαν δίδωσι
因為賦予它們價值的,並非其神性,而是其材質。
for it is not their divinity, but their material, that gives them their costliness.
1:2363
Θεὸν δὲ τίς ἀγοράζει; Θεὸν τίς πωλεῖ; θεὸς δὲ ἀκίνητος πῶς ὀνομάζεται θεός; ἢ οὐχ ὁρᾷς ὅτι ὁ μὲν ἑστὼς οὐδέποτε καθέζεται, ὁ δὲ καθεζόμενος οὐδέποτε ἀνίσταται; Αἰσχύνθητι, ἀνόητε, χεῖρα θὲς ἐπὶ στόματι σῷ, μεμωραμένε, τὰ τοιαῦτα ἐπαινῶν
有誰買神?又有誰賣神?一個動彈不得的神,怎能被稱作神呢?你難道看不出,那站著的永不會坐下,那坐著的也永不會起立嗎?無知之人啊,你當羞愧;愚昧至極之人啊,你當摀住自己的口,不要再稱讚這樣的東西了。
But who buys a god? Who sells a god? And how can a motionless god be called god? Or do you not see that the one standing never sits, and the one sitting never rises? Be ashamed, foolish one; put your hand upon your mouth, senseless one, for praising such things.
1:2364
τῆς ἀληθείας γὰρ ἀλλοτριωθείς, ψευδέσι τύποις ἐπλανήθης, ἀγάλματα πλάττων, καὶ τοῖς ἔργοις τῶν χειρῶν σου Θεοῦ περιτιθεὶς ὄνομα
你既已離棄真理,便被虛假的形像所迷惑,鑄造神像,把神的名號安在你雙手所造的作品之上。
For having become estranged from the truth, you have gone astray after false forms, fashioning statues, and placing the name of God upon the works of your own hands.
1:2365
ἀνάνηψον, ἄθλιε, καὶ σύνες ὅτι πρεσβύτερος εἶ τοῦ ὑπὸ σοῦ γενομένου θεοῦ
可悲之人啊,當清醒過來,並且明白:你比你自己所造出的那個神還要年長。
Come to your senses, wretched one, and understand that you are older than the god that was made by you.
1:2366
πέπεικας δὲ σαυτόν, ἄνθρωπος ὤν, Θεὸν δύνασθαι ποιεῖν
你身為人,卻說服自己相信自己有能力造出神來。
and you have persuaded yourself, being but a man, that you are able to make God.
1:2367
καὶ πῶς ἐνδέχεται τοῦτο γενέσθαι; ὥστε οὐ Θεὸν ποιεῖς, ἀλλὰ μόρφωμα ἀνθρώπου ἢ ζῴου τινός, μὴ γλῶσσαν ἔχον, μὴ λάρυγγα, μὴ ἐγκέφαλον, μήτε τῶν ἐντός τι·
這怎麼可能發生呢?因此,你所造的並非神,而不過是一個人形或某種動物的形狀罷了——沒有舌頭,沒有喉嚨,沒有頭腦,也沒有任何內在器官;
And how is it possible for this to come about? So then you make not God, but a mere shape of a man or of some animal, having no tongue, no throat, no brain, nor any of the inward parts at all;
1:2368
ὥστε οὔτε ἀνθρώπου ἐστὶν ὁμοίωμα, οὔτε ζῴου, ἀλλ' ἄχρηστον πάντη καὶ ματαιότητος πλῆρες
因此,它既不是人的樣式,也不是動物的樣式,而是完全無用、充滿虛妄之物。
so that it is neither the likeness of a man nor of an animal, but altogether useless and full of vanity.
1:2369
τί οὖν τὰ ἀναίσθητα κολακεύεις; τί τοῖς ἀκινήτοις καὶ ἀνωφελέσι προσκάθησαι; εἰ μὴ τέχνη παρῆν τοῦ λιθοξόου ἢ τοῦ τέκτονος ἢ τοῦ σφυροκόπου, θεὸν οὐκ ἂν εἶχες
那麼,你為何要奉承那毫無知覺之物呢?為何要俯首侍奉那不能動彈、毫無用處之物呢?若非有石匠、木匠或鐵匠的技藝,你根本就不會有神。
Why then do you fawn upon senseless things? Why do you sit in devotion to things that are immovable and useless? If the skill of the stonecutter, or the carpenter, or the hammer-worker had not been present, you would not have had a god.
1:2370
εἰ μὴ φύλακες παρεκάθηντο, ἀπώλεσας ἂν τὸν θεόν σου
若沒有守衛在旁看守,你早就失去你的神了。
If guards had not been sitting beside it, you would have lost your god.
1:2371
ᾧ γὰρ πολλάκις πόλις πολυάνθρωπος ἀφρόνων εὔχεται ὡς θεῷ διαφυλαχθῆναι, τούτῳ ὀλίγοι παραμένουσι φύλακες ἵνα μὴ κλαπῇ
因為,人口眾多的城市中,那些愚昧之人時常向某物祈求得蒙保守,如同向神明祈求一般,然而在那物旁邊留守看護、以防被盜的,卻只有寥寥數人。
For that to which a populous city of fools often prays, as to a god, to be kept safe, has but a few guards remaining beside it, lest it be stolen.
1:2372
καὶ εἰ μὲν ἀργυροῦς ἢ χρυσοῦς ἔσται, ἐπιμελῶς φυλάσσεται·
若它是銀造或金造的,便會被小心翼翼地看守;
And if it be made of silver or of gold, it is carefully guarded;
1:2373
ἐὰν δὲ ᾖ λίθινος ἢ πήλινος, ἢ ἄλλης τινὸς τοιαύτης εὐτελεστέρας ὕλης, ἑαυτὸν φυλάσσει·
但若它是石造或泥造的,或是其他這類更廉價的材質所製,它便自行看守自己;
but if it be made of stone or clay, or some other such cheaper material, it guards itself;
1:2374
ἰσχυρότερος γὰρ ἴσως ἐστὶν ὁ πήλινος τοῦ χρυσοῦ καθ' ὑμᾶς
因為按你們的說法,那泥造的,或許還比金造的更為堅固呢。
for perhaps, by your own reckoning, the clay one is stronger than the gold one.
1:2375
Οὐκ εἰκότως ἐστὶν ὑμᾶς τοὺς ἄφρονας, τυφλοὺς καὶ ἀσυνέτους, δικαίως
你們這些無知、盲目、愚昧之人,被人恰如其分地
Is it not fitting that you, the foolish, the blind, and the senseless, should justly
1:2376
καταγελᾶσθαι, μᾶλλον δὲ πενθεῖσθαι; μανίας γὰρ τὰ ἔργα ὑμῶν, οὐκ εὐσε βείας ἐστίν
嘲笑,或者說更該被人哀悼,這豈非理所當然嗎?因為你們的所作所為,是出於狂妄,而非出於敬虔。
be laughed at, or rather be lamented over? For your deeds belong to madness, not to piety.
