📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論聖像

論聖像 第 1 章 第 5/8 段

希臘文原文.178 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:618–1:795(全章共 1295 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:618
Εἴ τις ὑμᾶς εὐαγγελίζεται, παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Προσκυνοῦμεν οὖν ταῖς εἰκόσιν οὐ τῇ ὕλῃ προσφέροντες τὴν προσκύνησιν, ἀλλὰ δι' αὐτῶν τοῖς ἐν αὐταῖς εἰκονιζομένοις
「若有人傳福音給你們,與你們所領受的不同,他就應當被咒詛。」所以我們尊崇聖像,並非把敬意獻給那材料,而是藉著聖像獻給其中所描繪的對象。
“If anyone preach to you a gospel other than that which you received, let him be anathema.” We therefore venerate the images, not offering the veneration to the matter, but through them to those represented in them.
1:619
Ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, καθώς φησιν ὁ θεῖος Βασίλειος
因為聖像所受的尊崇歸於那原型,正如那位神聖的巴西流所說。
For the honor of the image passes over to the prototype, as the divine Basil says.
1:620
Ὑμᾶς δέ, ὦ ἱερώτατον τοῦ Χριστοῦ ποίμνιον, ὁ χριστώνυμος λαός, τὸ ἔθνος τὸ ἅγιον, τὸ σῶμα τῆς ἐκκλησίας, ἐμπλήσαι Χριστὸς τῆς χαρᾶς τῆς αὐτοῦ ἀναστάσεως καὶ καταξιώσαι ἑπομένους τοῖς ἴχνεσι τῶν ἁγίων τῶν ποιμένων τε καὶ διδασκάλων τῆς ἐκκλησίας, προαγομένους τυχεῖν τῆς δόξης αὐτοῦ ἐν ταῖς λαμπρότησι τῶν ἁγίων, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν τῇ αὐτοῦ χάριτι αἰωνίως αὐτὸν δοξάζοντας σὺν τῷ ἀνάρχῳ πατρί, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願基督——至聖的基督羊群,稱基督之名的子民,聖潔的國度,教會的身體啊——使你們充滿祂復活的喜樂,並使你們配得跟隨教會聖潔的牧者和教師的腳蹤,蒙引領得著祂在眾聖徒榮光中的榮耀;願我們眾人都因祂的恩典得著這榮耀,永遠榮耀祂,並榮耀那無始的父,願榮耀歸與祂,直到世世代代。
And may Christ fill you—O most holy flock of Christ, people called by Christ’s name, holy nation, body of the Church—with the joy of His resurrection, and count you worthy, as you follow the footsteps of the holy shepherds and teachers of the Church, to be led forward to attain His glory in the splendor of the saints; which may we all attain by His grace, glorifying Him eternally together with the Father who is without beginning, to whom be glory unto the ages of ages.
1:621
Εἰπόντες περὶ τῆς διαφορᾶς τῶν εἰδώλων καὶ τῶν εἰκόνων καὶ διδάξαντες τὸν ὅρον τῶν εἰκόνων ὥρα δὴ ἐπενεγκεῖν καὶ τὰς χρήσεις, καθάπερ ὑπεσχόμεθα
既已論到偶像與聖像之間的分別,並教導了聖像的定義,如今照我們所應許的,也該引出眾證言了。
Having spoken of the difference between idols and images, and having taught the definition of images, it is now time to bring forward the testimonies as well, just as we promised.
1:622
ἐπισκόπου Ἀθηνῶν, ἐκ τῆς πρὸς Ἰωάννην τὸν ἀπόστολον καὶ θεολόγον ἐπιστολῆς·
雅典主教(聖丟尼修)致使徒兼神學家約翰書信摘錄:
Of the bishop of Athens, from his epistle to John the Apostle and Theologian:
1:623
Ἀληθῶς ἐμφανεῖς εἰκόνες εἰσὶ τὰ ὁρατὰ τῶν ἀοράτων
那可見之物實在是不可見之物顯明的形像。
Truly the visible things are manifest images of the invisible.
1:624
͂, Τοῦ ἁγίου Διονυσίου τοῦ Ἀρεοπαγίτου ἐκ τῆς πρὸς Τίτον ἐπιστολῆς·
聖丟尼修(亞略巴古的)致提多書信摘錄:
Of Saint Dionysius the Areopagite, from his epistle to Titus:
1:625
Χρὴ τοιγαροῦν καὶ ἡμᾶς ἀντὶ τῆς δημώδους περὶ αὐτῶν ὑπολήψεως εἴσω τῶν ἱερῶν συμβόλων ἱεροπρεπῶς διαλαβεῖν καὶ μηδὲ ἀτιμάζειν αὐτὰ τῶν θείων ὄντα χαρακτήρων ἔκγονα καὶ ἀποτυπώματα καὶ εἰκόνας ἐμφανεῖς τῶν ἀπορρήτων καὶ ὑπερφυῶν θεαμάτων
那麼,我們也當棄絕對這些事物流俗的看法,以聖潔的方式領會那隱藏在神聖象徵之內的,並不可輕看它們,因它們乃是神聖印記的後裔與印痕,是那不可言喻、超乎本性之異象的顯明形像。
We too, then, must, instead of the common opinion concerning them, apprehend in a holy manner what lies within the sacred symbols, and not dishonor them, since they are offspring and impressions of the divine characters, and manifest images of the ineffable and supernatural visions.
1:626
(Σχόλιον) Ἴδε, ὡς ἔφη μὴ ἀτιμάζειν τὰς τῶν τιμίων εἰκόνας
(旁註)看,他怎樣說不可輕看那些尊貴之物的形像。
(Scholion) See how he said not to dishonor the images of honorable things.
1:627
Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ θείων ὀνομάτων·
同一位作者,《論神聖之名》摘錄:
Of the same author, from On the Divine Names:
1:628
Ταύτης καὶ ἡμεῖς μεμυήμεθα·
在這事上我們也已蒙啟蒙;
In this we too have been initiated;
1:629
νῦν μὲν ἀναλόγως ἡμῖν διὰ τῶν ἱερῶν παραπετασμάτων τῆς τῶν λογίων καὶ ἱεραρχικῶν παραδόσεων φιλανθρωπίας αἰσθητοῖς τὰ νοητὰ καὶ τοῖς οὖσι τὰ ὑπερούσια περικαλυπτούσης καὶ μορφὰς καὶ τύπους τοῖς ἀμορφώτοις τε καὶ ἀτυπώτοις περιτιθείσης καὶ τὴν ὑπερφυᾶ καὶ ἀσχημάτιστον ἁπλότητα τῇ ποικιλίᾳ τῶν μεριστῶν συμβόλων πληθυούσης τε καὶ διαπλαττούσης
如今乃是按著與我們相稱的方式,藉著聖言與聖統傳統那慈愛的神聖帷幕——這慈愛把屬靈之事包裹在可感之物中,把超本質之事包裹在存有之物中,又把形狀與形態加在那無形無狀者身上,並藉著各樣分立象徵的繁複,使那超本性、無形態的單純得以繁衍並成形。
now indeed in a manner proportioned to us, through the sacred veils of that loving-kindness of the oracles and hierarchical traditions which enshrouds the intelligible in the sensible and the supersubstantial in things that are, and clothes with shapes and forms the formless and shapeless, and multiplies and fashions the supernatural and figureless simplicity by the variety of partial symbols.
1:630
( Σχόλιον) Εἰ φιλανθρωπίας ἐστὶ τὸ τοῖς ἀτυπώτοις καὶ ἀμορφώτοις καὶ τοῖς ἁπλοῖς καὶ ἀσχηματίστοις μορφὰς καὶ τύπους περιτιθέναι πρὸς τὴν ἡμετέραν ἀναλογίαν, πῶς τὰ μορφαῖς καὶ σχήμασιν ὁραθέντα μὴ ἀναλόγως ἡμῖν εἰκονίσομεν πρὸς μνήμην καὶ τὴν ἐκ τῆς μνήμης πρὸς ζῆλον κίνησιν; Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἐκκλησιαστικῆς ἱεραρχίας·
(旁註)若是慈愛把形狀與形態加在那無形態、無形狀、單純、無形態者之上,以配合我們的程度,那麼,我們又怎能不照我們的程度,把那些曾以形態與形狀被看見之物描繪成像,以致記念,並從記念引發效法的熱忱呢?同一位作者,《論教會聖統》摘錄:
(Scholion) If it is of loving-kindness to clothe the figureless, formless, simple, and shapeless with shapes and forms in proportion to us, how shall we not, in proportion to us, depict in images those things that were seen in form and shape, for the sake of remembrance and the movement from remembrance to zeal? Of the same author, from On the Ecclesiastical Hierarchy:
1:631
Ἀλλ' αἱ μὲν ὑπὲρ ἡμᾶς οὐσίαι καὶ τάξεις, ὧν ἤδη μνήμην ἱερὰν ἐποιησάμην, ἀσώματοί τέ εἰσι, καὶ νοητὴ καὶ ὑπερκόσμιός ἐστιν ἡ κατ' αὐτὰς ἱεραρχία
但那些在我們之上的本質與品級——我已聖潔地提及過——乃是無形體的,而屬乎它們的聖統乃是屬靈、超乎世界的。
But the substances and orders above us, of which I have already made sacred mention, are bodiless, and the hierarchy that pertains to them is intelligible and supramundane.
1:632
Τὴν καθ' ἡμᾶς δὲ ὁρῶμεν ἀναλόγως ἡμῖν αὐτοῖς τῇ τῶν αἰσθητῶν συμβόλων ποικιλίᾳ πληθυνομένην, ὑφ' ὧν ἱεραρχικῶς ἐπὶ τὴν ἑνοειδῆ θέωσιν ἐν συμμετρίᾳ τῇ καθ' ἡμᾶς ἀναγόμεθα θεόν τε καὶ θείαν ἀρετήν, αἱ μὲν ὡς νόες νοοῦσιν κατὰ τὸ αὐταῖς θεμιτόν, ἡμεῖς δὲ αἰσθηταῖς εἰκόσιν ἐπὶ τὰς θείας, ὡς δυνατόν, ἀναγόμεθα θεωρίας
但那合乎我們的聖統,我們所見的,乃是照著與我們相稱的程度,藉著可感象徵的繁複而增多;藉著這些象徵,我們按合宜的分量,照聖統的次序被引領上升,達到那合一的成神——歸向神並屬神的德行。那些(屬天本質)乃如純智者,照所容許它們的而領悟;我們卻是藉可感的形像,盡其所能被引領上升,達到屬神的觀照。
But the hierarchy that is according to us we behold multiplied, in proportion to ourselves, by the variety of sensible symbols, by which we are hierarchically led up, in measure suited to us, to the uniform deification—to God and to divine virtue. The former, as minds, understand according to what is permitted them, while we are led up by sensible images, as far as possible, to the divine contemplations.
1:633
(Σχόλιον) Εἰ τοίνυν ἀναλόγως ἡμῖν αὐτοῖς αἰσθηταῖς εἰκόσιν ἐπὶ τὴν θείαν καὶ ἄυλον ἀναγόμεθα θεωρίαν καὶ φιλανθρώπως ἡ θεία πρόνοια τοῖς ἀσχηματίστοις καὶ ἀτυπώτοις τύπους καὶ σχήματα τῆς ἡμῶν ἕνεκεν χειραγωγίας περιτίθησι, τί ἀπρεπὲς τὸν σχήματι καὶ μορφῇ ὑποκύψαντα καὶ φύσει ὁραθέντα ὡς ἄνθρωπον φιλανθρώπως δι' ἡμᾶς εἰκονίζειν ἀναλόγως ἡμῖν αὐτοῖς; Λόγος ἄνωθεν εἰς ἡμᾶς παραδεδομένος κάτεισιν, Αὔγαρον, τὸν Ἐδέσσης ἄνακτα, φήμῃ τῇ τοῦ κυρίου πρὸς θεῖον ἐκπυρσευθέντα ἔρωτα ἀπεσταλ κέναι πρέσβεις τὴν αὐτοῦ ἐπίσκεψιν ἐξαιτοῦντας
(旁註)那麼,若我們照自己的程度藉可感的形像被引領上升,達到屬神、非物質的觀照,又若屬神的眷顧出於慈愛,為引導我們的緣故,把形態與形狀加在那無形狀、無形態者之上,那麼,出於慈愛、為我們的緣故,照我們的程度,把那位甘願取了形狀與形態、按本性以人的樣式被看見者描繪成像,又有何不合宜呢?有一段自古傳給我們的話流傳下來:以得撒的君王亞迦爾因聽聞主的事蹟而被激起對主屬神的愛慕,便差遣使者求見祂。
(Scholion) If then, in proportion to ourselves, we are led up by sensible images to the divine and immaterial contemplation, and if divine Providence in its loving-kindness clothes the shapeless and figureless with forms and shapes for the sake of guiding us, what is unseemly in depicting, out of loving-kindness for our sake, in proportion to ourselves, Him who submitted to shape and form and was seen by nature as a man? A word handed down to us from of old comes down to us: that Abgar, the ruler of Edessa, kindled by report to a divine love of the Lord, sent ambassadors requesting a visit from Him.
