📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 要理講授(全本)

要理講授(全本) 第 6 章 第 1/2 段

希臘文原文.278 節.部分字詞可點開查義.本章太長已分段,此段為 6:1–6:278(全章共 423 節)

← 第 5 章第 7 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
6:1
Καὶ ἀνάγνωσις ἐκ τοῦ Ἡσαΐου·
並誦讀以賽亞書的經文:
And a reading from Isaiah:
6:2
ἐγκαινίζεσθε πρός με νῆσοι
眾海島阿,你們當向我重新得力(更新)。
Be renewed toward Me, you islands.
6:3
Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον·
以色列必蒙耶和華的拯救,得永遠的救恩;
Israel is saved by the Lord with an everlasting salvation;
6:4
οὐκ αἰσχυνθήσονται, οὐδ' οὐ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος, καὶ τὰ ἑξῆς
你們必不致蒙羞,也不致抱愧,直到永永遠遠,以及其後的話。
they shall not be ashamed, neither shall they be confounded for ever and ever, and so forth.
6:5
ΕΥΛΟΓΗΤΟΣ ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
願我們主耶穌基督的神與父,是當受稱頌的;
Blessed be the God and Father of our Lord Jesus Christ;
6:6
[εὐλογητὸς καὶ ὁ τούτου μονογενὴς Υἱός]
[願祂的獨生子也是當受稱頌的。]
[blessed also be His only-begotten Son.]
6:7
Ἅμα γὰρ τῷ νοεῖσθαι Θεὸς, νοείσθω καὶ Πατήρ·
因為一思想到「神」,就當同時思想到「父」;
For as soon as God is conceived, let Father also be conceived;
6:8
ἵνα ἀδιαίρετος ἡ Πατρὸς καὶ Υἱοῦ σὺν ἁγίῳ Πνεύματι δοξολογία τελῆται
好叫父與子並聖靈那不可分割的同享榮耀得以成就。
that the glorification of Father and Son together with the Holy Spirit may be accomplished undivided.
6:9
Οὐ γὰρ ἄλλην δόξαν Πατὴρ καὶ ἄλλην Υἱὸς ἔχει·
因為父並非有一種榮耀,子另有一種榮耀;
For the Father has not one glory and the Son another;
6:10
ἀλλὰ μίαν καὶ τὴν αὐτὴν [ τῷ ἁγίῳ Πνεύματι]
乃是同一個榮耀[與聖靈一同]。
but one and the same [with the Holy Spirit].
6:11
Ἐπειδὴ Πατρός ἐστιν Υἱὸς μονογενὴς, καὶ Πατρὸς δοξαζομένου συναπολαύει τῆς δόξης καὶ ὁ Υἱός
因為子是父的獨生子,父得榮耀時,子也一同享受那榮耀;
Since the Son is the only-begotten of the Father, and when the Father is glorified the Son also shares in the glory;
6:12
Ἐπειδὴ δόξα υἱοῦ ἐκ τιμῆς πατρὸς αὐτοῦ·
因為子的榮耀出於祂父的尊榮;
since the glory of the Son comes from the honor of His Father;
6:13
καὶ πάλιν υἱοῦ δοξολογουμένου, μεγάλως τιμᾶται ὁ τοῦ τοσούτου πατὴρ ἀγαθοῦ
再者,子得榮耀時,這位有如此美善之子的父,也大得尊榮。
and again, when the Son is glorified, the Father of so good a Son is greatly honored.
6:14
Καὶ ἡ μὲν διάνοια ὀξύτατα νοεῖ·
心思固然領會得極其迅速;
And the mind indeed conceives most swiftly;
6:15
ἡ δὲ γλῶσσα ῥημάτων δεῖται καὶ διηγήσεως πολλῆς τῶν μεταξὺ λόγων
但舌頭卻需要言語,並需要對其間的論述作許多的解說。
but the tongue has need of words, and of much explanation of the intervening discourse.
6:16
Ἅμα μὲν γὰρ ὀφθαλμὸς χόρον ἄστρων περιλαμβάνει πολύν·
因為眼睛一下就能將眾星的大群盡收眼底;
For the eye at once embraces a great chorus of stars;
6:17
ἀλλ' ὅταν τὸ καθ' ἕκαστον διηγήσασθαι βουληθῇ τις, τί μέν ἐστι φωσφόρος, τί δὲ ἕσπερος, τί δὲ τὸ καθ' ἓν, πολλῶν ἐπιδεῖται τῶν ῥημάτων
但人若要逐一詳述——哪是晨星,哪是昏星,每一顆又是甚麼——就需要許多言語了。
but when one wishes to relate each in detail—what is the morning star, what is the evening star, what is each individual one—he has need of many words.