1:2377
ὁ μὲν γὰρ πόλεμον ἀσκήσας, στρατιωτικῆς ἀντίμιμον ἰδέας ξόανον ἱδρύσας, ἐκάλεσεν Ἄρην·
有人精於戰事,便樹立起一尊仿照軍人形貌的雕像,稱之為阿瑞斯;
For one, having been trained in warfare, set up a carved image in imitation of a soldier's form, and called it Ares;
1:2378
ὁ δὲ γυναικομανοῦς ἐπιθυμίας τὴν ψυχὴν ἀνατυπωσάμενος, ἐθεοποίησε τὸ πάθος, Ἀφροδίτην προσαγορεύσας
另一人將自己那好色貪淫的慾念塑於心中,便把這情感神化,稱之為阿芙羅狄忒;
and another, having refashioned his soul after a woman-mad desire, deified that passion, calling it Aphrodite;
1:2379
ἄλλος, τῆς ἑαυτοῦ φιλοινίας ἕνεκεν, ἔπλασεν εἴδωλον, ὅπερ ἐκάλεσε Διόνυσον
還有人因自己嗜好飲酒,便鑄造了一尊偶像,稱之為戴奧尼索斯;
another, on account of his own fondness for wine, fashioned an idol, which he called Dionysus;
1:2380
ὁμοίως δὲ καὶ τῶν ἄλλων κακῶν ἐπιθυμηταὶ τῶν ἰδίων παθῶν ἔστησαν εἴδωλα·
同樣地,其餘各種惡行的貪戀者,也都各自為自己的情慾立起了偶像;
and likewise the devotees of other evils also set up idols of their own passions;
1:2381
τὰ πάθη γὰρ αὐτῶν θεοὺς ὠνόμασαν
他們把自己的情慾稱為神。
For they named their passions gods.
1:2382
καὶ διὰ τοῦτο παρὰ τοῖς αὐτῶν βωμοῖς ἡδυπαθεῖς εἰσιν ὀρχήσεις, πορνικῶν ἀσμάτων ἦχοι καὶ μανιώδεις ὁρμαί
因此在他們的祭壇旁,有淫佚的舞蹈、淫穢歌曲的聲音,以及瘋狂的衝動。
And because of this, at their altars there are voluptuous dances, the sounds of licentious songs, and frenzied impulses.
1:2383
τίς δὲ αὐτῶν καθεξῆς τὴν βδελυρὰν ἐξείποι πρᾶξιν; τίς ἀνέξεται, τὰς ἐκείνων αἰσχρολογίας καταλέγων, τὸ ἑαυτοῦ μολῦναι στόμα; ἀλλὰ πᾶσι δῆλα, κἂν ἡμεῖς σιωπῶμεν
他們那可憎的行為,誰能逐一道出?誰能忍受列數他們的醜言穢語,以致污穢自己的口?但這一切人人皆知,即便我們緘默不言。
Who could recount their abominable conduct in order? Who could endure, in listing their obscenities, to defile his own mouth? But it is plain to all, even though we remain silent.
1:2384
ταῦτά σου τὰ σεβάσματα, Θευδᾶ τῶν ξοάνων σου ἀναισθητότερε, τούτοις με ἐπιτρέπεις προσκυνεῖν, ταῦτα σέβεσθαι
這些就是你所敬拜的東西,提烏達啊,你比你自己的偶像還要無知;你竟命我敬拜這些、崇奉這些。
These are your objects of veneration, Theudas, you who are more senseless than your own idols; these you bid me to worship, these to revere.
1:2385
τῆς σῆς ὄντως κακουργίας καὶ ἀσυνέτου γνώμης ἡ βουλή·
這正是你邪惡與愚昧心思的謀算!
Such indeed is the counsel of your wickedness and senseless mind!
1:2386
ἀλλ' ὅμοιος αὐτῶν γένοιο, σύ τε καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς
願你和一切倚靠它們的人,都變得與它們相似。
But may you become like them, you and all who put their trust in them.
1:2387
Ἐγὼ δὲ τῷ Θεῷ μου λατρεύσω, καὶ αὐτῷ θύσω ὅλον ἐμαυτόν, τῷ Θεῷ τῷ κτίστῃ καὶ προνοητῇ τῶν ἁπάντων διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, δι' οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν πρὸς τὸν Πατέρα τῶν φώτων ἐν Πνεύματι Ἁγίῳ, δι' οὗ ἐξηγοράσθημεν τῆς πικρᾶς δουλείας ἐν τῷ αἵματι αὐτοῦ
至於我,我要事奉我的神,將我整個人獻上為祭,獻給那創造並眷顧萬有的神;藉著我們的主耶穌基督,我們的盼望,我們在聖靈裡得以親近眾光之父;又藉著祂的血,我們從那苦毒的奴役中被贖回。
But I shall serve my God, and to Him I shall sacrifice my whole self — to God the Creator and Provider of all things, through our Lord Jesus Christ, our hope, through whom we have obtained access to the Father of lights in the Holy Spirit, through whom we were redeemed from bitter slavery by his blood.
1:2388
εἰ μὴ γὰρ ἐταπείνωσεν ἑαυτὸν μέχρι καὶ δούλου μορφῆς, οὐκ ἂν ἡμεῖς τῆς υἱοθεσίας ἠξιώθημεν
因為若非祂自己謙卑,直至取了奴僕的形像,我們就不能蒙恩得著兒子的名分。
For if he had not humbled himself even to the form of a slave, we would not have been deemed worthy of adoption.
1:2389
ἐταπεινώθη γοῦν δι' ἡμᾶς, οὐχ ἁρπαγμὸν ἡγούμενος τὴν θεότητα, ἀλλ' ὃ ἦν διέμεινε, καὶ ὃ οὐκ ἦν προσέλαβεν, ὡμίλησε τοῖς ἀνθρώποις, ἀνῆλθεν ἐν τῷ σταυρῷ τῇ σαρκὶ αὐτοῦ, ἐτέθη τάφῳ ἐπὶ τρισὶν ἡμέραις, κατῆλθεν ἐν τῷ ᾅδῃ, καὶ ἐξήγαγεν οὓς κατεῖχε δεσμίους ὁ δεινὸς κοσμοκράτωρ πεπραμένους ὑπὸ τῆς ἁμαρτίας
祂為我們謙卑自己,不以與神同等為強奪之事,卻仍是祂原來所是,又取了祂原本不是的;祂與世人同住,以肉身上了十字架,被安放墳中三日,下到陰間,領出那被兇惡的世界統治者、被賣在罪之下所拘禁的人。
He was humbled, then, for our sake, not counting divinity a thing to be seized, but remained what he was, and took on what he was not; he consorted with men, went up on the cross in his flesh, was laid in the tomb for three days, went down into Hades, and led out those whom the fearsome ruler of this world held bound, sold under sin.