1:634
Εἰ δὲ ἀρνηθείη τοῦτο δράσειν, τὸ τούτου κελεύει ὁμοίωμα ζωγράφῳ ἐκμάξασθαι·
並且若主不肯前來,亞迦爾就吩咐畫師描摹主的容貌;
And if He should refuse to do this, He commanded that His likeness be taken by a painter;
1:635
ὃ γνόντα τὸν πάντα εἰδότα καὶ πάντα δυνάμενον τὸ ῥάκος εἰληφέναι καὶ τῷ προσώπῳ προσενεγκάμενον ἐν τούτῳ τὸν οἰκεῖον ἐναπομάξασθαι χαρακτῆρα, ὃ καὶ μέχρι τοῦ νῦν σῴζεται
那位知曉萬事、無所不能的主知道此事,便取了一塊布按在祂自己的臉上,將祂自己的容貌印在其上——這形像直到如今仍被保存。
and the One who knows all things and is able to do all things, knowing this, took a cloth and pressed it to His face, and imprinted on it His own likeness—which is preserved even to this day.
1:636
Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ εἰς τὸν μακάριον Βαρλαὰμ τὸν μάρτυρα λόγου, οὗ ἡ ἀρχή·
聖巴西流,論福哉的殉道者巴爾拉穆的講道摘錄,其開頭為:
Of Saint Basil, from the homily on the blessed martyr Barlaam, which begins:
1:637
Πρότερον μὲν τῶν ἁγίων οἱ θάνατοι·
「昔日眾聖徒的死……」
“Formerly the deaths of the saints…”
1:638
Ἀνάστητέ μοι νῦν, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι, τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις·
如今你們這些描繪鬥士英勇事蹟的傑出畫師啊,為我起來吧!用你們的技藝來放大那被殘害之統帥的形像;
Rise up now for me, O illustrious painters of the athletes’ noble deeds! Magnify by your arts the maimed image of the commander;
1:639
Ἀμαυρότερον παρ' ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν
那位戴冠的得勝者,我描繪得太黯淡了,求你們用你們智慧的彩色使他煥發光輝。
with the colors of your wisdom make resplendent the crowned victor whom I have portrayed too dimly.
1:640
Ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος παρ' ὑμῶν νενικημένος γραφῇ·
願我甘心被你們所描繪的殉道者英勇事蹟所勝而退去;
Let me go away vanquished by your depiction of the martyr’s valiant feats;
1:641
χαίρω τὴν τοιαύτην τῆς ὑμετέρας ἰσχύος σήμερον ἡττώμενος νίκην·
我今日歡喜被你們本領這樣的勝利所勝;
I rejoice today to be overcome by such a victory of your strength;
1:642
ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ' ὑμῶν γραφομένην τὴν πάλην·
願我看見那隻手與火搏鬥的情景,被你們更精確地描繪出來;
let me see the hand’s struggle against the fire more exactly portrayed by you;
1:643
ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμμένον εἰκόνος
願我看見那角力者在你們的畫像上被描繪得更為輝煌。
let me see the wrestler portrayed more brilliantly on your image.
1:644
Κλαυσάτωσαν δαίμονες καὶ νῦν ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι
願眾鬼魔哀哭,因牠們如今也被你們所描繪的殉道者英勇事蹟所擊打。
Let the demons weep, smitten even now by the martyr’s valiant deeds depicted among you.
1:645
Φλεγομένη πάλιν αὐτοῖς ἡ χεὶρ καὶ νικῶσα δεικνύσθω
願那隻手再次被顯為焚燒著卻得勝的。
Let the hand be shown once more flaming and victorious.
1:646
Ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας
願那位作這些較量之賞罰者的基督,也被刻畫在畫板上,願榮耀歸與祂,直到萬世。
Let Christ also, the Judge of these contests, be inscribed on the panel, to whom be glory unto the ages.
1:647
Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τοὺς ἁγίους τεσσαράκοντα λόγου·
同一位作者,論四十位聖殉道者的講道摘錄:
Of the same author, from the homily on the holy Forty Martyrs:
1:648
Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ
既然戰爭中的英勇事蹟也——
Since the valiant deeds of wars also—
1:649
λογογράφοι πολλάκις καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς ἐπήγειραν πρὸς ἀνδρείαν ἑκάτεροι·
史家與畫師常常加以描繪,前者用言語加以裝飾,後者刻畫在畫板上,兩者都激發了許多人歸向勇敢;
both writers and painters often portray them, the one adorning by word, the others engraving on panels, and both have stirred up many to courage;
1:650
ἃ γὰρ ὁ λόγος διὰ τῆς ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν <...>,͂,͂, Τοῦ αὐτοῦ ἐκ τῶν πρὸς Ἀμφιλόχιον τριάκοντα κεφαλαίων περὶ τοῦ ἁγίου πνεύματος ἀπὸ κεφαλαίου ιζʹ·
因為言語藉聽覺所呈現的,無聲的繪畫藉模仿顯明出來。同一位作者,致安非羅基論聖靈三十章,第十七章摘錄:
for what the word presents through hearing, this the silent painting shows through imitation. Of the same author, from the thirty chapters to Amphilochius On the Holy Spirit, from chapter seventeen:
1:651
Ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς·
因為君王與君王的形像都被稱為「君王」,然而並非有兩位君王;
Because both the king and the king’s image are called “king,” and yet there are not two kings;
1:652
οὔτε γὰρ τὸ κράτος σχίζεται οὔτε ἡ δόξα διαμερίζεται
因為權柄並不分裂,榮耀也不分割。
for neither is the dominion divided nor the glory parted.
1:653
Ὡς γὰρ ἡ κρατοῦσα ἡμῶν ἀρχὴ καὶ ἐξουσία μία, οὕτως καὶ ἡ παρ' ἡμῶν δοξολογία μία καὶ οὐ πολλαί, διότι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει
因為正如管理我們的治理與權柄只有一個,照樣我們所獻的尊榮也是一個,而非許多,因為聖像所受的尊崇歸於那原型。
For just as the rule and authority that governs us is one, so also the glorification we render is one and not many, since the honor of the image passes over to the prototype.
1:654
Ὃ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, τοῦτο ἐκεῖ φυσικῶς ὁ υἱός
所以聖像在此藉模仿所是的,子在那裡乃是按本性所是的。
What therefore the image is here by imitation, that the Son is there by nature.
1:655
Καὶ ὥσπερ ἐπὶ τῶν τεχνητῶν κατὰ τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτω καὶ ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου φύσεως ἐν τῇ κοινωνίᾳ τῆς θεότητός ἐστιν ἡ ἕνωσις
並且正如在工藝品中,那相似是按著形態而有的,照樣在那屬神、非複合的本性中,那合一乃在於神性的相通。
And just as in works of art the likeness is according to the form, so also in the divine and uncompounded nature the union is in the communion of the Godhead.
1:656
( Σχόλιον) Ὥσπερ οὖν ὁ μὴ τιμῶν τὸν υἱόν, καθώς φησιν ὁ κύριος, οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν, οὕτως καὶ ὁ μὴ τιμῶν τὴν εἰκόνα οὐδὲ τὸν εἰκονιζόμενον τιμᾷ
(旁註)那麼,正如主所說,不尊敬子的,就是不尊敬那差子來的父,照樣,不尊崇聖像的,也就是不尊崇那被描繪者。
(Scholion) Just as, then, he who does not honor the Son, as the Lord says, does not honor the Father who sent Him, so also he who does not honor the image does not honor the one represented.
1:657
Τιμᾶν τὴν εἰκόνα τοῦ Χριστοῦ ἀνάγκη, οὐχὶ δὲ καὶ τῶν ἁγίων
必須尊崇基督的聖像——難道不也包括眾聖徒的聖像麼?
It is necessary to honor the image of Christ—but not, surely, that of the saints also?
1:658
Ἄκουσον τοῦ κυρίου λέγοντος τοῖς μαθηταῖς·
聽主對門徒所說的:
Hear the Lord saying to the disciples:
1:659
Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται. Ὥστε ὁ μὴ τιμῶν τοὺς ἁγίους οὐδὲ αὐτὸν τιμᾷ τὸν κύριον
「接待你們的,就是接待我。」所以不尊崇眾聖徒的,也就是不尊崇主自己。
“He who receives you receives Me.” So that he who does not honor the saints does not honor the Lord Himself either.
1:660
͂, (Σχόλιον) Εἰ ἡ εἰκὼν τοῦ βασιλέως βασιλεύς, καὶ ἡ εἰκὼν τοῦ Χριστοῦ Χριστὸς καὶ ἡ εἰκὼν τοῦ ἁγίου ἅγιος, καὶ οὔτε τὸ κράτος σχίζεται οὔτε ἡ δόξα διαμερίζεται, ἀλλ' ἡ δόξα τῆς εἰκόνος τοῦ εἰκονιζομένου γίνεται
(旁註)若君王的形像就是君王,那麼基督的聖像就是基督,聖徒的聖像就是聖徒,並且權柄不分裂,榮耀不分割,乃是聖像的榮耀成了那被描繪者的榮耀。
(Scholion) If the image of the king is king, then the image of Christ is Christ, and the image of the saint is saint, and neither is the dominion divided nor the glory parted, but the glory of the image becomes that of the one represented.
1:661
Δεδοίκασι τοὺς ἁγίους οἱ δαίμονες καὶ τὴν σκιὰν αὐτῶν δραπετεύουσι·
眾鬼魔懼怕聖徒,且逃避他們的影兒;
The demons fear the saints and flee from their shadow;
1:662
σκιὰ δὲ καὶ ἡ εἰκών, καὶ ταύτην ποιῶ ὡς δαιμόνων ἐλάτειραν
而聖像也是一種影兒,我製作它正是作為趕逐鬼魔之物。
and the image too is a shadow, and this I make as a driver-away of demons.
1:663
Εἰ δὲ χρῆναι λέγοις νοερῶς μόνον θεῷ συνάπτεσθαι, ἄνελε πάντα τὰ σωματικά, τὰ φῶτα, τὸ εὐῶδες θυμίαμα, αὐτὴν τὴν διὰ φωνῆς προσευχήν, αὐτὰ τὰ ἐξ ὕλης τελούμενα θεῖα μυστήρια, τὸν ἄρτον, τὸν οἶνον, τὸ τῆς χρίσεως ἔλαιον, τοῦ σταυροῦ τὸ ἐκτύπωμα
但你若說人只當以心智與神聯合,那麼就把一切屬肉身之物都除去吧——那些燭光、馨香的香、那藉聲音發出的禱告本身、那些由物質完成的屬神奧祕(餅、酒、膏抹的油)、十字架的圖形。
But if you should say that one must be joined to God only intellectually, then do away with all bodily things—the lights, the fragrant incense, prayer itself uttered by voice, the divine mysteries themselves accomplished from matter, the bread, the wine, the oil of anointing, the figure of the cross.
1:664
ὁ σταυρός, ὁ σπόγγος καὶ κάλαμος, ἡ τὴν ζωηφόρον πλευρὰν νύξασα λόγχη
那十字架,那海絨與葦子,那刺透賜生命之肋旁的槍。
the cross, the sponge and the reed, the spear that pierced the life-bearing side.
1:665
Ἢ τούτων ἁπάντων ἄνελε τὸ σέβας, ὅπερ ἀδύνατον, ἢ μὴ ἀπαναίνου μηδὲ τὴν τῶν εἰκόνων τιμήν
你或是把對這一切之物的敬意都除去——這是不可能的——或是也不要拒絕對聖像的尊崇。
Either do away with reverence for all these things—which is impossible—or do not refuse the honor of images either.
1:666
Χάρις δίδοται θεία ταῖς ὕλαις διὰ τῆς τῶν εἰκονιζομένων προσηγορίας
屬神的恩典藉著呼求那被描繪者之名,賜給了物質之物。
Divine grace is given to material things through the naming of those represented.