6:18
Πάλιν ὁμοίως, γῆν καὶ θάλασσαν καὶ πάντα τὰ τοῦ κόσμου τέρματα ἐν ὀξυτάτῃ ῥοπῇ περιλαμβάνει ἡ διάνοια·
照樣,心思在極短的一瞬間,便能將陸地、海洋並世界的各端都包羅進來;
Again likewise, the mind in the swiftest moment embraces land and sea and all the ends of the world;
6:19
ἀλλ' ὅπερ ἐν ἀκαρεῖ νοεῖ, τοῦτο ἐν ῥήμασι πολλοῖς διηγεῖται
但它在剎那間所領會的,要用許多言語才能述說出來。
but what it conceives in an instant, this it relates in many words.
6:20
Μέγα μὲν οὖν καὶ τὸ ῥηθὲν παράδειγμα·
因此,方才所說的比喻固然是大的;
Great, then, is the example just spoken;
6:21
ἀλλ' ἔτι ἀσθενὲς καὶ ἀνίσχυρον
卻仍是軟弱無力的。
but it is still weak and feeble.
6:22
Λέγομεν γὰρ οὐχ ὅσα δεῖ περὶ Θεοῦ [μόνῳ γὰρ αὐτῷ ταῦτα γνώριμα], ἀλλ' ὅσα κεχώρηκεν ἡ ἀνθρωπίνη φύσις καὶ ὅσα ἡ ἡμετέρα ἀσθένεια βαστάσαι δύναται
因為論到神,我們所說的並非該說的(因為這些惟有祂自己知道),乃是人性所能容納、我們的軟弱所能承擔的。
For we speak not what we ought concerning God (for these things are known to Him alone), but what human nature has admitted, and what our weakness is able to bear.
6:23
Οὐ γὰρ τὸ, τί ἐστι Θεὸς, ἐξηγούμεθα·
因為我們並不闡明神是甚麼;
For we do not expound what God is;
6:24
ἀλλ' ὅτι τὸ ἀκριβὲς περὶ αὐτοῦ οὐκ οἴδαμεν, μετ' εὐγνωμοσύνης ὁμολογοῦμεν
我們乃是滿懷感恩地承認,論到祂的確切真相,我們並不知道。
but we confess with thankfulness that we do not know the exact truth concerning Him.
6:25
Ἐν τοῖς γὰρ περὶ Θεοῦ μεγάλη γνῶσις, τὸ τὴν ἀγνωσίαν ὁμολογεῖν
因為在關乎神的事上,承認自己的無知乃是極大的知識。
For in matters concerning God it is great knowledge to confess one's ignorance.
6:26
Μεγαλύνατε τοίνυν τὸν Κύριον σὺν ἐμοὶ καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτὸ κοινῇ πάντες·
所以,你們要同我尊耶和華為大,我們眾人要一同高舉祂的名;
Magnify, therefore, the Lord with me, and let us exalt His name together, all of us in common;
6:27
Μᾶλλον δὲ κἂν πάντες ὁμοῦ συναχθῶμεν, οὔπω τὸ καθ' ὃ δεῖ ποιήσομεν
說得更確切些,縱使我們眾人聚集在一起,仍不能照所當作的去作。
or rather, even if we are all gathered together, we shall not yet do as we ought.
6:28
Οὐ λέγω τοὺς παρόντας ὑμᾶς μόνους, ἀλλὰ γὰρ κἂν πάσης τῆς οἰκουμενικῆς ἐκκλησίας, τῆς τε νῦν οὔσης καὶ τῆς μελλούσης, πάντα τὰ θρέμματα συνέλθοι, τὸν ποιμένα κατ' ἀξίαν ὑμνῆσαι οὐ δυνήσεται
我不單說你們在場的這些人,就是普世教會——現今的並將來的——的全群都聚集了,也不能照所配得的讚美那牧者。
I do not say only you who are present, but even if all the flocks of the whole universal Church, both that which now is and that which is to come, should come together, they will not be able to praise the Shepherd worthily.