1:2390
τίς οὖν ἐγένετο βλάβη αὐτῷ ἐκ τούτων, ὅ τι χλευάζειν δοκεῖς; οὐχ ὁρᾷς τὸν ἥλιον τοῦτον, πόσοις καταπέμπει τὴν ἀκτῖνα τόποις ἀχρήστοις καὶ ῥυπαροῖς; πόσα ἐπιβλέπει σώματα νεκρῶν ὀδωδότα; μή τις αὐτῷ προστρίβεται μῶμος; οὐ τὰ ῥυπαρὰ μὲν καὶ σεσηπότα ξηραίνει καὶ συσφίγγει, τὰ ἐσκοτισμένα δὲ φωτίζει, καὶ αὐτὸς ἀσινὴς πάντη καὶ ἀνεπίδεκτος παντὸς ὑπάρχει ῥύπου; τί δὲ τὸ πῦρ; οὐ τὸν σίδηρον μέλανα λαβὼν ἐν ἑαυτῷ καὶ ψυχρόν, φλογοειδῆ ὅλον καὶ πεπυρακτωμένον ἐργάζεται; μή τι μετέλαβε τῶν ἰδιωμάτων τοῦ σιδήρου; μή, τυπτομένου τοῦ σιδήρου σφύραις καὶ μαστιζομένου, πάσχει τι τὸ πῦρ ἢ βλάβην ὅλως ὑφίσταται; Εἰ οὖν τὰ κτιστὰ ταῦτα καὶ φθαρτὰ οὐδὲν ἀπὸ τῆς κοινωνίας τῶν εὐτελεστέρων πάσχειν πέφυκε, τίνι λόγῳ, ἀνόητε σὺ καὶ λιθοκάρδιε, χλευάζειν με τολμᾷς λέγοντα ὅτι ὁ υἱὸς καὶ λόγος τοῦ Θεοῦ, οὐδόλως ἐκστὰς τῆς πατρικῆς δόξης, ἀλλ' ὁ αὐτὸς ὢν Θεός, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἀνείληφε σῶμα ἀνθρώπινον, ἵνα τοὺς ἀνθρώπους κοινωνοὺς ποιήσῃ τῆς θείας καὶ νοερᾶς φύσεως, καὶ ἐκ τῶν καταχθονίων τοῦ ᾅδου ἐξαγαγὼν τὴν ἡμῶν οὐσίαν, τῇ οὐρανίῳ τιμήσῃ δόξῃ ἵνα τὸν ἄρχοντα τοῦ σκότους τοῦ αἰῶνος τούτου, τῇ προσλήψει τῆς σαρκὸς δελεάσας, χειρώσηται, καὶ τὸ γένος ἡμῶν τῆς αὐτοῦ τυραννίδος ἐλευθερώσειεν
那麼,這一切對祂造成了什麼傷害,是你竟敢以此嘲笑的呢?你難道沒見這太陽,將光線送到多少無用而污穢的地方?俯視多少死人發臭的屍體?難道有絲毫污點沾染於它嗎?它豈不是使污穢腐爛之物乾枯緊縮,同時照亮黑暗之處,而它自身仍全然無損、絕不沾染任何污穢嗎?火又如何呢?它豈不是把黑冷的鐵拿到自己裡面,使它全然如火焰般燒紅嗎?它是否因此沾染了鐵的性質?鐵被鎚打、被鞭擊之時,火豈曾受到任何損傷嗎?既然這些受造而必朽壞之物,本性上尚且不因與更卑微之物相接觸而受損,那麼,你這無知而鐵石心腸的人,憑什麼道理竟敢嘲笑我說:神的兒子與道,絲毫沒有離開父的榮耀,仍是同一位神,為了拯救世人而取了人的身體,好使人得以分享祂神聖而屬靈的本性,並將我們的本質從陰間的深處領出,使之得享天上的榮耀,為要藉取了肉身作誘餌,制伏這世代黑暗的首領,使我們的種類脫離祂的暴政?
What harm, then, came to him from these things, which you presume to mock? Do you not see this sun — to how many useless and filthy places it sends down its ray? How many stinking corpses of the dead does it look upon? Is any blemish smeared upon it? Does it not dry up and shrivel the filthy and putrid things, while it illuminates the darkened ones, and yet itself remains wholly unharmed and incapable of receiving any defilement at all? And what of fire? Does it not take cold black iron into itself and make it wholly flame-like and fired through? Has it thereby partaken at all of the properties of the iron? When the iron is struck by hammers and lashed, does the fire suffer anything, or sustain any harm whatsoever? If, then, these created and corruptible things are by nature incapable of suffering anything from association with meaner things, by what reasoning, you senseless and stone-hearted man, do you dare mock me for saying that the Son and Word of God, in no way having departed from the Father's glory, but being the very same God, took up a human body for the salvation of mankind, that he might make men partakers of the divine and intellectual nature, and, having led our substance out from the depths of Hades, might honor it with heavenly glory — so that, having by the assumption of flesh lured the ruler of the darkness of this age, he might overpower him, and set our race free from his tyranny?
1:2391
ἔνθεν τοι καὶ ἀπαθῶς προσ ομιλεῖ τῷ πάθει τοῦ σταυροῦ, τὰς δύο παριστῶν φύσεις αὐτοῦ·
因此祂也以無苦之身承受十字架的苦難,藉此顯明祂的二性:
Hence indeed he, impassibly, submits to the passion of the cross, thereby manifesting his two natures:
1:2392
ὡς μὲν γὰρ ἄνθρωπος σταυροῦται, ὡς θεὸς δὲ σκοτίζει τὸν ἥλιον, κλονεῖ τὴν γῆν, καὶ πολλὰ κεκοιμημένα ἐγείρει σώματα ἐκ τῶν μνημάτων·
因為,作為人,祂被釘十字架;作為神,祂使太陽變黑、震動大地,並使許多已睡的身體從墳墓中復起;
for as man he is crucified, but as God he darkens the sun, shakes the earth, and raises many sleeping bodies from their tombs;
1:2393
πάλιν ὡς ἄνθρωπος θνήσκει, ὡς δὲ θεὸς ἐξανίσταται σκυλεύσας τὸν ᾅδην
同樣,作為人,祂死了;作為神,祂復活,並擄掠了陰間。
again, as man he dies, but as God he rises again, having despoiled Hades.
1:2394
διὸ καὶ κέκραγεν ὁ προφήτης·
因此先知也曾呼喊道:
Wherefore also the prophet cried out:
1:2395
Ὁ ᾅδης ἐπικράνθη συναντήσας σοι κάτω
「陰間因在下面遇見你而苦澀。」
"Hades was embittered, having met you below."
1:2396
ἐπικράνθη γὰρ καὶ ἐνεπαίχθη ἄνθρωπον δοκῶν λαβεῖν ψιλόν, τῷ Θεῷ δὲ περιτυχών, καὶ κενὸς ἐξαίφνης γεγονὼς καὶ αἰχμάλωτος
它苦澀並受了戲弄,因為它以為所得的只是一個赤裸的人,卻遇見了神,於是忽然變得空虛,且成了俘虜。
For it was embittered and mocked, thinking to receive a mere man, but encountering God, and suddenly being emptied and made captive.
