📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 正統信仰闡釋

正統信仰闡釋 第 1 章 第 3/15 段

希臘文原文.217 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:307–1:523(全章共 2906 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:307
Οἰκειότερον οὖν μᾶλλον ὀνομασθήσεται ἥλιος καὶ φῶς ἤπερ σκότος, καὶ ἡμέρα ἤπερ νύξ, καὶ ζωὴ ἤπερ θάνατος, καὶ πῦρ καὶ πνεῦμα καὶ ὕδωρ ὡς ζωτικὰ ἤπερ γῆ, καὶ πρὸ πάντων καὶ πλέον ἀγαθότης ἤπερ κακία, – ταὐτὸν δὲ εἰπεῖν–ὢν ἤπερ μὴ ὤν·
因此,稱祂為太陽與光比稱為黑暗更合宜,為晝勝於夜,為生命勝於死亡,為火、為靈、為水(因其賜生命)勝於地;尤其在萬有之上,稱祂為善勝於惡——這也就等於說,稱祂為「存在者」勝於「非存在者」。
More fittingly, then, will He be named sun and light rather than darkness, day rather than night, life rather than death, fire and spirit and water as life-giving rather than earth; and above all and most of all, goodness rather than evil—which is the same as to say, being rather than non-being.
1:308
τὸ γὰρ ἀγαθὸν ὕπαρξις καὶ ὑπάρξεως αἴτιον, τὸ δὲ κακὸν ἀγαθοῦ ἤτοι ὑπάρξεως στέρησις
因為善就是存在,也是存在的根源;惡卻是善的缺乏,也就是存在的缺乏。
For the good is existence and the cause of existence, but evil is the privation of the good, that is, of existence.
1:309
Καὶ αὗται μὲν αἱ ἀποφάσεις·
以上這些就是那些否定的稱呼。
These, then, are the negations.
1:310
γλυκυτάτη δὲ καὶ ἡ ἐξ ἀμφοῖν συνάφεια οἷον ἡ ὑπερούσιος οὐσία, ἡ ὑπέρθεος θεότης, ἡ ὑπεράρχιος ἀρχὴ καὶ τὰ τοιαῦτα
然而最甘美的,乃是將兩者結合,如「超本質的本質」、「超神性的神性」、「超本源的本源」等等。
But sweetest of all is the joining of the two together, such as the super-essential essence, the super-divine Godhead, the super-original origin, and the like.
1:311
Εἰσὶ δὲ καί τινα καταφατικῶς ἐπὶ θεοῦ λεγόμενα δύναμιν ὑπεροχικῆς ἀποφάσεως ἔχοντα οἷον σκότος·
也有些事物是以肯定的方式論及神,卻具有超越性否定的意義,如「黑暗」;
There are also certain things spoken affirmatively of God which have the force of a transcendent negation, such as darkness;
1:312
οὐχ ὅτι ὁ θεὸς σκότος ἐστίν, ἀλλ' ὅτι οὐκ ἔστι φῶς ἀλλ' ὑπὲρ τὸ φῶς
這並不是說神是黑暗,乃是說祂不是光,而是在光之上。
not that God is darkness, but that He is not light, but above light.
1:313
Λέγεται μὲν οὖν ὁ θεὸς νοῦς καὶ λόγος καὶ πνεῦμα σοφία τε καὶ δύναμις ὡς τούτων αἴτιος καὶ ὡς ἄυλος καὶ ὡς παντουργὸς καὶ παντοδύναμος
因此神被稱為心智、道、靈、智慧與能力,乃因祂是這些的根源,又因祂是無形的、是萬物的創造者、是全能的。
God is therefore called mind and reason and spirit, wisdom and power, as being the cause of these, and as immaterial, and as maker of all things and almighty.
1:314
Καὶ ταῦτα κοινῶς ἐπὶ πάσης λέγεται τῆς θεότητος τά τε ἀποφατικῶς καὶ καταφατικῶς λεγόμενα
這些稱呼,無論是否定的還是肯定的,都是對整個神性共同而言的。
And these things, both those spoken negatively and those spoken affirmatively, are said in common of the whole Godhead.
1:315
Καὶ ἐφ' ἑκάστης τῶν τῆς ἁγίας τριάδος ὑποστάσεων ὁμοίως καὶ ὡσαύτως καὶ ἀπαραλείπτως·
它們也照樣、同等且毫無例外地論及聖三一的每一個位格;
And they are said of each of the hypostases of the Holy Trinity in like manner and equally and without exception;
1:316
ὅταν γὰρ ἐννοήσω μίαν τῶν ὑποστάσεων, τέλειον θεὸν αὐτὴν οἶδα, τελείαν οὐσίαν
因為當我思想其中一個位格時,我知道祂是完全的神,是完全的本質。
for when I consider one of the hypostases, I know it to be perfect God, perfect being.
1:317
Ὅταν δὲ συνάψω καὶ συναριθμήσω τὰ τρία, ἕνα θεὸν οἶδα τέλειον·
而當我把三者聯合並計算在一起時,我知道是一位完全的神;
And when I join and number the three together, I know one perfect God;
1:318
οὐ σύνθετόν ἐστιν ἡ θεότης, ἀλλ' ἐν τρισὶ τελείοις ἓν τέλειον ἀμερὲς καὶ ἀσύνθετον
因為神性不是複合的,乃是在三個完全者中有一位完全者,是不可分割、不可複合的。
for the Godhead is not composite, but in three perfect ones is one perfect, indivisible and uncompounded.
1:319
Ὅταν δὲ τὴν πρὸς ἄλληλα σχέσιν τῶν ὑποστάσεων ἐννοήσω, οἶδα, ὅτι ἐστὶν ὁ πατὴρ ὑπερούσιος ἥλιος, πηγὴ ἀγαθότητος, ἄβυσσος οὐσίας, λόγου, σοφίας, δυνάμεως, φωτός, θεότητος, πηγὴ γεννητικὴ καὶ προβλητικὴ τοῦ ἐν αὐτῇ κρυφίου ἀγαθοῦ
當我思想諸位格彼此之間的關係時,我知道父是超本質的太陽,是善的泉源,是本質、道、智慧、能力、光與神性的深淵,是那生育者與發出者的泉源,發出那隱藏於祂裏面的善。
And when I consider the relation of the hypostases to one another, I know that the Father is the super-essential sun, the fountain of goodness, the abyss of being, of reason, of wisdom, of power, of light, of Godhead—the generating and emitting fountain of the good hidden within Him.
1:320
Αὐτὸς μὲν οὖν ἐστι νοῦς, λόγου ἄβυσσος, λόγου γεννήτωρ καὶ διὰ λόγου προβολεὺς ἐκφαντορικοῦ πνεύματος, καὶ ἵνα μὴ πολλὰ λέγω·
因此,祂是心智,是道的深淵,是道(聖言)的生者,又藉著道發出那啟示的靈;簡而言之——
He, then, is mind, the abyss of reason, the begetter of the Word, and through the Word the emitter of the revealing Spirit; and—not to say much—
1:321
οὐκ ἔστι τῷ πατρὶ λόγος, σοφία, δύναμις, θέλησις, εἰ μὴ ὁ υἱός, ὅς ἐστιν ἡ μόνη δύναμις τοῦ πατρὸς ἡ προκαταρκτικὴ τῆς τῶν πάντων ποιήσεως
父除了子之外,沒有別的道、智慧、能力或意志;子乃是父唯一的能力,是創造萬有先在的本源。
the Father has no Word, wisdom, power, or will except the Son, who is the sole power of the Father, the prior originating cause of the making of all things.
1:322
Οὗτος ὡς τελεία ὑπόστασις γεννωμένη, ὡς οἶδεν αὐτός, υἱός ἐστι τε καὶ λέγεται
祂作為一個完全的位格而被生,是按祂自己所知的方式,祂是子,也被稱為子。
He, as a perfect hypostasis begotten, in a manner He Himself knows, is and is called Son.
1:323
Τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐκφαντορικὴ τοῦ κρυφίου τῆς θεότητος δύναμις τοῦ πατρός, ἐκ πατρὸς μὲν δι' υἱοῦ ἐκπορευομένη, ὡς οἶδεν, οὐ γεννητῶς·
聖靈是父隱藏之神性的啟示之能,本於父藉著子發出,是按祂所知的方式,並非藉著生育;
And the Holy Spirit is the revealing power of the Father's hidden Godhead, proceeding from the Father through the Son, in a manner He knows, not by way of begetting;
1:324
διὸ καὶ πνεῦμα ἅγιον τὸ τελεσιουργὸν τῆς τῶν ἁπάντων ποιήσεως
因此聖靈也是萬有受造工作的成全者。
wherefore also the Holy Spirit is the perfecter of the making of all things.
1:325
Ὅσα οὖν ἁρμόζει αἰτίῳ πατρί, πηγῇ, γεννήτορι, τῷ πατρὶ μόνῳ προσαρμοστέον·
因此,凡適合於父——作為根源、泉源、生者——的,只可歸於父;
Whatever, then, befits the Father as cause, fountain, begetter, is to be attributed to the Father alone;
1:326
ὅσα δὲ αἰτιατῷ, γεννητῷ υἱῷ, λόγῳ, δυνάμει προκαταρκτικῇ, θελήσει, σοφίᾳ, τῷ υἱῷ·
凡適合於受生者——被生的子、道、先在的本源之能、意志、智慧——的,歸於子;
whatever befits the caused, the begotten Son, the Word, the prior originating power, the will, the wisdom, to the Son;
1:327
ὅσα δὲ αἰτιατῷ, ἐκπορευτῷ, ἐκφαντορικῷ, τελεσιουργικῇ δυνάμει, τῷ ἁγίῳ πνεύματι
凡適合於受發者——那發出者、啟示者、成全之能——的,歸於聖靈。
and whatever befits the caused, the one who proceeds, the revealing, the perfecting power, to the Holy Spirit.
1:328
Ὁ πατὴρ πηγὴ καὶ αἰτία υἱοῦ καὶ πνεύματος, πατὴρ δὲ μόνου υἱοῦ καὶ προβολεὺς πνεύματος·
父是子與靈的泉源和根源——惟獨是子的父,又是靈的發出者。
The Father is fountain and cause of the Son and the Spirit—Father of the Son alone, and emitter of the Spirit.
1:329
ὁ υἱὸς υἱός, λόγος, σοφία καὶ δύναμις, εἰκών, ἀπαύγασμα, χαρακτὴρ τοῦ πατρὸς καὶ ἐκ τοῦ πατρός, οὐχ υἱὸς δὲ τοῦ πνεύματος
子是子、是道、是智慧與能力、是父的形像、光輝與印記,是本於父的;但祂不是靈的子。
The Son is Son, Word, wisdom and power, image, radiance, and impress of the Father, and from the Father; but He is not Son of the Spirit.
1:330
Τὸ πνεῦμα τὸ ἅγιον πνεῦμα τοῦ πατρὸς ὡς ἐκ πατρὸς ἐκπορευόμενον (οὐδεμία γὰρ ὁρμὴ ἄνευ πνεύματος) καὶ υἱοῦ δὲ πνεῦμα οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ' ὡς δι' αὐτοῦ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον·
聖靈是父的靈,因祂本於父而發出(因為沒有靈就沒有任何運行);祂也是子的靈,不是本於子,乃是藉著子本於父而發出。
The Holy Spirit is the Spirit of the Father, as proceeding from the Father (for there is no impulse without the Spirit); and He is the Spirit of the Son too, not as from Him, but as proceeding from the Father through Him.
1:331
Περὶ τόπου θεοῦ καὶ ὅτι μόνον τὸ θεῖον ἀπερίγραπτον Τόπος ἐστὶ σωματικὸς πέρας τοῦ περιέχοντος, καθ' ὃ περιέχεται τὸ περιεχόμενον, οἷον ὁ ἀὴρ περιέχει τόδε τὸ σῶμα
論神的所在,並惟有神是無可限量的。形體的所在,乃是容納者的界限,藉此被容納者得以被容納——例如空氣容納這個物體。
On the place of God, and that the Divine alone is uncircumscribed. A bodily place is the limit of that which contains, by which the contained is contained—as the air contains this body.
1:332
Οὐχ ὅλος ὁ περιέχων ἀὴρ τόπος ἐστὶ τοῦ περιεχομένου σώματος, ἀλλὰ τὸ τέλος τοῦ περιέχοντος ἀέρος τὸ ἐφαπτόμενον τοῦ περιεχομένου σώματος·
並非整個容納之空氣是被容納物體的所在,乃是那容納之空氣與被容納物體相接觸的界限;
It is not the whole containing air that is the place of the contained body, but the boundary of the containing air which touches the contained body;
1:333
πάντως δέ, ὅτι τὸ περιέχον οὐκ ἔστιν ἐν τῷ περιεχομένῳ
因為無論如何,容納者不在被容納者之內。
for in every case the container is not within the contained.
