📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 正統信仰闡釋

正統信仰闡釋 第 1 章 第 9/15 段

希臘文原文.215 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1542–1:1756(全章共 2906 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1542
Εἰ μία φύσις τὸ ὅλον, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι;Ἢ πῶς ὑφέστηκεν ἡ καθ' ἡμᾶς οὐσία; Ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ' ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν σεσαρκωμένην, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες
若整體只是一個本性,那麼人性中的完全在哪裡?或我們所有的本質如何存立?然而既然藉著說『道成肉身的』就引入了人性中的完全與我們本質的宣告,就讓他們停止倚靠那壓傷的蘆葦杖罷。」
If the whole is one nature, where is the completeness in humanity? Or how does the essence according to us subsist? But since the completeness in humanity and the declaration of the essence according to us are introduced by saying "incarnate," let them cease propping themselves up on a staff of reed.'
1:1543
Ἐνταῦθα μὲν οὖν τὴν φύσιν τοῦ λόγου ἐπὶ τῆς φύσεως ἔταξεν
可見在此他是按「本性」的意義來用「道的本性」一語的。
Here, then, he set 'the nature of the Word' in the sense of nature.
1:1544
Εἰ γὰρ ἀντὶ ὑποστάσεως τὴν φύσιν παρείληφεν, οὐκ ἄτοπον ἦν, καὶ δίχα τοῦ σεσαρκωμένην τοῦτο εἰπεῖν·
因為他若是用「本性」來代替「自立體」,那麼即使不加「道成肉身的」這樣說也並無不妥;
For if he had taken 'nature' instead of 'hypostasis,' it would not have been absurd to say this even without 'incarnate;'
1:1545
μίαν γὰρ ὑπόστασιν τοῦ θεοῦ λόγου ἀπολύτως λέγοντες οὐ σφαλλόμεθα
因為我們若絕對地說「神的道之一個自立體」,並沒有錯。
for in saying absolutely 'one hypostasis of God the Word' we are not mistaken.
1:1546
Ὁμοίως δὲ καὶ Λεόντιος ὁ Βυζάντιος ἐπὶ τῆς φύσεως τὸ ῥητὸν ἐνόησεν, οὐκ ἀντὶ τῆς ὑποστάσεως
同樣,拜占庭的良提烏也是按「本性」的意義來理解這句話,而非用以代替自立體。
Likewise also Leontius the Byzantine understood the saying in the sense of nature, not instead of hypostasis.
1:1547
Ἐν δὲ τῇ πρὸς τὰς Θεοδωρήτου μέμψεις τοῦ δευτέρου ἀναθεματισμοῦ οὕτω φησὶν ὁ μακάριος Κύριλλος·
並且在他駁斥提阿多勒對第二條咒詛之非難的辯護中,那有福的區利羅如此說:
And in his defense against the criticisms of Theodoret concerning the second anathema, the blessed Cyril speaks thus:
1:1548
Ἡ φύσις τοῦ λόγου ἤγουν ἡ ὑπόστασις, ὅ ἐστιν αὐτὸς ὁ λόγος
「道的本性,就是那自立體,也就是道自己。」
'The nature of the Word, that is, the hypostasis, which is the Word Himself.'
1:1549
Ὥστε τὸ εἰπεῖν φύσιν τοῦ λόγου οὔτε τὴν ὑπόστασιν μόνην σημαίνει οὔτε τὸ κοινὸν τῶν ὑποστάσεων, ἀλλὰ τὴν κοινὴν φύσιν ἐν τῇ τοῦ λόγου ὑποστάσει ὁλικῶς θεωρουμένην
由此可見,說「道的本性」既不單指自立體,也不指諸自立體所共有者,乃是指那在道的自立體中整全地被觀察的共有本性。
So that to say 'the nature of the Word' signifies neither the hypostasis alone nor the common feature of the hypostases, but the common nature contemplated as a whole in the hypostasis of the Word.
1:1550
Ὅτι μὲν οὖν ἡ φύσις τοῦ λόγου ἐσαρκώθη ἤτοι ἡνώθη σαρκί, εἴρηται
如此,道的本性曾成肉身,即與肉身聯合,這已經說過了。
That, then, the nature of the Word was incarnate, that is, was united to flesh, has been said.
1:1551
Φύσιν δὲ τοῦ λόγου παθοῦσαν σαρκὶ οὐδέπω καὶ νῦν ἀκηκόαμεν, Χριστὸν δὲ παθόντα σαρκὶ ἐδιδάχθημεν·
但說道的本性在肉身裡受苦,這我們至今尚未聽過;我們所受的教導乃是基督在肉身裡受苦;
But that the nature of the Word suffered in the flesh we have not yet up to now heard, whereas we have been taught that Christ suffered in the flesh;
1:1552
ὥστε οὐ τὴν ὑπόστασιν δηλοῖ τὸ εἰπεῖν φύσιν τοῦ λόγου
由此可見,說「道的本性」並不表明那自立體。
so that to say 'the nature of the Word' does not signify the hypostasis.
1:1553
Λείπεται τοίνυν εἰπεῖν, ὅτι τὸ σεσαρκῶσθαι μὲν ἡνῶσθαί ἐστι σαρκί, τὸ δὲ σάρκα γενέσθαι τὸν λόγον αὐτὴν τὴν τοῦ λόγου ὑπόστασιν ἀτρέπτως γενέσθαι τῆς σαρκὸς ὑπόστασιν
因此剩下可說的就是:「成肉身」乃是與肉身聯合;而「道成了肉身」乃是道的自立體本身毫無改變地成了那肉身的自立體。
It remains, then, to say that 'to be incarnate' means to be united to flesh, while 'the Word became flesh' means that the very hypostasis of the Word became, without change, the hypostasis of the flesh.
1:1554
Καὶ ὅτι μὲν ὁ θεὸς ἄνθρωπος γέγονε καὶ ὁ ἄνθρωπος θεός, εἴρηται
並且神成了人、那人成了神,這已經說過了。
And that God became man and the man God has been said.
1:1555
Θεὸς γὰρ ὁ λόγος, γέγονεν δὲ ἀμεταβλήτως ἄνθρωπος
因為道就是神,祂毫無變更地成了人。
For the Word is God, and He became man without alteration.
1:1556
Ὅτι δὲ ἡ θεότης ἄνθρωπος γέγονεν ἢ ἐσαρκώθη ἢ ἐνηνθρώπησεν, οὐδαμῶς ἀκηκόαμεν
但說神性成了人,或成了肉身,或成了人,這我們是絕未聽過的。
But that the Godhead became man, or was incarnate, or became human—this we have in no way heard.
1:1557
Ὅτι δὲ ἡ θεότης ἡνώθη τῇ ἀνθρωπότητι ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων, μεμαθήκαμεν
然而說神性在其諸自立體之一裡與人性聯合——這我們是已經領受過的。
Yet that the Godhead was united to humanity in one of its hypostases—this we have learned.
1:1558
Καὶ ὅτι ὁ θεὸς μορφοῦται ἤτοι οὐσιοῦται τὸ ἀλλότριον ἤτοι τὸ καθ' ἡμᾶς, εἴρηται
並且神被賦形,即取了那本屬外者、就是那屬我們者之本質,這已經說過了。
And that God is formed, that is, takes on the substance of what is foreign, that is, of what pertains to us, has been said.
1:1559
Ἐφ' ἑκάστης γὰρ τῶν ὑποστάσεων τὸ θεὸς ὄνομα τάττεται, θεότητα δὲ ἐπὶ ὑποστάσεως εἰπεῖν οὐ δυνάμεθα
因為「神」之名可用於每一個自立體,但我們不能對一個自立體稱「神性」。
For the name 'God' is applied to each of the hypostases, but we cannot say 'Godhead' of a hypostasis.
1:1560
Θεότητα γὰρ τὸν πατέρα μόνον ἢ τὸν υἱὸν μόνον ἢ μόνον τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἀκηκόαμεν·
因為我們未曾聽說單單父、或單單子、或單單聖靈就是神性;
For we have not heard that the Father alone, or the Son alone, or the Holy Spirit alone, is the Godhead;
1:1561
θεότης μὲν γὰρ τὴν φύσιν δηλοῖ, τὸ δὲ πατὴρ τὴν ὑπόστασιν, ὥσπερ καὶ ἀνθρωπότης τὴν φύσιν, Πέτρος δὲ τὴν ὑπόστασιν
因為「神性」表明本性,「父」表明自立體,正如「人性」表明本性,而「彼得」表明自立體。
for 'Godhead' signifies the nature, while 'Father' signifies the hypostasis, just as 'humanity' signifies the nature, and 'Peter' the hypostasis.
1:1562
Θεὸς δὲ καὶ τὸ κοινὸν τῆς φύσεως σημαίνει καὶ ἐφ' ἑκάστῃ τῶν ὑποστάσεων τάττεται παρωνύμως ὥσπερ καὶ ἄνθρωπος·
但「神」既表明本性所共有者,又以衍生的方式用於每一個自立體,正如「人」也是如此;
But 'God' both signifies the common feature of the nature and is applied to each of the hypostases by derivation, just as 'man' also;
1:1563
θεὸς γάρ ἐστιν ὁ θείαν ἔχων φύσιν, καὶ ἄνθρωπος ὁ ἀνθρωπίνην
因為凡有神性的就是神,凡有人性的就是人。
for he is God who has the divine nature, and he is man who has the human nature.
1:1564
Ἐπὶ πᾶσι τούτοις ἰστέον, ὡς ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον κατ' οὐδένα λόγον τῇ σαρκώσει τοῦ λόγου κεκοινώνηκεν εἰ μὴ κατὰ τὰς θεοσημίας καὶ κατ' εὐδοκίαν καὶ βούλησιν
在這一切事上當知道:父與聖靈在道成肉身的事上,除了按那些屬神的奇事、按美意與旨意以外,並無任何份。
In all these matters it is to be known that the Father and the Holy Spirit in no respect shared in the incarnation of the Word, except according to the divine signs and according to good pleasure and will.
1:1565
Ὅτι θεοτόκος ἡ ἁγία παρθένοσ Θεοτόκον δὲ κυρίως καὶ ἀληθῶς τὴν ἁγίαν παρθένον κηρύττομεν·
論聖童女是神之母(誕神女)。我們正確而真實地宣告那聖童女是神之母;
That the holy Virgin is Theotokos (God-bearer). We proclaim the holy Virgin to be properly and truly Theotokos;
1:1566
ὡς γὰρ θεὸς ἀληθὴς ὁ ἐξ αὐτῆς γεννηθείς, ἀληθὴς θεοτόκος ἡ τὸν ἀληθινὸν θεὸν ἐξ αὐτῆς σεσαρκωμένον γεννήσασα
因為既然由她所生的是真神,那由她生下那道成肉身之真神的,就真是神之母。
for since He who was born of her is true God, she who bore the true God incarnate of her is truly Theotokos.
1:1567
Θεὸν γάρ φαμεν ἐξ αὐτῆς γεγεννῆσθαι, οὐχ ὡς τῆς θεότητος τοῦ λόγου ἀρχὴν τοῦ εἶναι λαβούσης ἐξ αὐτῆς, ἀλλ' ὡς αὐτοῦ τοῦ θεοῦ λόγου τοῦ πρὸ αἰώνων ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντος καὶ ἀνάρχως καὶ ἀιδίως ὑπάρχοντος σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι ἐπ' ἐσχάτων τῶν ἡμερῶν διὰ τὴν ἡμετέραν σωτηρίαν ἐν τῇ γαστρὶ αὐτῆς ἐνοικήσαντος καὶ ἐξ αὐτῆς ἀμεταβλήτως σαρκωθέντος καὶ γεννηθέντος
因為我們說神由她而生,並非說道的神性是從她得了存在的起頭,乃是說神的道自己——在萬世之先、無時地由父所生,無始而永恆地與父並聖靈同存——在這末後的日子,為我們的救恩,住在她的腹中,並毫無變更地由她成了肉身,且被生下來。
For we say that God was born of her, not as though the Godhead of the Word took the beginning of its being from her, but that God the Word Himself—begotten of the Father before the ages, timelessly, and existing without beginning and eternally with the Father and the Spirit—in these last days, for our salvation, dwelt in her womb and was, without alteration, made flesh of her and born.
1:1568
Οὐ γὰρ ἄνθρωπον ψιλὸν ἐγέννησεν ἡ ἁγία παρθένος, ἀλλὰ θεὸν ἀληθινόν, οὐ γυμνὸν ἀλλὰ σεσαρκωμένον, οὐκ οὐρανόθεν τὸ σῶμα καταγαγόντα καὶ ὡς διὰ σωλῆνος δι' αὐτῆς παρελθόντα, ἀλλ' ἐξ αὐτῆς ὁμοούσιον ἡμῖν σάρκα ἀναλαβόντα καὶ ἐν ἑαυτῷ ὑποστήσαντα
因為那聖童女所生的並非單純的一個人,乃是真神;不是赤裸的神,乃是道成肉身的神;祂不是把身體從天上帶下來、彷彿如同水經過水管那樣從她裡面經過,乃是由她取了與我們同質的肉身,並在祂自己裡面賜這肉身存立。
For the holy Virgin did not bear a mere man, but true God; not bare, but incarnate; not having brought down the body from heaven and passed through her as through a conduit, but having taken from her flesh consubstantial with us and given it subsistence in Himself.