1:667
Ὥσπερ λιτὸν ἡ κογχύλη καθ' ἑαυτὴν καὶ ἡ μέταξα καὶ τὸ ἐξ ἀμφοῖν ἐξυφασμένον ἱμάτιον καὶ καθ' ἑαυτὸ οὐδεμίαν ἔχει τιμήν, ἂν δὲ βασιλεὺς τοῦτο περίθηται, ἐκ τῆς προσούσης τῷ ἠμφιεσμένῳ τιμῆς τῷ ἀμφιάσματι μεταδίδοται·
正如紫螺殼本身是卑微的,蠶絲也是,由二者織成的衣袍本身亦毫無尊榮,但若君王穿上它,這衣袍便從那穿衣者所有的尊榮中分得尊榮;
Just as the murex-shell by itself is humble, and the silk, and the garment woven from both, has of itself no honor, but if a king put it on, the garment shares in the honor that belongs to the wearer;
1:668
οὕτως αἱ ὕλαι αὐταὶ μὲν καθ' ἑαυτὰς ἀπροσκύνητοι, ἂν δὲ χάριτος εἴη πλήρης ὁ εἰκονιζόμενος, μέτοχοι χάριτος γίνονται κατ' ἀναλογίαν τῆς πίστεως
照樣,那些物質之物本身原不當被尊崇,但若那被描繪者滿有恩典,它們便照著信的程度,成為恩典的有分者。
so the material things themselves are by themselves not to be venerated, but if the one represented be full of grace, they become partakers of grace in proportion to faith.
1:669
Εἶδον οἱ ἀπόστολοι τὸν κύριον σωματικοῖς ὀφθαλμοῖς καὶ τοὺς ἀποστόλους ἕτεροι καὶ τοὺς μάρτυρας ἕτεροι
眾使徒曾用肉眼見過主,又有別人見過眾使徒,又有別人見過眾殉道者。
The Apostles saw the Lord with bodily eyes, and others saw the Apostles, and others the martyrs.
1:670
Ποθῶ κἀγὼ τούτους ὁρᾶν ψυχῇ τε καὶ σώματι καὶ ἔχειν ἀλεξίκακον φάρμακον, ἐπεὶ διπλοῦς ἔκτισμαι, καὶ ὁρῶν προσκυνῶ τὸ ὁρώμενον οὐχ ὡς θεόν, ἀλλ' ὡς τιμίων εἰκόνισμα τίμιον
我也渴望以魂與身見他們,並得著防備邪惡的良藥,因我是雙重受造的;我既看見,便尊崇所看見的,不是當作神,乃是當作尊貴之人的尊貴形像。
I too long to see these in soul and body and to have a remedy against evil, since I am fashioned twofold; and seeing, I venerate what is seen, not as God, but as an honorable image of honorable persons.
1:671
Σὺ τυχὸν ὑψηλός τε καὶ ἄυλος καὶ ὑπὲρ τὸ σῶμα γενόμενος καὶ οἷον ἄσαρκος καταπτύεις πᾶν τὸ ὁρώμενον, ἀλλ' ἐγώ, ἐπεὶ ἄνθρωπός εἰμι καὶ σῶμα περίκειμαι, ποθῶ καὶ σωματικῶς ὁμιλεῖν καὶ ὁρᾶν τὰ ἅγια
你或許是崇高、非物質、超乎身體、彷彿無肉身的,便藐視一切可見之物;但我,因我是人,且披戴著身體,便渴望也以肉身與聖物相交、觀看聖物。
You perhaps, being lofty and immaterial and risen above the body and as it were fleshless, spit upon everything visible; but I, since I am a man and clothed with a body, long to commune with and behold the holy things bodily as well.
1:672
Συγκατάβηθι τῷ ταπεινῷ μου φρονήματι, ὁ ὑψηλός, ἵνα σου τηρήσῃς τὸ ὑψηλόν
崇高者啊,求你俯就我卑微的心思,好叫你保守你自己的崇高。
Condescend to my lowly mind, O lofty One, that You may preserve Your loftiness.
1:673
Ἀποδέχεται Χριστὸς τὸν πρὸς αὐτόν μου πόθον καὶ τοὺς οἰκείους αὐτοῦ·
基督悅納我向著祂並向著祂自己人的渴慕;
Christ accepts my longing toward Him and toward His own;
1:674
χαίρει γὰρ δεσπότης ἐγκωμιαζομένου δούλου εὐγνώμονος, ὁ μέγας ἔφη Βασίλειος ἐγκωμιάζων τοὺς τεσσαράκοντα μάρτυρας
因為當一個知恩的僕人受稱讚時,主人便歡喜,正如那偉大的巴西流在稱讚四十位殉道者時所說。
for a master rejoices when a grateful servant is praised, as the great Basil said in praising the Forty Martyrs.
1:675
Ἄθρει δὲ οἷα καὶ εἰς Γόρδιον τὸν ἀοίδιμον τῷ λόγῳ γεραίρων φησίν
並要看他在以講論榮耀那聲名遠播的哥爾丟時所說的話。
And observe what he says also in honoring the renowned Gordius with his discourse.
1:676
Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ εἰς Γόρδιον τὸν μάρτυρα λόγου·
聖巴西流,論殉道者哥爾丟的講道摘錄:
Of Saint Basil, from the homily on Gordius the martyr:
1:677
Εὐφραίνονται λαοὶ εὐφροσύνην πνευματικὴν ἐπὶ μόνῃ τῇ ὑπομνήσει τῶν τοῖς δικαίοις κατωρθωμένων εἰς ζῆλον καὶ μίμησιν τῶν ἀγαθῶν, ἀφ' ὧν ἀκούουσιν, ἐναγόμενοι·
眾百姓單單因記念義人所成就的義行,便滿有屬靈的喜樂,被引發去熱心效法他們所聽見的善事;
The peoples are gladdened with spiritual joy at the mere recollection of the righteous deeds accomplished by the righteous, being led to zeal for and imitation of the good things they hear of;
1:678
ἡ γὰρ τῶν εὐπολιτεύτων ἀνδρῶν ἱστορία οἷόν τι φῶς τοῖς σῳζομένοις πρὸς τὴν τοῦ βίου ὁδὸν ἐμποιεῖ
因為善度此生之人的事蹟,彷彿為那些得救的人,為其人生道路發出亮光。
for the history of men who lived well produces, as it were, a light for those being saved, toward the way of life.
1:679
Ὥστε, ὅταν διηγώμεθα τοὺς βίους τῶν διαπρεψάντων ἐν εὐσεβείᾳ, δοξάζομεν πρῶτον τὸν δεσπότην
因此,當我們述說那些在敬虔上卓越之人的生平時,我們首先榮耀那位主
So that, when we recount the lives of those who excelled in godliness, we first glorify the Master
1:680
διὰ τῶν δούλων, ἐγκωμιάζομεν δὲ τοὺς δικαίους διὰ τῆς μαρτυρίας, ὧν ἴσμεν, εὐφραίνομεν δὲ τοὺς λαοὺς διὰ τῆς ἀκοῆς τῶν καλῶν
藉著祂的眾僕人;又藉著我們所知之人的見證稱讚義人;並藉著聽見善事使眾百姓歡喜。
through His servants, and we praise the righteous through the testimony of those we know, and we gladden the peoples through the hearing of good things.
1:681
( Σχόλιον) Ὅρα, ὡς θεοῦ μὲν δόξαν, τῶν δὲ ἁγίων ἐγκώμιον, τῶν δὲ λαῶν εὐφροσύνην καὶ σωτηρίαν ἡ μνήμη τῶν ἁγίων συνίστησι
(旁註)看,記念眾聖徒怎樣成全了歸神的榮耀、對眾聖徒的稱讚,並使眾百姓得喜樂與救恩。
(Scholion) See how the remembrance of the saints establishes glory for God, praise for the saints, and gladness and salvation for the peoples.
1:682
Τί οὖν ταύτην ἀφαιρεῖς; Ὅτι δὲ διὰ λόγου καὶ εἰκόνων ἡ μνήμη γίνεται, φησὶν ὁ αὐτὸς θεῖος Βασίλειος
那麼你為何要奪去這事?至於這記念乃藉著言語與形像而成,那同一位神聖的巴西流如此說。
Why then do you take this away? And that this remembrance comes about through word and through images, the same divine Basil says.
1:683
Ἐκ τοῦ αὐτοῦ λόγου τοῦ εἰς Γόρδιον τὸν μάρτυρα·
出自同一篇論殉道者哥爾丟的講道:
From the same homily on Gordius the martyr:
1:684
Ὥσπερ γὰρ τῷ πυρὶ αὐτομάτως ἕπεται τὸ φωτίζειν καὶ τῷ μύρῳ τὸ εὐωδεῖν, οὕτω καὶ ταῖς ἀγαθαῖς πράξεσιν ἀναγκαίως ἀκολουθεῖ τὸ ὠφέλιμον
因為正如照明自然隨著火而來,馨香隨著膏油而來,照樣,益處也必然伴隨善行而來。
For just as illumination spontaneously follows fire, and fragrance the ointment, so also benefit necessarily attends good deeds.
1:685
Καίτοι οὐδὲ τοῦτο μικρόν, ἀκριβῶς τυχεῖν τῆς ἀληθείας τῶν τότε·
然而這也並非小事——就是準確地獲知那昔日之事的真相;
And yet this too is no small thing—to attain accurately the truth of those former times;
1:686
ἀμυδρὰ γάρ τις μνήμη εἰς ἡμᾶς διεδόθη τὰς ἐπὶ τῶν ἀγώνων ἀνδραγαθίας τοῦ ἀνδρὸς διασῴ ζουσα
因為傳給我們的不過是一段模糊的記憶,存留著那人在較量中的英勇事蹟。
for only a dim memory has been handed down to us, preserving the man’s valiant deeds in his contests.
1:687
Καί πως δοκεῖ τὸ καθ' ἡμᾶς τῷ τῶν ζωγράφων προσεοικέναι·
並且我們的情形似乎與畫師的情形有幾分相像;
And somehow our situation seems to resemble that of painters;
1:688
καὶ γὰρ ἐκεῖνοι, ἐπειδὰν ἐξ εἰκόνων μεταγράφωσι τὰς εἰκόνας, πλεῖστον ὡς εἰκὸς τῶν ἀρχετύπων ἀπολιμπάνονται, καὶ ἡμᾶς αὐτῆς τῆς θέας τῶν πραγμάτων ἀπολειφθέντας κίνδυνος οὐ μικρὸς τὴν ἀλήθειαν ἐλαττῶσαι
因為他們臨摹形像出於形像時,正如所料的,與原本相去甚遠;而我們既被剝奪了親眼目睹這些事的機會,便有不小的危險會削減真相。
for they too, when they copy images from images, fall short, as is likely, far from the originals; and we too, being deprived of the very sight of the events, run no small risk of diminishing the truth.
1:689
Καὶ ἐπὶ τέλει τοῦ αὐτοῦ λόγου·
並在同一篇講道的末了:
And at the end of the same homily:
1:690
Ὡς γὰρ τὸν ἥλιον ἀεὶ καθορῶντες ἀεὶ θαυμάζομεν, οὕτω καὶ τοῦ ἀνδρὸς ἐκείνου ἀεὶ νεαρὰν τὴν μνήμην ἔχομεν
因為正如我們時常觀看太陽便時常驚嘆,照樣,我們也時常使那人的記念常新。
For just as, ever beholding the sun, we ever marvel, so also we ever keep the memory of that man fresh.
1:691
( Σχόλιον) Δῆλον, ὡς ἀεὶ καθορῶντες διά τε λόγου καὶ εἰκονίσματος
(旁註)顯然,我們是「時常觀看」,既藉著言語,也藉著形像。
(Scholion) It is clear that we “ever behold” both through word and through image.
1:692
Καὶ ἐν τῷ λόγῳ δὲ τῷ εἰς τοὺς ὑπερτίμους τεσσαράκοντα μάρτυρας ταῦτά φησιν·
並在論那至為尊貴的四十位殉道者的講道中,他如此說:
And in the homily on the most honorable Forty Martyrs he says this:
1:693
Μαρτύρων δὲ μνήμης τίς ἂν γένοιτο κόρος τῷ φιλομάρτυρι; Διότι ἡ πρὸς τοὺς ἀγαθοὺς τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν δεσπότην εὐνοίας
對愛慕殉道者的人來說,記念殉道者豈能有滿足的時候?因為向善良的同作僕人者所表的尊敬,乃是向那共同之主存善意的明證。
What satiety of the memory of the martyrs could there ever be for one who loves the martyrs? For the honor shown to good fellow-servants is a proof of goodwill toward the common Master.