1:2397
ἐγείρεται τοιγαροῦν ὡς Θεός, καὶ ἀνέρχεται εἰς οὐρανούς, ὅθεν οὐδαμῶς ἐχωρίσθη
於是祂作為神復起,升上諸天,那是祂從未曾離開過的地方。
He rises, therefore, as God, and ascends into the heavens, whence he was never at all separated.
1:2398
καὶ τὴν φύσιν ἡμῶν τὴν εὐτελῆ, τὴν πάντων ἀσυνετωτέραν, τὴν ἀγνώμονα καὶ ἠτιμωμένην, τῶν πάντων ἀνωτέραν πεποίηκε, καὶ ἐπὶ θρόνου δόξης ἐνίδρυσε, δόξης ἀποστίλβουσαν ἀθανάτου
祂使我們卑微的本性——那萬物中最無知、忘恩且被輕賤的——高過萬有,並使其安坐於榮耀的寶座上,閃耀著不朽的榮光。
And he has made our lowly nature — the most senseless of all, ungrateful and dishonored — higher than all things, and has enthroned it upon a throne of glory, radiant with immortal splendor.
1:2399
τίς οὖν αὐτῷ τῷ Θεῷ καὶ λόγῳ προσεγένετο ἐντεῦθεν βλάβη, ὅτι βλασφημεῖν οὐκ ἐρυθριᾷς; τί δέ; βέλτιον ταῦτα ὁμολογεῖν, καὶ τοιοῦτον σέβεσθαι Θεόν, ἀγαθὸν καὶ φιλάνθρωπον, ὃς ἐντέλλεται δικαιοσύνην, ἐγκράτειαν ἐπιτάσσει, καθαρότητα νομοθετεῖ, ἐλεεῖν διδάσκει, πίστιν παρέχει, εἰρήνην κηρύσσει, αὐτοαλήθεια ὀνομάζεται καὶ ἔστιν, αὐτοαγάπη, αὐτοαγαθότης·
那麼,神與道自身因此受了什麼傷害,以致你褻瀆祂竟不臉紅?如何?豈不是承認這些、敬拜這樣一位良善而愛人的神,更為美好嗎?祂命定公義,吩咐節制,立下潔淨的律法,教導憐憫,賜予信心,宣揚和平,被稱為並確實是真理本身、愛本身、良善本身;
What harm, then, came to God the Word from this, that you do not blush to blaspheme? What then? Is it not better to confess these things, and to worship such a God, good and loving toward mankind, who commands righteousness, enjoins self-control, ordains purity, teaches mercy, grants faith, proclaims peace, and is called, and is, Truth itself, Love itself, Goodness itself?
1:2400
τοῦτον βέλτιον σέβεσθαι ἢ τοὺς θεούς σου, τοὺς πολυπαθεῖς καὶ κακούς, τοὺς αἰσχροὺς καὶ τοῖς πράγμασι καὶ τοῖς ὀνόμασιν; οὐαὶ ὑμῖν, τῶν λίθων λιθωδέστεροι καὶ τῶν ἀλόγων ἀλογώτεροι, τῆς ἀπωλείας υἱοί, τοῦ σκότους κληρονόμοι·
敬拜祂豈不比敬拜你那些多情慾、邪惡、行為與名字都可恥的神更好嗎?你們有禍了,比石頭更硬如石、比無理性之物更無理性,滅亡之子,黑暗的後嗣!
Is it not better to worship him than your gods — full of passions and evil, shameful both in their deeds and in their names? Woe to you, more stony than stones and more irrational than irrational beasts, sons of perdition, heirs of darkness!
1:2401
μακάριος δὲ ἐγὼ καὶ πάντες οἱ Χριστιανοί, Θεὸν ἔχοντες ἀγαθὸν καὶ φιλάνθρωπον
而我與一切基督徒卻是有福的,因為我們有一位良善而愛人的神。
But blessed am I, and all Christians, who have a good and loving God.
1:2402
οἱ γὰρ αὐτῷ λατρεύοντες, κἂν ὀλίγον χρόνον ἐν τῷ νῦν βίῳ κακο παθήσωσιν, ἀλλὰ τὸν ἀθάνατον τῆς ἀνταποδόσεως καρπὸν τρυγήσουσιν ἐν τῇ βασιλείᾳ τῆς ἀτελευτήτου καὶ θείας μακαριότητος
因為那些事奉祂的人,縱使在今生短暫受苦,卻要在那無窮盡的神聖福樂之國裡,收穫報償的不朽果實。
For those who serve him, even if they suffer for a short time in this present life, shall harvest the immortal fruit of recompense in the kingdom of unending and divine blessedness.
1:2403
χχχιι Ἔφη δὲ πρὸς αὐτὸν ὁ Θευδᾶς·
三十二 提烏達對他說道:
XXXII. Theudas said to him:
1:2404
Ἰδοὺ φανερόν ἐστιν, ὅτι τὴν καθ' ἡμᾶς θρησκείαν πολλοὶ καὶ μεγάλοι σοφοί, καὶ ἐξηγηταί, καὶ θαυμαστοὶ τὴν ἀρετὴν καὶ ἐπιστήμην, ἐνομοθέτησαν, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς καὶ δυνάσται ὡς καλὴν καὶ μηδὲν σφαλερὸν ἔχουσαν ἐδέξαντο, τὴν δὲ τῶν Γαλιλαίων ἄγροικοί τινες, πτωχοί τε καὶ εὐτελεῖς ἐκήρυξαν ἄνδρες, καὶ αὐτοὶ εὐαρίθμητοι καὶ μὴ τῶν δώδεκα τὸ μέτρον ὑπερβαίνοντες
看哪,顯而易見,我們的宗教乃是由許多偉大的智者、詮釋者,以及以德行與知識著稱的奇人所立法制定,天下一切君王與掌權者都接納它為美善、毫無破綻;而加利利人的宗教卻是由一些鄉野之人、貧窮卑微之輩所傳講,且他們人數寥寥,不超過十二個人之數。
Behold, it is evident that our religion was set forth as law by many great sages and expounders, men admirable in virtue and knowledge, and that all the kings and rulers of the earth received it as good and containing nothing harmful; but that of the Galileans was preached by certain rustic men, poor and lowly, themselves few in number and not exceeding the measure of twelve.