1:334
Ἔστι δὲ καὶ νοητὸς τόπος, ἔνθα νοεῖται καὶ ἔστιν ἡ νοητὴ καὶ ἀσώματος φύσις, ἔνθα πάρεστι καὶ
也有一種理性可知的所在,那是理性而無形的本性被思想、被存在之處,在那裏它臨在並
There is also an intelligible place, where the intelligible and bodiless nature is conceived and exists, where it is present and
1:335
ἐνεργεῖ καὶ οὐ σωματικῶς περιέχεται ἀλλὰ νοητῶς·
運行,並非以形體的方式被容納,乃是以理性可知的方式;
operates, and is not contained bodily but intelligibly;
1:336
οὐ γὰρ ἔχει σχῆμα, ἵνα σωματικῶς περισχεθῇ
因為它沒有形狀,可被形體地容納。
for it has no shape, that it should be contained bodily.
1:337
Ὁ μὲν οὖν θεὸς ἄυλος ὢν καὶ ἀπερίγραπτος ἐν τόπῳ οὐκ ἔστιν·
因此神既是無形又是無可限量的,就不在任何所在之內;
God, then, being immaterial and uncircumscribed, is not in a place;
1:338
αὐτὸς γὰρ ἑαυτοῦ τόπος ἐστὶ τὰ πάντα πληρῶν καὶ ὑπὲρ τὰ πάντα ὢν καὶ αὐτὸς συνέχων τὰ πάντα
因為祂自己就是自己的所在,充滿萬有,超越萬有,並親自維繫萬有。
for He is Himself His own place, filling all things and being above all things, and Himself holding all things together.
1:339
Καὶ λέγεται τόπος θεοῦ, ἔνθα ἔκδηλος ἡ ἐνέργεια αὐτοῦ γένηται
凡祂的運行顯明之處,就被稱為神的所在。
And that is called the place of God where His operation becomes manifest.
1:340
Αὐτὸς μὲν γὰρ διὰ πάντων ἀμιγῶς διήκει καὶ πᾶσι μεταδίδωσι τῆς ἑαυτοῦ ἐνεργείας κατὰ τὴν ἑκάστου ἐπιτηδειότητα καὶ δεκτικὴν δύναμιν, φημὶ δὴ τήν τε φυσικὴν καὶ προαιρετικὴν καθαρότητα·
因為祂自己貫通萬有而不相混雜,並照各物的適切與承受之能,把祂自己的運行分賜給萬有——我所指的乃是本性的與抉擇的潔淨;
For He Himself pervades all things without mingling, and imparts to all His own operation according to the fitness and receptive capacity of each—I mean both natural and chosen purity;
1:341
καθαρώτερα γὰρ τὰ ἄυλα τῶν ὑλικῶν καὶ τὰ ἐνάρετα τῶν κακίᾳ συνεζευγμένων
因為無形之物比有形之物更潔淨,有德之物比與惡相連之物更潔淨。
for immaterial things are purer than material, and virtuous things than those yoked with evil.
1:342
Λέγεται τοιγαροῦν θεοῦ τόπος ὁ πλέον μετέχων τῆς ἐνεργείας καὶ τῆς χάριτος αὐτοῦ
因此,凡更多分享祂運行與恩典之處,就被稱為神的所在。
That, then, is called the place of God which partakes more of His operation and grace.
1:343
Διὰ τοῦτο ὁ οὐρανὸς αὐτοῦ θρόνος (ἐν αὐτῷ γάρ εἰσιν οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ ἄγγελοι καὶ ἀεὶ δοξάζοντες αὐτόν·
因此,天是祂的寶座(因為在天上有遵行祂旨意、常常榮耀祂的天使;
For this reason heaven is His throne (for in it are the angels who do His will and ever glorify Him;
1:344
αὕτη γὰρ αὐτῷ ἀνάπαυσις) καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ (ἐν αὐτῇ γὰρ διὰ σαρκὸς τοῖς ἀνθρώποις συνανεστράφη)
因為這就是祂的安息),地是祂腳的腳凳(因為祂在地上藉著肉身與人同住)。
for this is His rest), and the earth is the footstool of His feet (for in it He sojourned among men through the flesh).
1:345
Ποὺς δὲ θεοῦ ἡ ἁγία σὰρξ αὐτοῦ διαφόρως ὠνόμασται
至於神的腳,就是祂的聖肉身,曾被以不同的方式稱呼。
And the foot of God, His holy flesh, has been named in various ways.
1:346
Λέγεται καὶ ἡ ἐκκλησία τόπος θεοῦ·
教會也被稱為神的所在;
The Church too is called the place of God;
1:347
τοῦτον γὰρ εἰς δοξολογίαν αὐτοῦ ὥσπερ τι τέμενος ἀφωρίσαμεν, ἐν ᾧ καὶ τὰς πρὸς αὐτὸν ἐντεύξεις ποιούμεθα
因為我們將它分別為聖,像是一個聖所,為要榮耀祂,我們也在其中向祂祈求。
for we have set it apart as a kind of sacred precinct for His glorification, in which we also make our intercessions to Him.
1:348
Ὁμοίως καὶ οἱ τόποι, ἐν οἷς ἔκδηλος ἡμῖν ἡ αὐτοῦ ἐνέργεια εἴτε διὰ σαρκὸς εἴτε ἄνευ σώματος γέγονε, τόποι θεοῦ λέγονται
照樣,凡祂的運行向我們顯明之處,無論是藉著肉身還是不藉形體,都被稱為神的所在。
Likewise the places in which His operation has become manifest to us, whether through the flesh or apart from a body, are called places of God.
1:349
Ἰστέον δέ, ὅτι τὸ θεῖον ἀμερές ἐστιν, ὅλον ὁλικῶς πανταχοῦ ὂν καὶ οὐ μέρος ἐν μέρει σωματικῶς διαιρούμενον, ἀλλ' ὅλον ἐν πᾶσι καὶ ὅλον ὑπὲρ τὸ πᾶν
當知道神是無部分的,全然且整全地無所不在,並非像形體那樣一部分在這部分、一部分在那部分地被分割,乃是全然在萬有之中,又全然在萬有之上。
It should be known that the Divine is without parts, being wholly and entirely everywhere, and not divided part in part after a bodily manner, but wholly in all things and wholly above all.
1:350
Ὁ δὲ ἄγγελος σωματικῶς μὲν ἐν τόπῳ οὐ περιέχεται ὥστε τυποῦσθαι καὶ σχηματίζεσθαι, ὅμως λέγεται εἶναι ἐν τόπῳ διὰ τὸ παρεῖναι νοητῶς καὶ ἐνεργεῖν κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ μὴ εἶναι ἀλλαχοῦ, ἀλλ' ἐκεῖσε νοητῶς περιγράφεσθαι, ἔνθα καὶ ἐνεργεῖ·
至於天使,並不是形體地被容納於某處以致有形狀和模樣;然而他被說為在某處,乃因他以理性可知的方式臨在,並照自己的本性運行,不在別處,乃是在他運行之處以理性可知的方式被限定;
The angel, on the other hand, is not bodily contained in a place so as to be formed and shaped; yet he is said to be in a place because he is present intelligibly and operates according to his own nature and is not elsewhere, but is intelligibly circumscribed there where he also operates;
1:351
οὐ γὰρ δύναται κατὰ ταὐτὸν ἐν διαφόροις τόποις ἐνεργεῖν, μόνου γὰρ θεοῦ ἐστι τὸ πανταχοῦ κατὰ ταὐ τὸν ἐνεργεῖν
因為他不能同時在不同的地方運行,因為惟有神能同時無所不在地運行。
for he cannot operate at the same time in different places, since it belongs to God alone to operate everywhere at the same time.
1:352
Ὁ μὲν γὰρ ἄγγελος τάχει φύσεως καὶ τῷ ἑτοίμως ἤγουν ταχέως μεταβαίνειν ἐνεργεῖ ἐν διαφόροις τόποις, τὸ δὲ θεῖον πανταχῇ ὂν καὶ ὑπὲρ τὸ πᾶν πανταχῇ κατὰ ταὐτὸν διαφόρως ἐνεργεῖ μιᾷ καὶ ἁπλῇ ἐνεργείᾳ
因為天使是憑著本性的迅速,並憑著敏捷、就是快速地往來,而在不同的地方運行;但神既無所不在又超越萬有,乃是以一個單純的運行,同時在各處用各樣的方式運行。
For the angel operates in different places by swiftness of nature and by readily, that is, swiftly, passing from one to another; but the Divine, being everywhere and above all, operates everywhere at the same time in diverse ways by one simple operation.
1:353
Ἡ δὲ ψυχὴ συνδέδεται τῷ σώματι ὅλη ὅλῳ καὶ οὐ μέρος μέρει καὶ οὐ περιέχεται ὑπ' αὐτοῦ, ἀλλὰ περιέχει αὐτὸ ὥσπερ πῦρ σίδηρον καὶ ἐν αὐτῷ οὖσα τὰς οἰκείας ἐνεργείας ἐνεργεῖ
魂與體聯合,是全與全相聯,不是部分與部分相聯,並不被體所容納,乃是容納體,如同火容納鐵;魂在體內運行它本身的各樣功用。
The soul is bound to the body, whole to whole and not part to part, and is not contained by it but contains it, as fire contains iron; and being in it, it performs its own operations.
1:354
Περιγραπτόν ἐστι τὸ τόπῳ ἢ χρόνῳ ἢ καταλήψει περιλαμβανόμενον, ἀπερίγραπτον δὲ τὸ μηδενὶ τούτων περιεχόμενον
凡被所在、時間或理解所包含的,就是可限量的;凡不被這些任何一樣所容納的,就是無可限量的。
That is circumscribed which is comprehended by place or time or apprehension; but that is uncircumscribed which is contained by none of these.
1:355
Ἀπερίγραπτον μὲν οὖν μόνον ἐστὶ τὸ θεῖον ἄναρχον ὂν καὶ ἀτελεύτητον καὶ πάντα περιέχον καὶ μηδεμιᾷ καταλήψει περιεχόμενον·
因此惟有神是無可限量的,因祂無始無終,包含萬有,卻不被任何理解所容納;
The Divine alone, then, is uncircumscribed, being without beginning and without end, containing all things and contained by no apprehension;
1:356
μόνον γάρ ἐστιν ἀκατάληπτον καὶ ἀόριστον, ὑπ' οὐδενὸς γινωσκόμενον, αὐτὸ δὲ μόνον ἑαυτοῦ θεωρητικόν
因為惟有祂是不可測度、不可界定的,無一被知曉,惟有祂自己默觀自己。
for It alone is incomprehensible and undefinable, known by none, and It alone contemplates Itself.
1:357
Ὁ δὲ ἄγγελος καὶ χρόνῳ περιγράφεται ( ἤρξατο γὰρ τοῦ εἶναι) καὶ τόπῳ, εἰ καὶ νοητῶς, ὡς προείπομεν, καὶ καταλήψει ( καὶ ἀλλήλων γὰρ τὴν φύσιν ἴσασι, ποσῶς καὶ ὑπὸ κτίστου ὁρίζονται τέλεον), τὰ δὲ σώματα καὶ ἀρχῇ καὶ τέλει καὶ τόπῳ σωματικῷ καὶ καταλήψει
天使既被時間限定(因為他有存在的起始),也被所在限定,即使如前所說是以理性可知的方式,又被理解限定(因為他們彼此知道對方的本性,在某種程度上有界限,並完全被造物主所界定);至於物體,則被起始與終結、被形體的所在、被理解所限定。
The angel is circumscribed both by time (for he had a beginning of being) and by place, even if intelligibly, as we said before, and by apprehension (for they know one another's nature, and are in some measure bounded, and are wholly defined by the Creator); but bodies are circumscribed by beginning and end, by bodily place, and by apprehension.
1:358
Ἄτρεπτον παντελῶς τὸ θεῖον καὶ ἀναλλοίωτον·
神是全然不變、不可改易的;
The Divine is altogether unchangeable and unalterable;
1:359
πάντα γὰρ τῇ προγνώσει τὰ οὐκ ἐφ' ἡμῖν προώρισεν, ἕκαστον κατὰ τὸν ἴδιον καὶ πρέποντα καιρὸν καὶ τόπον
因為祂藉著祂的預知,已經預定了一切不在我們能力範圍內的事,使各事各按其適切的時間與所在。
for by His foreknowledge He has predestined all things that are not in our power, each according to its own proper time and place.