6:29
Μέγας ἦν Ἀβραὰμ καὶ τίμιος·
亞伯拉罕是偉大而尊貴的;
Great was Abraham and honorable;
6:30
ἀλλὰ μέγας πρὸς ἀνθρώπους
但只是在人面前偉大。
but great in relation to men.
6:31
Ὅτε δὲ πρὸς τὸν Θεὸν ἔφθασε, τότε φησὶν εὐγνωμόνως ἀληθεύων, Ἐγώ εἰμι γῆ καὶ σποδός
及至他來到神面前,便存著感恩、誠實地說:我不過是塵土和爐灰。
Yet when he came before God, then, truthfully owning it with thankfulness, he says, I am earth and ashes.
6:32
Οὐκ εἶπε, γῆ, καὶ ἐσίγησεν, ἵνα μὴ τὸ μέγα στοιχεῖον ἑαυτὸν ὀνομάσῃ·
他沒有說「塵土」就住口,免得他用那偉大的元素來稱呼自己;
He did not say earth and then keep silent, lest he should name himself the great element;
6:33
ἀλλὰ ἐπήγαγε, καὶ σποδός, ἵνα τὸ εὐδιάλυτον αὐτοῦ καὶ σαθρὸν παραστήσῃ
乃是加上「爐灰」,好顯明他易於消散、脆弱朽壞的本質。
but he added, and ashes, that he might set forth his easily dissolved and crumbling nature.
6:34
Ἔστι τι, φησὶ, σποδοῦ σμικρότερον ἢ λεπτότερον; Λαβὲ [ γάρ] φησι, τὴν σύγκρισιν σποδοῦ πρὸς οἰκίαν καὶ οἰκίας πρὸς πόλιν, καὶ πόλεως πρὸς ἐπαρχίαν, καὶ ἐπαρχίας πρὸς τὴν Ῥωμαίων χώραν, καὶ τῆς Ῥωμαίων χώρας πρὸς πᾶσαν τὴν γῆν καὶ πάντα τὰ τέρματα, πᾶσαν δὲ τὴν γῆν πρὸς τὸν ἐγκεκολπισμένον αὐτὴν οὐρανόν·
他說,有甚麼比爐灰更小更微細的麼?他說,你試將爐灰與一所房屋相比,房屋與一座城相比,城與一個省相比,省與羅馬人的國土相比,羅馬人的國土與全地並各端相比,再將全地與那懷抱它的諸天相比;
Is there anything, he says, smaller or finer than ashes? For take, he says, the comparison of ashes to a house, and of a house to a city, and of a city to a province, and of a province to the country of the Romans, and of the country of the Romans to the whole earth and all its ends; and of the whole earth to the heaven that enfolds it;
6:35
ἥτις τοσαύτην ἔχει πρὸς τὸν οὐρανὸν τὴν σύγκρισιν, ὅσην τὸ μέσον πρὸς πᾶσαν τὴν περιφέρειαν ἔχει τοῦ τροχοῦ [ τοσαύτη γὰρ γῆς πρὸς οὐρανὸν ἡ σύγκρισις], καὶ τὸν πρῶτον οὐρανὸν τὸν φαινόμενον τοῦτον μικρότερον εἶναι νόησον τοῦ δευτέρου καὶ τὸν δεύτερον τοῦ τρίτου·
這地與諸天相比,正如車輪的中心點與整個圓周相比(因為地與天的比例正是如此);你當思想這頭一層可見的天比第二層小,第二層又比第三層小;
which earth bears to heaven such a comparison as the center bears to the whole circumference of the wheel (for such is the comparison of earth to heaven); and conceive this first visible heaven to be smaller than the second, and the second than the third;
6:36
[μέχρι γὰρ τούτων ὠνόμασεν ἡ γραφή·
[因為聖經只題名到這幾層;
[for up to these the Scripture has named;
6:37
οὐχ ὅτι τοσοῦτοι μόνοι τυγχάνουσιν, ἀλλ' ὅτι τοσούτους μόνους ἡμῖν γνῶναι συνέφερε], καὶ ὅταν εἴδῃς τῷ νῷ πάντας τοὺς οὐρανοὺς, οὔπω οὐδὲ οἱ οὐρανοὶ αἰνέσαι τὸν Θεὸν καθ' ὅ ἐστιν, δυνήσονται·
並非只有這幾層存在,乃是叫我們只知道這幾層對我們有益];及至你用心思看遍諸天,連諸天也不能照著神的本相讚美祂;
not that these alone exist, but that it was profitable for us to know only so many]; and when you have beheld with the mind all the heavens, not even the heavens will be able to praise God as He is;
6:38
οὐδ' ἂν βροντῆς μεγαλοφωνότερα ἠχήσωσιν
縱使它們發出比雷聲更宏大的聲響,也是不能。
not even if they should sound louder than thunder.