1:1569
Εἰ γὰρ οὐρανόθεν τὸ σῶμα κεκόμισται καὶ οὐκ ἐκ τῆς καθ' ἡμᾶς φύσεως εἴληπται, τίς χρεία τῆς ἐνανθρωπήσεως;Ἡ γὰρ ἐνανθρώπησις τοῦ θεοῦ λόγου διὰ τοῦτο γέγονεν, ἵνα αὐτὴ ἡ ἁμαρτήσασα καὶ πεσοῦσα καὶ φθαρεῖσα φύσις νικήσῃ τὸν ἀπατήσαντα τύραννον καὶ οὕτω τῆς φθορᾶς ἐλευθερωθῇ, καθώς φησιν ὁ θεῖος ἀπόστολος·
因為若身體是從天上帶來、而非取自我們的本性,那麼何需「成為人」呢?因為神的道之成為人正是為這緣故:使那曾犯罪、墮落、敗壞的本性自己得以勝過那行詭詐的暴君,這樣便從敗壞中得釋放,正如那聖使徒所說:
For if the body was brought from heaven and not taken from our nature, what need was there of the enhumanment? For the enhumanment of God the Word came about for this reason: that the very nature which had sinned and fallen and been corrupted might conquer the deceiving tyrant and so be freed from corruption, as the divine Apostle says:
1:1570
Ἐπειδὴ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν·
「因為死既是因一人而來,死人復活也是因一人而來;」
'For since by man came death, by man came also the resurrection of the dead;'
1:1571
εἰ τὸ πρῶτον ἀληθῶς, καὶ τὸ δεύτερον
若頭一件是真的,第二件也是真的。
if the first is true, so is the second.
1:1572
Ὁ πρῶτος Ἀδὰμ ἐκ γῆς χοϊκός, ὁ
「頭一個亞當是出於地,乃屬土的;
'The first Adam is of the earth, earthy; the
1:1573
δεύτερος Ἀδάμ, ὁκύριος, ἐξ οὐρανοῦ, οὐ τὸ σῶμά φησιν ἐξ οὐρανοῦ, ἀλλὰ δηλῶν ὡς οὐ ψιλὸς ἄνθρωπός ἐστιν
第二個亞當,就是主,乃是出於天的」;他並非說那身體是從天上來的,乃是表明祂不是單純的一個人。
second Adam, the Lord, is from heaven;' he does not say that the body is from heaven, but is showing that He is not a mere man.
1:1574
Ἰδοὺ γὰρ καὶ Ἀδὰμ αὐτὸν ὠνόμασε καὶ κύριον τὸ συναμφότερον σημαίνων
因為看哪,他既稱祂為亞當,又稱祂為主,這是同時表明那兩者。
For behold, he named Him both Adam and Lord, signifying the two together.
1:1575
Ἀδὰμ μὲν γὰρ ἑρμηνεύεται γηγενής·
因為「亞當」翻譯出來就是「出於地者」;
For 'Adam' is interpreted 'earth-born;'
1:1576
γηγενὴς δὲ δῆλον, ὡς ἔστιν ἡ ἀνθρώπου φύσις ἡ ἐκ χοὸς πλασθεῖσα·
顯然「出於地者」就是那由塵土所造之人的本性;
and it is clear that 'earth-born' is the nature of man, which was formed from the dust;
1:1577
κύριος δὲ τῆς θείας οὐσίας ἐστὶ παραστατικόν
而「主」則是表明那神性的本質。
while 'Lord' is indicative of the divine essence.
1:1578
Πάλιν δέ φησιν ὁ ἀπόστολος·
使徒又說:
And again the Apostle says:
1:1579
Ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ γεννώμενον ἐκ γυναικός
「神差遣祂的獨生子,為女子所生。」
'God sent forth His only-begotten Son, born of a woman.'
1:1580
Οὐκ εἶπε διὰ γυναικός, ἀλλ' ἐκ γυναικός
他並非說「藉著女子」,乃是說「為女子所生」。
He did not say 'through a woman,' but 'of a woman.'
1:1581
Ἐσήμανεν οὖν ὁ θεῖος ἀπόστολος, ὡς αὐτός ἐστιν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ καὶ θεὸς ὁ ἐκ τῆς παρθένου γενόμενος ἄνθρωπος καὶ αὐτός ἐστιν ὁ ἐκ τῆς παρθένου γεννηθεὶς ὁ υἱὸς τοῦ θεοῦ καὶ θεός, γεννηθεὶς δὲ σωματικῶς, καθὸ γέγονεν ἄνθρωπος, οὐ προδιαπλασθέντι ἀνθρώπῳ ἐνοικήσας ὡς ἐν προφήτῃ, ἀλλ' αὐτὸς οὐσιωδῶς καὶ ἀληθῶς γενόμενος ἄνθρωπος ἤτοι ἐν τῇ ὑποστάσει αὐτοῦ ἐψυχωμένην σάρκα ψυχῇ λογικῇ τε καὶ νοερᾷ ὑποστήσας, αὐτὸς γεγονὼς αὐτῇ ὑπόστασις·
因此那聖使徒指明:那由童女所生、成為人的,正是那同一位神的獨生子,也就是神;那由童女所生的,正是那同一位神的兒子,也就是神——祂是按肉身被生的,因祂成了人,並非如同住在先知裡那樣住在一個預先成形的人裡面,乃是祂自己按本質、真實地成了人,即在祂自己的自立體裡賜存立給那有理性與悟性之魂所活化的肉身,祂自己成了這肉身的自立體;
The divine Apostle therefore indicated that He who became man, born of the Virgin, is the very same only-begotten Son of God and God, and that He who was born of the Virgin is the same Son of God and God—born bodily, in that He became man, not having dwelt in a man formed beforehand as in a prophet, but Himself having become man essentially and truly, that is, having given subsistence in His own hypostasis to flesh ensouled with a rational and intellectual soul, He Himself having become its hypostasis;
1:1582
τοῦτο γὰρ σημαίνει τὸ γενόμενον ἐκ γυναικός
因為這就是「為女子所生」所表明的意思。
for this is what 'born of a woman' signifies.
1:1583
Πῶς γὰρ ἂν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὑπὸ νόμον γέγονεν, εἰ μὴ ἄνθρωπος ἡμῖν ὁμοούσιος γέγονεν; Ὅθεν δικαίως καὶ ἀληθῶς θεοτόκον τὴν ἁγίαν Μαρίαν ὀνομάζομεν·
因為神的道自己若不曾成為與我們同質的人,怎能生在律法以下呢?所以我們公義而真實地稱那聖潔的馬利亞為神之母;
For how could the Word of God Himself have been made under the law, unless He had become man consubstantial with us? Wherefore we justly and truly name the holy Mary Theotokos;
1:1584
τοῦτο γὰρ τὸ ὄνομα ἅπαν τὸ μυστήριον τῆς οἰκονομίας συνίστησι
因為這名包含了救恩安排的全部奧祕。
for this name comprises the whole mystery of the economy.
1:1585
Εἰ γὰρ θεοτόκος ἡ γεννήσασα, πάντως θεὸς ὁ ἐξ αὐτῆς γεννηθείς, πάντως δὲ καὶ ἄνθρωπος
因為那生育者若是神之母,那麼由她所生的必定是神,也必定是人。
For if she who bore is Theotokos, then surely He who was born of her is God, and surely also man.
1:1586
Πῶς γὰρ ἂν ἐκ γυναικὸς γεννηθείη θεὸς ὁ πρὸ αἰώνων ἔχων τὴν ὕπαρξιν, εἰ μὴ ἄνθρωπος γέγονεν;Ὁ γὰρ υἱὸς ἀνθρώπου ἄνθρωπος δηλονότι
因為那在萬世之先就有存在的神,若不曾成為人,怎能由女子所生呢?因為人子顯然就是人。
For how could God, who has His existence before the ages, be born of a woman, unless He had become man? For the son of man is plainly man.
1:1587
Εἰ δὲ αὐτὸς ὁ γεννηθεὶς ἐκ γυναικὸς θεός ἐστιν, εἷς ἐστι δηλονότι ὁ ἐκ θεοῦ πατρὸς γεννηθεὶς κατὰ τὴν θείαν καὶ ἄναρχον οὐσίαν καὶ ἐπ' ἐσχάτων τῶν χρόνων ἐκ τῆς παρθένου τεχθεὶς κατὰ τὴν ἠργμένην καὶ ὑπὸ χρόνον οὐσίαν ἤτοι τὴν ἀνθρωπίνην
但那由女子所生的若就是神自己,那麼那按神性而無始之本質由父神所生的,與那在末後的時候按那有起頭、處於時間之下的本質——即人性——由童女所生下的,顯然是同一位。
But if He who was born of a woman is Himself God, then clearly He who was begotten of God the Father according to the divine and beginningless essence is one and the same as He who was, in these last times, brought forth of the Virgin according to the essence which had a beginning and is under time, that is, the human essence.
1:1588
Τοῦτο δὲ μίαν ὑπόστασιν καὶ δύο φύσεις καὶ δύο γεννήσεις σημαίνει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
這就表明我們的主耶穌基督有一個自立體、兩個本性與兩次的生。
And this signifies one hypostasis and two natures and two births of our Lord Jesus Christ.
1:1589
Χριστοτόκον δὲ οὔ φαμεν τὴν ἁγίαν παρθένον, διότι ἐπ' ἀναιρέσει τῆς θεοτόκος φωνῆς ὁ μιαρὸς καὶ βδελυρὸς καὶ ἰουδαιόφρων Νεστόριος, τὸ σκεῦος τῆς ἀτιμίας, καὶ ἐπὶ ἀτιμίᾳ τῆς μόνης ὄντως τετιμημένης ὑπὲρ πᾶσαν κτίσιν θεοτόκου, κἂν αὐτὸς διαρρήγνυται σὺν τῷ πατρὶ αὐτοῦ τῷ σατανᾷ, ἐξηύρατο ὡς ἐπηρεαζομένην·
但我們不稱那聖童女為「基督之母」,因為那污穢、可憎、懷猶太人心思的聶斯多留——那可恥之器皿——為著要廢除「神之母」一詞,並侮辱那獨一真實地超乎一切受造之物、作神之母而受尊崇者,竟把這稱呼當作詆毀而捏造出來,縱使他自己與他的父撒但氣憤至裂;
But we do not call the holy Virgin Christotokos (Christ-bearer), because the defiled and abominable and Jewish-minded Nestorius—that vessel of dishonor—invented it as a slur to do away with the term Theotokos and to dishonor her who alone is truly honored above all creation as Theotokos, though he himself, together with his father Satan, bursts with rage;
1:1590
χριστὸς γὰρ καὶ Δαυὶδ ὁ βασιλεὺς καὶ Ἀαρὼν ὁ ἀρχιερεύς (ταῦτα γὰρ τὰ χριόμενα, βασιλεία τε καὶ ἱερωσύνη) καὶ πᾶς θεοφόρος ἄνθρωπος Χριστὸς λέγεσθαι δύναται, ἀλλ' οὐ θεὸς φύσει, ὡς καὶ Νεστόριος ὁ θεήλατος τὸν ἐκ παρθένου τεχθέντα θεοφόρον εἰπεῖν ἐφρυάξατο
因為「基督(受膏者)」既可指大衛王,也可指亞倫大祭司(因為這些就是被膏的,即君權與祭司職),又可指一切負荷神的人——但他們並非按本性是神,正如那被神逐退的聶斯多留所狂妄主張的,竟把那由童女所生者稱為「負荷神者」。
for 'Christ (anointed)' can be said of both David the king and Aaron the high priest (for these are the things anointed, namely kingship and priesthood), and of every God-bearing man—but they are not God by nature, as the heaven-driven Nestorius even presumptuously asserted, calling Him who was born of the Virgin 'God-bearing.'
1:1591
Ἡμᾶς δὲ μὴ γένοιτο θεοφόρον αὐτὸν εἰπεῖν ἢ νοῆσαι, ἀλλὰ θεὸν σεσαρκωμένον
但我們斷不可稱祂、或設想祂為「負荷神者」,乃當稱祂為道成肉身的神。
But far be it from us to call Him or to conceive of Him as 'God-bearing,' but rather as God incarnate.