1:360
Καὶ κατὰ τοῦτο ὁ πατὴρ οὐδένα κρίνει, τὴν δὲ κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ·
因此父不審判甚麼人,乃將審判的事全交給子;
And accordingly the Father judges no one, but has given all judgement to the Son;
1:361
ἔκρινε γὰρ ὁ πατὴρ δηλονότι καὶ ὁ υἱὸς ὡς θεὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, αὐτὸς δὲ ὁ υἱὸς ὡς ἄνθρωπος σωματικῶς καταβήσεται καὶ καθιεῖται ἐπὶ θρόνου δόξης ( σώματος γὰρ περιγραπτοῦ ἡ κατάβασις καὶ ἡ καθέδρα) καὶ κρινεῖ πᾶσαν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ
因為父審判——也就是子作為神和聖靈也審判——但子自己作為人,將要形體地降臨,坐在榮耀的寶座上(因為降臨與坐席屬於可限量的身體),並要按公義審判全世界。
for the Father judged—that is, the Son also as God and the Holy Spirit—but the Son Himself, as man, will descend bodily and sit upon the throne of glory (for descent and sitting belong to a circumscribed body), and will judge the whole world in righteousness.
1:362
Πάντα ἀπέχει θεοῦ, οὐ τόπῳ ἀλλὰ φύσει
萬有都遠離神,不是在所在上,乃是在本性上。
All things are distant from God, not in place but by nature.
1:363
Ἐπὶ ἡμῶν φρόνησις καὶ σοφία καὶ βουλὴ ὡς ἕξις συμβαίνει καὶ ἀποχωρεῖ, οὐ μὴν ἐπὶ θεοῦ
在我們身上,明智、智慧和謀略是作為一種習性而來而去;但在神身上卻不是如此。
In our case, prudence and wisdom and counsel come and go as a habitual state; but not so in God's case.
1:364
Ἐπ' αὐτοῦ γὰρ οὐδὲν γίνεται καὶ ἀπογίνεται·
因為在祂裏面,沒有甚麼產生或消失;
For in Him nothing comes to be or passes away;
1:365
ἀναλλοίωτος γάρ ἐστι καὶ ἄτρεπτος, καὶ οὐ χρὴ συμβεβηκὸς ἐπ' αὐτοῦ λέγειν
因為祂是不可改易、不可變的,人也不該說在祂裏面有任何偶性。
for He is unalterable and unchangeable, and one must not speak of any accident in Him.
1:366
Τὸ ἀγαθὸν ὁ θεὸς σύνδρομον ἔχει τῇ οὐσίᾳ
神的善與祂的本質是同行並存的。
God has the good as concurrent with His essence.
1:367
Ὁ ἐπιθυμῶν ἀεὶ τοῦ θεοῦ, οὗτος ὁρᾷ αὐτόν
凡常常切慕神的,這人就看見祂。
He who ever desires God, this one sees Him.
1:368
Ἐν πᾶσι γάρ ἐστιν ὁ θεός·
因為神在萬有之中;
For God is in all things;
1:369
τοῦ γὰρ ὄντος ἐξῆπται τὰ ὄντα, καὶ οὐκ ἔστιν εἶναί τι, εἰ μὴ ἐν τῷ ὄντι τὸ εἶναι ἔχοι, ὅτι πᾶσι μὲν ἐγκέκραται ὁ θεὸς ὡς συνέχων τὴν φύσιν, τῇ δὲ ἁγίᾳ αὐτοῦ σαρκὶ ὁ θεὸς λόγος καθ' ὑπόστασιν ἡνώθη καὶ κατεμίχθη ἀσυγχύτως πρὸς τὸ ἡμέτερον
因為一切存在之物都繫於那「自有者」,凡物若不在那「自有者」裏面有其存在,就不能存在,因為神貫注於萬有之中,作為維繫本性的那一位;然而神聖的道乃是按位格與祂自己的聖肉身聯合,並毫無混淆地與我們的本性相聯。
for the things that exist depend upon Him who is, and it is not possible for anything to be unless it have its being in Him who is, because God is mingled with all things as the One who holds nature together; but with His holy flesh God the Word was united according to hypostasis and was commingled with our nature without confusion.
1:370
Οὐδεὶς ὁρᾷ τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ τὸ
除了子和〔聖靈〕,沒有人看見父。
No one sees the Father except the Son and the [Spirit].
1:371
Βούλησις καὶ σοφία καὶ δύναμις ὁ υἱός ἐστι τοῦ πατρός·
子乃是父的意志、智慧與能力;
Will and wisdom and power is the Son of the Father;
1:372
οὐ χρὴ γὰρ λέγειν ἐπὶ θεοῦ ποιότητα, ἵνα μὴ σύνθετον αὐτὸν εἴπωμεν ἐξ οὐσίας καὶ ποιότητος
因為人不該在神的事上說「性質」,免得我們把祂說成由本質與性質複合而成。
for one must not speak of quality in God's case, lest we call Him composite of essence and quality.
1:373
Ὁ υἱὸς ἐκ τοῦ πατρός ἐστι καὶ πάντα, ὅσα ἔχει, ἐξ αὐτοῦ ἔχει
子是本於父的,凡祂所有的,都是從父而有。
The Son is from the Father, and all that He has, He has from Him.
1:374
Διὸ οὐ δύναται ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν·
因此祂憑著自己甚麼也不能作;
Therefore He can do nothing of Himself;
1:375
οὐ γὰρ ἔχει ἰδιάζουσαν ἐνέργειαν παρὰ τὸν πατέρα
因為祂沒有與父分開、專屬自己的運行。
for He has no operation peculiar to Himself apart from the Father.
1:376
Ὅτι φύσει ἀόρατος ὁ θεός, ὁρατὸς ταῖς ἐνεργείαις γίνεται ἐκ τῆς τοῦ κόσμου συστάσεως καὶ κυβερνήσεως γινωσκόμενος
神按本性原是不可見的,卻藉著祂的運行成為可見,從世界的構造與治理中被人認識。
That God, being by nature invisible, becomes visible by His operations, being known from the constitution and governance of the world.
1:377
Εἰκὼν τοῦ πατρὸς ὁ υἱός, καὶ υἱοῦ τὸ πνεῦμα, δι' οὗ Χριστὸς ἐνοικῶν ἀνθρώπῳ δίδωσιν αὐτῷ τὸ κατ' εἰκόνα
子是父的形像,靈是子的形像,基督藉著靈住在人裏面,把那「照著形像」的賜給人。
The Son is the image of the Father, and the Spirit is the image of the Son, through whom Christ, dwelling in man, gives him that which is according to the image.
1:378
Θεὸς τὸ πνεῦμα τὸ ἅγιον, μέσον ἀγεννήτου καὶ γεννητοῦ καὶ δι' υἱοῦ τῷ πατρὶ συναπτόμενον·
聖靈是神,是那未受生者與受生者之間的中介,並藉著子與父相聯;
God is the Holy Spirit, the mean between the unbegotten and the begotten, and joined to the Father through the Son;
1:379
πνεῦμα θεοῦ λέγεται, πνεῦμα Χριστοῦ, νοῦς Χριστοῦ, πνεῦμα κυρίου, αὐτοκύριος, πνεῦμα υἱοθεσίας, ἀληθείας, ἐλευθερίας, σοφίας ( καὶ γὰρ ποιητικὸν τούτων ἁπάντων), πάντα τῇ οὐσίᾳ πληροῦν, πάντα συνέχον, πληρωτικὸν κόσμου κατὰ τὴν οὐσίαν, ἀχώρητον κόσμῳ κατὰ τὴν δύναμιν
祂被稱為神的靈、基督的靈、基督的心思、主的靈、自有的主、得兒子名分的靈、真理的靈、自由的靈、智慧的靈(因為祂是這一切的成就者),按本質充滿萬有,維繫萬有,按本質充滿世界,卻按能力不被世界所容納。
He is called the Spirit of God, the Spirit of Christ, the mind of Christ, the Spirit of the Lord, the very Lord, the Spirit of adoption, of truth, of freedom, of wisdom (for He is the maker of all these), filling all things by His essence, holding all things together, filling the world according to His essence, yet uncontained by the world according to His power.
1:380
Θεός ἐστιν ἀίδιος οὐσία καὶ ἀπαράλλακτος, δημιουργικὴ τῶν ὄντων, εὐσεβεῖ συνειδήσει προσκυνουμένη
神是永恆、不可改易的本質,是萬有的創造者,當以虔敬的良心敬拜祂。
God is eternal and unalterable essence, creative of all that exists, worshipped with a devout conscience.
1:381
Θεὸς καὶ πατὴρ ὁ ὢν ἀεὶ ἀγέννητος, ὡς μὴ ἔκ τινος γεννηθείς, γεννήσας δὲ υἱὸν συναΐδιον
神就是父,祂永遠是未受生的,因不是從任何人所生,卻生了與祂同永的子。
God and Father is He who ever is unbegotten, as not begotten from anyone, but who begot a co-eternal Son.
1:382
Θεὸς καὶ υἱός ἐστιν ὁ ὢν ἀεὶ σὺν τῷ πατρί, ἀχρόνως καὶ ἀιδίως καὶ ἀρρεύστως καὶ ἀπαθῶς καὶ ἀδιαστάτως ἐξ αὐτοῦ γεγεννημένος
神就是子,祂永遠與父同在,是無時間、永恆、無流變、無情感、無間隔地從父所生。
God and Son is He who ever is together with the Father, begotten from Him timelessly, eternally, without flux, without passion, and without separation.
1:383
Θεὸς τὸ πνεῦμα τὸ ἅγιόν ἐστι, δύναμις ἁγιαστική, ἐνυπόστατος, ἐκ τοῦ πατρὸς ἀδιαστάτως ἐκπορευομένη καὶ ἐν υἱῷ ἀναπαυομένη, ὁμοούσιος πατρὶ καὶ υἱῷ
聖靈是神,是使人成聖的能力,是自存的,無間隔地本於父而發出,安息在子裏面,與父和子同質。
God is the Holy Spirit, a sanctifying power, self-subsistent, proceeding from the Father without separation and resting in the Son, consubstantial with the Father and the Son.
1:384
Λόγος ἐστὶν ὁ οὐσιωδῶς τῷ πατρὶ ἀεὶ συμπαρών
道乃是那本質上永遠與父同在者。
The Word is He who essentially is ever present with the Father.
1:385
Λόγος πάλιν ἐστὶ καὶ ἡ φυσικὴ τοῦ νοῦ κίνησις, καθ' ἣν κινεῖται καὶ νοεῖ καὶ λογίζεται οἱονεὶ φῶς αὐτοῦ ὢν καὶ ἀπαύγασμα
「道」(理)又指心智本性的活動,藉此心智運動、思想、推理,可說是心智的光與光輝。
Word again is also the natural movement of the mind, by which it moves and thinks and reasons, being as it were its light and radiance.
1:386
Λόγος πάλιν ἐστὶν ὁ ἐνδιάθετος ὁ ἐν καρδίᾳ λαλούμενος
「道」(言)又指那在心中默念的內在之言。
Word again is the inward word spoken in the heart.
1:387
Καὶ πάλιν λόγος ἐστὶν ἄγγελος νοήματος
再者,「言」乃是思想的使者。
And again, word is the messenger of thought.
1:388
Ὁ μὲν οὖν θεὸς λόγος οὐσιώδης τέ ἐστι καὶ ἐνυπόστατος, οἱ δὲ λοιποὶ τρεῖς λόγοι δυνάμεις εἰσὶ τῆς ψυχῆς οὐκ ἐν ἰδίᾳ ὑποστάσει θεωρούμενοι, ὧν ὁ μὲν πρῶτος τοῦ νοῦ φυσικόν ἐστι γέννημα ἐξ αὐτοῦ ἀεὶ φυσικῶς πηγαζόμενον, ὁ δεύτερος δὲ λέγεται ἐνδιάθετος, ὁ δὲ τρίτος προφορικός
因此,神聖的道既是本質性的,又是自存的;但另外三種「言」乃是魂的能力,並不在自己的位格中被默觀;其中第一種是心智本性的產物,常常本性地從心智湧出;第二種稱為內在之言;第三種稱為發出之言。
God the Word, then, is both essential and self-subsistent, but the other three words are powers of the soul, not contemplated in a hypostasis of their own; of these the first is the natural offspring of the mind, ever flowing forth from it naturally; the second is called the inward word; and the third the uttered word.
1:389
Τὸ πνεῦμα νοεῖται πολλαχῶς·
「靈」可以有多種含意。
Spirit is understood in many senses.
1:390
λέγονται δὲ καὶ αἱ δυνάμεις τοῦ πνεύματος τοῦ ἁγίου πνεύματα·
聖靈的諸般能力也被稱為「靈」;
The powers of the Holy Spirit are also called spirits;
1:391
πνεῦμα καὶ ὁ ἄγγελος ὁ ἀγαθός·
善的天使也是靈;
the good angel too is a spirit;
1:392
ἔστι δέ, ὅτε καὶ ὁ νοῦς πνεῦμα λέγεται·
有時心智也被稱為靈;
and there are times when the mind too is called spirit;
1:393
πνεῦμα καὶ ὁ ἄνεμος καὶ ὁ ἀήρ
風和空氣也是「靈」(氣)。
the wind too and the air are spirit.