1:694
Μακάρισον γνησίως τὸν μαρτυρήσαντα, ἵνα γένῃ μάρτυς τῇ προαιρέσει καὶ ἐκβῇς χωρὶς διωγμοῦ, χωρὶς πυρός, χωρὶς μαστίγων τῶν αὐτῶν ἐκείνοις ἐπαίνων ἠξιωμένος
要真誠地稱頌那殉道的人,好叫你藉著心志成為殉道者,並且不經逼迫、不經火、不經鞭打,便被算配得與他們同樣的稱讚而離世。
Sincerely bless the one who has been martyred, that you may become a martyr in your resolve and may depart—apart from persecution, apart from fire, apart from scourgings—deemed worthy of the very same praises as those.
1:695
(Σχόλιον) Πῶς οὖν με ἀπείργεις τῆς τῶν ἁγίων τιμῆς καὶ φθονεῖς μοι τῆς σωτηρίας; Ὅτι δὲ συνεζευγμένην οἶδε τῷ λόγῳ τὴν διὰ τῶν χρωμάτων μορφήν, ἄκουε αὐτοῦ μετ' ὀλίγα φάσκοντος·
(旁註)那麼你為何攔阻我尊崇眾聖徒,並嫉妒我的救恩呢?至於他知道那藉彩色所成的形像是與言語相連的,可聽他稍後所說的:
(Scholion) Why then do you bar me from the honor of the saints and grudge me my salvation? And that he knew the form rendered through colors to be joined to the word, hear him saying a little later:
1:696
Δεῦρο δὴ οὖν εἰς μέσον αὐτοὺς ἀγαγόντες διὰ τῆς ὑπομνήσεως κοινὴν τὴν ἀπ' αὐτῶν ὠφέλειαν τοῖς παροῦσι καταστησώμεθα, προδείξαντες πᾶσιν ὥσπερ ἐν γραφῇ τὰς τῶν ἀνδρῶν ἀριστείας
那麼來吧,讓我們藉著追念把他們帶到我們中間,使從他們而來的益處為在場眾人所共享,把這些人的英勇事蹟如同畫像一般展示給眾人。
Come then, let us bring them into our midst through recollection, and make the benefit from them common to those present, displaying to all, as in a painting, the valiant deeds of these men.
1:697
(Σχόλιον) Ὁρᾷς, ὡς ἓν εἰκόνος καὶ λόγου τὸ ἔργον; Ὡς ἐν γραφῇ γάρ, ἔφη, προδείξωμεν τῷ λόγῳ. Καὶ πάλιν ἐχόμενα τοῦ λόγου·
(旁註)你看見形像與言語的工作原是一個麼?他說:「如同畫像一般」,「讓我們用言語展示」。並且他繼續講論說:
(Scholion) Do you see how the work of image and of word is one? “As in a painting,” he said, “let us display” by word. And again, continuing his discourse:
1:698
Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ λογογράφοι πολλάκις καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς ἐπήγειραν εἰς ἀνδρείαν ἑκάτεροι
既然史家與畫師也常常描繪戰爭中的英勇事蹟,前者用言語加以裝飾,後者刻畫在畫板上,兩者都激發了許多人歸向勇敢。
Since both writers and painters often portray the valiant deeds of wars also, the one adorning by word, the others engraving on panels, and both have stirred up many to courage.
1:699
Ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας διὰ τῆς ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσι
因為歷史的言語藉聽覺所呈現的,無聲的繪畫藉模仿顯明出來。
For what the word of history presents through hearing, this the silent painting shows through imitation.
1:700
( Σχόλιον) Τί τούτων τηλαυγέστερον πρὸς ἀπόδειξιν, ὅτι βίβλοι τοῖς ἀγραμμάτοις εἰσὶν αἱ εἰκόνες καὶ τῆς τῶν ἁγίων τιμῆς ἀσίγητοι κήρυκες ἐν ἀήχῳ φωνῇ τοὺς ὁρῶντας διδάσκουσαι καὶ τὴν ὅρασιν ἁγιάζουσαι; Οὐκ εὐπορῶ βίβλων, οὐ σχολὴν ἄγω πρὸς τὴν ἀνάγνωσιν, εἴσειμι εἰς τὸ κοινὸν τῶν ψυχῶν ἰατρεῖον, τὴν ἐκκλησίαν ὥσπερ ἀκάνθαις τοῖς λογισμοῖς συμπνιγόμενος·
(旁註)有甚麼比這些話更清楚地證明:聖像乃是不識字者的書卷,是眾聖徒尊榮永不緘默的傳令官,以無聲之音教導觀看者,並使眼目得以成聖呢?「我沒有許多書卷,也沒有閒暇讀書;我進入眾魂共同的醫院——教會,內心彷彿被諸般思慮如荊棘般纏勒;
(Scholion) What could be clearer than these words as a proof that images are books for the unlettered, and unsilenced heralds of the honor of the saints, teaching those who behold them with a soundless voice and sanctifying the sight? “I have no abundance of books, I have no leisure for reading; I enter the common infirmary of souls, the church, choked as it were with thorns by my reasonings;
1:701
ἕλκει με πρὸς θέαν τῆς γραφῆς τὸ ἄνθος καὶ ὡς λειμὼν τέρπει τὴν ὅρασιν καὶ λεληθότως ἐναφίησι τῇ ψυχῇ δόξαν θεοῦ
那繪畫的美麗吸引我去注視,它如草場使我的眼目歡愉,並不知不覺地把神的榮耀注入我的魂裡。」
the beauty of the painting draws me to gaze upon it, and like a meadow it delights my sight and imperceptibly instills the glory of God into my soul.”
1:702
Τεθέαμαι τὴν καρτερίαν τοῦ μάρτυρος, τῶν στεφάνων τὴν ἀνταπόδοσιν καὶ ὡς πυρὶ πρὸς ζῆλον ἐξάπτομαι τῇ προθυμίᾳ καὶ πίπτων προσκυνῶ τῷ θεῷ διὰ τοῦ μάρτυρος καὶ λαμβάνω τὴν σωτηρίαν
我已看見那殉道者的堅忍、那些冠冕的賞賜,便如被火點著,因他的熱切而生發熱心,俯伏下來藉著那殉道者敬拜神,並領受救恩。
I have beheld the martyr’s endurance, the recompense of the crowns, and as by fire I am kindled to zeal by his eagerness, and falling down I venerate God through the martyr and receive salvation.
1:703
Οὐκ ἀκήκοας τοῦ αὐτοῦ θεοφόρου πατρὸς λέγοντος ἐν τῷ εἰς τὴν ἀρχὴν τῶν ψαλμῶν λόγῳ, ὅτι γινῶσκον τὸ πνεῦμα τὸ ἅγιον, ὅτι δυσάγωγον πρὸς ἀρετὴν καὶ ῥᾴθυμον τὸ γένος τῶν ἀνθρώπων, τὸ μέλος ταῖς ψαλμῳδίαις ἐγκατέμιξε; Τί φής; Οὐ γράψω καὶ λόγῳ καὶ χρώμασι τὸ τῶν μαρτύρων μαρτύριον καὶ ὀφθαλμοῖς καὶ χείλεσι περιπτύξομαι τὸ θαυμαστὸν καὶ ἀγγέλοις καὶ πάσῃ τῇ κτίσει, ὀδυνηρὸν δὲ τῷ διαβόλῳ καὶ φοβερὸν δαίμοσιν, ὡς αὐτὸς ὁ φωστὴρ τῆς ἐκκλησίας ἔφησεν; Οἷα δέ φησι πρὸς τῷ τέλει τοῦ λόγου, ἐγκωμιάζων τοὺς τεσσαράκοντα μάρτυρας·
你豈沒有聽見這位同一位負神的教父,在論詩篇開頭的講道中說,聖靈知道人類難以被引向德行且懶惰,便把曲調摻入詩歌中麼?你說甚麼呢?難道我不可既用言語、又用彩色描繪眾殉道者的殉道,並用眼目和嘴唇親近那為天使和一切受造之物所稱奇、卻為魔鬼所悲、為眾鬼魔所懼之事麼,正如那位教會的明燈所宣告的?以下是他在講道末了稱讚四十位殉道者時所說的:
Have you not heard the same God-bearing Father saying, in the homily on the beginning of the Psalms, that the Holy Spirit, knowing the human race to be hard to lead toward virtue and slothful, mingled melody with the psalmody? What do you say? Shall I not portray, both by word and by colors, the martyrs’ martyrdom, and embrace with eyes and lips that which is wondrous to angels and all creation, but grievous to the devil and dreadful to the demons, as the very luminary of the Church declared? And what he says toward the end of the homily, in praising the Forty Martyrs:
1:704
Ὦ χορὸς ἅγιος, ὦ σύστημα ἱερόν, ὦ συνασπισμὸς ἀρραγής, ὦ
哦聖潔的詩班!哦神聖的會集!哦堅不可破的方陣!哦
O holy chorus! O sacred assembly! O unbreakable phalanx! O
1:705
κοινοὶ φύλακες τοῦ γένους τῶν ἀνθρώπων, ἀγαθοὶ κοινωνοὶ φροντίδων, δεήσεων συνεργοί, πρεσβευταὶ δυνατώτατοι, ἀστέρες τῆς οἰκουμένης, ἄνθη τῶν ἐκκλησιῶν (ἐγὼ δέ φημι, νοητά τε καὶ αἰσθητά)
人類共同的守護者,我們憂慮中良善的同伴,我們祈求中的同工,最有能力的代求者,世界的星辰,眾教會的花朵(我所指的乃是屬靈的,也是可感的)!
common guardians of the human race, good companions in our cares, fellow-workers in our supplications, most powerful intercessors, stars of the world, flowers of the churches (and I mean both intelligible and sensible)!
1:706
Ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο
地沒有把你們藏起,乃是天接納了你們。
You the earth did not hide, but heaven received you.
1:707
Ἠνοίγησαν ὑμῖν παραδείσου πύλαι, ἄξιον θέαμα τῇ στρατιᾷ τῶν ἀγγέλων, ἄξιον πατριάρχαις, προφήταις, δικαίοις
樂園的門為你們敞開——這景象配得天使的軍隊觀看,配得列祖、眾先知和眾義人觀看。
The gates of paradise were opened to you—a sight worthy of the host of angels, worthy of patriarchs, prophets, and the righteous.
1:708
(Σχόλιον) Πῶς οὐ μὴ ποθήσω ἰδεῖν, ὃ ἰδεῖν ποθοῦσιν ἄγγελοι; Συνῳδὰ δὲ τούτοις καὶ ὁ τούτου ἀδελφὸς καὶ ὁμογνώμων Γρηγόριος, ὁ τῆς Νυσαέων ἐπίσκοπος, φησίν
(旁註)我怎能不渴望看見那連天使都渴望看見的呢?與這些話相合,他的弟兄、與他同心的貴格利,就是尼撒人的主教,如此說:
(Scholion) How shall I not long to see what angels long to see? And in harmony with these things, his brother and like-minded Gregory, the bishop of the Nyssenes, says:
1:709
Τοῦ ἁγίου Γρηγορίου, ἐπισκόπου Νύσης, ἐκ τοῦ ἀναπληρωματικοῦ, τουτέστι τοῦ περὶ κατασκευῆς ἀνθρώπου, κεφαλαίου τετάρτου·
聖貴格利,尼撒主教,補篇(即《論人之造成》)第四章摘錄:
Of Saint Gregory, bishop of Nyssa, from the supplementary work, that is, On the Making of Man, chapter four:
1:710
Ὥσπερ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν οἱ τὰς εἰκόνας τῶν κρατούντων κατασκευάζοντες τόν τε χαρακτῆρα τῆς μορφῆς ἀναμάσσονται καὶ τῇ περιβολῇ τῆς πορφυρίδος τὴν βασιλικὴν ἀξίαν συμπαραγράφουσι καὶ λέγεται κατὰ τὴν συνήθειαν καὶ εἰκὼν καὶ βασιλεύς, οὕτω καὶ ἡ ἀνθρωπίνη φύσις, ἐπειδὴ πρὸς ἀρχὴν τῶν ἄλλων κατεσκευάζετο, οἷόν τις ἔμψυχος εἰκὼν ἀνεστάθη κοινωνοῦσα τῷ ἀρχετύπῳ καὶ τῆς ἀξίας καὶ τοῦ ὀνόματος
正如按人的習俗,那些製作統治者形像的人,既塑造其形態的容貌,又藉所披的紫袍把君王的尊位一併刻畫上去,而那形像照習俗也被稱為「君王」——照樣,人的本性,因被造成統管其餘萬物的,便被立為一種活的形像,與那原型在尊位和名稱上都有分。
Just as, according to human custom, those who make the images of rulers both mold the features of the form and inscribe along with them the royal dignity by the surrounding purple robe, and the image too is called “king” by custom—so also human nature, since it was made for rule over the rest, was set up as a kind of living image, sharing with the archetype both in dignity and in name.