1:1592
Αὐτὸς γὰρ ὁ λόγος σὰρξ ἐγένετο, κυηθεὶς μὲν ἐκ τῆς παρθένου, προελθὼν δὲ θεὸς μετὰ τῆς προσλήψεως, ἤδη καὶ αὐτῆς ὑπ' αὐτοῦ θεωθείσης ἅμα τῇ εἰς τὸ εἶναι ταύτης παραγωγῇ, ὡς ὁμοῦ γενέσθαι τὰ τρία, τὴν πρόσληψιν, τὴν ὕπαρξιν, τὴν θέωσιν αὐτῆς ὑπὸ τοῦ λόγου, καὶ οὕτω νοεῖσθαι καὶ λέγεσθαι θεοτόκον τὴν ἁγίαν παρθένον οὐ μόνον διὰ τὴν φύσιν τοῦ λόγου, ἀλλὰ καὶ διὰ τὴν θέωσιν τοῦ ἀνθρωπίνου, ὧν ἅμα ἡ σύλληψις καὶ ἡ ὕπαρξις τεθαυματούργηται, ἡ μὲν σύλληψις τοῦ λόγου, τῆς δὲ σαρκὸς ἡ ἐν αὐτῷ τῷ λόγῳ ὕπαρξις, αὐτῆς τῆς θεομήτορος ὑπερφυῶς χορηγούσης τὸ πλασθῆναι τῷ πλάστῃ καὶ τὸ ἀνθρωπισθῆναι τῷ θεῷ καὶ ποιητῇ τοῦ παντὸς θεοῦντι τὸ πρόσλημμα, σῳζούσης τῆς ἑνώσεως τὰ ἑνωθέντα τοιαῦτα, οἷα καὶ ἥνωνται·
因為道自己成了肉身,雖是由童女所懷的,卻是連同祂所取的一同以神的身分出來,那肉身本身在被帶進存在的那一刻就已被祂神化——以致這三件事同時發生:那取納、那存在,以及道對它的神化;於是那聖童女不僅因道的本性,也因那人性的神化,而被理解、被稱為神之母,這人性的成孕與存在乃是同時作為一件奇事而成就的——道的成孕,與肉身在道自己裡面的存在——那作神之母者超自然地供應了:使那造物主被塑造,使萬物的造主——神——成為人,又神化祂所取的;那聯合保守那些被聯合者保持它們聯合時的樣式;
For the Word Himself became flesh, conceived indeed of the Virgin, but having come forth as God together with what He had assumed, that flesh itself having already been deified by Him at the very moment of its being brought into existence—so that the three came to be together: the assumption, the existence, and the deification of it by the Word; and thus the holy Virgin is understood and called Theotokos not only on account of the nature of the Word, but also on account of the deification of the human, the conception and existence of which were together wrought as a wonder—the conception of the Word, and the existence of the flesh in the Word Himself—the Mother of God herself supernaturally supplying that the Maker should be fashioned and that God, the Maker of all, should become man, deifying that which He assumed, the union preserving the things united such as they were also united;
1:1593
οὐ τὸ θεῖον λέγω μόνον, ἀλλὰ καὶ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ τὸ ὑπὲρ ἡμᾶς καὶ καθ' ἡμᾶς
我所指的不僅是基督那屬神的,也是祂那屬人的,就是那超乎我們的,與那合乎我們的。
I mean not the divine alone, but also the human of Christ, both that which is above us and that which is according to us.
1:1594
Οὔτε γὰρ γενόμενος πρότερον καθ' ἡμᾶς ὕστερον γέγονεν ὑπὲρ ἡμᾶς, ἀλλ' ἢ ἐκ πρώτης ὑπάρξεως ἄμφω ὑπῆρξε διὰ τὸ ἐξ ἄκρας συλλήψεως ἐν αὐτῷ τῷ λόγῳ τὴν ὕπαρξιν ἐσχηκέναι·
因為祂並非先成為與我們一樣、後來才成為超乎我們,乃是這兩者從祂存在之初就都屬於祂,因為祂從成孕的那一刻起就在道自己裡面有了存在;
For He did not first become as we are and afterward become above us, but rather both belonged to Him from the first existence, because from the very moment of conception He had His existence in the Word Himself;
1:1595
ἀνθρώπινον μὲν οὖν ἐστι κατὰ τὴν οἰκείαν φύσιν, θεοῦ δὲ καὶ θεῖον ὑπερφυῶς
如此,那屬人的,按其自身的本性是屬人的,但以超自然的方式它是屬神的、是神聖的。
the human, then, is human according to its own nature, but it is God's and divine in a supernatural way.
1:1596
Ἔτι δὲ καὶ τῆς ἐμψύχου σαρκὸς τὰ ἰδιώματα ἔσχε·
此外,祂也有那有魂之肉身的特性;
Moreover He also had the properties of the ensouled flesh;
1:1597
κατεδέξατο γὰρ αὐτὰ ὁ λόγος οἰκονομίας λόγῳ, φυσικῆς κινήσεως τάξει κατὰ ἀλήθειαν φυσικῶς γινόμενα
因為道是按救恩安排的方式接受了這些特性,它們是照著本性活動的次序,按本性而真實地發生的。
for the Word accepted them by way of the economy, they coming to be naturally and truly according to the order of natural movement.
1:1598
Περὶ τῶν ἰδιωμάτων τῶν δύο φύσεων Τέλειον δὲ θεὸν ὁμολογοῦντες τὸν αὐτὸν καὶ τέλειον ἄνθρωπόν φαμεν τὸν αὐτὸν πάντα ἔχειν, ὅσα ὁ πατήρ, πλὴν τῆς ἀγεννησίας, καὶ πάντα ἔχειν, ὅσα ὁ Ἀδὰμ ὁ πρῶτος, δίχα μόνης ἁμαρτίας, ἅτινά
論兩性的特性。我們既承認那同一位是完全的神,也說那同一位是完全的人,擁有父所有的一切,惟獨除了「非受生性」,又擁有頭一個亞當所有的一切,惟獨除了罪——這些
Concerning the properties of the two natures. Confessing the same one to be perfect God, we say that the same one is also perfect man, having all that the Father has, except unbegottenness, and having all that the first Adam had, except sin alone—which things
1:1599
ἐστι σῶμα καὶ ψυχὴ λογική τε καὶ νοερά·
就是身體,以及有理性與悟性的魂;
are a body and a rational and intellectual soul;
1:1600
ἔχειν δὲ αὐτὸν καταλλήλως ταῖς δύο φύσεσι διπλᾶ τὰ τῶν δύο φύσεων φυσικά·
並且祂相應於那兩性,加倍地擁有那兩性的本性特質;
and that He has, correspondingly to the two natures, the natural properties of the two natures in double;
1:1601
δύο θελήσεις φυσικάς, τήν τε θείαν καὶ τὴν ἀνθρωπίνην, καὶ ἐνεργείας δύο φυσικάς, θείαν τε καὶ ἀνθρωπίνην, καὶ αὐτεξούσια δύο φυσικά, θεῖόν τε καὶ ἀνθρώπινον, καὶ σοφίαν καὶ γνῶσιν, θείαν τε καὶ ἀνθρωπίνην
兩個本性的意志,就是屬神的與屬人的;兩個本性的運作,就是屬神的與屬人的;兩個本性的自主,就是屬神的與屬人的;以及智慧與知識,就是屬神的與屬人的。
two natural wills, the divine and the human; and two natural energies, the divine and the human; and two natural free wills, the divine and the human; and wisdom and knowledge, the divine and the human.
1:1602
Ὁμοούσιος γὰρ ὢν τῷ θεῷ καὶ πατρὶ αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς θεός, ὁμοούσιος δὲ ὢν καὶ ἡμῖν αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς ἄνθρωπος ὁ αὐτός·
因為祂既與父神同質,就憑自己的自主作為神而意願、運作;祂既也與我們同質,同一位就憑自己的自主作為人而意願、運作;
For being consubstantial with God the Father, He wills and acts of His own free will as God; and being also consubstantial with us, the same one wills and acts of His own free will as man;
1:1603
αὐτοῦ γὰρ τὰ θαύματα, αὐτοῦ καὶ τὰ παθήματα
因為那些神蹟是屬祂的,那些苦難也是屬祂的。
for His are the miracles, and His also the sufferings.
1:1604
Περὶ θελημάτων καὶ αὐτεξουσίων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ἐπειδὴ μὲν οὖν δύο φύσεις τοῦ Χριστοῦ, δύο αὐτοῦ καὶ τὰ φυσικὰ θελήματα καὶ τὰς φυσικὰς ἐνεργείας φαμέν
論我們的主耶穌基督的眾意志與自主。既然基督有兩個本性,我們便說祂也有兩個本性的意志與兩個本性的運作。
Concerning the wills and free choices of our Lord Jesus Christ. Since, then, there are two natures of Christ, we say that there are also two of His natural wills and two natural energies.
1:1605
Ἐπειδὴ δὲ μία τῶν δύο αὐτοῦ φύσεων ἡ ὑπόστασις, ἕνα καὶ τὸν αὐτόν φαμεν θέλοντά τε καὶ ἐνεργοῦντα φυσικῶς κατ' ἄμφω, ἐξ ὧν καὶ ἐν αἷς καὶ ἅπερ ἐστὶ Χριστὸς ὁ θεὸς ἡμῶν, θέλειν δὲ καὶ ἐνεργεῖν οὐ διῃρημένως, ἀλλ' ἡνωμένως·
又因祂兩性的自立體只有一個,我們便說那同一位按那兩性、本性地意願與運作,基督我們的神乃是出於那兩性、在那兩性中、且就是那兩性;並且祂的意願與運作不是分割地,乃是聯合地;
And since the hypostasis of His two natures is one, we say that one and the same wills and acts naturally according to both, of which, in which, and which Christ our God is; and that He wills and acts not dividedly but unitedly;
1:1606
θέλει γὰρ καὶ ἐνεργεῖ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας
因為每一種形態都與另一種交通而運作。
for each form acts with the communion of the other.
1:1607
Ὧν γὰρ ἡ οὐσία ἡ αὐτή, τούτων καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια ἡ αὐτή·
因為凡本質相同的,其意志與運作也相同;
For of those whose essence is the same, of these also the will and the energy are the same;
1:1608
ὧν δὲ διάφορος ἡ οὐσία, τούτων διάφορος καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια
但凡本質有差異的,其意志與運作也有差異。
but of those whose essence differs, of these also the will and the energy differ.
1:1609
Καὶ τὸ ἀνάπαλιν, ὧν ἡ θέλησις καὶ ἡ ἐνέργεια ἡ αὐτή, τούτων καὶ ἡ οὐσία ἡ αὐτή·
反過來說,凡意志與運作相同的,其本質也相同;
And conversely, of those whose will and energy are the same, of these also the essence is the same;
1:1610
ὧν δὲ διάφορος ἡ θέλησις καὶ ἡ ἐνέργεια, τούτων καὶ ἡ οὐσία διάφορος
但凡意志與運作有差異的,其本質也有差異。
but of those whose will and energy differ, of these also the essence differs.
1:1611
Διὸ δὴ ἐπὶ μὲν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐκ τῆς ταυτότητος τῆς τε ἐνεργείας καὶ τοῦ θελήματος τὴν ταυτότητα τῆς φύσεως ἐπιγινώσκομεν
因此,論到父、子、聖靈,我們乃是從運作與意志的同一,認識本性的同一。
Therefore in the case of the Father and the Son and the Holy Spirit, from the identity of the energy and the will we recognize the identity of the nature.
1:1612
Ἐπὶ δὲ τῆς θείας οἰκονομίας ἐκ τῆς διαφορᾶς τῶν ἐνεργειῶν καὶ τῶν θελημάτων καὶ τὴν τῶν φύσεων διαφορὰν ἐπιγινώσκομεν καὶ τὴν τῶν φύσεων διαφορὰν εἰδότες συνομολογοῦμεν καὶ τὸ τῶν θελημάτων καὶ ἐνεργειῶν διάφορον
但論到那屬神的救恩安排,我們乃是從運作與意志的差異,也認識本性的差異;並且既知道本性的差異,便一同承認那意志與運作的差異。
But in the case of the divine economy, from the difference of the energies and the wills we recognize also the difference of the natures; and knowing the difference of the natures, we confess together also the difference of the wills and energies.