1:2405
πῶς οὖν τῶν ὀλίγων, ἀσήμων τε καὶ ἀγροίκων, τὸ κήρυγμα προτιμητέον τῆς τῶν πολλῶν καὶ μεγάλων καὶ σοφίᾳ τοσαύτῃ λαμψάντων νομοθεσίας; τίς δὲ ἡ ἀπόδειξις τούτους ἀληθεύειν, κἀκείνους ψεύδεσθαι; Αὖθις οὖν ὁ τοῦ βασιλέως υἱὸς ἀπεκρίνατο·
那麼,這少數無名鄉野之人的宣講,怎能優於眾多偉大、以如此智慧照耀於世之人所立的法規呢?有什麼證明可以顯示這些人講真話,而那些人是說謊呢?王子於是再次回答道:
How, then, is the preaching of the few, obscure and rustic men, to be preferred to the legislation of the many great men who shone with such great wisdom? What proof is there that these speak the truth, and those lie? Again, then, the king's son answered:
1:2406
Τάχα, Θευδᾶ, ὄνος εἶ, τὸ τοῦ λόγου, λύρας ἀκούων καὶ ἀσύνετος μένων, μᾶλλον δὲ ἀσπὶς βύων τὰ ὦτα τοῦ μὴ ἀκοῦσαι φωνῆς ἐπᾳδόντων
提烏達啊,恐怕你正如俗話所說,是頭驢子,聽了豎琴之音卻仍不明白;或者更確切地說,你是一條堵住耳朵、不肯聽施咒者聲音的毒蛇。
Perhaps, Theudas, you are, as the saying goes, an ass listening to a lyre and remaining uncomprehending — or rather, an asp stopping its ears so as not to hear the voice of the charmers.
1:2407
καλῶς οὖν ὁ προφήτης εἶπε περὶ σοῦ·
先知論到你所說的話,實在恰當:
Well, then, did the prophet speak concerning you:
1:2408
εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ σὺ δυνήσῃ εὖ ποιῆσαι μεμαθηκὼς κακά
「衣索比亞人若能改變他的皮膚,豹若能改變牠的斑紋,那麼你這學慣了行惡的,也就能行善了。」
"If the Ethiopian can change his skin, or the leopard its spots, then you also shall be able to do good, having learned evil."
1:2409
μωρὲ καὶ τυφλέ, πῶς οὐκ ἄγει σε εἰς αἴσθησιν ἡ τῆς ἀληθείας ἰσχύς; τοῦτο γὰρ αὐτὸ τὸ παρὰ πολλῶν μὲν ἐπὶ σοφίᾳ θαυμαζομένων ἐπαινεῖσθαι τὰ μιαρά σου σεβά σματα, παρὰ πολλῶν δὲ βασιλέων κρατύνεσθαι, τὸ δὲ κήρυγμα τοῦ Εὐαγγελίου παρ' ὀλίγων καὶ ἀσήμων ἀνδρῶν κηρυχθῆναι, δεικνύει τῆς ἡμῶν θεοσεβείας τὴν ἰσχὺν καὶ τῶν ὑμετέρων πονηρῶν δογμάτων τὸ ἀσθενὲς καὶ ὀλέθριον·
愚昧瞎眼的人啊,真理的力量怎麼還不能使你醒悟過來?你那污穢的敬拜對象,竟被許多以智慧著稱、受人讚嘆的人所稱許,被許多君王所擁護,而福音的宣講卻是由少數無名之人所傳——正是這件事,顯明了我們敬虔之道的力量,以及你們邪惡教義的軟弱與致命。
Foolish and blind man, how does the power of truth not bring you to your senses? For this very fact — that your polluted objects of worship are praised by many admired for their wisdom, and upheld by many kings, while the preaching of the Gospel was proclaimed by few and obscure men — shows the strength of our piety and the weakness and destructiveness of your wicked doctrines.
1:2410
ὅτι τὰ μὲν ὑμέτερα, καὶ συνηγόρους ἔχοντα σοφοὺς καὶ ἀντιλήπτορας ἰσχυρούς, ὅμως σβέννυται καὶ ἀσθενεῖ, τὰ δὲ τῆς θεοσεβείας, μηδεμίαν ἀνθρωπίνην κεκτημένα βοήθειαν, λάμπει τηλαυγέστερον ἡλίου καὶ τοῦ κόσμου κατέσχε τὰ πληρώματα
因為你們的教義,雖有智者為之辯護、強者為之支持,卻仍在熄滅、日漸衰弱;而敬虔之道,雖不擁有任何人的幫助,卻比太陽更加光耀,並已佔據了普世的全境。
For your teachings, though they have wise advocates and powerful defenders, are nevertheless being extinguished and grow weak, while the things of true piety, possessing no human help whatsoever, shine more brightly than the sun and have taken hold of the fullness of the world.
1:2411
εἰ μὲν γὰρ παρὰ ῥητόρων τε καὶ φιλοσόφων ἐξετέθη, βασιλεῖς δὲ καὶ δυνάστας εἶχε συνεργοῦντας, εὗρες ἂν σὺ ὁ πονηρὸς εἰπεῖν ἀνθρωπίνης δυνάμεως τὸ πᾶν γεγενῆσθαι·
因為,若這道是由演說家與哲學家所提出,又有君王與掌權者為之協助,你這邪惡之人,或許還能藉口說這一切全是出於人的力量所成;
For if it had been set forth by orators and philosophers, and had had kings and rulers cooperating with it, you, being wicked, would have found grounds to say that the whole thing came about by human power;
1:2412
νυνὶ δέ, ὁρῶν παρὰ ἁλιέων μὲν εὐτελῶν τὸ ἅγιον συντεθὲν Εὐαγγέλιον, παρὰ πάντων δὲ τυράννων διωχθέν, καὶ μετὰ τοῦτο τὴν οἰκουμένην κατασχὸν ( εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ), τί ἂν εἴποις, ἢ θείαν εἶναι καὶ ἄμαχον δύναμιν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων τὰ ἑαυτῆς βεβαιοῦσαν; τίνα δὲ ἀπόδειξιν ζητεῖς, ἀνόητε, τοῦ ψεύδεσθαι μὲν τοὺς σούς, ἀληθεύειν δὲ τοὺς ἡμετέρους, κρείττονα τῶν εἰρημένων; εἰ μὴ γὰρ λῆρος ἦν καὶ ψεῦδος πάντα τὰ σά, οὐκ ἄν, τοσαύτην ἔχοντα παρὰ ἀνθρώπων ἰσχύν, ἠλαττοῦτο καὶ ἐξησθένει
但如今,你眼見這神聖的福音是由卑微的漁夫寫成,被所有暴君所迫害,此後卻佔據了普世(因為「它的聲音傳遍全地,它的言語傳到世界的盡頭」),你還能說什麼呢?除了承認這是一種為世人救恩確證自身宣稱的、神聖而不可抵擋的能力之外,你還能怎麼說呢?愚昧的人啊,你還要尋求什麼比這更有力的證明,來說明你那一方是說謊、我們這一方是說真話呢?因為,倘若你們一切的教義並非全是荒謬與虛假,它們縱使一度擁有那麼大的人間力量,也不會如今日這般日漸削弱、衰微不堪。
but now, seeing that the holy Gospel was composed by humble fishermen, was persecuted by all tyrants, and after this took hold of the inhabited world (for "its voice went out into all the earth, and its words to the ends of the world"), what could you say, except that it is a divine and unconquerable power, confirming its own claims for the salvation of mankind? What proof, senseless man, do you seek, greater than what has been said, that yours are false and ours are true? For if all your teachings were not nonsense and falsehood, they would not, despite possessing such great power from men, be diminishing and growing weak.