1:711
Τοῦ αὐτοῦ ἐκ τοῦ πέμπτου κεφαλαίου τῆς αὐτῆς πραγματείας·
同一位作者,同一論著第五章摘錄:
Of the same author, from the fifth chapter of the same treatise:
1:712
Τὸ δὲ θεῖον κάλλος οὐ σχήματί τινι καὶ μορφῆς εὐμοιρίᾳ διά τινος εὐχροίας ἐναγλαΐζεται, ἀλλ' ἐν ἀφράστῳ μακαριότητι κατ' ἀρετὴν θεωρεῖται
但屬神的美麗並非藉著任何形狀、或藉某種好膚色而有的形態之佳美而生光輝,乃是在不可言喻的福樂中,按著德行被觀照。
But the divine beauty is not made resplendent by any shape or by goodliness of form through some fairness of complexion, but is contemplated in ineffable blessedness according to virtue.
1:713
Ὥσπερ τοίνυν τὰς ἀνθρωπίνας μορφὰς διὰ χρωμάτων τινῶν ἐπὶ τοὺς πίνακας οἱ γραφεῖς μεταφέρουσι τὰς οἰκείας τε καὶ καταλλήλους βαφὰς ἐπαλείφοντες τῷ μιμήματι, ὡς ἂν δι' ἀκριβείας τὸ ἀρχέτυπον κάλλος μετενεχθείη πρὸς τὸ ὁμοίωμα <...> ( Σχόλιον) Ὅρα, ὡς τὸ μὲν θεῖον κάλλος οὐ σχήματί τινι διά τινος εὐχροίας ἐναγλαΐζεται καὶ διὰ τοῦτο οὐκ εἰκονίζεται, ἡ δὲ ἀνθρωπίνη μορφὴ διὰ χρωμάτων ἐπὶ τοὺς πίνακας μεταφέρεται
那麼,正如畫師藉著某些彩色把人的形態移到畫板上,將恰當合適的色調塗在那模仿物上,好使那原型的美麗能準確地移到那相似物上……(旁註)看,屬神的美麗怎樣並非藉任何形狀、靠某種好膚色而生光輝,因此不被描繪,而人的形態卻藉彩色被移到畫板上。
Just, therefore, as painters transfer human forms onto panels by means of certain colors, applying to the imitation the proper and suitable tints, so that the archetypal beauty might be transferred accurately to the likeness… (Scholion) See how the divine beauty is not made resplendent by any shape through some fairness of complexion, and for this reason is not depicted, whereas the human form is transferred onto panels by means of colors.
1:714
Εἰ τοίνυν ὁ υἱὸς τοῦ θεοῦ ἐν ἀνθρώπου μορφῇ γέγονε μορφὴν δούλου λαβὼν καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, πῶς οὐκ εἰκονισθήσεται; Καὶ εἰ κατὰ συνήθειαν λέγεται ἡ τοῦ βασιλέως εἰκὼν βασιλεὺς καὶ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὥς φησιν ὁ θεῖος Βασίλειος, πῶς ἡ εἰκὼν οὐ τιμηθήσεται καὶ προσκυνηθήσεται οὐχ ὡς θεός, ἀλλ' ὡς θεοῦ σεσαρκωμένου εἰκών; Τοῦ ἁγίου Γρηγορίου τοῦ Νύσης ἀπὸ λόγου ῥηθέντος ἐν Κωνσταντινουπόλει περὶ θεότητος υἱοῦ καὶ πνεύματος καὶ εἰς τὸν Ἀβραάμ, λόγου μδʹ, οὗ ἡ ἀρχή·
那麼,若神的兒子取了奴僕的形像,成為人的樣式,又有人的樣子,以人的形態被尋見,怎能不被描繪呢?又若君王的形像照習俗被稱為「君王」,且聖像所受的尊崇上升歸於那原型,正如那位神聖的巴西流所說,那麼這聖像怎能不被尊崇、被尊敬——不是當作神,乃是當作那道成肉身之神的形像呢?聖貴格利,尼撒的,在君士坦丁堡所講論子與聖靈之神性,並論亞伯拉罕的講道,第四十四篇,其開頭為:
If then the Son of God came to be in the form of man, taking the form of a servant and being made in the likeness of men and found in fashion as a man, how shall He not be depicted? And if by custom the image of the king is called “king” and the honor of the image ascends to the prototype, as the divine Basil says, how shall the image not be honored and venerated—not as God, but as the image of God incarnate? Of Saint Gregory of Nyssa, from the discourse delivered at Constantinople on the Godhead of the Son and the Spirit, and concerning Abraham, discourse forty-four, which begins:
1:715
Οἷόν τι πάσχουσι πρὸς τοὺς εὐανθεῖς τῶν λειμώνων οἱ τούτων φιλοθεάμονες, καὶ μετὰ βραχέα·
「那些喜愛觀看百花盛開草場的人對草場所有的感受……」並在稍後:
“What those who love to gaze upon them experience toward the flowery meadows…” And a little after:
1:716
Ἐντεῦθεν δεσμοῖς πρότερον διαλαμβάνει ὁ πατὴρ τὸν παῖδα
於是那父親先用繩索捆綁那男孩。
Thereupon the father first binds the boy with cords.
1:717
Εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον ἐναργῶς τῆς τέχνης ὑπ' ὄψιν ἀγούσης τὴν ἱστορίαν
我曾屢次在一幅畫上看見那受難情景的圖像,每觀看時無不落淚,因那技藝把那段往事栩栩如生地呈在我眼前。
I have often seen on a painting an image of the passion, and have not passed by the sight without tears, as art vividly brought the history before my eyes.
1:718
Πρόκειται ὁ Ἰσαὰκ παρ' αὐτῷ τῷ θυσιαστηρίῳ ὀκλάσας ἐπὶ τὸ γόνυ καὶ περιηγμένας ἔχων εἰς τοὐπίσω τὰς χεῖρας, ὁ δὲ ἐπιβεβηκὼς κατόπιν τῷ ποδὶ τῆς ἀγκύλης καὶ τῇ ἀριστερᾷ χειρὶ τὴν κόμην τοῦ παιδὸς πρὸς ἑαυτὸν ἀνακλάσας ἐπικύπτει τῷ προσώπῳ ἐλεεινῶς πρὸς αὐτὸν ἀναβλέποντι καὶ τὴν δεξιὰν καθωπλισμένος τῷ ξίφει πρὸς τὴν σφαγὴν κατευθύνει
以撒被畫在祭壇旁,屈膝跪下,雙手被反綁在背後;那一位(亞伯拉罕)在後面跨步上前,腳抵著膝彎,用左手把男孩的頭髮向自己扯回,俯身對著那哀憐地仰望他的臉,右手持劍,向著那屠宰的方向揮去。
Isaac is set forth beside the altar itself, kneeling upon his knee and having his hands drawn back behind him; and the other, stepping up behind with his foot at the bend of the knee, and having drawn back the boy’s hair toward himself with his left hand, bends over the face that looks up at him piteously, and with his right hand armed with the sword directs it toward the slaughter.
1:719
Καὶ ἅπτεται ἤδη τοῦ σώματος ἡ τοῦ ξίφους ἀκμή, καὶ τότε αὐτῷ γίνεται θεόθεν φωνὴ τὸ ἔργον κωλύουσα
那劍尖已挨著身體了,這時就有從神而來的聲音臨到他,攔阻這事。
And already the point of the sword touches the body, and then there comes to him a voice from God forbidding the deed.
1:720
Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς·
聖約翰金口,希伯來書註釋摘錄:
Of Saint John Chrysostom, from the interpretation of the Epistle to the Hebrews:
1:721
Καί πως εἰκὼν τοῦ δευτέρου τὸ πρῶτον, ὁ Μελχισεδὲκ τοῦ Χριστοῦ, ὥσπερ ἄν τις εἴποι σκιὰν τῆς γραφῆς τῆς ἐν χρώμασι τὸ πρὸ ταύτης σκίασμα τοῦ γραφέως·
並且第一者在某種意義上是第二者的形像——麥基洗德是基督的形像——正如人可以把畫師那先於彩色繪畫的素描,稱為那彩繪的影兒;
And in a way the first is an image of the second—Melchizedek of Christ—as one might call the shadowing-out by the artist that precedes it a shadow of the painting done in colors;
1:722
διὰ τοῦτο γὰρ ὁ νόμος καλεῖται σκιά, ἡ δὲ χάρις ἀλήθεια, πράγματα δὲ τὰ μέλλοντα
因這緣故,律法被稱為影兒,恩典卻是真實,而那些實體乃是將來的事。
for this reason the Law is called a shadow, but grace is truth, and the realities are the things to come.
1:723
Ὥστε ὁ μὲν νόμος καὶ ὁ Μελχισεδὲκ προσκίασμα τῆς ἐν χρώμασι γραφῆς, ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια ἡ ἐν χρώμασι γραφή, τὰ δὲ πράγματα τοῦ μέλλοντος αἰῶνος, ὡς εἶναι τὴν παλαιὰν τύπου τύπον καὶ τὴν νέαν τῶν πραγμάτων τύπον
因此,律法和麥基洗德乃是那彩色繪畫的先影,恩典和真實乃是那彩色繪畫本身,而那些實體乃是將來世代的事——如此,舊約是表號的表號,新約是那些實體的表號。
So that the Law and Melchizedek are the pre-shadowing of the painting in colors, and grace and truth are the painting in colors, and the realities are those of the age to come—so that the old is a type of a type, and the new is a type of the realities.
1:724
Λεοντίου Νεαπόλεως τῆς Κύπρου ἐκ τοῦ κατὰ Ἰουδαίων λόγου περὶ τοῦ προσκυνεῖν τῷ σταυρῷ τοῦ Χριστοῦ καὶ ταῖς εἰκόσι τῶν ἁγίων καὶ ἀλλήλοις καὶ περὶ
塞浦路斯尼亞坡里的利安提,駁猶太人的講論,論敬拜基督的十字架、眾聖徒的聖像、以及彼此敬拜,並論……摘錄:
Of Leontius of Neapolis in Cyprus, from his discourse Against the Jews, concerning the worship of the cross of Christ and of the images of the saints and of one another, and concerning…
1:725
Ἐάν μοι ἐγκαλῇς πάλιν, ὦ Ἰουδαῖε, λέγων, ὅτι ὡς θεὸν προσκυνῶ τὸ ξύλον τοῦ σταυροῦ, διὰ τί οὐκ ἐγκαλεῖς τῷ Ἰακὼβ προσκυνήσαντι ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου; Ἀλλὰ πρόδηλον, ὅτι οὐ τὸ ξύλον τιμῶν προσεκύνησεν, ἀλλὰ διὰ τοῦ ξύλου τῷ Ἰωσὴφ προσεκύνησεν, ὥσπερ καὶ ἡμεῖς διὰ τοῦ σταυροῦ τὸν Χριστόν, ἀλλ' οὐ τὸ ξύλον δοξάζομεν
猶太人哪,你若再控告我,說我把十字架的木頭當作神來敬拜,那麼你為何不控告雅各,他扶著杖頭敬拜?但顯然他並非尊崇木頭而敬拜,乃是藉著那杖向約瑟敬拜,正如我們也藉著十字架敬拜基督,卻不榮耀那木頭。
If you accuse me again, O Jew, saying that I worship the wood of the cross as God, why do you not accuse Jacob, who worshiped upon the top of the staff? But it is evident that he did not worship in honoring the wood, but worshiped Joseph through the wood, just as we too worship Christ through the cross, but do not glorify the wood.