1:394
Τὰ ἰδιώματα τῆς θείας φύσεωσ Τὸ ἄκτιστον, τὸ ἄναρχον, τὸ ἀθάνατον καὶ ἀπέραντον καὶ αἰώνιον, τὸ ἄυλον, τὸ ἀγαθόν, τὸ δημιουργικόν, τὸ δίκαιον, τὸ φωτιστικόν, τὸ ἄτρεπτον, τὸ ἀπαθές, τὸ ἀπερίγραπτον, τὸ ἀχώρητον, τὸ ἀπεριόριστον, τὸ ἀόριστον, τὸ ἀσώματον, τὸ ἀόρατον, τὸ ἀπερινόητον, τὸ ἀνενδεές, τὸ αὐτοκρατὲς καὶ αὐτεξούσιον, τὸ παντοκρατορικόν, τὸ ζωοδοτικόν, τὸ παντοδύναμον, τὸ ἀπειροδύναμον, τὸ ἁγιαστικὸν καὶ μεταδοτικόν, τὸ περιέχειν καὶ συνέχειν τὰ σύμπαντα καὶ πάντων προνοεῖσθαι·
神聖本性的特質:非受造的、無始的、不死的、無界限的、永恆的、無形的、善的、創造的、公義的、發光的、不變的、無情感的、無可限量的、不可容納的、無界限的、不可界定的、無形體的、不可見的、不可思議的、一無所缺的、自主自決的、統管萬有的、賜生命的、全能的、能力無窮的、使人成聖並施恩賜的、包含並維繫萬有並眷顧萬有的;
The properties of the divine nature: the uncreated, the without-beginning, the immortal and unbounded and eternal, the immaterial, the good, the creative, the just, the illuminating, the unchangeable, the impassible, the uncircumscribed, the uncontainable, the unbounded, the indeterminate, the bodiless, the invisible, the inconceivable, the in-need-of-nothing, the self-ruling and self-determining, the all-ruling, the life-giving, the all-powerful, the infinite in power, the sanctifying and imparting, the containing and holding together of all things and providing for all;
1:395
πάντα ταῦτα καὶ τοιαῦτα φύσει ἔχει οὐκ ἄλλοθεν εἰληφυῖα, ἀλλ' αὐτὴ μεταδιδοῦσα παντὸς ἀγαθοῦ τοῖς οἰκείοις ποιήμασι κατὰ τὴν ἑκάστου δεκτικὴν δύναμιν
這一切以及諸如此類的,神都是本性所具有的,並非從別處領受,乃是祂自己將各樣的善,按各物承受之能,分賜給自己的受造之物。
all these and such like It has by nature, not having received them from elsewhere, but Itself imparting every good thing to Its own creatures according to the receptive capacity of each.
1:396
Ἡ ἐν ἀλλήλαις τῶν ὑποστάσεων μονή τε καὶ ἵδρυσις·
諸位格彼此之間的內住與安立;
The abiding and indwelling of the hypostases in one another;
1:397
ἀδιάστατοι γὰρ αὗται καὶ ἀνεκφοίτητοι ἀλλήλων εἰσὶν ἀσύγχυτον ἔχουσαι τὴν ἐν ἀλλήλαις περιχώρησιν, οὐχ ὥστε συναλείφεσθαι ἢ συγχεῖσθαι, ἀλλ' ὥστε ἔχεσθαι ἀλλήλων
因為祂們是無間隔、不彼此分離的,在彼此之間有不相混淆的相互滲透——並非以致彼此摻和或混亂,乃是以致彼此互相涵攝。
for they are without separation and do not depart from one another, having an unconfused interpenetration in one another—not so as to be blended or confounded, but so as to cleave to one another.
1:398
Υἱὸς γὰρ ἐν πατρὶ καὶ πνεύματι, καὶ πνεῦμα ἐν πατρὶ καὶ υἱῷ, καὶ πατὴρ ἐν υἱῷ καὶ πνεύματι, μηδεμιᾶς γινομένης συναλοιφῆς ἢ συμφύρσεως ἢ συγχύσεως
因為子在父和靈裏面,靈在父和子裏面,父在子和靈裏面,並無任何摻和、混合或混淆發生。
For the Son is in the Father and the Spirit, and the Spirit is in the Father and the Son, and the Father is in the Son and the Spirit, with no blending or commingling or confusion taking place.
1:399
Καὶ τὸ ἓν καὶ ταὐτὸν τῆς κινήσεως·
並且其運行乃是同一個;
And there is one and the same movement;
1:400
ἓν γὰρ ἔξαλμα καὶ μία κίνησις τῶν τριῶν ὑποστάσεων, ὅπερ ἐπὶ τῆς κτιστῆς φύσεως θεωρηθῆναι ἀδύνατον
因為三位格只有一個發動、一個運行,這是在受造的本性中無法見到的。
for there is one impulse and one movement of the three hypostases, which is impossible to be observed in created nature.
1:401
Καὶ ὅτι ἡ θεία ἔλλαμψις καὶ ἐνέργεια μία οὖσα καὶ ἁπλῆ καὶ ἀμερὴς καὶ ἀγαθοειδῶς ἐν τοῖς μεριστοῖς ποικιλλομένη καὶ τούτοις πᾶσι τὰ τῆς οἰκείας φύσεως συστατικὰ νέμουσα μένει ἁπλῆ, πληθυνομένη μὲν ἐν τοῖς μεριστοῖς ἀμερίστως καὶ τὰ μεριστὰ πρὸς τὴν ἑαυτῆς ἁπλότητα συνάγουσα καὶ ἐπιστρέφουσα (πάντα γὰρ αὐτῆς ἐφίεται καὶ ἐν αὐτῇ ἔχει τὴν ὕπαρξιν)·
神聖的光照與運行,是一而單純、不可分割的,並在受分的萬物中以合乎善的方式多樣化,又將各物本性的構成要素分賜給它們眾物,自己卻仍是單純的;它在受分之物中無分地增多,又把受分之物聚攏、轉回到它自身的單純(因為萬有都切慕它,並在它裏面有其存在);
And the divine illumination and operation, being one and simple and indivisible, and diversified in a manner befitting goodness among divided things, and distributing to all of them the constituents of their own nature, remains simple; being multiplied among divided things without division, and gathering and turning the divided things back toward its own simplicity (for all things long for it and have their existence in it);
1:402
καὶ αὐτὴ τοῖς πᾶσι τὸ εἶναι καθὼς ἔχει φύσεως
它也照各物的本性所有的,把存在賜給萬有。
and it gives being to all things as each one has of nature.
1:403
καὶ αὐτή ἐστι τῶν ὄντων τὸ εἶναι καὶ τῶν ζώντων ἡ ζωὴ καὶ τῶν λογικῶς ὄντων ὁ λόγος καὶ τῶν νοερῶς ὄντων ἡ νόησις, αὐτὴ ὑπὲρ νοῦν οὖσα καὶ ὑπὲρ λόγον καὶ ὑπὲρ ζωὴν καὶ ὑπὲρ οὐσίαν
它是一切存在之物的「存在」,是活物的生命,是理性存在者的理性,是睿智存在者的思維,它自己卻是在心智之上、道之上、生命之上、本質之上。
And it is the being of things that exist, the life of living things, the reason of rationally existing things, and the intellection of intellectually existing things, being itself above mind and above reason and above life and above being.
1:404
Ἔτι δὲ καὶ τὸ διὰ πάντων διήκειν ἀμιγῶς, δι' αὑτῆς δὲ οὐδέν
再者,它也貫通萬有而不相混雜,卻沒有甚麼能貫通它。
Further, also its pervading all things without mingling, but nothing pervading it.
1:405
Ἔτι καὶ τὸ ἁπλῇ γνώσει γινώσκειν τὰ πάντα καὶ πάντα τῷ θείῳ καὶ παντεποπτικῷ καὶ ἀύλῳ αὐτῆς ὄμματι ἁπλῶς καθορᾶν, τά τε ἐνεστῶτα τά τε παρεληλυθότα καὶ τὰ μέλλοντα πρὶν γενέσεως αὐτῶν·
再者,它以單純的知識認識萬有,並用它那神聖、洞察萬有、無形的眼睛單純地看透萬有——無論是現在的、過去的,還是將來尚未發生的事;
Further also its knowing all things by a simple knowledge, and beholding all things simply with its divine, all-seeing, and immaterial eye—both the present and the past and the things to come before their coming to be;
1:406
τὸ ἀναμάρτητον καὶ ἀφιέναι ἁμαρτίας καὶ σῴζειν·
它的無罪,並它赦免罪、施行拯救;
its sinlessness and its forgiving of sins and its saving;
1:407
καὶ ὅτι πάντα μέν, ὅσα θέλει, δύναται, οὐχ ὅσα δὲ δύναται, θέλει·
並且凡它所願意的,它都能作,但凡它能作的,卻不都願意作;
and that all things, as many as it wills, it can do, but not all that it can do, does it will;
1:408
δύναται γὰρ ἀπολέσαι τὸν κόσμον, οὐ θέλει δέ
因為它能毀滅世界,卻不願意。
for it can destroy the world, but does not will to.
1:409
Περὶ αἰῶνοσ Αὐτὸς τοὺς αἰῶνας ἐποίησεν, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, πρὸς ὅν φησιν ὁ θεῖος Δαυίδ·
論世代(永世)。祂自己造了諸世代,祂在諸世代以先就存在,神聖的大衛對祂說:
On the age (aeon). He Himself made the ages, who exists before the ages, to whom the divine David says:
1:410
Ἀπὸ τοῦ αἰῶνος σὺ εἶ, καὶ ὁ θεῖος ἀπόστολος·
「從亙古你就存在」;神聖的使徒也說:
"From everlasting You are"; and the divine Apostle:
1:411
Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε
「祂也藉著祂造了諸世代。」
"Through whom also He made the ages."
1:412
Χρὴ τοίνυν γινώσκειν, ὅτι τὸ τοῦ αἰῶνος ὄνομα πολύσημόν ἐστι, πλεῖστα γὰρ σημαίνει·
因此當知道,「世代」這名稱有多種意思,因為它指許多事物;
It must therefore be known that the name "age" has many meanings, for it signifies a great many things;
1:413
αἰὼν γὰρ λέγεται καὶ ἡ ἑκάστου τῶν ἀνθρώπων ζωή
因為每一個人的一生也被稱為一「世」。
for the life of each man is also called an age.
1:414
Λέγεται πάλιν αἰὼν καὶ ὁ τῶν χιλίων ἐτῶν χρόνος
再者,一千年的時期也被稱為一「世」。
Again, the period of a thousand years is also called an age.
1:415
Πάλιν λέγεται αἰὼν ὅλος ὁ παρὼν βίος, καὶ αἰὼν ὁ μέλλων ὁ μετὰ τὴν ἀνάστασιν ὁ ἀτελεύτητος
再者,整個現今的人生被稱為今世,那復活以後無窮盡的來世也被稱為來世。
Again, the whole present life is called an age, and the age to come, the endless one after the resurrection, is called an age.
1:416
Λέγεται πάλιν αἰὼν οὐ χρόνος οὐδὲ χρόνου τι μέρος ἡλίου φορᾷ καὶ δρόμῳ μετρούμενον ἤγουν δι' ἡμερῶν καὶ νυκτῶν συνιστάμενον, ἀλλὰ τὸ συμπαρεκτεινόμενον τοῖς ἀιδίοις οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα·
再者,「永世」又指那不是時間,也不是被太陽運行與軌跡所量度(即由晝夜構成)的時間之任何部分,乃是那與永恆之物一同延伸的,像是某種屬時間的運動與間隔;
Again, age is called that which is not time nor any part of time measured by the course and movement of the sun, that is, made up of days and nights, but that which is co-extended with eternal things, like a kind of temporal movement and interval;
1:417
ὅπερ γὰρ τοῖς ὑπὸ χρόνον ὁ χρόνος, τοῦτο τοῖς ἀιδίοις ἐστὶν αἰών
因為時間之於時間之下的事物,就如永世之於永恆之物。
for what time is to things under time, that age is to eternal things.
1:418
Λέγονται μὲν οὖν ἑπτὰ αἰῶνες τοῦ κόσμου τούτου ἤγουν ἀπὸ τῆς οὐρανοῦ καὶ γῆς κτίσεως μέχρι τῆς κοινῆς τῶν ἀνθρώπων συντελείας τε καὶ ἀναστάσεως
因此這世界被說有七個世代,就是從天地受造,直到人類共同的終結與復活。
There are said, then, to be seven ages of this world, that is, from the creation of heaven and earth until the common end and resurrection of men.