1:2413
Εἶδον γάρ, φησί, τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου·
經上說:「我見惡人興旺,高舉自己,如黎巴嫩的香柏樹;
"For I saw," it says, "the ungodly exalted, and lifted up like the cedars of Lebanon;
1:2414
καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ
我又經過,看哪,他已不在了;我尋找他,卻找不到他的所在。」
and I passed by, and behold, he was not; and I sought him, and his place was not found."
1:2415
Περὶ ὑμῶν ταῦτα εἴρηκεν ὁ Προφήτης τῶν ὑπασπιστῶν τῆς εἰδωλομανίας
先知論到你們這些偶像狂熱的護衛者,說了這些話。
These things the Prophet has spoken concerning you, the shield-bearers of idol-madness.
1:2416
μικρὸν γὰρ ὅσον ὅσον καὶ οὐ μὴ εὑρεθῇ ὁ τόπος ὑμῶν, ἀλλ', ὡς ἐκλείπει καπνός
「因為還有一點點時候,你們的地方就必尋不著;但你們必要消逝,如同煙雲消散一般,
"For yet a very little while, and your place shall not be found; but, as smoke vanishes,
1:2417
ἐκλείψετε, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός
如同蠟在火前熔化一般。」
you shall vanish, and as wax melts before the face of fire."
1:2418
περὶ δὲ τῆς Εὐαγγελικῆς θεογνωσίας εἶπεν ὁ Κύριος·
至於福音所賜的認識神之道,主曾說:
But concerning the Gospel's knowledge of God, the Lord said:
1:2419
Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι
「天地要廢去,我的話卻絕不廢去。」
"Heaven and earth shall pass away, but my words shall not pass away."
1:2420
Σὺ κατ' ἀρχάς, Κύριε, φησὶν αὖθις ὁ ψαλμῳδός, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
詩篇作者又說:「主啊,你起初立了地的根基,諸天也是你手的工作;
"You, Lord," says the psalmist again, "in the beginning founded the earth, and the heavens are the works of your hands;
1:2421
καὶ πάντες ὡσεὶ ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι
天地都要像衣服漸漸舊了,你要將天地像外袍捲起來,天地就都改變了;惟有你永不改變,你的年歲沒有窮盡。」
and they all shall grow old like a garment, and like a mantle you shall roll them up, and they shall be changed; but you are the same, and your years shall not fail."
1:2422
καὶ οἱ μὲν θεῖοι κήρυκες τῆς τοῦ Χριστοῦ παρουσίας, οἱ σοφοὶ τῆς οἰκουμένης ἁλιεῖς, οἱ πάντας ἑλκύσαντες τοῦ βυθοῦ τῆς ἀπάτης, οὓς ὁ εὐτελὴς σύ, καὶ δοῦλος ὄντως τῆς ἁμαρτίας, ἐξευτελίζεις, ἔλαμψαν σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσιν ὡς ἥλιος ἐν τῷ κόσμῳ, τυφλοῖς τὸ φῶς δωρούμενοι, κωφοῖς τὸ ἀκούειν, χωλοῖς τὸ περιπατεῖν, νεκροῖς τὸ ζῆν χαριζόμενοι
至於那些宣告基督降臨的神聖使者,這些世上有智慧的漁夫,把眾人從欺騙的深淵中拉拔出來——你這卑劣之人,這真正作罪之奴隸的傢伙,竟敢輕蔑他們——他們以神蹟、奇事,以及各樣的能力,如太陽在世間發光,賜光明給瞎子,賜聽覺給聾子,賜行走給瘸子,賜生命給死人。
And the divine heralds of Christ's coming, the wise fishermen of the world, who drew all men up out of the depths of deceit — whom you, base as you are, and truly a slave of sin, disparage — shone with signs and wonders and manifold powers like the sun in the world, granting light to the blind, hearing to the deaf, walking to the lame, life to the dead.
1:2423
αἱ σκιαὶ γὰρ αὐτῶν μόναι πάντα τὰ πάθη τῶν ἀνθρώπων ἐθεράπευον
因為單是他們的影子,就治好了世人的一切疾苦。
For their shadows alone healed all the afflictions of men.
1:2424
δαίμονας, οὓς ὑμεῖς φοβεῖσθε ὡς θεούς, οὐ μόνον τῶν ἀνθρωπίνων ἀπήλαυνον σωμάτων, ἀλλὰ καὶ αὐτῆς ἐδίωκον τῆς οἰκουμένης, τῷ τοῦ σταυροῦ σημείῳ, δι' οὗ πᾶσαν μὲν ἠφάνισαν μαγείαν πᾶσαν δὲ φαρμακείαν ἀνενέργητον ἔδειξαν
至於你們所懼怕、視若神明的鬼魔,他們不僅將其逐出人的身體,更藉著十字架的記號,將其逐出整個世界,藉此使一切邪術消失無蹤、一切巫術盡失效力。
Demons, whom you fear as gods, they drove not only from human bodies but pursued from the very inhabited world, by the sign of the cross, through which they made all magic vanish and rendered all sorcery ineffective.
1:2425
καὶ ἐκεῖνοι μέν, οὕτως τὴν ἀνθρωπίνην ἰασάμενοι ἀσθένειαν τῇ τοῦ Χριστοῦ δυνάμει καὶ τὴν κτίσιν πᾶσαν καινουργήσαντες, ὡς τῆς ἀληθείας κήρυκες θαυμάζονται παρὰ πάντων εἰκότως τῶν εὖ φρονούντων
他們既如此藉著基督的能力醫治了人的軟弱,並更新了一切受造之物,理所當然被一切明智之人尊為真理的使者、備受讚嘆。
And they, having thus healed human weakness by the power of Christ and having renewed the whole creation, are, as heralds of the truth, deservedly admired by all who think rightly.
1:2426
τί δὲ ὃ αὐτὸς ἔχεις εἰπεῖν περὶ τῶν σοφῶν σου καὶ ῥητόρων, ὧν ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν, τῶν συνηγόρων τοῦ διαβόλου; τί μνήμης ἄξιον κατέλιπον τῷ βίῳ; εἰπέ
你自己又能說出你那些智者與演說家的什麼事蹟呢?他們的智慧被神變為愚拙,他們原是魔鬼的辯護士;他們留給世間有什麼值得紀念的東西呢?說吧。
But what do you yourself have to say about your sages and orators, whose wisdom God made foolish — the advocates of the devil? What worthy of remembrance did they leave to human life? Tell me.