1:726
(Σχόλιον) Εἰ οὖν τὸν τοῦ σταυροῦ τύπον προσκυνοῦμεν εἰκόνα τοῦ σταυροῦ ποιοῦντες ἐξ οἱασοῦν ὕλης, πῶς τοῦ σταυρωθέντος εἰκόνι μὴ προσκυνήσομεν; Καὶ πάλιν τοῦ αὐτοῦ Λεοντίου·
(旁註)那麼,若我們尊崇十字架的圖形,用無論何種材料製作十字架的形像,我們又怎能不尊崇那被釘十字架者的形像呢?同一位利安提又說:
(Scholion) If then we venerate the figure of the cross, making an image of the cross out of any matter whatsoever, how shall we not venerate the image of the One who was crucified? And again, of the same Leontius:
1:727
Ἐπεὶ καὶ Ἀβραὰμ τοῖς πωλήσασιν αὐτῷ τὸν τάφον ἀσεβέσιν ἀνθρώποις προσεκύνησε καὶ γόνυ ἔκαμψεν ἐπὶ τὴν γῆν, ἀλλ' οὐχ ὡς θεοῖς αὐτοῖς προσεκύνησεν·
既然亞伯拉罕也向那些把墳地賣給他的不虔之人下拜,屈膝於地,卻不是把他們當作神來敬拜;
Since Abraham also bowed down to the impious men who sold him the burial-place, and bent his knee to the ground, yet did not worship them as gods;
1:728
καὶ πάλιν ὁ Ἰακὼβ τὸν Φαραὼ ηὐλόγησεν ἀσεβῆ καὶ εἰδωλολάτρην ὄντα, ἀλλ' οὐχ ὡς θεὸν αὐτὸν ηὐλόγησε·
又如雅各為法老祝福,法老雖是不虔的拜偶像者,他卻不是把他當作神來祝福;
and again, Jacob blessed Pharaoh, who was impious and an idolater, yet did not bless him as God;
1:729
καὶ πάλιν, τὸν Ἠσαῦ πεσὼν προσεκύνησεν, ἀλλ' οὐχ ὡς θεὸν προσεκύνησεν
又如他俯伏拜以掃,卻不是把他當作神來敬拜。
and again, he fell down and worshiped Esau, yet did not worship him as God.
1:730
Πῶς ἐντέλλεται ὑμῖν ὁ θεὸς προσκυνεῖν καὶ τῇ γῇ καὶ τοῖς ὄρεσι; Λέγει γάρ·
神怎樣吩咐你們向地和向群山敬拜呢?因為祂說:
How does God command you to worship both the earth and the mountains? For He says:
1:731
Ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ
「你們當尊崇耶和華我們的神,在祂的聖山下拜。」
“Exalt the Lord our God, and worship at His holy mountain.”
1:732
Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι, τουτέστι τῇ γῇ
「又當在祂的腳凳前下拜,因為這是聖的」——就是指地。
“And worship at the footstool of His feet, for it is holy”—that is, the earth.
1:733
Ὁ οὐρανὸς γάρ μοι θρόνος, φησίν, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου, λέγει κύριος
祂說:「天是我的座位,地是我的腳凳,這是耶和華說的。」
“For heaven is My throne,” He says, “and the earth is the footstool of My feet, says the Lord.”
1:734
Πῶς δὲ Μωσῆς προσεκύνησεν Ἰοθὸρ εἰδωλολάτρῃ ὄντι, καὶ Δανιὴλ Ναβουχοδονόσορ; Πῶς ἐμοὶ ἐγκαλεῖς, ὅτι τιμῶ καὶ προσκυνῶ τοὺς τὸν θεὸν τιμήσαντας καὶ προσκυνήσαντας; Οὐ συμφέρει, εἰπέ μοι, προσκυνεῖν τοῖς ἁγίοις καὶ μὴ ὡς σὺ λιθοβολεῖν; Οὐ συμφέρει προσκυνεῖν καὶ μὴ τούτους καταπρίζειν καὶ ἐν λάκκῳ βορβόρου τοὺς εὐεργέτας καταφέρειν; Εἰ τὸν θεὸν ἠγάπας, πάντως ἂν καὶ τοὺς αὐτοῦ δούλους τιμᾶν ἔμελλες
摩西又怎樣向作拜偶像者的葉忒羅下拜,但以理向尼布甲尼撒下拜?你既因我尊崇並尊敬那些尊崇、敬拜神的人而控告我,請告訴我:尊崇眾聖徒,豈不比你那樣用石頭打他們更好麼?尊崇他們,豈不比把他們鋸開、把這些施恩者扔進污泥坑裡更好麼?你若愛神,必定也會尊敬祂的眾僕人。
And how did Moses worship Jethro, who was an idolater, and Daniel Nebuchadnezzar? How do you accuse me, because I honor and venerate those who honored and worshiped God? Is it not better, tell me, to venerate the saints rather than, like you, to stone them? Is it not better to venerate them rather than to saw them asunder and cast the benefactors into a pit of mire? If you loved God, you would surely have honored His servants as well.
1:735
Καὶ εἰ ἀκάθαρτά εἰσι τῶν δικαίων τὰ ὀστᾶ, πῶς μετὰ τιμῆς πάσης μετεκομίσθησαν τὰ ὀστᾶ τοῦ Ἰακὼβ καὶ Ἰωσὴφ ἐξ Αἰγύπτου; Πῶς νεκρὸς ἄνθρωπος ἁψάμενος τῶν ὀστέων Ἐλισσαίου εὐθέως ἀνέστη; Εἰ δὲ δι' ὀστέων θαυματουργεῖ ὁ θεός, εὔδηλον, ὅτι δύναται καὶ δι' εἰκόνων καὶ λίθων καὶ ἑτέρων πολλῶν, καθὼς καὶ ἐπὶ Ἐλισσαιὲ ἐγένετο, ὃς ἔδωκε τὴν ἰδίαν ῥάβδον τῷ ἑαυτοῦ παιδὶ καὶ εἶπε δι' αὐτῆς πορευθέντα ἀναστῆσαι τὸν παῖδα τῆς Σωμανίτιδος
又若義人的骸骨是不潔的,雅各和約瑟的骸骨怎會帶著一切尊榮從埃及運上來?一個死人怎會一挨著以利沙的骸骨就立刻復活?又若神能藉骸骨行神蹟,顯然祂也能藉聖像、石頭和許多別的東西行神蹟,正如在以利沙身上所發生的,他把自己的杖交給他的僕人,吩咐他拿著去,使那書念婦人的孩子復活。
And if the bones of the righteous are unclean, how were the bones of Jacob and Joseph brought up from Egypt with all honor? How did a dead man, having touched the bones of Elisha, immediately rise? And if God works wonders through bones, it is plain that He can also do so through images and stones and many other things, just as happened in the case of Elisha, who gave his own staff to his servant and bade him go and raise up the child of the Shunammite by means of it.
1:736
Καὶ Μωσῆς ῥάβδῳ τὸν Φαραὼ ἐκόλασε καὶ θάλασσαν ἔσχισε καὶ ὕδωρ ἐγλύκανε καὶ πέτραν ἔρρηξε καὶ ὕδωρ ἐξήγαγε
摩西用一根杖懲罰法老、分開海水、使水變甜、擊裂磐石、湧出水來。
And Moses with a staff chastised Pharaoh, divided the sea, sweetened the water, split the rock, and brought forth water.
1:737
Ηὐλόγηται ξύλον, δι' οὗ γίνεται σωτηρία. Καὶ Ἐλισσαιὲ ξύλον ἐν Ἰορδάνῃ ἀπορρίψας σίδηρον ἀνήγαγε·
那賜下救恩所藉的木頭是有福的。以利沙把木頭丟進約但河,使那斧頭浮上來;
Blessed is the wood through which salvation comes. And Elisha, casting wood into the Jordan, brought up the iron;
1:738
καὶ ξύλον ζωῆς καὶ φυτὸν Σαβὲκ ἤγουν συγχωρήσεως
又有生命樹,並那撒伯(稠密叢林)植物,就是表明赦免的。
and there is the tree of life, and the Sabek plant, that is, of forgiveness.
1:739
Καὶ Μωσῆς ξύλῳ ὄφιν ὕψωσε καὶ λαὸν ἐζωοποίησε·
摩西用木頭把蛇高舉,使百姓得生;
And Moses lifted up the serpent on wood and gave life to the people;
1:740
ξύλῳ βλαστήσαντι ἐν τῇ σκηνῇ τὴν ἱερατείαν ἐκύρωσεν
藉著那在帳幕中發了芽的木杖,他確立了祭司的職分。
by wood that budded in the tabernacle he confirmed the priesthood.
1:741
Ἀλλ' ἴσως ἐρεῖς μοι, ὁ Ἰουδαῖος, ὅτι τὰ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἅπαντα ὁ θεὸς γενέσθαι προσέταξε τῷ Μωσῇ·
但猶太人哪,你或許會對我說,會幕中的一切都是神吩咐摩西製作的;
But perhaps you, the Jew, will say to me that all the things in the tabernacle of testimony God commanded Moses to make;
1:742
κἀγώ σοι λέγω, ὅτι πολλὰ καὶ ποικίλα πράγματα ὁ Σολομὼν ἐν τῷ ναῷ γλυπτὰ καὶ χωνευτὰ πεποίηκεν, ἅπερ οὐδὲ ὁ θεὸς αὐτῷ ποιῆσαι προσέταξεν οὐδὲ ἡ σκηνὴ τοῦ μαρτυρίου ταῦτα ἐκέκτητο οὔτε ὁ ναός, ὃν ὁ θεὸς τῷ Ἰεζεκιὴλ ὑπέδειξε, καὶ οὐ κατεγνώσθη ἐν τούτῳ ὁ Σολομών·
我也對你說,所羅門在殿中製作了許多各樣雕刻和鑄造之物,這些既非神吩咐他製作,會幕中也沒有,連神指示以西結的那殿也沒有;所羅門卻不因此被定罪;
and I say to you that Solomon made many and various things in the temple, carved and cast, which God neither commanded him to make, nor did the tabernacle of testimony possess them, nor the temple which God showed to Ezekiel; and Solomon was not condemned in this;
1:743
εἰς δόξαν γὰρ θεοῦ τὰς τοιαύτας μορφὰς κατεσκεύασεν, ὥσπερ δὴ καὶ ἡμεῖς
因為他製作這些形像乃是為神的榮耀——正如我們所行的一樣。
for he fashioned such forms for the glory of God—just as indeed we also do.
1:744
Εἶχες καὶ σὺ πολλὰς καὶ διαφόρους πρὸς ἀνάμνησιν θεοῦ εἰκόνας καὶ σήμαντρα, πρὶν ἢ τούτων διὰ τὴν σὴν ἀγνωμοσύνην ἐστερήθης, τουτέστι τὴν Μωσαϊκὴν ῥάβδον, τὰς θεοτύπους πλάκας, τὴν πυρένδροσον βάτον, τὴν ξηρένυδρον πέτραν, τὴν μαννοφόρον κιβωτόν, τὸ πυρένθεον θυσιαστήριον, τὸ θεώνυμον πέταλον, τὸ θεόδηλον Ἐφούδ, τὴν θεόσκιον σκηνήν·
你從前也有許多各樣的形像與標記,為著記念神,後來才因你自己的忘恩負義而被剝奪了——就是摩西的杖、神親手刻的法版、那帶火卻仍含露的荊棘、那枯乾卻仍湧水的磐石、那盛嗎哪的約櫃、那帶火的祭壇、那刻著神名的牌、那顯明神旨的以弗得、那蒙神蔭庇的帳幕;
You too had many and various images and tokens for the remembrance of God, before you were deprived of them through your own ingratitude—that is, the staff of Moses, the God-engraved tablets, the bush dewy yet aflame, the rock dry yet flowing, the manna-bearing ark, the fire-bearing altar, the God-named plate, the God-revealing ephod, the God-shadowed tabernacle;
1:745
εἰ δὲ καὶ σὺ ἅπαντα ταῦτα νυκτὸς καὶ ἡμέρας κατεσκιάζου λέγων·
你若也晝夜瞻仰這一切,說:
and if you too were to gaze upon all these night and day, saying:
1:746
Δόξα σοι, ὁ μόνος παντοκράτωρ θεός, ὁ διὰ πάντων τούτων ἐν Ἰσραὴλ θαυμάσια ποιήσας, εἰ δὲ διὰ πάντων τούτων τῶν νομικῶν, ὧν εἶχές ποτε, προσπίπτων τῷ θεῷ προσεκύνεις, ὁρᾷς, ὅτι διὰ τῶν εἰκόνων προσάγεται τῷ θεῷ ἡ προσκύνησις
「榮耀歸與你,惟一全能的神,你藉這一切在以色列中行了奇事」——你若藉著你從前所有的這一切律法之物俯伏敬拜神,你就看出,敬拜乃是藉著形像獻給神的。
“Glory to You, the only almighty God, who through all these things wrought wonders in Israel”—if through all these legal things which you once had, you fell down and worshiped God, you see that veneration is offered to God through images.