1:419
Ἔστι μὲν γὰρ συντέλεια μερικὴ ὁ ἑκάστου θάνατος·
因為有一種局部的終結,就是各人的死亡;
For there is a partial end, the death of each individual;
1:420
ἔστι δὲ καὶ κοινὴ καὶ παντελὴς συντέλεια, ὅτε μέλλει ἡ κοινὴ γίνεσθαι τῶν ἀνθρώπων ἀνάστασις
也有一種共同而全面的終結,就是當人類共同的復活要發生的時候。
but there is also a common and total end, when the common resurrection of men is to take place.
1:421
Πρὸ δὲ τῆς τοῦ κόσμου συστάσεως, ὅτε οὐδὲ ἥλιος ἦν διαιρῶν ἡμέραν ἀπὸ νυκτός, οὐκ ἦν αἰὼν μετρητός, ἀλλὰ τὸ συμπαρεκτεινόμενον τοῖς ἀιδίοις οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα·
但在世界構造之前,那時連分晝夜的太陽都還沒有,就沒有可量度的世代,只有那與永恆之物一同延伸的,像是某種屬時間的運動與間隔;
But before the constitution of the world, when there was not even a sun dividing day from night, there was no measurable age, but that which is co-extended with eternal things, like a kind of temporal movement and interval;
1:422
καὶ κατὰ μὲν τοῦτο εἷς αἰών ἐστι, καθὸ καὶ λέγεται ὁ θεὸς αἰώνιος, ἀλλὰ καὶ προαιώνιος
就這一點而言,乃是一個永世,在此意義上,神也被稱為永恆的,甚至是超越永世的。
and in this respect there is one age, in which sense God is also called eternal, and indeed pre-eternal.
1:423
Καὶ αὐτὸν γὰρ τὸν αἰῶνα αὐτὸς ἐποίησε·
因為連那永世本身也是祂所造的;
For He Himself also made the age itself;
1:424
μόνος γὰρ ἄναρχος ὢν ὁ θεὸς πάντων αὐτός ἐστι ποιητής, τῶν τε αἰώνων καὶ πάντων τῶν ὄντων
因為惟有神是無始的,祂自己是萬有的創造者,是諸世代和一切存在之物的創造者。
for God alone, being without beginning, is Himself the maker of all things, both of the ages and of all that exists.
1:425
Θεὸν δὲ εἰπὼν δῆλον, ὅτι τὸν πατέρα λέγω καὶ τὸν μονογενῆ αὐτοῦ υἱόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τὸ πνεῦμα αὐτοῦ τὸ πανάγιον, τὸν ἕνα θεὸν ἡμῶν
我說「神」的時候,顯然是指父,和祂的獨生子我們的主耶穌基督,並祂至聖的靈,就是我們獨一的神。
And when I say God, it is clear that I mean the Father and His only-begotten Son, our Lord Jesus Christ, and His all-holy Spirit, the one our God.
1:426
Λέγονται δὲ αἰῶνες αἰώνων, καθότι καὶ οἱ τοῦ παρόντος κόσμου ἑπτὰ αἰῶνες πολλοὺς αἰῶνας ἤγουν ζωὰς ἀνθρώπων περιέχουσι καὶ ὁ αἰὼν ὁ εἷς πάντων τῶν αἰώνων ἐστὶ περιεκτικός
它們被稱為「世世代代」,因為現今世界的七個世代包含許多「世」,就是人的一生;而那獨一的永世則總括一切世代。
They are called ages of ages, inasmuch as the seven ages of the present world contain many ages, that is, lives of men, and the one age is comprehensive of all the ages.
1:427
Καὶ αἰὼν αἰῶνος λέγεται ὁ νῦν καὶ ὁ μέλλων
今世與來世也被稱為「世代之世代」。
And the present and the age to come are called the age of the age.
1:428
Αἰώνιος δὲ ζωὴ καὶ αἰώνιος κόλασις τὸ ἀτελεύτητον τοῦ μέλλοντος δηλοῖ
永生與永刑表明那來世的無窮盡。
Eternal life and eternal punishment signify the endlessness of the age to come.
1:429
Οὐδὲ γὰρ μετὰ τὴν ἀνάστασιν ἡμέραις καὶ νυξὶν ὁ χρόνος ἀριθμηθήσεται·
因為復活以後,時間將不再以晝夜計算;
For after the resurrection time will no longer be numbered by days and nights;
1:430
ἔσται δὲ μᾶλλον μία ἡμέρα ἀνέσπερος τοῦ ἡλίου τῆς δικαιοσύνης τοῖς δικαίοις φαιδρῶς ἐπιλάμποντος, τοῖς δὲ ἁμαρτωλοῖς νὺξ βαθεῖα ἀπέραντος
反而將有一個沒有黃昏的日子,公義的日頭明亮地照耀義人,但對罪人卻是深沉無盡的黑夜。
rather there will be one day without evening, the Sun of righteousness shining brightly upon the righteous, but for sinners a deep, endless night.
1:431
Πῶς τοίνυν ὁ τῶν χιλίων ἐτῶν τῆς Ὠριγενιαστικῆς ἀποκαταστάσεως ἀριθμηθήσεται χρόνος; Πάντων οὖν τῶν αἰώνων εἷς ποιητής ἐστιν ὁ θεὸς ὁ καὶ τὰ σύμπαντα δημιουργήσας, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων
那麼,俄利根派所主張「萬物復原」之千年的時間又怎能計算呢?因此,一切世代的創造者只有一位,就是神,祂也創造了萬有,並在諸世代以先就存在。
How then will the time of the thousand years of the Origenistic restoration be numbered? There is, then, one maker of all the ages, God, who also created the universe, who exists before the ages.
1:432
Περὶ δημιουργίασ Ἐπεὶ οὖν ὁ ἀγαθὸς καὶ ὑπεράγαθος θεὸς οὐκ ἠρκέσθη τῇ ἑαυτοῦ θεωρίᾳ, ἀλλ' ὑπερβολῇ ἀγαθότητος εὐδόκησε γενέσθαι τινὰ τὰ εὐεργετηθησόμενα καὶ μεθέξοντα τῆς αὐτοῦ ἀγαθότητος, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει καὶ δημιουργεῖ τὰ σύμπαντα, ἀόρατά τε καὶ ὁρατά, καὶ τὸν ἐξ ὁρατοῦ καὶ ἀοράτου συγκείμενον ἄνθρωπον
論創造。既然那良善、超乎良善的神不以默觀自己為滿足,乃因祂善的滿溢而樂意有受造之物產生,使它們得蒙恩惠並分享祂的良善,祂就從無造出萬有,使無變為有,創造了一切,無論是不可見的還是可見的,並造了人,就是由可見與不可見所構成的。
On creation. Since, then, the good and more-than-good God was not content with the contemplation of Himself, but in the overflow of His goodness was pleased that there should come to be certain things to be benefited and to share in His goodness, He brings into being from non-being and creates the universe, both invisible and visible, and man, who is composed of the visible and the invisible.
1:433
Κτίζει δὲ ἐννοῶν, καὶ τὸ ἐννόημα ἔργον ὑφίσταται λόγῳ συμπληρούμενον καὶ πνεύματι τελειούμενον
祂藉著思想而創造,那思想就成為實存的工作,由道所成全,被靈所完成。
He creates by thinking, and the thought becomes a work subsisting, completed by the Word and perfected by the Spirit.
1:434
Περὶ ἀγγέλων Αὐτὸς τῶν ἀγγέλων ἐστὶ ποιητὴς καὶ δημιουργὸς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν αὐτούς, κατ' οἰκείαν εἰκόνα κτίσας αὐτοὺς φύσιν
論天使。祂自己是天使的創造者與造物主,把他們從無造為有,照著祂自己的形像創造他們,是一種
On angels. He Himself is the maker and creator of the angels, having brought them into being from non-being, having created them after His own image, a nature
1:435
ἀσώματον, οἷόν τι πνεῦμα ἢ πῦρ ἄυλον, ὥς φησιν ὁ θεῖος Δαυίδ·
無形體的本性,像是某種靈或無形的火,正如神聖的大衛所說:
bodiless, like a kind of spirit or immaterial fire, as the divine David says:
1:436
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, τὸ κοῦφον καὶ διάπυρον καὶ θερμὸν καὶ τομώτατον καὶ ὀξὺ περὶ τὴν θείαν ἔφεσίν τε καὶ λειτουργίαν διαγράφων καὶ τὸ ἀνωφερὲς αὐτῶν καὶ πάσης ὑλικῆς ἐννοίας ἀπηλλαγμένον
「祂以風為使者,以火焰為僕役」,描繪他們的輕盈,並他們對神聖渴慕與職事那火熱、溫暖、極其銳利而敏銳的熱忱,又描繪他們向上的本性,是脫離一切物質觀念的。
"Who makes His angels spirits, and His ministers a flame of fire," depicting their lightness and fiery, warm, most piercing and keen ardour for the divine longing and ministry, and their upward-tending nature, freed from every material conception.
1:437
Ἄγγελος τοίνυν ἐστὶν οὐσία νοερά, ἀεικίνητος, αὐτεξούσιος, ἀσώματος, θεῷ λειτουργοῦσα, κατὰ χάριν ἐν τῇ φύσει τὸ ἀθάνατον εἰληφυῖα, ἧς οὐσίας τὸ εἶδος καὶ τὸν ὅρον μόνος ὁ κτίστης ἐπίσταται
因此,天使是有理性的實體,常動的、自決的、無形體的,服事神的,按其本性藉恩典領受了不死性;惟有造物主知道其實體的形式與界限。
An angel, then, is a rational substance, ever-moving, self-determining, bodiless, ministering to God, having received immortality in its nature by grace; the form and limit of whose substance the Creator alone knows.
1:438
Ἀσώματος δὲ λέγεται καὶ ἄυλος, ὅσον πρὸς ἡμᾶς·
他被稱為無形體、無物質的,只是相對於我們而言;
He is called bodiless and immaterial only in relation to us;
1:439
πᾶν γὰρ συγκρινόμενον πρὸς θεὸν τὸν μόνον ἀσύγκριτον παχύ τε καὶ ὑλικὸν εὑρίσκεται, μόνον γὰρ ὄντως ἄυλον τὸ θεῖόν ἐστι καὶ ἀσώματον
因為一切與惟一無可比擬的神相比,都顯為粗糙而屬物質的,因為惟有神是真正無形、無形體的。
for everything compared with God, who alone is incomparable, is found to be coarse and material, since the Divine alone is truly immaterial and bodiless.
1:440
Ἔστι τοίνυν φύσις λογικὴ νοερά τε καὶ αὐτεξούσιος, τρεπτὴ κατὰ γνώμην ἤτοι ἐθελότρεπτος·
因此,他是有理性、有睿智、自決的本性,在意志上是可變的,也就是憑己意可變的;
It is, then, a rational and intellectual and self-determining nature, changeable in will, that is, voluntarily mutable;
1:441
πᾶν γὰρ κτιστὸν καὶ τρεπτόν, μόνον δὲ τὸ ἄκτιστον ἄτρεπτον, καὶ πᾶν λογικὸν αὐτεξούσιον
因為凡受造的都是可變的,惟有非受造的是不變的;凡有理性的都是自決的。
for everything created is also changeable, and only the uncreated is unchangeable, and every rational thing is self-determining.
1:442
Ὡς μὲν οὖν λογικὴ καὶ νοερὰ αὐτεξούσιός ἐστιν, ὡς δὲ κτιστὴ τρεπτή, ἔχουσα ἐξουσίαν καὶ μένειν καὶ προκόπτειν ἐν τῷ ἀγαθῷ καὶ ἐπὶ τὸ χεῖρον τρέπεσθαι
因此,他既是有理性、有睿智的,就是自決的;但既是受造的,就是可變的,既有能力在善中持守並長進,也有能力轉向更壞的。
As, then, it is rational and intellectual, it is self-determining; but as created, it is changeable, having power both to remain and to advance in the good, and to turn toward the worse.
1:443
Ἀνεπίδεκτος μετανοίας, ὅτι καὶ ἀσώματος·
他不能悔改,因為他也是無形體的;
It is incapable of repentance, because it is also bodiless;
1:444
ὁ γὰρ ἄνθρωπος διὰ τὴν τοῦ σώματος ἀσθένειαν τῆς μετανοίας ἔτυχεν
因為人是由於身體的軟弱才得著悔改的機會。
for man obtained repentance on account of the weakness of his body.
1:445
Ἀθάνατος οὐ φύσει, ἀλλὰ χάριτι·
他是不死的,不是按本性,乃是藉恩典;
It is immortal, not by nature, but by grace;
1:446
πᾶν γὰρ τὸ ἀρξάμενον καὶ τελευτᾷ κατὰ φύσιν
因為凡有起始的,按本性也都有終結。
for everything that has begun also comes to an end according to nature.