1:2427
τί δ' ἂν εἴποις περὶ αὐτῶν, ἢ ἀλογίαν καὶ αἰσχρότητα, καὶ τέχνην ματαίαν, τῇ καλλιεπείᾳ τῶν λόγων τὸν βόρβορον συγκαλύπτουσαν τῆς δυσώδους αὐτῶν θρησκείας; Ἀλλὰ καὶ αὐτῶν τῶν ποιητῶν ὅσοι μικρόν τι δεδύνηνται τῆς πολλῆς ἀνανεῦσαι μανίας, εἶπον τὸ ἀληθέστερον, ὅτι οἱ λεγόμενοι θεοὶ ἄνθρωποι ἦσαν, καί, διὰ τό τινας μὲν αὐτῶν ἄρξαι χωρῶν τε καὶ πόλεων, τινὰς δὲ ἄλλο τι οὐδαμινὸν κατὰ τὸν βίον ποιῆσαι, πλανηθέντας τοὺς ἀνθρώπους θεοὺς αὐτοὺς καλέσαι
你能說他們什麼呢?除了無理與可恥,以及一種以華麗辭藻掩蓋其臭穢宗教之污泥的虛妄技藝之外,還有什麼呢?就連詩人們,凡稍能從那極大的狂亂中清醒過來的,也曾說出較接近真相的話:那些被稱為神明的,原是人;由於其中一些人曾統治過地方與城邦,另一些人則做過某種在世上並不重要的事,被誤導的世人便稱他們為神。
What could you say about them, except irrationality and shamefulness, and a vain art that, with the elegance of words, conceals the filth of their foul-smelling religion? But even among the poets themselves, as many as have been able to recover a little from their great madness have spoken the truer thing — that those called gods were men, and that, because some of them ruled over lands and cities, and others did some other trivial thing in their lifetime, men, having been deceived, called them gods.
1:2428
καταρχὰς μὲν γὰρ ὁ Σεροὺχ ἐκεῖνος ἱστόρηται τὰ τῶν ἀγαλμάτων ἐξευρεῖν
因為,據記載,最初正是那位西路革發明了偶像。
For at the beginning, that Serug is recorded to have invented images.
1:2429
τοὺς γὰρ ἐν τοῖς πάλαι χρόνοις ἢ ἀνδρείας ἢ φιλίας, ἤ τινος ἑτέρας ἀνδραγαθίας ἔργον μνήμης ἄξιον ἐπιδειξαμένους ἀνδριάσι λέγεται καὶ στήλαις τιμῆσαι
相傳他為古時凡是在勇敢、友誼、或其他任何值得紀念的美德義舉上有所表現的人,立像與碑以示尊榮。
For it is said that he honored with statues and monuments those who, in ancient times, displayed a memorable deed of courage, friendship, or some other manly virtue.
1:2430
οἱ δὲ μετὰ ταῦτα τὴν τῶν προγόνων ἀγνοήσαντες γνώμην, καὶ ὅτι, μνήμης ἕνεκα μόνον, τοῖς ἐπαινετόν τι ποιήσασιν ἀνδριάντας καὶ στήλας ἀνέστησαν, κατὰ μικρὸν πλανώμενοι τῇ τοῦ ἀρχεκάκου δαίμονος ἐνεργείᾳ, ὡς ἀθανάτοις θεοῖς τοῖς ὁμοιοπαθέσι καὶ φθαρτοῖς ἀνθρώποις προσετέθησαν, καὶ θυσίας αὐτοῖς καὶ σπονδὰς ἐπενοήσαντο, τῶν δαιμόνων δηλονότι τοῖς ξοάνοις ἐνοικησάντων, καὶ πρὸς ἑαυτοὺς τὴν τιμὴν καὶ τὰς θυσίας μεθελκυσάντων
然而後人不明白先祖的用意,也不知道立像與碑的目的僅是為了紀念那些曾行過可稱讚之事的人;他們漸漸受那作惡之始的鬼魔的作為所迷惑,竟把那些與自己同受情慾、必朽必壞的凡人,當作不死的神明來附從,並為其構想出祭祀與奠酒——顯然是鬼魔已經住進了那些雕像之中,把本屬人的尊崇與祭獻,牽引到自己身上去了。
But those who came after, not knowing the intention of their forebears — that it was only for the sake of remembrance that they had set up statues and monuments for those who had done something praiseworthy — being little by little led astray by the working of the demon who is the author of evil, attached themselves, as though to immortal gods, to mortal men subject to the same passions and corruptible; and they devised for them sacrifices and libations, the demons obviously having taken up residence in the idols and having drawn to themselves the honor and the sacrifices.
1:2431
ἐκεῖνοι τοίνυν τοὺς μὴ δοκιμάζοντας τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει πείθουσι θεοὺς αὐτοὺς ἡγεῖσθαι, δυοῖν χάριν ἵν' αὐτοὶ μὲν τῇ προσηγορίᾳ δοξάζοιντο ταύτῃ ( ἥδονται γάρ, ἅτε πλήρεις ἀλαζονείας ὄντες, ὡς θεοὶ τιμᾶσθαι), αὐτοὺς δὲ οὓς ἠπατήκασιν εἰς τὸ ἡτοιμασμένον αὐτοῖς ἄσβεστον ἑλκύσωσι πῦρ
於是,那些不願意真正認識神的人,就被鬼魔說服,將它們當作神來尊奉,這是出於兩個緣故:一是要使自己藉這名號得著榮耀(因為它們滿懷驕妄,樂於被人當作神明尊崇),二是要把那些被它們欺騙的人,拖入那為它們預備的不滅之火中。
Those demons, then, persuade those who do not see fit to have God in true knowledge to consider them gods, for two reasons: so that they themselves may be glorified by this title (for they delight, being full of arrogance, in being honored as gods), and so that they may drag those whom they have deceived into the unquenchable fire prepared for them.
1:2432
ὅθεν πᾶσαν αὐτοὺς ἐδίδαξαν παρανομίαν καὶ αἰσχρότητα, ὡς ἅπαξ ὑποταγέντας τῇ ἐκείνων ἀπάτῃ
因此,他們一旦使人臣服於自己的欺騙,便教導人一切的不法與可恥之事。
Wherefore they taught them every transgression and shamefulness, once they had submitted to their deceit.
1:2433
ἐπὶ τοῦτον οὖν τὸν κολοφῶνα τῶν κακῶν ἐλθόντες οἱ ἄνθρωποι, ἐσκοτισμένοι ὄντες, ἕκαστος τοῦ ἰδίου πάθους καὶ τῆς ἰδίας ἐπιθυμίας ἔστησε στήλην, καὶ θεὸν ὠνόμασε, βδελυκτοὶ τῆς πλάνης, βδελυκτότεροι τῆς ἀτοπίας τῶν προσκυνουμένων γενόμενοι, ἕως ἐλθὼν ὁ Κύριος διὰ σπλάγχνα ἐλέους αὐτοῦ ἐλυτρώσατο ἡμᾶς τοὺς πιστεύοντας αὐτῷ τῆς πονηρᾶς ταύτης καὶ ὀλεθρίου πλάνης, καὶ ἐδίδαξε τὴν ἀληθῆ θεογνωσίαν
世人就這樣墮入這惡事的極致,各人在黑暗之中,為自己的私慾、私念立起碑像,稱之為神,成了比迷誤本身更可憎、比所敬拜對象的荒謬更加可憎的人——直到主因祂憐憫的心腸而降臨,救贖了我們這些信祂的人,脫離這邪惡而致命的迷誤,並教導我們認識真神。
Having come, then, to this culmination of evils, men, being darkened, each set up a monument to his own passion and his own desire, and named it a god, becoming detestable in their error, more detestable than the absurdity of the things they worshiped — until the Lord came, through the bowels of his mercy, and redeemed us who believe in him from this wicked and destructive error, and taught us the true knowledge of God.