1:1613
Ὥσπερ γὰρ τῶν τοῦ αὐτοῦ ἑνὸς φύσεων Χριστοῦ ὁ ἀριθμὸς εὐσεβῶς νοούμενός τε καὶ λεγόμενος οὐ διαιρεῖ τὸν ἕνα Χριστόν, ἀλλὰ σῳζομένην καὶ ἐν τῇ ἑνώσει παρίστησι τῶν φύσεων τὴν διαφοράν, οὕτω καὶ ὁ ἀριθμὸς τῶν οὐσιωδῶς προσόντων ταῖς αὐτοῦ φύσεσι θελημάτων καὶ ἐνεργειῶν (κατ' ἄμφω γὰρ τὰς φύσεις θελητικὸς ἦν καὶ ἐνεργητικὸς τῆς ἡμῶν σωτηρίας) οὐ διαίρεσιν εἰσάγει–μὴ γένοιτο–, ἀλλὰ τὴν αὐτῶν δηλοῖ καὶ μόνον, κἂν τῇ ἑνώσει, φυλακὴν καὶ σωτηρίαν·
因為正如那同一位基督之諸本性的數目,當虔敬地理解與陳述時,並不分割那一位基督,乃是表明那本性的差異即使在聯合中也得以保存;照樣,那本質上屬於祂諸本性之意志與運作的數目(因為祂是按那兩性意願並施行我們的救恩),也不引入分割——斷乎不可——乃僅僅表明它們即使在聯合中仍得保存與保守;
For just as the number of the natures of the one and the same Christ, piously understood and stated, does not divide the one Christ but presents the difference of the natures as preserved even in the union, so also the number of the wills and energies essentially belonging to His natures (for according to both natures He was willing and working our salvation) does not introduce division—God forbid—but signifies only their preservation and safekeeping, even in the union;
1:1614
φυσικὰ γὰρ καὶ οὐχ ὑποστατικά φαμεν τὰ θελήματα καὶ τὰς ἐνεργείας
因為我們說那些意志與運作是屬本性的,而非屬自立體的。
for we say that the wills and the energies are natural and not hypostatic.
1:1615
Λέγω δὲ αὐτὴν τὴν θελητικὴν καὶ ἐνεργητικὴν δύναμιν, καθ' ἣν θέλει καὶ ἐνεργεῖ τά τε θέλοντα καὶ ἐνεργοῦντα
我所指的乃是那意願與運作的能力本身,凡意願者與運作者都是憑這能力而意願與運作。
And I mean by them the very power of willing and acting, according to which what wills and acts wills and acts.
1:1616
Εἰ γὰρ ὑποστατικὰ δῶμεν αὐτά, ἑτεροθελεῖς καὶ ἑτεροενεργεῖς τὰς τρεῖς ὑποστάσεις τῆς ἁγίας τριάδος εἰπεῖν ἀναγκασθησόμεθα
因為我們若承認它們是屬自立體的,就必被迫說聖三位一體的三個自立體有不同的意志與不同的運作。
For if we grant them to be hypostatic, we shall be compelled to say that the three hypostases of the Holy Trinity have different wills and different energies.
1:1617
Ἰστέον γάρ, ὡς οὐ ταὐτόν ἐστι, θέλειν καὶ πῶς θέλειν·
因為當知道,「意願」與「如何意願」並非同一回事;
For it is to be known that 'to will' and 'how to will' are not the same;
1:1618
τὸ μὲν γὰρ θέλειν φύσεως ὥσπερ καὶ τὸ ὁρᾶν (πᾶσι γὰρ ἀνθρώποις πρόσεστι), τὸ δὲ πῶς θέλειν οὐ φύσεως, ἀλλὰ τῆς ἡμετέρας γνώμης ὥσπερ καὶ τὸ πῶς ὁρᾶν, καλῶς ἢ κακῶς (οὐ γὰρ πάντες ἄνθρωποι ὁμοίως θέλουσιν οὐδ' ὁμοίως ὁρῶσι)
因為「意願」是屬本性的,正如「看見」一樣(因這存在於眾人裡面),但「如何意願」並不屬本性,乃屬我們的判斷取向,正如「如何看見」,是好或是壞(因為並非所有人都以同樣方式意願,也不以同樣方式看見)。
for 'to will' belongs to nature, just as also 'to see' (for it is present in all men), but 'how to will' does not belong to nature, but to our deliberate disposition, just as also 'how to see,' well or ill (for not all men will alike, nor do they see alike).
1:1619
Τοῦτο καὶ ἐπὶ τῶν ἐνεργειῶν δώσομεν·
在運作的事上我們也要如此承認;
This we shall grant also in the case of the energies;
1:1620
τὸ γὰρ πῶς θέλειν, πῶς ὁρᾶν, πῶς ἐνεργεῖν τρόπος ἐστὶ τῆς τοῦ θέλειν καὶ ὁρᾶν καὶ ἐνεργεῖν χρήσεως, μόνῳ τῷ κεχρημένῳ προσὸν καὶ τῶν ἄλλων αὐτὸν κατὰ τὴν κοινῶς λεγομένην διαφορὰν χωρίζον
因為「如何意願」、「如何看見」、「如何運作」乃是運用意願、看見、運作的一種方式,惟獨屬於那運用者,並按那通稱為「差異」者把他與別人區分開來。
for 'how to will,' 'how to see,' 'how to act' is a mode of the use of willing and seeing and acting, present only to the one who uses it, and separating him from the others according to what is commonly called difference.
1:1621
Λέγεται οὖν τὸ μὲν ἁπλῶς θέλειν θέλησις ἤτοι ἡ θελητικὴ δύναμις λογικὴ οὖσα ὄρεξις καὶ θέλημα φυσικόν·
如此,單純意義上的意願稱為「意志」,即意願的官能,它是有理性的欲求,也是本性的意志;
So then, willing in the simple sense is called 'volition,' that is, the faculty of willing, being a rational appetite and a natural will;
1:1622
τὸ δὲ πῶς θέλειν ἤτοι τὸ τῇ θελήσει ὑποκείμενον θελητὸν καὶ θέλημα γνωμικόν·
而「如何意願」,即那受意志所支配的,乃是所意願之物,也就是判斷性的意志;
while 'how to will,' that is, that which is subject to the volition, is the thing willed and the deliberative (gnomic) will;
1:1623
θελητικὸν δέ ἐστι τὸ πεφυκὸς θέλειν, οἷον θελητική ἐστιν ἡ θεία φύσις, ὡσαύτως καὶ ἡ ἀνθρωπίνη·
「能意願者」乃是那按本性適於意願的——例如,神性是能意願的,照樣人性也是;
and 'capable of willing' is that which is naturally fitted to will—for instance, the divine nature is capable of willing, and likewise also the human;
1:1624
θέλων δέ ἐστιν ὁ κεχρημένος τῇ θελήσει ἤτοι ἡ ὑπόστασις οἷον ὁ Πέτρος
而「意願者」乃是那運用意志的,即那自立體——例如彼得。
while 'the willing one' is he who uses the volition, that is, the hypostasis—for instance, Peter.
1:1625
Ἐπειδὴ τοίνυν εἷς μέν ἐστιν ὁ Χριστὸς καὶ μία αὐτοῦ ἡ ὑπόστασις, εἷς καὶ ὁ αὐτός ἐστιν ὁ θέλων καὶ ἐνεργῶν θεϊκῶς τε καὶ ἀνθρωπίνως
既然基督是一位,祂的自立體也是一個,那麼那既以屬神又以屬人方式意願並運作的,乃是同一位。
Since, then, Christ is one and His hypostasis is one, one and the same is He who wills and acts both divinely and humanly.
1:1626
Ἐπειδὴ δὲ δύο φύσεις ἔχει θελητικὰς ὡς λογικάς ( πᾶν γὰρ λογικὸν θελητικόν τε καὶ αὐτεξούσιον), δύο θελήσεις ἤτοι θελήματα φυσικὰ ἐπ' αὐτοῦ ἐροῦμεν
又因祂有兩個能意願的本性,因它們是有理性的(因為凡有理性的都是能意願且能自主的),我們便要說祂裡面有兩個意志,即兩個本性的意志。
And since He has two natures capable of willing, inasmuch as they are rational (for everything rational is capable of willing and self-determining), we shall say that there are in Him two volitions, that is, two natural wills.
1:1627
Θελητικὸς γάρ ἐστιν ὁ αὐτὸς κατ' ἄμφω ταῖς αὐτοῦ φύσεσιν·
因為那同一位是按祂的兩性都能意願的;
For the same one is capable of willing according to both His natures;
1:1628
τὴν γὰρ φυσικῶς ἐνυπάρχουσαν ἡμῖν θελητικὴν δύναμιν ἀνέλαβε
因為祂取了那本性上存在於我們裡面的意願官能。
for He assumed the faculty of willing that is naturally present in us.
1:1629
Καὶ ἐπειδὴ εἷς ἐστιν ὁ Χριστὸς καὶ ὁ αὐτὸς ὁ θέλων καθ' ἑκατέραν φύσιν, τὸ αὐτὸ θελητὸν λέξομεν ἐπ'
又因基督是一位,並且那按各本性意願的是同一位,我們便要說那所意願之物在祂裡面是同一的,
And since Christ is one and the same is He who wills according to each nature, we shall say that the thing willed is the same in Him,
1:1630
αὐτοῦ οὐχὶ μόνα θέλοντος,ἃ φυσικῶς ὡς θεὸς ἤθελεν ( οὐ γὰρ θεότητος τὸ θέλειν φαγεῖν, πιεῖν καὶ τὰ τοιαῦτα), ἀλλὰ καὶ τὰ συστατικὰ τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἐναντιότητι γνώμης, ἀλλ' ἐν ἰδιότητι τῶν φύσεων·
祂並非單意願那些祂作為神按本性所意願的(因為意願去吃、去喝以及這類的事,並不屬乎神性),也意願那些構成人性的事——這不是出於判斷上的相反,乃是在那兩性各自的特性中;
He not willing only those things which He naturally willed as God (for it does not belong to the Godhead to will to eat, to drink, and the like), but also the things constitutive of the human nature—not by any opposition of judgment, but in the propriety of the natures;
1:1631
τότε γὰρ ταῦτα φυσικῶς ἤθελεν, ὅτε ἡ θεία αὐτοῦ θέλησις ἤθελε καὶ παρεχώρει τῇ σαρκὶ πάσχειν καὶ πράττειν τὰ ἴδια
因為祂是在那時刻按本性意願這些事的,就是當祂那屬神的意志意願並容許那肉身受苦、行其自身之事的時候。
for He willed these naturally at that time when His divine will willed and permitted the flesh to suffer and to do its own things.
1:1632
Ὅτι δὲ φυσικῶς πρόσεστι τῷ ἀνθρώπῳ ἡ θέλησις, ἐντεῦθεν δῆλον
至於意願是按本性屬乎人的,由此可顯明。
And that willing belongs naturally to man is clear from this.
1:1633
Ὑπεξαιρουμένης τῆς θείας τρία εἴδη ζωῆς εἰσιν·
除了那屬神的之外,生命有三種:
Excepting the divine, there are three kinds of life:
1:1634
ἡ φυτική, ἡ αἰσθητική, ἡ νοερά
就是植物的、感覺的,與理智的。
the vegetative, the sensitive, and the intellectual.
1:1635
Τῆς μὲν οὖν φυτικῆς ἴδιον ἡ θρεπτική, ἡ αὐξητική, ἡ γεννητικὴ κίνησις·
如今屬乎植物之生命的,乃是滋養、生長與生育的活動;
Now proper to the vegetative is the nutritive, the augmentative, and the generative motion;
1:1636
τῆς δὲ αἰσθητικῆς ἡ καθ' ὁρμὴν κίνησις·
屬乎感覺之生命的,乃是照衝動而有的活動;
to the sensitive, the motion according to impulse;
1:1637
τῆς δὲ λογικῆς καὶ νοερᾶς ἡ αὐτεξούσιος
屬乎理性與理智之生命的,乃是那自主的活動。
and to the rational and intellectual, the self-determining motion.
1:1638
Εἰ οὖν κατὰ φύσιν πρόσεστι τῇ φυτικῇ ἡ θρεπτικὴ καὶ τῇ αἰσθητικῇ ἡ καθ' ὁρμὴν κίνησις, κατὰ φύσιν ἄρα πρόσεστι καὶ τῇ λογικῇ καὶ νοερᾷ ἡ αὐτεξούσιος·
如此,若滋養按本性屬乎植物之生命,照衝動的活動屬乎感覺之生命,那麼那自主的活動必也按本性屬乎理性與理智之生命;
If, then, the nutritive belongs by nature to the vegetative, and the motion according to impulse to the sensitive, then surely the self-determining motion also belongs by nature to the rational and intellectual;
1:1639
αὐτεξουσιότης δὲ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἡ θέλησις·
而自主不是別的,正是意志;
and self-determination is nothing other than the will;
1:1640
γεγονὼς τοίνυν ὁ λόγος σὰρξ ἔμψυχος, νοερὰ καὶ αὐτεξούσιος, γέγονε καὶ θελητικός
因此,道既成了有魂、有理智、能自主的肉身,便也成了能意願的。
the Word, then, having become flesh ensouled, intellectual and self-determining, also became capable of willing.
1:1641
Ἔτι δὲ καὶ ἀδίδακτά εἰσι τὰ φυσικά·
再者,那些屬本性的事是不需學的;
Moreover, natural things are not learned;
1:1642
οὐδεὶς γὰρ λογίζεσθαι ἢ ζῆν ἢ πεινῆν ἢ διψῆν ἢ ὑπνοῖν μανθάνει
因為沒有人學習去思考、去活著、去飢餓、去口渴,或去睡覺。
for no one learns to reason, or to live, or to hunger, or to thirst, or to sleep.