1:447
Μόνος δὲ ὁ θεὸς ἀεὶ ὤν, μᾶλλον δὲ καὶ ὑπὲρ τὸ ἀεί·
惟有神是永遠存在的,甚至祂是超越「永遠」的;
But God alone ever is, or rather is even above the "ever";
1:448
οὐχ ὑπὸ χρόνον γάρ, ἀλλ' ὑπὲρ χρόνον ὁ τῶν χρόνων ποιητής
因為時間的創造者不在時間之下,乃在時間之上。
for the maker of times is not under time, but above time.
1:449
Φῶτα δεύτερα νοερὰ ἐκ τοῦ πρώτου καὶ ἀνάρχου φωτὸς τὸν φωτισμὸν ἔχοντα, οὐ γλώσσης καὶ ἀκοῆς δεόμενα, ἀλλ' ἄνευ λόγου προφορικοῦ μεταδιδόντα ἀλλήλοις τὰ ἴδια νοήματα καὶ βουλήματα
他們是次等的睿智之光,從那首先、無始之光得著光照,既不需要舌頭也不需要聽覺,乃是不藉著發出之言,彼此交通各自的思想與意念。
They are second intellectual lights, having their illumination from the first and beginningless Light, needing neither tongue nor hearing, but without uttered speech communicating to one another their own thoughts and counsels.
1:450
Διὰ τοῦ λόγου τοίνυν ἐκτίσθησαν πάντες οἱ ἄγγελοι καὶ ὑπὸ τοῦ ἁγίου πνεύματος διὰ τοῦ ἁγιασμοῦ ἐτελειώθησαν κατ' ἀναλογίαν τῆς ἀξίας καὶ τῆς τάξεως τοῦ φωτισμοῦ καὶ τῆς χάριτος μετέχοντες
因此,眾天使都是藉著道受造的,又藉著聖靈經由成聖而得以完全,按著他們的價值與等次分享光照與恩典。
Through the Word, then, all the angels were created, and by the Holy Spirit they were perfected through sanctification, partaking of illumination and grace in proportion to their worth and rank.
1:451
ὅτε γάρ εἰσιν ἐν τῷ οὐρανῷ, οὔκ εἰσιν ἐν τῇ γῇ, καὶ εἰς τὴν γῆν ὑπὸ τοῦ θεοῦ ἀποστελλόμενοι οὐκ ἐναπομένουσιν ἐν τῷ οὐρανῷ
因為當他們在天上的時候,就不在地上;當他們被神差到地上的時候,就不留在天上。
For when they are in heaven, they are not on earth, and when sent by God to the earth, they do not remain in heaven.
1:452
Οὐ περιορίζονται δὲ ὑπὸ τειχῶν καὶ θυρῶν καὶ κλείθρων καὶ σφραγίδων·
他們不被牆垣、門戶、門閂與印封所限制;
They are not confined by walls and doors and bolts and seals;
1:453
οὐ γάρ, καθό εἰσιν, ἐπιφαίνονται τοῖς ἀξίοις, οἷς ὁ θεὸς φαίνεσθαι αὐτοὺς θελήσει, ἀλλ' ἐν μετασχηματισμῷ, καθὼς δύνανται οἱ ὁρῶντες ὁρᾶν
因為他們向那些配得的人——就是神願意他們向之顯現的人——顯現時,並不是按他們本相,乃是以改變了的形狀,照那些觀看的人所能看見的程度。
for they do not appear to the worthy—those to whom God wills them to appear—as they are in themselves, but in a transformed shape, according as those who behold are able to see.
1:454
Ἀόριστον γάρ ἐστι φύσει καὶ κυρίως μόνον τὸ ἄκτιστον·
因為惟有非受造者按本性且真正地是不可界定的;
For only the uncreated is unbounded by nature and properly so;
1:455
πᾶν γὰρ κτίσμα ὑπὸ τοῦ κτίσαντος αὐτὸ θεοῦ ὁρίζεται
因為一切受造之物都被那創造它的神所界定。
for every creature is bounded by God who created it.
1:456
Ἔξωθεν τῆς οὐσίας τὸν ἁγιασμὸν ἐκ τοῦ ἁγίου πνεύματος ἔχοντες, διὰ τῆς θείας χάριτος προφητεύοντες, μὴ γάμου χρῄζοντες, ἐπειδήπερ μή εἰσι θνητοί
他們的成聖是從本質之外,從聖靈而來的;他們藉著神聖的恩典說預言;他們不需要婚姻,因為他們不是會死的。
Having their sanctification from outside their substance, from the Holy Spirit; prophesying by the divine grace; having no need of marriage, inasmuch as they are not mortal.
1:457
Νόες δὲ ὄντες ἐν νοητοῖς καὶ τόποις εἰσίν, οὐ σωματικῶς περιγραφόμενοι (οὐ γὰρ σωματικῶς κατὰ φύσιν σχηματίζονται οὐδὲ τριχῆ εἰσι διαστατοί), ἀλλὰ τῷ νοητῶς παρεῖναι καὶ ἐνεργεῖν, ἔνθα ἂν προσταχθῶσι, καὶ μὴ δύνασθαι κατὰ ταὐτὸν ὧδε κἀκεῖσε εἶναι καὶ ἐνεργεῖν
他們既是諸般心智,就也在理性可知的所在之內,並不被形體地限定(因為他們按本性沒有形體的形狀,也不在三維中延展),乃是憑著以理性可知的方式臨在並運行於凡他們被命令之處,又不能同時在這裏與那裏存在並運行。
Being minds, they are also in intelligible places, not bodily circumscribed (for they are not bodily shaped according to nature, nor are they extended in three dimensions), but by being present and operating intelligibly wherever they may be commanded, and by being unable to be and operate at the same time both here and there.
1:458
Εἴτε ἴσοι κατ' οὐσίαν εἴτε διαφέροντες ἀλλήλων, οὐκ ἴσμεν
他們在本質上是彼此相等還是彼此有別,我們並不知道。
Whether they are equal in substance or differ from one another, we do not know.
1:459
Μόνος δὲ ὁ ποιήσας αὐτοὺς θεὸς ἐπίσταται, ὁ καὶ τὰ πάντα εἰδώς
惟有那造他們的神知道,祂也知道萬事。
But only God who made them knows, who also knows all things.
1:460
Διαφέροντες δὲ ἀλλήλων τῷ φωτισμῷ καὶ τῇ στάσει, εἴτε πρὸς τὸν φωτισμὸν τὴν στάσιν ἔχοντες ἢ πρὸς τὴν στάσιν τοῦ φωτισμοῦ μετέχοντες, καὶ ἀλλήλους φωτίζοντες διὰ τὸ ὑπερέχον τῆς τάξεως ἢ φύσεως
他們彼此在光照與品位上有別——或是按光照而有其品位,或是按品位而分享光照——並因等次或本性的高超而彼此光照。
They differ from one another in illumination and station—whether having their station in respect of illumination, or partaking of illumination in respect of their station—and they illuminate one another because of the superiority of rank or nature.
1:461
Δῆλον δέ, ὡς οἱ ὑπερέχοντες τοῖς ὑποβεβηκόσι μεταδιδόασι τοῦ τε φωτισμοῦ καὶ τῆς γνώσεως
顯然,那居高位的把光照與知識分賜給那居下位的。
And it is clear that the superior impart to the inferior both illumination and knowledge.
1:462
Ἰσχυροὶ καὶ ἕτοιμοι πρὸς τὴν τοῦ θείου θελήματος ἐκπλήρωσιν καὶ πανταχοῦ εὐθέως εὑρισκόμενοι, ἔνθα ἂν ἡ θεία κελεύσῃ ἐπίνευσις, τάχει φύσεως, καὶ φυλάττοντες μέρη τῆς γῆς, καὶ ἐθνῶν καὶ τόπων προϊστάμενοι, καθὼς ὑπὸ τοῦ δημιουργοῦ ἐτάχθησαν, καὶ τὰ καθ' ἡμᾶς οἰκονομοῦντες καὶ βοηθοῦντες ἡμῖν·
他們強壯,並樂意成就神聖的旨意,憑著本性的迅速,凡神的示意所命之處,立時就在那裏;他們守護地上的各方,並照造物主所派定的,治理列國與各地,又料理我們的事,幫助我們;
They are strong and ready for the fulfilment of the divine will, and are found at once everywhere the divine nod commands, by swiftness of nature; and they guard regions of the earth, and preside over nations and places, as they were appointed by the Creator, and administer our affairs and help us;
1:463
πάντως δὲ ὅτι κατὰ τὸ θεῖον θέλημά τε καὶ πρόσταγμα ὑπὲρ ἡμᾶς ὄντες ἀεί τε περὶ θεὸν ὑπάρχοντες
這必定是因為他們按神聖的旨意與命定居於我們之上,又常在神面前。
and certainly because, being above us according to the divine will and ordinance, they are ever in God's presence.
1:464
Δυσκίνητοι πρὸς τὸ κακὸν ἀλλ' οὐκ ἀκίνητοι, νῦν δὲ καὶ ἀκίνητοι, οὐ φύσει ἀλλὰ χάριτι καὶ τῇ τοῦ μόνου ἀγαθοῦ προσεδρείᾳ
他們難於轉向惡,卻並非不能轉;然而如今他們甚至是不能轉動的,不是按本性,乃是藉恩典並憑著他們對那獨一的善的依附。
They are hard to move toward evil, but not immovable; yet now they are even immovable, not by nature but by grace and by their adherence to the only Good.
1:465
Ὁρῶντες θεὸν κατὰ τὸ ἐφικτὸν αὐτοῖς καὶ ταύτην τροφὴν ἔχοντες
他們按他們所能的程度瞻仰神,並以此為他們的食物。
They behold God so far as is possible for them, and they have this as their food.
1:466
Ὑπὲρ ἡμᾶς ὄντες ὡς ἀσώματοι καὶ παντὸς σωματικοῦ πάθους ἀπηλλαγμένοι, οὐ μὴν ἀπαθεῖς·
他們作為無形體的而居於我們之上,並脫離一切身體的情慾,然而並非無情感的;
Being above us as bodiless, and freed from every bodily passion, yet not impassible;
1:467
μόνον γὰρ τὸ θεῖον ἀπαθές ἐστι
因為惟有神是無情感的。
for the Divine alone is impassible.
1:468
Μετασχηματίζονται δέ, πρὸς ὅπερ ἂν ὁ δεσπότης κελεύσῃ θεός, καὶ οὕτω τοῖς ἀνθρώποις ἐπιφαίνονται καὶ τὰ θεῖα αὐτοῖς ἀποκαλύπτουσι
他們將自己改變為主神所命定的任何形狀,這樣就向人顯現,並把神聖的事啟示給人。
They transform themselves into whatever shape the Lord God may command, and thus they appear to men and reveal the divine things to them.
1:469
Ἐν οὐρανῷ διατρίβουσι καὶ ἓν ἔργον ἔχουσιν ὑμνεῖν τὸν θεὸν καὶ λειτουργεῖν τῷ θείῳ αὐτοῦ θελήματι
他們住在天上,只有一件工作,就是頌讚神,並服事祂神聖的旨意。
They dwell in heaven and have one work, to hymn God and to minister to His divine will.
1:470
Καθὼς δὲ ὁ ἁγιώτατος καὶ ἱερώτατος καὶ θεολογικώτατός φησι Διονύσιος ὁ Ἀρεοπαγίτης·
正如那至聖、至神聖、最精於神學的亞略巴古的丟尼修所說:
And as the most holy and most sacred and most theological Dionysius the Areopagite says:
1:471
Πᾶσα ἡ θεολογία ἤγουν ἡ θεία γραφὴ τὰς οὐρανίους οὐσίας ἐννέα κέκληκε, ταύτας ὁ θεῖος ἱεροτελεστὴς εἰς τρεῖς ἀφορίζει τριαδικὰς διακοσμήσεις
全部神學,就是神聖的聖經,稱那些屬天的存有為九等;這位神聖的聖品階使者把它們分為三個三一的編組。
All theology, that is, the divine Scripture, has called the heavenly beings nine; these the divine hierarch divides into three triadic orderings.
1:472
Καὶ πρώτην μὲν εἶναί φησι τὴν περὶ θεὸν οὖσαν ἀεὶ καὶ προσεχῶς καὶ ἀμέσως ἡνῶσθαι παραδεδομένην τὴν τῶν ἑξαπτερύγων Σεραφὶμ καὶ τῶν πολυομμάτων Χερουβὶμ καὶ τῶν ἁγιωτάτων Θρόνων, δευτέραν δὲ τὴν τῶν Κυριοτήτων καὶ τῶν Δυνάμεων καὶ τῶν Ἐξουσιῶν, τρίτην δὲ καὶ τελευταίαν τὴν τῶν Ἀρχῶν καὶ Ἀρχαγγέλωνκαὶ Ἀγγέλων
他說,第一等是那永遠環繞神、並照傳統乃是緊密直接與祂聯合的——就是六翼的撒拉弗、多眼的基路伯,和至聖的座位(寶座)的次序;第二等是主治者、能者與掌權者的次序;第三、也是末等,是執政者、天使長與天使的次序。
And he says that the first is that which is ever about God and has been handed down as being united to Him closely and immediately—the order of the six-winged Seraphim and the many-eyed Cherubim and the most holy Thrones; the second is that of the Dominions and the Powers and the Authorities; and the third and last is that of the Principalities and Archangels and Angels.