1:2434
οὐκ ἔστι γὰρ σωτηρία, εἰ μὴ ἐν αὐτῷ, καὶ οὐκ ἔστιν ἄλλος θεὸς οὔτε ἐν οὐρανῷ, οὔτε ἐπὶ γῆς, εἰ μὴ αὐτὸς μόνος ὁ τοῦ παντὸς ποιητής, ὁ πάντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ
因為,除祂以外並無拯救;在天上或地上,也再沒有別的神,只有祂——那萬有獨一的創造者,用祂大能的話語托住萬有。
For there is no salvation except in him, and there is no other god, neither in heaven nor on earth, except he alone, the maker of all things, who upholds all things by the word of his power.
1:2435
Τῷ λόγῳ γάρ, φησί, Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ
經上說:「諸天藉主的話而立,
"For by the word," it says, "of the Lord the heavens were established, and
1:2436
τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·
萬象藉祂口中的氣而成」;
by the breath of his mouth all their host";
1:2437
καί, πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν
又說:「萬物是藉著祂造的;凡被造的,沒有一樣不是藉著祂造的。」
and, "all things came to be through him, and without him not one thing came to be that has come to be."
1:2438
Ὁ δὲ Θευδᾶς, τούτων ἀκούσας τῶν ῥημάτων, καὶ ὅτι πλήρης ὁ λόγος θεοδιδάκτου σοφίας ἐτύγχανεν, οἷα βροντῆς ἤχῳ καταπλαγείς, ἀφωνίᾳ συνείχετο
提烏達聽了這些話,見這番言論充滿了神所教導的智慧,如被雷聲所震懾,一時啞口無言。
But Theudas, having heard these words, and that the speech was full of God-taught wisdom, was struck as if by the sound of thunder, and was seized by speechlessness.
1:2439
ὀψὲ δὲ καὶ μόλις εἰς αἴσθησιν ἐλθὼν τῆς ἑαυτοῦ ἀθλιότητος ( ἥψατο γὰρ τῶν ἐσκοτισμένων ὀφθαλμῶν τῆς καρδίας αὐτοῦ ὁ σωτήριος λόγος, καὶ πολὺς τῶν προτέρων αὐτοῦ εἰσῄει μετάμελος), καὶ τῆς τῶν εἰδώλων πλάνης κατα γνούς, τῷ φέγγει τῆς εὐσεβείας προσέδραμε
過了許久,他才勉強醒悟到自己的可悲境況——因為那救恩之道已觸動了他心中被蒙蔽的雙眼,他對從前所行之事深感懊悔——他既定了偶像迷誤的罪,便奔向敬虔的光明。
At last, late and with difficulty, coming to a sense of his own wretchedness (for the saving word had touched the darkened eyes of his heart, and great repentance for his former deeds came upon him), and having condemned the error of idols, he ran to the light of piety.
1:2440
καὶ τὸ ἀπ' ἐκείνου οὕτω τῆς μοχθηρᾶς ἀγωγῆς ἀπέστη καὶ τοσοῦτον ἑαυτὸν τοῖς ἀτίμοις ἐξεπολέμωσε πάθεσι καὶ μαγείαις, ὅσην ἄρα πρὸ τούτου τὴν πρὸς αὐτὰ φιλίαν ἐσπείσατο
從那時起,他就這樣離棄了那敗壞的生活方式,並且與那些可恥的情慾與邪術為敵,其激烈的程度,正如他從前與之結為友好時那般深切。
And from that time on he thus departed from his depraved way of life, and made himself as much an enemy of those dishonorable passions and sorceries as, indeed, before this he had pledged friendship with them.
1:2441
τότε μὲν γὰρ ἐν μέσῳ τοῦ συνεδρίου ἑστώς, τοῦ βασιλέως προκαθεζομένου, μεγάλῃ τῇ φωνῇ ἐβόησεν·
那時他站在議會中間,當著王在座主持的面前,大聲呼喊道:
For then, standing in the midst of the council, while the king presided, he cried out with a loud voice:
1:2442
Ἀληθῶς, ὦ βασιλεῦ, πνεῦμα Θεοῦ οἰκεῖ ἐν τῷ υἱῷ σου·
「王啊,實在如此,神的靈住在你兒子裡面;
"Truly, O king, the Spirit of God dwells in your son;
1:2443
ἀληθῶς ἡττήμεθα, καὶ οὐδεμίαν ἔτι ἀπολογίαν ἔχομεν, οὔτε ἀντοφθαλμῆσαι πρὸς τὰ παρ' αὐτοῦ λεγόμενα ἰσχύομεν
我們實在是被擊敗了,再也沒有任何辯詞,也無力正視他所說的一切。
truly we are defeated, and we no longer have any defense, nor are we able to look directly at what has been spoken by him.
1:2444
μέγας οὖν τῷ ὄντι ὁ τῶν Χριστιανῶν Θεός, μεγάλη ἡ πίστις αὐτῶν, μεγάλα τὰ μυστήρια
基督徒的神實在是偉大的,他們的信仰是偉大的,他們的奧秘是偉大的。」
Great indeed, in truth, is the God of the Christians; great is their faith; great are their mysteries."
1:2445
Ἐπιστραφεὶς δὲ πρὸς τὸν υἱὸν ἔφη τοῦ βασιλέως·
他隨即轉向王子說道:
And turning to the king's son, he said:
1:2446
Λέγε μοι τοίνυν, ὦ πεφωτισμένε τὴν ψυχήν·
「告訴我吧,你這靈魂已蒙光照的人:
"Tell me, then, O you who are illumined in soul:
1:2447
δέχεταί με ὁ Χριστός, εἰ, ἐκ τῶν πονηρῶν μου πράξεων ἀποστάς, ἐπιστρέψω πρὸς αὐτόν; Ναί, φησὶν ὁ τῆς ἀληθείας κῆρυξ, ναί, δέχεται καὶ σὲ καὶ πάντας τοὺς εἰς αὐτὸν ἐπιστρέφοντας
若我離棄我邪惡的行為、轉向基督,祂會接納我嗎?」真理的使者答道:「是的,祂接納你,也接納一切轉向祂的人。
will Christ receive me, if, having turned away from my wicked deeds, I return to him?" "Yes," says the herald of the truth, "yes, he receives both you and all who turn to him.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。