1:747
Ὁ γὰρ ἀγαπῶν εἰλικρινῶς φίλον ἢ βασιλέα καὶ μάλιστα τὸν εὐεργέτην, κἂν υἱὸν αὐτοῦ θεάσηται, κἂν ῥάβδον, κἂν θρόνον, κἂν στέφανον, κἂν οἶκον, κἂν δοῦλον, κρατεῖ
因為那真誠愛朋友或君王、尤其愛施恩者的人,若看見他的兒子、或杖、或寶座、或冠冕、或房屋、或僕人,便要握住它
For he who sincerely loves a friend or a king, and especially a benefactor, if he behold his son, or staff, or throne, or crown, or house, or servant, he takes hold of it
1:748
καὶ ἀσπάζεται καὶ τιμᾷ διὰ τούτων τὸν εὐεργέτην, βασιλέα καὶ μάλιστα τὸν θεόν
並藉著這些親近、尊敬那施恩者、那君王,尤其是神。
and embraces and honors through these the benefactor, the king, and especially God.
1:749
Εἴθε γάρ, πάλιν λέγω, ἐποίησας καὶ σὺ εἰκόνας Μωσαϊκὰς καὶ προφητικὰς καὶ καθ' ἡμέραν ἐν αὐταῖς προσεκύνεις τῷ δεσπότῃ αὐτῶν θεῷ
我再說,但願你也曾製作摩西和眾先知的形像,並天天藉著它們敬拜他們的主神。
For would, I say again, that you too had made images of Moses and the prophets and worshiped daily in them the Lord their God.
1:750
Ὅταν τοίνυν ἴδῃς χριστιανῶν παῖδας προσκυνοῦντας τῷ σταυρῷ, γνῶθι, ὅτι τῷ σταυρωθέντι Χριστῷ τὴν προσκύνησιν προσάγουσι καὶ οὐ τῷ ξύλῳ
那麼,每當你看見基督徒的兒女敬拜十字架時,要知道他們是把敬拜獻給那被釘十字架的基督,而非那木頭。
Whenever, then, you see the children of Christians worshiping the cross, know that they offer the worship to Christ who was crucified, and not to the wood.
1:751
Ἐπεὶ εἰ τὴν φύσιν τοῦ ξύλου ἔσεβον, πάντως ἂν καὶ τὰ δένδρα καὶ τὰ ἄλση προσκυνεῖν εἶχον, ὥσπερ σὺ ὁ Ἰσραὴλ προσεκύνησας τούτοις ποτέ, λέγων τῷ δένδρῳ καὶ τῷ λίθῳ, ὅτι σύ μου εἶ θεός, καὶ σύ με ἐγέννησας
因為我若敬奉木頭的本質,那我必也得敬拜樹木和叢林,正如你,以色列啊,從前敬拜這些,對木頭和石頭說:「你是我的神,你生了我。」
For if I revered the nature of the wood, I should surely have to worship the trees and groves also, just as you, O Israel, once worshiped these, saying to the tree and the stone, “You are my god, and you have begotten me.”
1:752
Ἡμεῖς δὲ οὐχ οὕτως λέγομεν τῷ σταυρῷ οὐδὲ ταῖς μορφαῖς τῶν ἁγίων·
但我們對十字架、對眾聖徒的形像,並不這樣說;
But we do not speak thus to the cross, nor to the forms of the saints;
1:753
οὐ γὰρ θεοὶ ἡμῶν εἰσιν, ἀλλὰ βίβλοι ἀνεῳγμέναι πρὸς ἀνάμνησιν θεοῦ καὶ τιμὴν αὐτοῦ ἐν ταῖς ἐκκλησίαις προφανῶς κείμεναι καὶ προσκυνούμεναι
因為它們並非我們的神,乃是敞開的書卷,明顯地擺在眾教會中,為著記念神並尊崇祂,且被尊崇。
for they are not our gods, but open books, lying conspicuously in the churches for the remembrance of God and His honor, and venerated.
1:754
Ὁ γὰρ τιμῶν τὸν μάρτυρα τὸν θεὸν τιμᾷ, ᾧ ὁ μάρτυς ἐμαρτύρησεν·
因為尊崇殉道者的,就是尊崇神,那殉道者所為之作見證的神;
For he who honors the martyr honors God, to whom the martyr bore witness;
1:755
ὁ προσκυνῶν τῷ ἀποστόλῳ τοῦ Χριστοῦ τῷ ἀποστείλαντι αὐτὸν προσκυνεῖ·
尊崇基督使徒的,就是尊崇那差他來的;
he who venerates the Apostle of Christ venerates the One who sent him;
1:756
καὶ ὁ προσπίπτων τῇ μητρὶ τοῦ Χριστοῦ πρόδηλον, ὅτι τῷ υἱῷ αὐτῆς τὴν τιμὴν προσφέρει
而俯伏在基督之母面前的,顯然是把尊榮獻給她的兒子。
and he who falls down before the Mother of Christ plainly offers the honor to her Son.
1:757
Οὐδεὶς γὰρ θεός, εἰ μὴ εἷς ὁ ἐν τριάδι καὶ μονάδι γνωριζόμενός τε καὶ λατρευόμενος
因為除了那位在三一與合一中被認識、被事奉的神以外,再沒有別神。
For there is no God except the one who is known and served in Trinity and in Unity.
1:758
(Σχόλιον) Οὗτος πιστὸς ἐξηγητὴς τῶν τοῦ μακαρίου Ἐπιφανίου λόγων ὁ τοῖς ἑαυτοῦ λόγοις τὴν Κυπρίων κατακοσμήσας νῆσον ἢ οἱ ἀπὸ καρδίας λαλοῦντες
(旁註)這人忠實地闡釋了福哉的以皮法紐的話——就是那位用自己的講論裝飾了塞浦路斯島的人——或更該說,乃是那些發自內心說話的人。
(Scholion) This man is a faithful expounder of the words of the blessed Epiphanius—he who adorned the island of the Cypriots with his own discourses—or rather, they who speak from the heart.
1:759
Ἄκουε δὲ καὶ Σευηριανοῦ ἐπισκόπου Γαβάλων, οἷά φησιν
也要聽迦巴拉主教塞維利安所說的話。
Hear also what Severian, bishop of Gabala, says.
1:760
Σευηριανοῦ, ἐπισκόπου Γαβάλων, ἀπὸ λόγου τοῦ εἰς τὰ ἐγκαίνια τοῦ σταυροῦ·
迦巴拉主教塞維利安,論十字架奉獻的講道摘錄:
Of Severian, bishop of Gabala, from the homily on the dedication of the cross:
1:761
Πῶς ἡ εἰκὼν τοῦ ἐπικαταράτου ζωὴν ἤνεγκε τοῖς ἡμετέροις προγόνοις; Καὶ μετ' ὀλίγα·
那被咒詛之物的形像(銅蛇)怎樣把生命帶給我們的先祖?並在稍後:
How did the image of the accursed one bring life to our forefathers? And a little after:
1:762
Πῶς οὖν ἡ εἰκὼν τοῦ ἐπικαταράτου ἤνεγκε τῷ λαῷ ἐν συμφορᾷ χειμαζομένῳ σωτηρίαν; Ἆρα οὐκ ἦν ἀξιοπιστότερον εἰπεῖν·
那麼,那被咒詛之物的形像,怎樣把救恩帶給那受災難所困的百姓?這樣說豈不更可信麼:
How then did the image of the accursed one bring salvation to the people storm-tossed by calamity? Was it not more worthy of credence to say:
1:763
Ἐάν τις ὑμῶν δηχθῇ, βλέψει εἰς τὸν οὐρανὸν ἄνω πρὸς τὸν θεὸν καὶ σωθήσεται ἢ εἰς τὴν σκηνὴν τοῦ θεοῦ; Ἀλλὰ ταῦτα παριδὼν μόνον τοῦ σταυροῦ τὴν εἰκόνα ἔπηξεν
「你們中間若有人被咬,就讓他舉目望天、望神,他便得救」,或望神的帳幕?但摩西卻撇開這些,單單立了那蛇的形像。
“If any of you be bitten, let him look up to heaven, to God, and he shall be saved,” or to the tabernacle of God? But Moses, overlooking these, set up only the image of the serpent.
1:764
Διὰ τί οὖν ταῦτα ἐποίει Μωσῆς ὁ εἰπὼν τῷ λαῷ·
那麼摩西為何行這些事呢——就是那位對百姓說:
Why then did Moses do these things—he who said to the people:
1:765
Οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐδὲ χωνευτὸν οὐδὲ πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς; Ἀλλὰ τί ταῦτα πρὸς τὸν ἀγνώμονα φθέγγομαι; Εἰπέ, ὦ πιστότατε θεοῦ θεράπον·
「你不可為自己雕刻或鑄造任何物件,也不可作天上、地下、地底水中任何物件的樣像」的那位摩西?但我向這忘恩之人說這些話有何用?神最忠心的僕人哪,請告訴我:
“You shall not make for yourself any carved or cast thing, nor any likeness of anything that is in heaven above, or that is in the earth beneath, or that is in the waters under the earth”? But why do I utter these things to the ungrateful one? Tell me, O most faithful servant of God:
1:766
ὃ ἀπαγορεύεις, ποιεῖς; ὃ ἀνατρέπεις, κατασκευάζεις;Ὁ λέγων·
你所禁止的,你竟去行?你所推翻的,你竟去立?你說:
what you forbid, you do? What you overthrow, you set up? You who say:
1:767
Οὐ ποιήσεις γλυπτόν, ὁ τὸν χωνευθέντα βοῦν κατελάσας, σὺ ὄφιν χαλκουργεῖς; Καὶ τοῦτο οὐ λάθρᾳ, ἀλλὰ ἀναφανδὸν καὶ πᾶσι γνωστόν; Ἀλλ' ἐκεῖνα, φησίν, ἐνομοθέτησα, ἵνα ἐκκόψω τὰς ὕλας τῆς ἀσεβείας καὶ τὸν λαὸν ἀπαγάγω πάσης ἀποστασίας καὶ εἰδωλολατρείας·
「你不可作雕刻的物件」——你這把鑄造的牛犢搗碎的人,竟用銅鑄造一條蛇?而且這還不是暗中行的,乃是公開且眾所周知的?他說:「但那些事,我所以立為律例,乃是要剷除不虔的根由,使百姓遠離一切背道和拜偶像之事;
“You shall not make a carved thing”—you who beat down the cast calf, do you forge a serpent of bronze? And this not in secret, but openly and known to all? “But those things,” he says, “I ordained in order to cut off the materials of impiety and lead the people away from all apostasy and idolatry;
1:768
νυνὶ δὲ χωνεύω τὸν ὄφιν χρησίμως εἰς προτύπωσιν τῆς ἀληθείας
但如今我鑄造這蛇是有益的,作為那真理的預表。
but now I cast the serpent profitably, as a foreshadowing of the truth.
1:769
Καὶ καθάπερ σκηνὴν ἔπηξα καὶ τὰ ἐν αὐτῇ πάντα καὶ χερουβὶμ ὁμοίωμα τῶν ἀοράτων διεπέτασα εἰς τὰ ἅγια ὡς τύπον καὶ σκιὰν τῶν μελλόντων, οὕτω καὶ ὄφιν ἐστήλωσα εἰς σωτηρίαν τῷ λαῷ, ἵνα διὰ τῆς πείρας τούτων προγυμνασθῶσι τοῦ σημείου τοῦ σταυροῦ τὴν εἰκόνα καὶ τὸν ἐν αὐτῷ σωτῆρα καὶ λυτρωτήν
並且正如我支搭了帳幕和其中的一切,又在聖所展開基路伯,作為不可見之物的樣像,作為將來之事的表號和影兒,照樣,我也立了一條蛇,為叫百姓得救,好使他們藉著對這些事的經歷,預先受訓,認識那十字架記號的形像,並其中的救主與救贖者。」
And just as I pitched a tabernacle and all that was in it, and spread out cherubim as a likeness of invisible things in the holy place, as a type and shadow of things to come, so also I set up a serpent for the salvation of the people, that through experience of these things they might be trained beforehand in the image of the sign of the cross, and in the Savior and Redeemer in it.”