1:1643
Οὔτε δὲ θέλειν μανθάνομεν·
我們也不學習去意願;
Neither do we learn to will;
1:1644
Εἰ ἐν τοῖς ἀλόγοις ἄγει μὲν ἡ φύσις, ἄγεται δὲ ἐν τῷ ἀνθρώπῳ ἐξουσιαστικῶς κατὰ θέλησιν κινουμένῳ, ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος
若在無理性的受造物中是本性主導,而在人——他是憑權柄按意志而被推動的——卻是本性被引導,那麼人就按本性是能意願的。
if in irrational creatures nature leads, while in man, who is moved authoritatively according to will, nature is led, then man is by nature capable of willing.
1:1645
Εἰ κατ' εἰκόνα τῆς μακαρίας καὶ ὑπερουσίου θεότητος ὁ ἄνθρωπος γεγένηται, αὐτεξούσιος δὲ φύσει καὶ θελητικὴ ἡ θεία φύσις, ἄρα καὶ ὁ ἄνθρωπος ὡς αὐτῆς εἰκὼν αὐτεξούσιος φύσει καὶ θελητικός
若人是照那有福且超越本質之神性的形像造的,而神性按本性是自主且能意願的,那麼人作為祂的形像,也按本性是自主且能意願的。
If man was made according to the image of the blessed and supersubstantial Godhead, and the divine nature is by nature self-determining and capable of willing, then man also, as its image, is by nature self-determining and capable of willing.
1:1646
Τὸ γὰρ αὐτεξούσιον θέλησιν ὡρίσαντο οἱ πατέρες
因為眾教父把自主界定為意志。
For the fathers defined self-determination as will.
1:1647
Ἔτι δὲ εἰ πᾶσιν ἀνθρώποις ἐνυπάρχει τὸ θέλειν καὶ οὐ τοῖς μὲν ὑπάρχει, τοῖς δὲ οὐκ ἐνυπάρχει, τὸ δὲ κοινῶς πᾶσιν ἐνθεωρούμενον φύσιν χαρακτηρίζει ἐν τοῖς ὑπ' αὐτὸ ἀτόμοις, ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος
再者,若意願存在於眾人裡面,並非
Moreover, if to will is present in all men and is not
1:1648
Εἰ τὸ μᾶλλον καὶ ἧττον ἡ φύσις οὐκ ἐπιδέχεται, ἐπίσης δὲ πᾶσιν ἐνυπάρχει τὸ θέλειν καὶ οὐ τοῖς μὲν πλέον, τοῖς δὲ ἔλαττον, ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος·
在某些人裡面有、在另一些人裡面卻沒有,而那在眾人裡面被共同觀察到的就界定本性,那麼人就按本性是能意願的。
present in some and absent in others, and that which is contemplated in common in all defines the nature, then man is by nature capable of willing.
1:1649
ὥστε εἰ φύσει θελητικὸς ὁ ἄνθρωπος, καὶ ὁ κύριος, οὐ μόνον καθὸ θεός, ἀλλὰ καὶ καθὸ ἄνθρωπος γέγονε, φύσει θελητικός ἐστιν
若本性容受「多」與「少」之分,而意願卻不容受多少之分,並且那按本性自主的,在一切有同一本性者裡面同樣地運作,那麼意願便是屬本性的,是屬乎本性的。
If the nature receives the 'more' and 'less,' but willing does not receive the more and less, and what is by nature self-determining works equally in all having the same nature, then willing is natural and belongs to nature.
1:1650
Ὥσπερ γὰρ τὴν ἡμετέραν φύσιν ἀνέλαβεν, οὕτω καὶ τὸ ἡμέτερον θέλημα φύσει ἀνείληφεν, καὶ κατὰ τοῦτο οἱ πατέρες τὸ ἡμέτερον ἐν αὐτῷ τυπῶσαι αὐτὸν ἔφησαν θέλημα
若意願不是屬本性的,它就要與本性一同消亡。
If willing is not natural, it will perish together with the nature.
1:1651
Εἰ φυσικὸν οὐκ ἔστι τὸ θέλημα, ἢ ὑποστατικὸν ἔσται ἢ παρὰ φύσιν·
若意志不是屬本性的,它就或是屬自立體的,或是違反本性的;
If the will is not natural, it will be either hypostatic or contrary to nature;
1:1652
ἀλλ' εἰ μὲν ὑποστατικόν, ἑτερόβουλος οὕτω γε ἔσται ὁ υἱὸς τῷ πατρί·
但若是屬自立體的,那麼按此說法,子就會與父有不同的意志;
but if hypostatic, then on this view the Son will be of a different will from the Father;
1:1653
μόνης γὰρ ὑποστάσεως χαρακτηριστικὸν τὸ ὑποστατικόν·
因為凡屬自立體的,乃是惟獨那自立體所特有的;
for what is hypostatic is characteristic of the hypostasis alone;
1:1654
εἰ δὲ παρὰ φύσιν, ἔκπτωσις τῆς φύσεως ἔσται τὸ θέλημα·
但若是違反本性的,意志就會是本性的墮落脫離;
but if contrary to nature, the will would be a falling away from nature;
1:1655
φθαρτικὰ γὰρ τῶν κατὰ φύσιν τὰ παρὰ φύσιν
因為違反本性的事是會敗壞那合乎本性的事的。
for things contrary to nature are destructive of things according to nature.
1:1656
Ὁ τῶν ὅλων θεὸς καὶ πατὴρ καθὸ πατὴρ θέλει ἢ καθὸ θεός
那萬有之神與父,是按祂為父而意願,還是按祂為神而意願呢?
Does the God and Father of all will inasmuch as He is Father, or inasmuch as He is God?
1:1657
Ἀλλ' εἰ μὲν καθὸ πατήρ, ἄλλο αὐτοῦ ἔσται παρὰ τὸ τοῦ υἱοῦ θέλημα·
但若是按祂為父而意願,祂的意志就會與子的意志不同;
But if inasmuch as He is Father, His will would be other than the will of the Son;
1:1658
Εἰ δὲ καθὸ θεός, θεὸς δὲ ὁ υἱός, θεὸς δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον·
但若是按祂為神而意願——而子是神,聖靈也是神——
but if inasmuch as He is God—and the Son is God, and the Holy Spirit also is God—
1:1659
ἄρα τὸ θέλημα φύσεως ἤγουν φυσικόν
那麼意志便是屬乎本性的,即是屬本性的。
then the will belongs to nature, that is, it is natural.
1:1660
Ἔτι εἰ κατὰ τοὺς πατέρας, ὧν τὸ θέλημα ἕν, τούτων καὶ ἡ οὐσία μία, ἓν δὲ θέλημα τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ἄρα μία καὶ ἡ αὐτὴ τούτων ἔσται καὶ ἡ οὐσία
再者,若照眾教父所說,凡意志為一的,其本質也為一,而基督之神性與其人性的意志是一個,那麼祂們的本質也會是同一的。
Again, if according to the fathers those whose will is one have also one essence, and the will of the Godhead of Christ and of His humanity is one, then one and the same will be also their essence.
1:1661
Εἰ κατὰ τοὺς πατέρας ἡ τῆς φύσεως διαφορὰ τῷ ἑνὶ θελήματι οὐ διαφαίνεται, ἀνάγκη ἢ ἓν θέλημα λέγοντας φυσικὴν ἐν Χριστῷ μὴ λέγειν διαφορὰν ἢ φυσικὴν λέγοντας διαφορὰν ἓν θέλημα μὴ λέγειν
若照眾教父所說,本性的差異不藉那一個意志顯明,那麼就必須:或是在說一個意志時不主張基督裡有本性的差異,或是在主張本性差異時不說只有一個意志。
If, according to the fathers, the difference of nature is not manifested by the one will, then it is necessary either, while saying one will, not to assert a natural difference in Christ, or, while asserting a natural difference, not to say one will.
1:1662
Εἰ, καθώς φησι τὸ θεῖον εὐαγγέλιον, ἐλθὼν ὁ κύριος εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος καὶ εἰσελθὼν εἰς οἶκον οὐδένα ἠθέλησε γνῶναι καὶ οὐκ ἠδυνήθη λαθεῖν, εἰ τὸ θεῖον αὐτοῦ θέλημα παντοδύναμον, θελήσας δὲ λαθεῖν οὐ δεδύνηται, ἄρα καθὸ ἄνθρωπος θελήσας οὐκ ἠδυνήθη καὶ θελητικὸς ἦν καὶ καθὸ ἄνθρωπος
若如那屬神的福音所說,主來到推羅、西頓的境內,進了一所房子,願意人不知道,卻隱藏不住——既然祂那屬神的意志是全能的,祂卻意願隱藏而不能,那麼祂是按祂為人才在意願後仍不能的,並且祂也是按祂為人而是能意願的。
If, as the divine Gospel says, the Lord, having come into the regions of Tyre and Sidon and entered a house, willed that no one should know it, and could not be hid—if His divine will is all-powerful, yet having willed to be hidden He could not, then it was inasmuch as He was man that, having willed, He could not, and He was capable of willing also inasmuch as He was man.
1:1663
Ἐλθών, φησίν, εἰς τὸν τόπον εἶπε·
經上說:「祂來到那地方,說:」
'Having come,' it says, 'to the place, He said:'
1:1664
Καὶ ἔδωκαν αὐτῷ οἶνον μετὰ χολῆς μεμιγμένον, καὶ γευσάμενος οὐκ ἠθέλησε πιεῖν
他們拿苦膽調和的酒給祂,祂嘗了,就不肯喝。
And they gave Him wine mingled with gall, and having tasted it He would not drink.
1:1665
Εἰ μὲν οὖν καθὸ θεὸς ἐδίψησε καὶ γευσάμενος οὐκ ἠθέλησε πιεῖν, ἐμπαθὴς ἄρα καθὸ θεός·
如此,若祂是按祂為神而口渴,又嘗了卻不肯喝,那麼祂就是按祂為神而能受苦的;
If, then, He thirsted inasmuch as He was God, and having tasted would not drink, then He was passible inasmuch as He was God;
1:1666
πάθος γὰρ ἥ τε δίψα καὶ ἡ γεῦσις
因為口渴與嘗味都是感受。
for both thirst and tasting are affections.
1:1667
Εἰ δὲ οὐ καθὸ θεός, πάντως καθὸ ἄνθρωπος θελητικὸς ἦν
但若不是按祂為神,那麼祂必定是按祂為人而能意願的。
But if not inasmuch as He was God, then assuredly He was capable of willing inasmuch as He was man.
1:1668
Καὶ ὁ μακάριος δὲ Παῦλος ὁ ἀπόστολος·
並且那有福的使徒保羅也說:
And the blessed Paul the Apostle also says:
1:1669
Γενόμενος, φησίν, ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ
他說:「祂存心順服,以至於死,且死在十字架上。」
'Having become,' he says, 'obedient unto death, even the death of the cross.'
1:1670
Ἡ ὑπακοὴ τοῦ ὄντος θελήματός ἐστιν ὑποταγή, οὐ τοῦ μὴ ὄντος·
順服乃是一個存在之意志的順從,並非一個不存在之意志的順從;
Obedience is the submission of a will that exists, not of one that does not exist;
1:1671
οὐ γὰρ τὸ ἄλογον ὑπήκοον ἢ
因為無理性者不能順服,也不能違抗,
for the irrational is not obedient, nor
1:1672
ὑπήκοος δὲ γενόμενος τῷ πατρὶ ὁ κύριος οὐ καθὸ θεὸς γέγονεν, ἀλλὰ καθὸ ἄνθρωπος
並且主向父順服,並非按祂為神,乃是按祂為人。
and the Lord, having become obedient to the Father, did so not inasmuch as He was God, but inasmuch as He was man.
1:1673
Καθὸ γὰρ θεὸς οὔτε ὑπήκοος οὔτε παρήκοος·
因為按祂為神,祂既不順服,也不違抗;
For inasmuch as He is God He is neither obedient nor disobedient;
1:1674
τῶν ὑπὸ χεῖρα γὰρ ταῦτα, καθὼς ὁ θεηγόρος ἔφη Γρηγόριος
因為這些事乃是屬於那些在權柄之下者的,正如那神言滔滔的貴格利所說。
for these belong to those under authority, as the divinely-eloquent Gregory said.
1:1675
Θελητικὸς ἄρα καὶ καθὸ ἄνθρωπος ὁ Χριστός
如此,基督也是按祂為人而能意願的。
Christ, then, is capable of willing also inasmuch as He is man.
1:1676
Φυσικὸν δὲ τὸ θέλημα λέγοντες, οὐκ ἠναγκασμένον τοῦτό φαμεν, ἀλλ' αὐτεξούσιον·
但我們說意志是屬本性的,並非說它是被強迫的,乃是說它是自主的;
But in saying that the will is natural, we do not mean that it is constrained, but that it is self-determining;
1:1677
εἰ γὰρ λογικόν, πάντως καὶ αὐτεξούσιον
因為它若是有理性的,就必定也是自主的。
for if it is rational, it is assuredly also self-determining.