1:473
Τινὲς μὲν οὖν φασιν, ὅτι πρὸ πάσης κτίσεως ἐγένοντο, ὡς ὁ θεολόγος λέγει Γρηγόριος·
因此有些人說,他們是在一切受造之物以先就產生的,正如神學家貴格利所說:
Some, then, say that they came into being before all creation, as the theologian Gregory says:
1:474
Πρῶτον ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίους, καὶ τὸ ἐννόημα ἔργον ἦν·
「祂首先構想了天使與屬天的諸般能力,那構想就成了實事」;
"First He conceived the angelic and heavenly powers, and the thought was a work";
1:475
ἕτεροι δέ, ὅτι μετὰ τὸ γενέσθαι τὸν πρῶτον οὐρανόν
但另有人說,他們是在第一層天造成之後才產生的。
but others say that they came into being after the first heaven was made.
1:476
Ὅτι δὲ πρὸ τῆς τοῦ ἀνθρώπου πλάσεως, πάντες ὁμολογοῦσιν
然而他們是在人被造成以先就產生的,這一點眾人都承認。
But that they came to be before the formation of man, all confess.
1:477
Ἐγὼ δὲ τῷ θεολόγῳ Γρηγορίῳ συντίθεμαι·
我也贊同神學家貴格利的看法;
And I agree with the theologian Gregory;
1:478
ἔπρεπε γὰρ πρῶτον τὴν νοερὰν οὐσίαν κτισθῆναι καὶ οὕτω τὴν αἰσθητὴν καὶ τότε ἐξ ἀμφοτέρων τὸν ἄνθρωπον
因為理應先造出睿智的本質,然後造出可感知的,最後才造出由兩者所構成的人。
for it was fitting that the intellectual substance should be created first, and then the sensible, and finally man, who is from both.
1:479
Ὅσοι δέ φασι τοὺς ἀγγέλους δημιουργοὺς τῆς οἱασδήποτε οὐσίας, οὗτοι στόμα εἰσὶ τοῦ πατρὸς αὐτῶν, τοῦ διαβόλου·
至於那些說天使是任何本質之創造者的人,這些人乃是他們的父——魔鬼——的口;
But those who say that the angels are creators of any substance whatsoever, these are the mouth of their father, the devil;
1:480
κτίσμα γὰρ ὄντες οὔκ εἰσι δημιουργοί
因為他們既是受造之物,就不是創造者。
for being creatures, they are not creators.
1:481
Πάντων δὲ ποιητὴς καὶ προνοητὴς καὶ συνοχεὺς ὁ θεός ἐστιν, ὁ μόνος ἄκτιστος, ὁ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι ὑμνούμενός τε καὶ δοξαζόμενος
然而萬有的創造者、眷顧者與維繫者乃是神,是惟一非受造的,是在父、子、聖靈裏面被頌讚、被榮耀的。
But the maker and provider and sustainer of all things is God, the only uncreated, who is hymned and glorified in Father and Son and Holy Spirit.
1:482
Περὶ διαβόλου καὶ δαιμόνων Ἐκ τούτων τῶν ἀγγελικῶν δυνάμεων πρωτοστάτης τῆς περιγείου τάξεως καὶ τῆς γῆς τὴν φυλακὴν ἐγχειρισθεὶς παρὰ θεοῦ οὐ φύσει πονηρὸς γεγονώς, ἀλλ' ἀγαθὸς ὢν καὶ ἐπ' ἀγαθῷ γενόμενος καὶ μηδ' ὅλως ἐν ἑαυτῷ παρὰ τοῦ δημιουργοῦ κακίας ἐσχηκὼς ἴχνος, μὴ ἐνέγκας τόν τε φωτισμὸν τήν τε τιμήν, ἣν αὐτῷ ὁ δημιουργὸς ἐδωρήσατο, αὐτεξουσίῳ προαιρέσει ἐτράπη ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν καὶ ἐπήρθη κατὰ τοῦ πεποιηκότος αὐτὸν θεοῦ ἀντᾶραι αὐτῷ βουληθεὶς καὶ πρῶτος ἀποστὰς τοῦ ἀγαθοῦ ἐν τῷ κακῷ ἐγένετο·
論魔鬼與鬼魔。在這些天使的諸般能力中,那位居首、屬地次序之首、受神所託看守地面的,並不是按本性成為邪惡的,乃是良善的、為善而被造的,在自己裏面絲毫沒有從造物主而來的惡的痕跡;但他因不能忍受造物主所賜給他的光照與尊榮,就憑己意的抉擇,從合乎本性的轉向違反本性的,並高抬自己抵擋那造他的神,意圖起來背叛祂;他既是第一個背離善的,就落在惡裏;
On the devil and demons. Of these angelic powers, the foremost of the earthly order, who was entrusted by God with the guardianship of the earth, was not made wicked by nature, but was good and made for good, having no trace whatsoever of evil in himself from the Creator; but not enduring the illumination and the honour which the Creator had bestowed on him, by his own free choice he turned from what is according to nature to what is contrary to nature, and was lifted up against God who had made him, willing to rise in revolt against Him; and being the first to fall away from the good, he came to be in evil;
1:483
οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ κακὸν εἰ μὴ τοῦ ἀγαθοῦ στέρησις, ὥσπερ καὶ τὸ σκότος φωτός ἐστι στέρησις
因為惡不過是善的缺乏,正如黑暗也是光的缺乏。
for evil is nothing else than the privation of good, just as darkness too is the privation of light.
1:484
Τὸ γὰρ ἀγαθὸν φῶς ἐστι νοητόν, ὁμοίως καὶ τὸ κακὸν σκότος ἐστὶ νοητόν
因為善是理性可知的光,照樣,惡是理性可知的黑暗。
For the good is intelligible light, and likewise evil is intelligible darkness.
1:485
Φῶς οὖν κτισθεὶς ὑπὸ τοῦ δημιουργοῦ καὶ ἀγαθὸς γεγονώς – καὶ γὰρ εἶδεν ὁ θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν– αὐτεξουσίῳ θελήματι σκότος ἐγένετο
因此,他既被造物主造為光,又成為良善的——因為神看著祂所造的一切,看哪,都甚好——他卻憑己意成了黑暗。
Having been created light, then, by the Creator and having become good—for God saw all things that He had made, and behold, they were very good—by his own free will he became darkness.
1:486
Συναπεσπάσθη δὲ καὶ ἠκολούθησεν αὐτῷ καὶ συνέπεσε πλῆθος ἄπειρον τῶν ὑπ' αὐτῷ τεταγμένων ἀγγέλων
有無數隸屬他之下的天使,也與他一同被拉下,跟隨他,並與他一同墜落。
And there was dragged down with him and followed him and fell along with him an infinite multitude of the angels ranged under him.
1:487
Τῆς αὐτῆς τοιγαροῦν φύσεως τοῖς ἀγγέλοις ὑπάρχοντες κακοὶ γεγόνασι τὴν προαίρεσιν ἑκουσίως ἐκ τοῦ ἀγαθοῦ πρὸς τὸ κακὸν ἐκκλίναντες
因此,他們雖與眾天使有相同的本性,卻成為邪惡的,憑己意把意志從善傾向惡。
Being therefore of the same nature as the angels, they became evil, voluntarily inclining their will from the good toward the evil.
1:488
Οὐκ ἔχουσι τοίνυν ἐξουσίαν κατά τινος οὐδὲ ἰσχὺν εἰ μὴ ἐκ θεοῦ οἰκονομικῶς συγχωρούμενοι, ὡς ἐπὶ τοῦ Ἰώβ, καθάπερ ἐπὶ τῶν χοίρων ἐν τῷ εὐαγγελίῳ γέγραπται
因此,他們對任何人都沒有權柄或能力,除非按神為著祂的安排所容許的,如在約伯的事上,又如福音書中所記關於那群豬的事。
They have, then, no authority or power against anyone except as it is permitted them by God in His dispensation, as in the case of Job, and as is written in the Gospel concerning the swine.
1:489
Παραχωρήσεως δὲ θεοῦ γινομένης καὶ ἰσχύουσι καὶ μεταβάλλονται καὶ μετασχηματίζονται, εἰς οἷον θέλουσι σχῆμα κατὰ φαντασίαν
但當神的容許臨到時,他們就有能力,並能變化、改變自己,照其所願以幻象現出任何形狀。
But when God's permission is given, they both have power and change and transform themselves into whatever shape they wish according to appearance.
1:490
Καὶ τὰ μὲν μέλλοντα οὐδὲ οἱ ἄγγελοι οὐδὲ οἱ δαίμονες οἴδασιν, ὅμως προλέγουσιν, οἱ μὲν ἄγγελοι τοῦ θεοῦ αὐτοῖς ἀποκαλύπτοντος καὶ προλέγειν κελεύοντος·
至於將來的事,無論是天使還是鬼魔都不知道,然而他們卻預言這些事——天使是當神向他們啟示並命令他們預言時;
And the things to come neither the angels nor the demons know, yet they foretell them—the angels when God reveals them and commands them to foretell;
1:491
ὅθεν, ὅσα λέγουσι, γίνονται
因此他們所說的都會應驗。
whence whatever they say comes to pass.
1:492
Προλέγουσι δὲ καὶ οἱ δαίμονες, ποτὲ μὲν τὰ μακρὰν γινόμενα βλέποντες, ποτὲ δὲ στοχαζόμενοι, ὅθεν καὶ τὰ πολλὰ ψεύδονται·
鬼魔也預言,有時是看見遠處正發生的事,有時是憑著揣測,因此他們在許多事上撒謊;
The demons also foretell, sometimes seeing things happening far off, sometimes by conjecture; whence also they lie in many things;
1:493
οἷς οὐ δεῖ πιστεύειν, κἂν ἀληθεύωσι πολλάκις, οἵῳ τρόπῳ εἰρήκαμεν
他們是不可信的,即使他們常常說真話,正如我們所說的那樣。
and they are not to be believed, even if they often speak truth, in the manner we have said.
1:494
Πᾶσα οὖν κακία ἐξ αὐτῶν ἐπενοήθη καὶ τὰ ἀκάθαρτα πάθη
因此,一切邪惡與污穢的情慾都是他們所設想出來的。
All wickedness, then, was devised by them, and the unclean passions.
1:495
Καὶ προσβάλλειν μὲν τῷ ἀνθρώπῳ συνεχωρήθησαν, βιάζεσθαι δέ τινα οὐκ ἰσχύουσιν·
雖然他們被許可攻擊人,卻沒有能力強迫任何人;
And while they have been permitted to assail man, they have no power to compel anyone;
1:496
ἐν ἡμῖν γάρ ἐστι δέξασθαι τὴν προσβολὴν ἢ μὴ δέξασθαι
因為接受還是不接受那攻擊,乃在於我們自己。
for it is in our power to receive the assault or not to receive it.
1:497
Διὸ τῷ διαβόλῳ καὶ τοῖς δαίμοσιν αὐτοῦ ἡτοίμασται τὸ πῦρ τὸ ἄσβεστον, ἡ κόλασις ἡ αἰώνιος, καὶ τοῖς ἑπομένοις αὐτῷ
因此,那不滅的火,就是永遠的刑罰,是為魔鬼和他的鬼魔,並為那些跟隨他的人所預備的。
Wherefore for the devil and his demons, and for those who follow him, the unquenchable fire has been prepared, the eternal punishment.
1:498
Χρὴ δὲ γινώσκειν, ὅτι, ὅπερ ἐστὶ τοῖς ἀνθρώποις ὁ θάνατος, τοῦτο τοῖς ἀγγέλοις ἡ ἔκπτωσις·
當知道,死亡之於人,就如墜落之於天使;
And it must be known that what death is to men, the fall is to the angels;
1:499
μετὰ γὰρ τὴν ἔκπτωσιν οὐκ ἔστιν αὐτοῖς μετάνοια, ὥσπερ οὐδὲ τοῖς ἀνθρώποις μετὰ τὸν θάνατον
因為墜落之後,他們就沒有悔改,正如人死後也沒有悔改一樣。
for after the fall there is no repentance for them, just as there is none for men after death.