1:770
Καὶ ὅτι ἀψευδέστατος ὁ λόγος, ἀγαπητέ, ἄκουε τοῦ κυρίου τοῦτον βεβαιοῦντος καὶ λέγοντος·
親愛的,這話最為真實,可聽主自己證實此事說:
And that this word is most truthful, beloved, hear the Lord confirming it and saying:
1:771
Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. ( Σχόλιον) Σύνες, ὡς διὰ τὸ ἀπαγαγεῖν ἔφη τὸν λαὸν τῆς εἰδωλολατρείας εὐόλισθον καὶ ἕτοιμον ὄντα πρὸς τοῦτο μὴ ποιεῖν πᾶν ὁμοίωμα ἐνομοθέτησε, καὶ ὅτι εἰκὼν ἦν τοῦ πάθους τοῦ κυρίου ὁ ὑψωθεὶς ὄφις
「摩西在曠野怎樣舉蛇,人子也必照樣被舉起來,叫一切信祂的不至滅亡,反得永生。」(旁註)要明白,神所以立例不可作任何樣像,乃是為要把那容易滑跌、慣於拜偶像的百姓引離偶像;又要明白,那被舉起的蛇乃是主受難的形像。
“And just as Moses lifted up the serpent in the wilderness, so must the Son of Man be lifted up, that whoever believes in Him should not perish, but have eternal life.” (Scholion) Understand how it was for the sake of leading the people—slippery and prone to idolatry—away from it, that He ordained not to make any likeness, and that the serpent which was lifted up was an image of the Lord’s passion.
1:772
Ὅτι δὲ οὐ καινὸν ἐφεύρημα τὸ τῶν εἰκόνων, ἀλλὰ ἀρχαῖον καὶ τοῖς ἁγίοις καὶ ἐκκρίτοις πατράσιν ἐγνωσμένον τε καὶ εἰθισμένον, ἄκουε·
至於聖像之事並非甚麼新奇的發明,乃是古老的,且為眾聖潔蒙揀選的教父所知、所慣行的,可聽:
And that the matter of images is no novel invention, but ancient and known to and customary among the holy and chosen Fathers, hear:
1:773
Γέγραπται ἐν τῷ βίῳ Βασιλείου τοῦ μάκαρος τῷ δι' Ἑλλαδίου, τοῦ αὐτοῦ μαθητοῦ καὶ διαδόχου τῆς αὐτοῦ ἱεραρχίας, ὡς παρειστήκει ὁ ὅσιος τῇ τῆς δεσποίνης εἰκόνι, ἐν ᾗ καὶ ὁ χαρακτὴρ ἐγέγραπτο Μερκουρίου τοῦ ἀοιδίμου μάρτυρος·
在福哉的巴西流的傳記中(就是由他自己的門徒兼聖統繼承人赫拉狄所撰的)記載,那聖潔的人站在聖母的聖像前,那聖像上也畫著聲名遠播的殉道者麥古流的容貌;
It is written in the Life of Basil the blessed, the one composed by Helladius, his own disciple and successor in his hierarchy, that the holy man stood before the image of the Lady, on which was also depicted the figure of Mercurius the renowned martyr;
1:774
παρειστήκει δὲ ἐξαιτῶν τὴν Ἰουλιανοῦ τοῦ ἀθεωτάτου καὶ ἀποστάτου τυράννου ἀναίρεσιν
他站在那裡懇求那最不敬虔、背道的暴君猶利安被除滅。
and he stood there entreating for the slaying of Julian, the most godless and apostate tyrant.
1:775
Ἐξ ἧς εἰκόνος ἐμυήθη ταύτης τὴν ἀποκάλυψιν·
他從這聖像得了關乎此事的啟示:
From this image he was initiated into the revelation of it:
1:776
βραχὺ ἀφανῆ τὸν μάρτυρα, μετ' οὐ πολὺ δὲ τὸ δόρυ ᾑμαγμένον κατέχοντα
那殉道者短暫地消失不見,過不多時,便見他手持一桿染血的長矛。
the martyr for a short while disappeared, and not long after was seen holding a bloodied spear.
1:777
Ἐν τῷ βίῳ Ἰωάννου τοῦ Χρυσοστόμου οὕτως αὐτολεξεὶ γέγραπται·
在約翰金口的傳記中,逐字如此記載:
In the Life of John Chrysostom it is written thus, word for word:
1:778
Ἠγάπα δὲ ὁ μακάριος Ἰωάννης τὰς ἐπιστολὰς τοῦ σοφωτάτου Παύλου ἄγαν
福哉的約翰極愛那最有智慧的保羅的書信。
The blessed John loved the epistles of the most wise Paul exceedingly.
1:779
Ἦν δὲ καὶ τὸ ἐκτύπωμα τοῦ αὐτοῦ ἀποστόλου Παύλου ἔχων ἐν εἰκόνι, ἔνθα ἀνεπαύετο διὰ τὴν τοῦ σώματος ἀσθένειαν βραχύ τι·
他在自己因身體軟弱而稍作歇息之處,也有一幅這位使徒保羅的形像;
And he had also the likeness of the same Apostle Paul in an image, in the place where he would rest a little while on account of his bodily weakness;
1:780
ἦν γὰρ πολυάγρυπνος ὑπὲρ φύσιν
因為他超乎本性地少眠。
for he was sleepless beyond nature.
1:781
Καὶ ἡνίκα διήρχετο τὰς ἐπιστολὰς αὐτοῦ, ἐνητένιζεν αὐτῇ καὶ ὡς ἐπὶ ζῶντος αὐτοῦ οὕτω προσεῖχεν αὐτῷ μακαρίζων αὐτόν, καὶ ὅλον αὑτοῦ τὸν λογισμὸν πρὸς αὐτὸν εἶχε φανταζόμενος καὶ διὰ τῆς θεωρίας αὐτῷ ὁμιλῶν
每當他研讀他的書信時,便注視這形像,好像對著一個活人,便這樣留意他,稱頌他,並把自己全部的心思都放在他身上,在心中描摹他,藉著默觀與他交談。
And whenever he went through his epistles, he would gaze upon it, and as if upon a living man, so he attended to him, blessing him, and held his whole mind toward him, picturing him to himself and conversing with him through contemplation.
1:782
Ὡς δὲ ἐπαύσατο ὁ Πρόκλος λαλῶν, ἀτενίσας τῇ εἰκόνι τοῦ ἀποστόλου καὶ θεασάμενος τὸν χαρακτῆρα αὐτοῦ ὅμοιον τοῦ ὀφθέντος αὐτῷ, βαλὼν μετάνοιαν τῷ Ἰωάννῃ, εἶπε δακτυλοδεικτῶν τὴν εἰκόνα·
當普羅克魯停止說話時,他定睛凝視那使徒的形像,見其容貌與向他顯現的那一位相像,便向約翰俯伏下拜,用手指著那形像說:
And when Proclus had ceased speaking, gazing intently at the image of the Apostle and beholding his figure to be like the one who had appeared to him, he made a prostration to John and said, pointing with his finger at the image:
1:783
Ὃν εἶδον λαλοῦντά σοι, ὅμοιός ἐστι τούτῳ·
「我所看見與你說話的那位,與這一位相像;
“The one whom I saw speaking with you is like this one;
1:784
ὡς δὲ ὑπολαμβάνω, ὅτι καὶ αὐτός ἐστιν
我猜想,甚至就是他本人。」
and as I suppose, it is even he himself.”
1:785
Ἐν τῷ τῆς ὁσίας Εὐπραξίας βίῳ τὸν δεσποτικὸν δεδεῖχθαι αὐτῇ χαρακτῆρα ἀναγέγραπται ὑπὸ τῆς προεστηκυίας τῆς ποίμνης
在聖優普拉克西亞的傳記中記載,主的容貌是由那羊群的女院長指示給她看的。
In the Life of the holy Eupraxia it is recorded that the Lord’s figure was shown to her by the abbess of the flock.
1:786
Ἐν τῷ τῆς ὁσίας Μαρίας βίῳ τῆς Αἰγυπτίας γέγραπται τῇ εἰκόνι τῆς δεσποίνης αὐτὴν εὔξασθαι καὶ ταύτην πρὸς ἐγγύην ἐξαιτήσασθαι καὶ οὕτω τυχεῖν τῆς εἰς τὸν ναὸν εἰσόδου
在聖埃及的馬利亞的傳記中記載,她向聖母的聖像禱告,求它作擔保,這樣便得進入聖殿。
In the Life of holy Mary of Egypt it is written that she prayed to the image of the Lady and besought it as a surety, and so obtained entrance into the temple.
1:787
Ἐκ τοῦ λόγου τοῦ Χρυσοστόμου, ὅτι παλαιᾶς καὶ καινῆς εἷς νομοθέτης, καὶ εἰς τὸ ἔνδυμα τοῦ ἱερέως·
金口的講道《新舊約的立法者乃是一位》並論祭司的衣袍摘錄:
From the homily of Chrysostom “That the Lawgiver of the Old and the New is one,” and on the vestment of the priest:
1:788
Ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν εὐσεβείας πεπληρωμένην·
我也愛那充滿敬虔、以蠟澆鑄的圖畫;
I too have loved the wax-poured painting, full of godliness;
1:789
εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι ἐλαύνοντα βαρβάρων στίφη
因我曾在一幅圖像中看見一位天使把蠻族的群眾驅退。
for I beheld an angel in an image driving back the hordes of barbarians.
1:790
Εἶδον πατούμενα βαρβάρων φῦλα καὶ τὸν Δαυὶδ ἀληθεύοντα·
我看見蠻族的眾支派被踐踏,並見大衛所說的是真的:
I beheld the tribes of barbarians trampled, and David speaking truly:
1:791
Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς παραβολῆς τοῦ σπόρου·
「主啊,你在你的城中必使他們的形像歸於無有。」同一位作者,撒種比喻的註釋摘錄:
“Lord, in Your city You shall bring their image to nought.” Of the same author, from the interpretation of the parable of the sower:
1:792
Ἔνδυμα βασιλικὸν ἐὰν ὑβρίσῃς, οὐ τὸν ἐνδεδυμένον ὑβρίζεις; Οὐκ οἶδας, ὅτι, ἐὰν εἰκόνα βασιλέως ὑβρίσῃς, εἰς τὸ πρωτότυπον τῆς ἀξίας φέρεις τὴν ὕβριν; Οὐκ οἶδας, ὅτι, ἐάν τις εἰκόνα τὴν ἀπὸ ξύλου καὶ ἀνδριάντος χαλκοῦ κατασύρῃ, οὐχ ὡς εἰς ἄψυχον ὕλην τολμήσας κρίνεται, ἀλλ' ὡς κατὰ βασιλέως κεχ[ρημένος τῇ ὕβρει;] Εἰκόνα δὲ ὅλως βασιλέως φέρουσα τὴν ἑαυτῆς ὕβριν εἰς βασιλέα ἀνάγει
你若侮辱君王的衣袍,豈不是侮辱那穿衣的人?你豈不知,你若侮辱君王的形像,便是把那侮辱加在他尊位的原型之上?你豈不知,若有人拆毀一個木頭做的形像或銅鑄的雕像,他受審判,並非當作膽敢冒犯無生命之物,乃是當作向君王施行侮辱?無論如何,君王的形像既承受加給它的侮辱,便把那侮辱歸到君王身上。
If you insult a royal garment, do you not insult the one who wears it? Do you not know that, if you insult the image of a king, you bring the insult to bear upon the prototype of his dignity? Do you not know that, if anyone drags down an image made of wood or a statue of bronze, he is judged not as one who dared against lifeless matter, but as one who employed his insult against the king? An image of a king at all, bearing its own insult, refers it to the king.
1:793
Τοῦ αὐτοῦ Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς Μελέτιον, ἐπίσκοπον Ἀντιοχείας καὶ μάρτυρα, λόγου καὶ εἰς τὴν σπουδὴν τῶν συνελθόντων, οὗ ἡ ἀρχή·
同一位約翰金口,論安提阿主教兼殉道者梅勒丟、並論那些聚集之人的熱切的講道摘錄,其開頭為:
Of the same John Chrysostom, from the homily on Meletius, bishop of Antioch and martyr, and on the eagerness of those who had assembled, which begins:
1:794
Πανταχοῦ τῆς ἱερᾶς ταύτης ἀγέλης περιφέρων τοὺς ὀφθαλμούς, καὶ μετὰ βραχέα·
「我向這神聖的羊群四處舉目觀看……」並在稍後:
“Everywhere casting my eyes about this sacred flock…” And a little after:
1:795
Καὶ ἦν εὐσεβείας διδασκαλία τὸ γινόμενον·
所行的事乃是一種敬虔的教導;
And what was done was a teaching of godliness;
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。