1:1678
Οὐ μόνον γὰρ ἡ θεία καὶ ἄκτιστος φύσις οὐδὲν ἠναγκασμένον ἔχει, ἀλλ' οὐδὲ ἡ νοερὰ καὶ κτιστή
因為不僅那屬神而非受造的本性沒有任何被強迫的成分,那理智而受造的本性也沒有。
For not only the divine and uncreated nature has nothing constrained, but neither does the intellectual and created.
1:1679
φύσει γὰρ ὢν ἀγαθὸς ὁ θεὸς καὶ φύσει δημιουργὸς καὶ φύσει θεὸς οὐκ ἀνάγκῃ ταῦτά ἐστι
因為神既按本性是善的、按本性是創造者、按本性是神,祂之為這些並非出於必然。
for being by nature good, and by nature creator, and by nature God, God is these things not by necessity.
1:1680
Τίς γὰρ ὁ τὴν ἀνάγκην ἐπάγων; Δεῖ δὲ εἰδέναι, ὡς αὐτεξουσιότης ὁμωνύμως λέγεται, ἄλλως μὲν ἐπὶ θεοῦ, ἄλλως δὲ ἐπὶ ἀγγέλων, καὶ ἄλλως ἐπὶ ἀνθρώπων
因為誰能將必然加於祂呢?但當知道,「自主」一詞是以同名異義的方式使用的——論到神是一個樣式,論到天使是另一個樣式,論到人又是另一個樣式。
For who is it that imposes necessity? But it must be known that self-determination is spoken of equivocally—in one way of God, in another of angels, and in another of men.
1:1681
Ἐπὶ θεοῦ μὲν γὰρ ὑπερουσίως, ἐπὶ δὲ ἀγγέλων ὡς συντρεχούσης τῇ ἕξει τῆς προχειρήσεως καὶ παρενθήκην ὅλως χρόνου μὴ παραδεχομένης ( ἔχων γὰρ φυσικῶς τὸ αὐτεξούσιον ἀπαρεμποδίστως τούτῳ κέχρηται, μηδὲ τὴν ἐκ σωμάτων ἀντιπάθειαν ἔχων μηδὲ τὸν προσβάλλοντα), ἐπὶ δὲ ἀνθρώπων ὡς χρονικῶς τῆς ἕξεως προεπινοουμένης τῆς ἐγχειρήσεως·
因為論到神,乃是以超越本質的方式;論到天使,那抉擇是與其取向同時並行的,全然不容有任何時間的間隔(因為天使按本性既有自主,便毫無攔阻地運用它,既沒有那從身體而來的抗拒,也沒有那攻擊者);但論到人,那取向則被視為在時間上先於那行動的著手;
For in the case of God it is in a supersubstantial way; in the case of angels, the choice running together with the disposition and admitting no interval of time at all (for having the self-determination by nature, the angel uses it without hindrance, having neither the resistance that comes from bodies nor the assailant); but in the case of men, the disposition being conceived as prior in time to the undertaking;
1:1682
αὐτεξούσιος μὲν γάρ ἐστιν ὁ ἄνθρωπος καὶ φυσικῶς ἔχει τὸ αὐτεξούσιον, ἔχει δὲ καὶ τὴν ἐκ τοῦ διαβόλου προσβολὴν καὶ τὴν τοῦ σώματος κίνησιν
因為人是自主的,按本性有自主,但他也有那從魔鬼而來的攻擊,以及身體的衝動。
for man is self-determining and has self-determination by nature, but he also has the assault from the devil and the movement of the body.
1:1683
Διὰ οὖν τὴν προσβολὴν καὶ τὸ βάρος τοῦ σώματος ἐφυστερίζει ἡ προχείρησις τῆς ἕξεως
因此,由於那攻擊與身體的沉重,那抉擇便落後於那取向。
Because, then, of the assault and the weight of the body, the choice lags behind the disposition.
1:1684
Εἰ οὖν θέλων ὁ Ἀδὰμ ὑπήκουσε καὶ θελήσας ἔφαγεν, ἄρα πρωτοπαθὴς ἐν ἡμῖν ἡ θέλησις·
如此,若亞當是甘心順從、甘心吃的,那麼意志便是我們裡面最先受影響者;
If, then, Adam obeyed willingly and willingly ate, then the will is the first thing affected in us;
1:1685
εἰ δὲ πρωτοπαθὴς ἡ θέλησις, ταύτην δὲ μετὰ τῆς φύσεως ὁ λόγος σαρκωθεὶς οὐκ ἀνέλαβεν, οὐκ ἄρα ἔξω τῆς ἁμαρτίας γεγόναμεν
但若意志是最先受影響者,而道在成肉身時並未連同本性取了這意志,那麼我們便沒有被帶到罪以外。
but if the will is the first thing affected, and the Word, in becoming incarnate, did not assume this together with the nature, then we have not been set outside of sin.
1:1686
Ἔτι δὲ εἰ ἔργον αὐτοῦ ἡ αὐτεξούσιος τῆς φύσεως ὑπάρχει δύναμις, ταύτην δὲ οὐκ ἀνέλαβεν, ἢ καταγνοὺς τῆς οἰκείας δημιουργίας ὡς οὐ καλῆς ἢ φθονήσας ἡμῖν τῆς κατ' αὐτὴν θεραπείας, ἡμᾶς μὲν τῆς παντελοῦς ἀποστερῶν θεραπείας, ἑαυτὸν δὲ ὑπὸ πάθος ὄντα δεικνὺς τῷ μὴ θέλειν ἢ τῷ μὴ δύνασθαι τελείως σῴζειν
再者,若那本性的自主能力是祂的工作,而祂卻未取它,那麼祂或是定罪自己的創造為不善,或是嫉妒不肯叫我們在這方面得醫治;這樣,祂使我們被剝奪了完全的醫治,又顯出自己受制於激情,或因不肯、或因不能完全施行拯救。
Moreover, if the self-determining power of the nature is His work, and He did not assume it, then either He condemned His own creation as not good, or He grudged us its healing, depriving us of complete healing and showing Himself to be subject to passion, either by not willing or by not being able to save perfectly.
1:1687
Ἀδύνατον δὲ ἕν τι σύνθετον ἐκ τῶν δύο θελημάτων λέγειν ὥσπερ ἐκ τῶν φύσεων σύνθετον τὴν ὑπόστασιν
並且不可能說有甚麼由那兩個意志所構成的單一複合之物,如同那自立體是由諸本性所構成的複合體一樣。
And it is impossible to speak of any one composite thing made out of the two wills, as the hypostasis is composite out of the natures.
1:1688
Πρῶτον μὲν ὅτι αἱ συνθέσεις τῶν ἐν ὑποστάσει ὄντων καὶ οὐ τῶν ἑτέρῳ λόγῳ καὶ οὐκ ἰδίῳ θεωρουμένων εἰσί·
第一,因為複合乃是存在於自立體中之事物的複合,而非那些按別的原理、而非按其自身原理被觀察之事物的複合;
First, because compositions are of things existing in a hypostasis and not of things contemplated in another principle and not in their own;
1:1689
δεύτερον δέ, ὅτι, εἰ τῶν θελημάτων καὶ ἐνεργειῶν σύνθεσιν λέξομεν, καὶ τῶν ἄλλων φυσικῶν ἰδιωμάτων σύνθεσιν εἰπεῖν ἀναγκασθησόμεθα, τοῦ ἀκτίστου καὶ κτιστοῦ, τοῦ ἀοράτου καὶ ὁρατοῦ καὶ τῶν τοιούτων
第二,因為我們若說那意志與運作有一複合,就必被迫也說那其餘本性特質有複合——就是非受造的與受造的、不可見的與可見的,以及這類的事。
second, because if we shall speak of a composition of the wills and energies, we shall be compelled to speak also of a composition of the other natural properties—of the uncreated and the created, of the invisible and the visible, and the like.
1:1690
Πῶς δὲ καὶ τὸ ἐκ τῶν θελημάτων σύνθετον θέλημα προσαγορευθήσεται (ἀδύνατον γὰρ τὸ σύνθετον τῇ τῶν συντεθέντων ὀνομάζεσθαι προσηγορίᾳ), ἐπεὶ καὶ τὸ ἐκ τῶν φύσεων σύνθετον φύσιν προσαγορεύσομεν καὶ οὐχ ὑπόστασιν; Ἔτι δὲ καὶ εἰ ἓν σύνθετον θέλημα ἐπὶ Χριστοῦ λέξομεν, θελήματι τοῦ πατρὸς αὐτὸν χωρίζομεν·
並且那由諸意志而成的複合意志要如何稱呼呢(因為複合之物不可能用那些被複合者的名稱來命名),既然我們連那由諸本性而成的複合體都要稱為「本性」而非「自立體」?再者,我們若說基督裡有一個複合的意志,就是按意志把祂與父分開了;
And how would that composite will out of the wills be named (for it is impossible for the composite to be named by the appellation of the things composed), since we shall name even that which is composite out of the natures 'nature' and not 'hypostasis'? Moreover, if we shall speak of one composite will in the case of Christ, we separate Him by will from the Father;
1:1691
οὐ γὰρ σύνθετον τὸ τοῦ πατρὸς θέλημα
因為父的意志並非複合的。
for the will of the Father is not composite.
1:1692
Λείπεται τοίνυν εἰπεῖν μόνην τὴν ὑπόστασιν τοῦ Χριστοῦ σύνθετον καὶ κοινὴν ὥσπερ τῶν φύσεων, οὕτω καὶ τῶν φυσικῶν αὐτοῦ
因此剩下可說的就是:惟獨基督的自立體是複合的,並且是共有的——既是諸本性的共有,照樣也是祂諸本性特質的共有。
It remains, then, to say that only the hypostasis of Christ is composite, and is common—both of the natures and likewise also of His natural properties.
1:1693
Γνώμην δὲ καὶ προαίρεσιν ἐπὶ τοῦ κυρίου λέγειν ἀδύνατον, εἴπερ κυριολεκτεῖν βουλόμεθα
但我們若真要嚴格地措辭,就不可能論到主而說「商議」與「抉擇」。
But it is impossible to speak of deliberation (gnome) and choice (proairesis) in the case of the Lord, if indeed we wish to speak properly.
1:1694
Ἡ γνώμη γὰρ μετὰ τὴν περὶ τοῦ ἀγνοουμένου ζήτησιν καὶ βούλευσιν ἤτοι βουλὴν καὶ κρίσιν πρὸς τὸ κριθέν ἐστι διάθεσις
因為「商議」乃是在對一件未知之事進行查究與審議,即計議與判斷之後,朝向那所決定之事的一種取向。
For deliberation is a disposition toward the thing decided, following upon inquiry and deliberation, that is, counsel and judgment, concerning the thing unknown.
1:1695
Μεθ' ἣν ἡ προαίρεσις ἐκλεγομένη καὶ αἱρουμένη πρὸ τοῦ ἑτέρου τὸ ἕτερον
在此之後便是「抉擇」,它揀選並偏好其一過於其二。
After which comes choice, selecting and preferring the one before the other.
1:1696
Ὁ δὲ κύριος οὐ φιλὸς ὢν ἄνθρωπος ἀλλὰ καὶ θεὸς καὶ πάντα εἰδὼς ἀνενδεὴς σκέψεως καὶ ζητήσεως καὶ βουλῆς ὑπῆρχε καὶ κρίσεως καὶ φυσικῶς τήν τε πρὸς τὸ καλὸν εἶχεν οἰκείωσιν καὶ τὴν πρὸς τὸ κακὸν ἀλλοτρίωσιν
但主既不是單純的人,乃也是神,且知道萬事,便無需查究、探問、計議與判斷,並且按本性祂對善有親近,對惡有疏離。
But the Lord, not being a mere man but also God and knowing all things, had no need of inquiry and investigation and counsel and judgment, and by nature He had the appropriation toward the good and the estrangement from the evil.
1:1697
Οὕτω γοῦν καὶ Ἡσαΐας φησίν, ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον ἢ προελέσθαι πονηρά, ἐκλέξεται τὸ ἀγαθόν·
以賽亞也正是如此說:「在這孩子曉得棄惡擇善之先」;
Thus indeed Isaiah also says, that 'before the child knows or chooses evil things, he shall choose the good;'
1:1698
διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν
因為「在這孩子曉得善惡之先,他便厭棄那惡,以致揀選那善」。
because 'before the child knows good or evil, he refuses the wickedness, so as to choose the good.'