1:500
Περὶ κτίσεως ὁρατῆσ Αὐτὸς ὁ θεὸς ἡμῶν ὁ ἐν τριάδι καὶ ἐν μονάδι δοξολογούμενος ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα, τὰ μὲν οὐκ ἐκ προϋποκειμένης ὕλης οἷον οὐρανόν, γῆν, ἀέρα, πῦρ, ὕδωρ, τὰ δὲ ἐκ τούτων τῶν ὑπ' αὐτοῦ γεγονότων, οἷον ζῷα, φυτά, σπέρματα·
論可見的受造界。那在三一又在合一中受榮耀的我們的神,自己造了天和地,並其中的萬物,把萬有從無造為有——有些不是從任何先存的物質而造的,如天、地、空氣、火、水;另有些則是從這些祂所造的之物而出,如動物、植物、種子;
On visible creation. Our God Himself, who is glorified in Trinity and in Unity, made heaven and earth and all that is in them, having brought the universe into being from non-being—some things not from any pre-existing matter, such as heaven, earth, air, fire, water; but others from these things made by Him, such as animals, plants, seeds;
1:501
ταῦτα γὰρ ἐκ γῆς καὶ ὕδατος, ἀέρος τε καὶ πυρὸς τῷ τοῦ δημιουργοῦ προστάγματι γεγόνασιν
因為這些乃是按造物主的命令,從地、水、空氣與火而產生的。
for these came to be from earth and water, air and fire, by the command of the Creator.
1:502
Περὶ οὐρανοῦ Οὐρανός ἐστι περιοχὴ ὁρατῶν τε καὶ ἀοράτων κτισμάτων·
論天。天乃是可見與不可見受造之物的包羅;
On heaven. Heaven is the encompassing of visible and invisible creatures;
1:503
ἐντὸς γὰρ αὐτοῦ αἵ τε νοεραὶ τῶν ἀγγέλων δυνάμεις καὶ πάντα τὰ αἰσθητὰ περικλείονται καὶ περιορίζονται
因為在它裏面,天使睿智的能力與一切可感知之物都被圍繞並限定。
for within it both the intellectual powers of the angels and all sensible things are enclosed and bounded.
1:504
Μόνον δὲ τὸ θεῖον ἀπερίγραπτόν ἐστι πάντα πληροῦν καὶ πάντα περιέχον καὶ πάντα περιορίζον ὡς ὑπὲρ πάντα ὂν καὶ πάντα δημιουργῆσαν
惟有神是無可限量的,充滿萬有、包含萬有、限定萬有,因祂在萬有之上,又創造了萬有。
But the Divine alone is uncircumscribed, filling all things and containing all things and bounding all things, as being above all things and having created all things.
1:505
Ἐπεὶ τοίνυν οὐρανόν φησιν ἡ γραφὴ καὶ οὐρανὸν τοῦ οὐρανοῦ καὶ οὐρανοὺς οὐρανῶν καὶ ἕως τρίτου οὐρανοῦ ὁ μακάριος Παῦλος ἡρπάχθαι φησί, λέγομεν, ὅτι ἐν τῇ τοῦ παντὸς κοσμογενείᾳ οὐρανοῦ ποίησιν παρελάβομεν, ὃν οἱ τῶν ἔξω σοφοὶ ἄναστρον σφαῖράν φασι τὰ Μωσέως σφετερισάμενοι δόγματα
既然聖經提到「天」、「天上的天」與「諸天之天」,又有蒙福的保羅說他被提到第三層天,我們便說,在那關於萬有起源的記載中,我們領受了「天」的受造,就是外邦的智者們竊取了摩西的教訓而稱之為「無星之天球」的那層天。
Since, then, Scripture speaks of heaven and of the heaven of heaven and of heavens of heavens, and the blessed Paul says that he was caught up to the third heaven, we say that in the account of the genesis of the universe we received the making of the heaven which the wise men of the heathen, appropriating the doctrines of Moses, call the starless sphere.
1:506
Ἔτι δὲ καὶ τὸ στερέωμα ἐκάλεσεν ὁ θεὸς οὐρανόν, ὃν ἐν μέσῳ τοῦ ὕδατος γενέσθαι προσέταξεν τάξας αὐτὸν διαχωρίζειν ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος
再者,神也稱那穹蒼為天,祂命定它在水的中間,派定它將穹蒼以上的水與穹蒼以下的水分開。
Further, God also called the firmament heaven, which He commanded to come to be in the midst of the water, appointing it to divide between the water that is above the firmament and the water that is below the firmament.
1:507
Τούτου τὴν φύσιν ὁ θεῖος Βασίλειος λεπτήν φησιν ὡσεὶ καπνὸν ἐκ τῆς θείας μεμυημένος γραφῆς
神聖的巴西流,從神聖的聖經得著教導,說它的本性是細薄的,像煙一樣。
The divine Basil, being instructed from the divine Scripture, says that its nature is fine, like smoke.
1:508
Ἕτεροι δὲ ὑδατώδη ὡς ἐν μέσῳ τῶν ὑδάτων γενόμενον, ἄλλοι ἐκ τῶν τεσσάρων στοιχείων, ἄλλοι πέμπτον σῶμα καὶ ἕτερον παρὰ τὰ τέσσαρα
但另有人說它是水性的,因它是在眾水中間形成的;又有人說它是由四元素組成的;還有人說它是第五種物體,有別於那四種。
But others say it is watery, as having come to be in the midst of the waters; others, that it is of the four elements; others, a fifth body, distinct from the four.
1:509
Τινὲς μὲν οὖν ἐδόξασαν κύκλῳ τὸ πᾶν περιέχειν τὸν οὐρανὸν σφαιροειδῆ τε ὑπάρχειν καὶ πανταχόθεν τὸ ἀνώτατον μέρος αὐτὸν εἶναι, τὸ δὲ μεσώτατον τοῦ περιεχομένου ὑπ' αὐτοῦ τόπου εἶναι κατώτερον μέρος, καὶ τὰ μὲν κοῦφα καὶ ἐλαφρὰ τῶν σωμάτων τὴν ἄνω τάξιν λαχεῖν παρὰ τοῦ δημιουργοῦ, τὰ δὲ βαρέα καὶ κατωφερῆ τὴν κατωτέραν χώραν, ἥτις ἐστὶν ἡ μέση
因此有些人主張,天環繞著宇宙,是球形的,在各方向都是最上層的部分,而被它所包含之地的正中央則是最低的部分;又說那輕盈飄浮的物體從造物主得著上層的位次,沉重而向下傾的則得著較低的區域,就是那中央。
Some, then, have held that heaven encircles the universe and is spherical, and is in every direction the uppermost part, while the very middle of the place contained by it is the lowest part; and that the light and buoyant bodies obtained the upper rank from the Creator, but the heavy and downward-tending the lower region, which is the middle.
1:510
Ἔστι μὲν οὖν κουφότερον καὶ ἀνωφερέστερον στοιχεῖον τὸ πῦρ, ὅπερ δὴ μετὰ τὸν οὐρανὸν εὐθέως τετάχθαι φασί·
最輕、最向上傾的元素乃是火,他們說火確是緊接在天之後排列的;
Now the lightest and most upward-tending element is fire, which indeed they say is ranked immediately after heaven;
1:511
τοῦτον δὲ λέγουσιν τὸν αἰθέρα, μεθ' ὃν κατώτερον τὸν ἀέρα
他們稱這火為以太,在它之下則是空氣。
and this they call ether, after which, lower down, the air.
1:512
Τὴν δὲ γῆν καὶ τὸ ὕδωρ ὡς βαρύτερα καὶ κατωφερέστερα ἐν τῷ μεσωτάτῳ κρέμασθαι·
至於地與水,因較沉重而較向下傾,便懸在正中央;
And earth and water, as heavier and more downward-tending, hang in the very middle;
1:513
ὡς εἶναι ἐξ ἐναντίας κάτω μὲν τὴν γῆν καὶ τὸ ὕδωρ–τὸ δὲ ὕδωρ κουφότερον τῆς γῆς, ὅθεν καὶ εὐκινητότερον αὐτῆς ὑπάρχει–, ἄνωθεν δὲ πανταχόθεν ὡς περιβόλαιον κύκλῳ τὸν ἀέρα καὶ περὶ τὸν ἀέρα πανταχόθεν τὸν αἰθέρα, ἔξωθεν δὲ πάντων κύκλῳ τὸν οὐρανόν
因此,在相反的下方是地與水(水比地輕,因此也比地更易移動);在上方四圍,像一層包覆物環繞著的是空氣;空氣四圍是以太;在這一切之外,四圍環繞著的是天。
so that on the contrary side, below, are earth and water (the water being lighter than the earth, whence it is also more easily moved than it); and above, on every side, like a covering all around, the air; and around the air, on every side, the ether; and outside all, all around, the heaven.
1:514
Κυκλικῶς δέ φασι κινεῖσθαι τὸν οὐρανὸν καὶ συσφίγγειν τὰ ἐντὸς καὶ οὕτω μένειν πάγια καὶ ἀδιάπτωτα
他們又說,天作圓周運動,並壓緊其內之物,這樣那些物就保持穩固而不墜落。
And they say that heaven moves in a circle and compresses the things within, and thus they remain firm and unfailing.
1:515
Ἑπτὰ δὲ ζώνας φασὶ τοῦ οὐρανοῦ, μίαν τῆς ἑτέρας ὑψηλοτέραν
他們又說,天有七層帶(區域),一層比一層高。
And they say there are seven zones of heaven, one higher than another.
1:516
Λέγουσι δὲ αὐτὸν λεπτοτάτης φύσεως ὡσεὶ καπνὸν καὶ καθ' ἑκάστην ζώνην εἶναι ἕνα τῶν πλανητῶν·
他們說它的本性極其細薄,像煙一樣,又說每一層帶中有一顆行星;
And they say it is of a very fine nature, like smoke, and that in each zone there is one of the planets;
1:517
ἑπτὰ γὰρ πλανήτας εἶναι ἔφησαν, Ἥλιον, Σελήνην, Δία, Ἑρμῆν, Ἄρεα, Ἀφροδίτην καὶ Κρόνον
因為他們聲稱有七顆行星:日、月、宙斯(木星)、赫耳墨斯(水星)、阿瑞斯(火星)、阿芙羅狄忒(金星)、克洛諾斯(土星)。
for they affirmed there are seven planets: Sun, Moon, Zeus (Jupiter), Hermes (Mercury), Ares (Mars), Aphrodite (Venus), and Cronos (Saturn).
1:518
Ἀφροδίτην δφασι τὸν ποτὲ μὲν Ἑωσφόρον, ποτὲ δὲ Ἕσπερον γινόμενον
他們說,阿芙羅狄忒(金星)有時成為晨星,有時成為昏星。
And they say that Aphrodite (Venus) is the one that at times becomes the Morning Star, and at times the Evening Star.
1:519
Πλανήτας δὲ τούτους ἐκάλεσαν, ὅτιπερ ἐναντίως τοῦ οὐρανοῦ ποιοῦνται τὴν κίνησιν·
他們稱這些為「行星」(遊走者),因為它們的運動與天的運動相反;
And they called these planets, because they make their movement contrary to that of heaven;
1:520
τοῦ γὰρ οὐρανοῦ καὶ τῶν λοιπῶν ἀστέρων ἐξ ἀνατολῆς ἐπὶ δυσμὰς κινουμένων οὗτοι μόνοι ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς τὴν κίνησιν ἔχουσι
因為天與其餘的星都是從東向西運行,惟有這些是從西向東運行。
for while heaven and the rest of the stars move from east to west, these alone have their movement from west to east.
1:521
Καὶ τοῦτο γνωσόμεθα ἐκ τῆς σελήνης μικρὸν καθ' ἑσπέραν ἀναποδιζούσης
我們可從月亮認出這一點,它每晚都稍微往後退一些。
And we shall know this from the moon, which recedes a little each evening.
1:522
Ὅσοι τοίνυν ἔφησαν σφαιροειδῆ τὸν οὐρανόν, ἴσως λέγουσιν ἀφίστασθαι αὐτὸν καὶ ἀπέχειν τῆς γῆς, ἄνωθέν τε καὶ ἐκ πλαγίων καὶ κάτωθεν
因此,那些說天是球形的人說,天與地相隔開、四處等距——上方、兩側與下方都是如此。
Those, then, who said that heaven is spherical, say that it stands apart and is equidistant from the earth—above and from the sides and below.
1:523
Κάτωθεν δὲ καὶ ἐκ πλαγίων φημί, ὅσον πρὸς τὴν ἡμετέραν αἴσθησιν, ἐπεὶ κατὰ τὸν τῆς ἀκολουθίας λόγον πανταχόθεν τὸν ἄνω τόπον ὁ οὐρανὸς ἐπέχει καὶ ἡ γῆ τὸν κάτω
我說「下方與兩側」只是就我們的感知而言,因為按一致的道理,天在各方向都佔據上方,地則佔據下方。
And I say "below and from the sides" only with respect to our perception, since by the logic of consistency heaven occupies the upper place on every side, and the earth the lower.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。