1:1699
Τὸ γὰρ πρὶν δηλοῖ, ὅτι οὐ καθ' ἡμᾶς ζητήσας καὶ βουλευσάμενος ἀλλὰ θεὸς ὢν καὶ θεϊκῶς καὶ τὸ κατὰ σάρκα ὑποστάς, τουτέστι καθ' ὑπόστασιν ἡνωμένος τῇ σαρκί, αὐτῷ τῷ εἶναι καὶ τὸ πάντα εἰδέναι τὸ ἐκ φύσεως εἶχεν ἀγαθόν·
因為「先」這字表明:祂並非像我們那樣藉著查究與審議,乃是身為神、以屬神的方式,又按肉身得以存立——即按自立體與肉身聯合——憑著祂存在的本身,並憑著知道萬事,便擁有那出於本性的善;
For the word 'before' makes clear that He, not as we do by inquiring and deliberating, but being God and in a divine manner having also subsisted according to the flesh—that is, being united according to hypostasis to the flesh—by His very being and by knowing all things, possessed the good that is from nature;
1:1700
φυσικαὶ γάρ εἰσιν αἱ ἀρεταὶ καὶ φυσικῶς καὶ ἐπίσης πᾶσιν ἐνυπάρχουσιν, εἰ καὶ μὴ πάντες ἐπίσης ἐνεργοῦμεν τὰ τῆς φύσεως
因為眾美德是屬本性的,本性地、同等地存在於眾人裡面,縱使我們並非都同等地施行那本性之事。
for the virtues are natural and are present naturally and equally in all, even if we do not all equally work the things of nature.
1:1701
Ἐκ τοῦ κατὰ φύσιν γὰρ εἰς τὸ παρὰ φύσιν διὰ τῆς παραβάσεως ἠλάσα μεν
因為我們藉著那違犯,從合乎本性的境地被趕入違反本性的境地;
For through the transgression we were driven from the natural state into the unnatural;
1:1702
Ὁ δὲ κύριος ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν ἡμᾶς ἐπανήγαγε·
但主把我們從違反本性的境地領回合乎本性的境地;
but the Lord brought us back from the unnatural into the natural;
1:1703
κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν
就是照著祂的形像,照著祂的樣式。
according to the image and according to the likeness.
1:1704
Καὶ ἡ ἄσκησις δὲ καὶ οἱ ταύτης πόνοι οὐ πρὸς τὸ ἐπικτήσασθαι τὴν ἀρετὴν ἔξωθεν ἐπείσακτον οὖσαν ἐπενοήθησαν, ἀλλὰ πρὸς τὸ τὴν ἐπείσακτον καὶ παρὰ φύσιν κακίαν ἀποβαλέσθαι, ὥσπερ καὶ τὸν τοῦ σιδήρου ἰὸν οὐ φυσικὸν ὄντα, ἀλλ' ἐξ ἀμελείας ἐπιγενόμενον διὰ μόχθου ἀποβάλλοντες τὴν φυσικὴν τοῦ σιδήρου λαμπρότητα ἐμφανίζομεν
至於苦修及其勞苦,並非為要取得那彷彿從外帶入的美德而被設立,乃是為要除掉那附加且違反本性的惡——正如我們藉著勞苦除去那本非本性、乃由疏忽而生的鐵鏽,便使那鐵本性的光亮顯現出來。
And asceticism and its toils were devised not for the acquiring of virtue as though it were brought in from outside, but for the casting off of the adventitious and unnatural vice—just as, casting off the rust of iron, which is not natural but came to be from neglect, by labor we make manifest the natural brightness of the iron.
1:1705
Ἰστέον δέ, ὡς τὸ τῆς γνώμης ὄνομα πολύτροπον καὶ πολυσήμαντόν ἐστι
但當知道,「商議/意見」(gnome)這名是多有轉折、多有意義的。
But it is to be known that the name 'deliberation' (gnome) is of many turns and many meanings.
1:1706
Ποτὲ μὲν γὰρ δηλοῖ τὴν παραίνεσιν, ὥς φησιν ὁ θεῖος ἀπόστολος·
因為它有時表明勸勉,正如那聖使徒所說:
For sometimes it signifies exhortation, as the divine Apostle says:
1:1707
Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι· ποτὲ δὲ βουλήν, ὡς ὅταν φησὶν ὁ προφήτης Δαυίδ·
「論到童身的人,我沒有主的命令,但我把我的意見告訴你們」;它有時意指計謀,正如先知大衛所說:
'Now concerning virgins I have no commandment of the Lord, but I give my opinion (gnome);' and sometimes it means counsel, as when the prophet David says:
1:1708
Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, ποτὲ δὲ ψῆφον, ὡς ὁ Δανιήλ·
「他們同謀奸詐要害你的百姓」;它有時意指諭令,正如但以理所說:
'Against Thy people they craftily devised a plot (gnome);' and sometimes a decree, as Daniel says:
1:1709
Περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς αὕτη;, ποτὲ δὲ ἐπὶ πίστεως ἢ δόξης ἢ φρονήματος, καὶ ἁπλῶς εἰπεῖν, κατὰ εἴκοσιν ὀκτὼ σημαινόμενα λαμβάνεται τὸ τῆς γνώμης ὄνομα
「這如此無恥的命令是因何而出的?」它有時又指信仰、或見解、或心志;簡言之,「gnome」這名是按二十八種意義來使用的。
'Concerning what did this shameless decree (gnome) go forth?' and sometimes it is taken of faith or opinion or conviction; and, to put it simply, the name 'gnome' is taken according to twenty-eight meanings.
1:1710
Περὶ ἐνεργειῶν τῶν ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ Δύο δὲ καὶ τὰς ἐνεργείας φαμὲν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
論我們的主耶穌基督裡的運作。我們說,在我們的主耶穌基督裡也有兩個運作;
Concerning the energies in our Lord Jesus Christ. We say that there are also two energies in our Lord Jesus Christ;
1:1711
εἶχε γὰρ ὡς μὲν θεὸς καὶ τῷ πατρὶ ὁμοούσιος τὴν θείαν ἐνέργειαν καὶ ὡς ἄνθρωπος γενόμενος καὶ ἡμῖν ὁμοούσιος τῆς ἀνθρωπίνης φύσεως τὴν ἐνέργειαν
因為作為神並與父同質,祂有那屬神的運作;作為已成為人並與我們同質,祂有那人性的運作。
for as God and consubstantial with the Father He had the divine energy, and as having become man and consubstantial with us He had the energy of the human nature.
1:1712
Ἰστέον δέ, ὡς ἄλλο ἐστὶν ἐνέργεια καὶ ἄλλο ἐνεργητικὸν καὶ ἄλλο ἐνέργημα καὶ ἄλλο ἐνεργῶν
但當知道,「運作」是一回事,「能運作者」是另一回事,「運作之效果」又是另一回事,而「施行者」又是另一回事。
But it is to be known that 'energy' is one thing, the 'energetic faculty' another, the 'effect' another, and the 'agent' another.
1:1713
Ἐνέργεια μὲν οὖν ἐστιν ἡ δραστικὴ καὶ οὐσιώδης τῆς φύσεως κίνησις·
如此,「運作」乃是本性那主動而屬本質的活動;
Energy, then, is the active and essential motion of the nature;
1:1714
ἐνεργητικὸν δὲ ἡ φύσις, ἐξ ἧς ἡ ἐνέργεια πρόεισιν·
「能運作者」乃是那本性,運作是從它而出的;
the energetic faculty is the nature, from which the energy proceeds;
1:1715
ἐνέργημα δὲ τὸ τῆς ἐνεργείας ἀποτέλεσμα·
「效果」乃是運作的結果;
the effect is the result of the energy;
1:1716
ἐνεργῶν δὲ ὁ κεχρημένος τῇ ἐνεργείᾳ ἤτοι ἡ ὑπόστασις
而「施行者」乃是那運用運作者,即那自立體。
and the agent is the one using the energy, that is, the hypostasis.
1:1717
Λέγεται δὲ καὶ ἡ ἐνέργεια ἐνέργημα, καὶ τὸ ἐνέργημα ἐνέργεια, ὡς καὶ τὸ κτίσμα κτίσις
但「運作」也被稱為「效果」,「效果」也被稱為「運作」,正如受造之物也被稱為「創造」一樣;
But the energy is also called 'effect,' and the effect 'energy,' just as the created thing is also called 'creation;'
1:1718
πᾶσα ἡ κτίσις, τὰ κτίσματα δηλοῦντες
如說「一切受造之物(創造)」時,我們所指的乃是那些被造之物。
as 'all creation,' when we mean the created things.
1:1719
Ἰστέον, ὡς ἡ ἐνέργεια κίνησίς ἐστι καὶ ἐνεργεῖται μᾶλλον ἢ ἐνεργεῖ, καθώς φησιν ὁ θεηγόρος Γρηγόριος ἐν τῷ περὶ τοῦ ἁγίου πνεύματος λόγῳ·
當知道,運作乃是一種活動,與其說它是施動,不如說它是被動,正如那神言滔滔的貴格利在論聖靈的講論中所說:
It is to be known that the energy is a motion, and is acted upon rather than acts, as the divinely-eloquent Gregory says in his discourse concerning the Holy Spirit:
1:1720
Εἰ δὲ ἐνέργειά ἐστιν, ἐνεργηθήσεται δηλονότι καὶ οὐκ ἐνεργήσει καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται
「它若是一種運作,顯然它就是被動的,而非施動的,並且它一被動就要止息。」
'If it is an energy, it will plainly be acted upon and will not act, and it will cease as soon as it has been acted upon.'
1:1721
Δεῖ δὲ γινώσκειν, ὅτι αὐτὴ ἡ ζωὴ ἐνέργειά ἐστι καὶ ἡ τροπὴ τοῦ ζῴου ἐνέργεια, καὶ πᾶσα ἡ τοῦ ζῴου οἰκονομία ἥ τε θρεπτικὴ καὶ αὐξητικὴ ἤγουν φυτικὴ καὶ ἡ καθ' ὁρμὴν κίνησις ἤγουν αἰσθητικὴ καὶ ἡ νοερὰ καὶ αὐτεξούσιος κίνησις
但必須明白,生命本身就是一種運作,活物的活動也是運作,並且活物的整個生命機能——就是那滋養與生長的,即植物的;那照衝動而有的活動,即感覺的;以及那理智而自主的活動——都是運作。
But it must be understood that life itself is an energy, and the movement of a living being is an energy, and the whole economy of the living being—both the nutritive and augmentative, that is, the vegetative, and the motion according to impulse, that is, the sensitive, and the intellectual and self-determining motion.
1:1722
Δυνάμεως δὲ ἀποτέλεσμα ἡ ἐνέργεια
並且運作乃是某種能力的效果。
And the energy is the effect of a power.
1:1723
Εἰ οὖν ταῦτα πάντα θεωροῦμεν ἐν τῷ Χριστῷ, ἄρα καὶ ἀνθρωπίνην ἐνέργειαν ἐπ' αὐτοῦ φήσομεν
如此,我們若在基督裡觀察到這一切,就也必肯定祂裡面有一個人性的運作。
If, then, we contemplate all these in Christ, then we shall also affirm a human energy in Him.
1:1724
Ἐνέργεια λέγεται τὸ πρῶτον ἐν ἡμῖν συνιστάμενον νόημα·
「運作」這名也用於那在我們裡面首先生成的思想;
Energy is the term given to the first thought that arises in us;
1:1725
καὶ ἔστιν ἁπλῆ καὶ ἄσχετος ἐνέργεια τοῦ νοῦ καθ' αὑτὸν ἀφανῶς τὰ ἴδια νοήματα προβαλλομένου, ὧν χωρὶς οὐδὲ νοῦς ἂν κληθείη δικαίως
並且有一種單純而無所關涉的心思之運作,它自己暗中發出自己的思想,若沒有這運作,它便連被稱為心思都不配。
and there is a simple and relationless energy of the mind, putting forth its own thoughts by itself imperceptibly, apart from which it could not justly even be called mind.
1:1726
Λέγεται δὲ πάλιν ἐνέργεια καὶ ἡ διὰ τῆς προφορᾶς τοῦ λόγου φανέρωσις καὶ ἐξάπλωσις τῶν νενοημένων
「運作」這名又用於那藉言語的發聲、對所思想之事的彰顯與展開。
And again, energy is the term given also to the manifestation and unfolding of what has been thought, through the utterance of speech.
1:1727
Αὕτη δὲ οὐκέτι ἄσχετός ἐστι καὶ ἁπλῆ, ἀλλ' ἐν σχέσει θεωρουμένη ἐκ νοήματος καὶ λόγου συντεθειμένη
但這已不再是無所關涉與單純的,乃是在關涉中被觀察、由思想與言語所構成的。
But this is no longer relationless and simple, but, being contemplated in relation, is composed of thought and word.
1:1728
Καὶ αὐτὴ δὲ ἡ σχέσις, ἣν ἔχει ὁ ποιῶν πρὸς τὸ γινόμενον, ἐνέργειά ἐστι·
並且那製作者對其所製作之物所有的關係本身,也是一種運作;
And the very relation which the maker has toward the thing made is an energy;
1:1729
καὶ αὐτὸ τὸ ἀποτελούμενον ἐνέργεια λέγεται
而那被完成之物本身也被稱為運作。
and the very thing brought to completion is called an energy.
1:1730
Καὶ τὸ μέν ἐστι ψυχῆς μόνης, τὸ δὲ ψυχῆς σώματι κεχρημένης, τὸ δὲ σώματος νοερῶς ἐψυχωμένου, τὸ δὲ ἀποτέλεσμα·
其中有的單屬乎魂,有的屬乎運用身體的魂,有的屬乎那有理智地被賦魂的身體,又有的乃是那效果;
And the one is of the soul alone, another of the soul using the body, another of the body intellectually ensouled, and another the effect;
1:1731
ὁ νοῦς γὰρ προθεωρήσας τὸ ἐσόμενον οὕτω διὰ τοῦ σώματος ἐργάζεται
因為心思先預想那將要成的,便這樣藉著身體去施行。
for the mind, having first contemplated what is to be, thus works through the body.
1:1732
Τῆς ψυχῆς τοίνυν ἐστὶν ἡ ἡγεμονία·
如此,那主導之權乃屬乎魂;
The leadership, then, belongs to the soul;
1:1733
κέχρηται γὰρ ὡς ὀργάνῳ τῷ σώματι, ἄγουσα τοῦτο καὶ ἰθύνουσα
因為它把身體當作器具來運用,引領並指揮它。
for it uses the body as an instrument, leading and directing it.
1:1734
Ἑτέρα δέ ἐστιν ἡ τοῦ σώματος ἐνέργεια ἀγομένου ὑπὸ τῆς ψυχῆς καὶ κινουμένου
但那受魂引領、被魂推動之身體的運作,乃是另一回事。
But the energy of the body, led and moved by the soul, is another thing.
1:1735
Τὸ δὲ ἀποτέλεσμα τοῦ μὲν σώματος ἡ ἁφὴ καὶ ἡ κράτησις καὶ ἡ τοῦ ποιουμένου οἱονεὶ περιένεξις, τῆς δὲ ψυχῆς ἡ τοῦ γινομένου οἱονεὶ μόρφωσις καὶ σχηματισμός
並且身體的效果乃是那觸摸、握持,以及彷彿對那被製作之物的包圍;而魂的效果則彷彿是對那將成之物的塑造與賦形。
And the effect of the body is the touching and the grasping and, as it were, the encompassing of what is being made; while the effect of the soul is, as it were, the shaping and configuring of what is coming to be.
1:1736
Οὕτω καὶ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ μὲν τῶν θαυμάτων δύναμις τῆς θεότητος αὐτοῦ ὑπῆρχεν ἐνέργεια, ἡ δὲ χειρουργία καὶ τὸ θελῆσαι καὶ τὸ εἰπεῖν θέλω, καθαρίσθητι τῆς ἀνθρωπότητος αὐτοῦ ὑπῆρχεν ἐνέργεια
論我們的主耶穌基督也是這樣:那行神蹟的能力是祂神性的運作,而那親手的施作、那意願以及說「我肯,你潔淨了罷」,乃是祂人性的運作。
Thus also concerning our Lord Jesus Christ: the power of the miracles was the energy of His Godhead, while the handiwork and the willing and the saying, 'I will, be thou cleansed,' was the energy of His humanity.
1:1737
Ἀποτέλεσμα δὲ τῆς μὲν ἀνθρωπίνης ἡ τῶν ἄρτων κλάσις, τὸ ἀκοῦσαι τὸν λεπρὸν τὸ θέλω, τῆς δὲ θείας ὁ τῶν ἄρτων πληθυσμὸς καὶ ἡ τοῦ λεπροῦ κάθαρσις·
並且那人性的效果是擘餅,以及那長大痲瘋的人聽見「我肯」;而那神性的效果則是餅的增多與長大痲瘋之人的得潔淨;
And the effect of the human was the breaking of the loaves and the leper's hearing the 'I will,' while the effect of the divine was the multiplication of the loaves and the cleansing of the leper;
1:1738
δι' ἀμφοτέρων γάρ, διά τε τῆς ψυχικῆς ἐνεργείας καὶ τοῦ σώματος, μίαν καὶ τὴν αὐτὴν συγγενῆ καὶ ἴσην ἐνεδείκνυτο αὐτοῦ τὴν θείαν ἐνέργειαν
因為祂藉著這兩者——藉著魂的運作與身體的運作——顯出那同一個、同類而相等之祂神性的運作。
for through both—through the energy of the soul and that of the body—He showed forth one and the same divine energy, kindred and equal.
1:1739
Ὥσπερ γὰρ τὰς φύσεις ἡνωμένας γινώσκομεν καὶ τὴν ἐν ἀλλήλαις ἐχούσας περιχώρησιν καὶ τὴν τούτων διαφορὰν οὐκ ἀρνούμεθα, ἀλλὰ καὶ
因為正如我們知道那兩性是聯合的、彼此互相滲透的,卻不否認它們的差異,反倒
For just as we know the natures to be united and to have mutual interpenetration with one another, and do not deny their difference, but indeed
1:1740
ἀριθμοῦμεν καὶ ἀδιαιρέτους αὐτὰς γινώσκομεν, οὕτω καὶ τῶν θελημάτων καὶ τῶν ἐνεργειῶν καὶ τὸ συναφὲς γινώσκομεν καὶ τὸ διάφορον ἐπιγινώσκομεν καὶ ἀριθμοῦμεν καὶ διαίρεσιν οὐκ εἰσάγομεν
甚至予以計數,且知道它們是不可分的;照樣,論到那意志與運作,我們既知道它們的相連,又認識它們的差異,並予以計數,卻不引入分割。
even number them and know them to be inseparable, so also with the wills and the energies we both know their conjunction and recognize their difference, and number them, and do not introduce division.
1:1741
Ὃν τρόπον γὰρ ἡ σὰρξ καὶ τεθέωται καὶ μεταβολὴν τῆς οἰκείας οὐ πέπονθε φύσεως, τὸν αὐτὸν τρόπον καὶ τὸ θέλημα καὶ ἡ ἐνέργεια καὶ τεθέωνται καὶ τῶν οἰκείων οὐκ ἐξίστανται ὅρων·
因為正如那肉身既被神化、又未受其本性的任何改變,照樣,那意志與運作也是既被神化、又未脫離其自身的界限;
For in the same manner that the flesh both was deified and suffered no change of its own nature, in the same manner also both the will and the energy were both deified and did not depart from their own bounds;
1:1742
εἷς γάρ ἐστιν ὁ τοῦτο κἀκεῖνο ὢν καὶ οὕτως κἀκείνως ἤτοι θεϊκῶς τε καὶ ἀνθρωπίνως θέλων καὶ ἐνεργῶν
因為那既是此又是彼、既以此方式又以彼方式、即既以屬神又以屬人方式意願並運作的,乃是同一位。
for one and the same is He who is both this and that, and who wills and acts both in this manner and in that, that is, both divinely and humanly.
1:1743
Δύο τοίνυν τὰς ἐνεργείας ἐπὶ Χριστοῦ λέγειν ἀναγκαῖον διὰ τὸ διττὸν τῆς φύσεως·
因此,必須因那本性的雙重性而說基督裡有兩個運作;
It is therefore necessary to speak of two energies in Christ because of the twofold character of the nature;
1:1744
ὧν γὰρ ἡ φύσις παρηλλαγμένη, τούτων διάφορος ἡ ἐνέργεια, καὶ ὧν ἡ ἐνέργεια παρηλλαγμένη, τούτων ἡ φύσις διάφορος
因為凡本性相異的,其運作就有差異;凡運作相異的,其本性就有差異。
for of those whose nature is diverse, the energy is different, and of those whose energy is diverse, the nature is different.
1:1745
Ὧν ἡ φύσις ἡ αὐτή, τούτων καὶ ἡ ἐνέργεια ἡ αὐτή, καὶ ὧν ἡ ἐνέργεια μία, τούτων καὶ ἡ οὐσία μία, κατὰ τοὺς θεηγόρους πατέρας
凡本性相同的,其運作也相同;凡運作為一的,其本質也為一,這是照那神言滔滔的眾教父所說的。
Of those whose nature is the same, the energy also is the same; and of those whose energy is one, the essence also is one, according to the divinely-eloquent fathers.
1:1746
Ἀνάγκη τοίνυν δυοῖν θάτερον ἢ μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ λέγοντας μίαν λέγειν καὶ τὴν οὐσίαν ἤ, εἴπερ τῆς ἀληθείας ἐχόμεθα καὶ δύο τὰς οὐσίας εὐαγγελικῶς τε καὶ πατρικῶς ὁμολογοῦμεν, δύο καὶ τὰς ἐνεργείας καταλλήλως αὐτοῖς ἑπομένους συνομολογεῖν·
因此,二者必居其一:或是在說基督裡有一個運作時,也要說有一個本質;或是,我們若確實持守真理,並按福音、按眾教父承認有兩個本質,就要相應地隨之一同承認也有兩個運作;
It is therefore necessary, of two things, one: either, saying one energy in the case of Christ, to say also one essence; or, if indeed we hold to the truth and confess two essences both according to the Gospel and according to the fathers, to confess together also two energies correspondingly following upon them;
1:1747
ὁμοούσιος γὰρ ὢν τῷ θεῷ καὶ πατρὶ κατὰ τὴν θεότητα ἴσος ἔσται καὶ κατὰ τὴν ἐνέργειαν
因為祂既按神性與父神同質,就也必按運作與祂相等。
for being consubstantial with God the Father according to the Godhead, He will be equal also according to the energy.
1:1748
Ὁμοούσιος δὲ ὢν ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα ἴσος ἔσται καὶ κατὰ τὴν ἐνέργειαν
祂既按人性與我們同質,同一位就也必按運作與我們相等。
And being consubstantial with us, the same one according to the humanity, He will be equal also according to the energy.
1:1749
Φησὶ γοῦν ὁ μακάριος Γρηγόριος, ὁ Νυσαέων ἐπίσκοπος·
無論如何,那有福的尼撒主教貴格利說:
At any rate the blessed Gregory, the bishop of Nyssa, says:
1:1750
Ὧν δὲ ἡ ἐνέργεια μία, τούτων πάντως καὶ ἡ δύναμις ἡ αὐτή·
凡運作為一的,其能力也必定相同;
Of those whose energy is one, of these assuredly also the power is the same;
1:1751
πᾶσα γὰρ ἐνέργεια δυνάμεώς ἐστιν ἀποτέλεσμα
因為每一個運作都是某種能力的效果。
for every energy is the effect of a power.
1:1752
Ἀδύνατον δὲ ἀκτίστου καὶ κτιστῆς φύσεως μίαν φύσιν ἢ δύναμιν ἢ ἐνέργειαν εἶναι
並且,非受造之本性與受造之本性,不可能有一個本性、或能力、或運作。
And it is impossible that there should be one nature or power or energy of an uncreated and a created nature.
1:1753
Εἰ δὲ μίαν Χριστοῦ τὴν ἐνέργειαν εἴποιμεν, τῇ τοῦ λόγου θεότητι προσάψομεν τῆς νοερᾶς ψυχῆς τὰ πάθη, φόβον φημὶ καὶ λύπην καὶ ἀγωνίαν
但我們若說基督的運作是一個,就要把那理性之魂的感受——我是說懼怕、憂愁與痛苦——歸給道的神性。
But if we should say that the energy of Christ is one, we shall attach to the Godhead of the Word the affections of the rational soul—I mean fear and grief and anguish.
1:1754
Εἰ δὲ λέγοιεν, ὡς περὶ τῆς ἁγίας τριάδος διαλεγόμενοι οἱ πατέρες οἱ ἅγιοι ἔφασαν·
但他們若說,那些聖教父在論到聖三位一體時曾說:
But if they should say that the holy fathers, when discoursing concerning the Holy Trinity, said:
1:1755
Ὧν ἡ οὐσία μία, τούτων καὶ ἡ ἐνέργεια, καὶ ὧν διάφορος ἡ οὐσία, τούτων διάφορος καὶ ἡ ἐνέργεια, καὶ ὡς οὐ χρὴ τὰ τῆς θεολογίας ἐπὶ τὴν οἰκονομίαν μετάγειν, ἐροῦμεν·
「凡本質為一的,其運作也為一;凡本質有差異的,其運作也有差異」,又說不可把那論神性之事挪用到救恩安排之事上,我們便要回答:
'Of those whose essence is one, of these the energy is also one, and of those whose essence differs, of these the energy also differs,' and that one ought not to transfer the things of theology to the economy, we shall reply:
1:1756
Εἰ ἐπὶ τῆς θεολογίας μόνον εἴρηται τοῖς πατράσι, καὶ οὐκ ἔτι μετὰ τὴν σάρκωσιν τῆς αὐτῆς ἐνεργείας ὁ υἱὸς τῷ πατρὶ οὐδὲ τῆς αὐτῆς ἔσται οὐσίας
若這話是眾教父單就論神性而說的,那麼在道成肉身之後,子就不再與父有同一的運作,也不再有同一的本質了。
If this was said by the fathers only concerning theology, then after the incarnation the Son will no longer be of the same energy as the Father, nor of the same essence.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。