6:39
Εἰ δὲ τὰ τοσαῦτα κύτη τῶν οὐρανῶν τὸν Θεὸν ὑμνῆσαι κατ' ἀξίαν οὐ δύνανται·
但若諸天那如此廣大的穹蒼尚且不能照所配得的讚美神;
But if such vast vaults of the heavens cannot praise God worthily;
6:40
πότε ἆρα γῆ καὶ σποδὸς, τὸ μικρότατον καὶ τῶν ὄντων ἐλαχιστότατον, ἄξιον ὕμνον ἀναπέμψαι τοῦ Θεοῦ δυνήσεται, [ἢ ἀξίως εἰπεῖν περὶ Θεοῦ] κατέχοντος τὸν γύρον τῆς γῆς, καὶ ἔχοντος τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ὡς ἀκρίδας;. Εἴ τις ἐπιχειρεῖ τὰ περὶ Θεοῦ λέγειν, πρῶτον διηγείσθω τῆς γῆς τὰ τέρματα
那麼,塵土與爐灰,這在萬有中最小最微不足道的,幾時能向神獻上配得的頌讚[或配得地論說神]呢?神坐在地球大圈之上,看地上的居民如同蚱蜢。人若敢說那關乎神的事,就讓他先講說地的諸端罷。
when then shall earth and ashes, the smallest and least of all things that are, be able to send up a worthy hymn of God—[or to speak worthily concerning God]—who holds the circle of the earth, and has its inhabitants as locusts? If anyone undertakes to speak the things concerning God, let him first describe the ends of the earth.
6:41
Γῆν οἰκεῖς, καὶ τὸ τέλος τῆς σῆς οἰκίας, τῆς γῆς, οὐ γινώσκεις·
你住在地上,連你自己的居所——地——的盡頭都不曉得;
You inhabit the earth, and you do not know the limit of your own dwelling, the earth;
6:42
καὶ πῶς τὸν κατασκευαστὴν ἀξίως νοῆσαι δυνήσῃ; Θεωρεῖς τοὺς ἀστέρας, τὸν δὲ ποιητὴν οὐ θεωρεῖς
你怎能配得地領會那造物主呢?你觀看眾星,卻看不見那造星的。
and how shall you be able worthily to conceive of the Maker? You behold the stars, but you do not behold their Maker.
6:43
Ἀριθμῆσαι τοὺς φαινομένους, καὶ τότε τὸν μὴ φαινόμενον ἐξήγησαι·
你先數算那看得見的,然後再講說那看不見的;
Number first the visible, and then describe the invisible One;
6:44
τὸν ἀριθμοῦντα πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλοῦντα
就是那數點眾星數目、一一稱它們名字的。
Him who numbers the multitudes of the stars, and calls them all by their names.
6:45
Σταγόνες ὑετῶν λαβροτέρων προσφάτως ἐπελθοῦσαι μικροῦ δεῖν ἀπώλεσαν ἡμᾶς
近來那更猛烈的雨點傾盆而下,幾乎把我們淹沒了。
Drops of more violent rains that lately came down well-nigh destroyed us.
6:46
Ἀρίθμησον ταύτης μόνης τῆς πόλεως τὰς σταγόνας·
你單數算這一座城的雨點罷;
Number the raindrops of this one city alone;
6:47
καὶ οὐ λέγω τῆς πόλεως, ἀλλὰ τοῦ σοῦ δώματος εἰς μίαν ὥραν τὰς σταγόνας ἀρίθμησον, εἴ σοι δυνατόν·
我且不說一座城,你若能夠,單數算一個時辰之內落在你自己房上的雨點罷;
and I say not of the city, but number the drops upon your own house in a single hour, if you are able;
6:48
ἀλλὰ ἀδυνατῶν γινώσκεις σεαυτοῦ τὴν ἀσθένειαν
但你既不能夠,便認出自己的軟弱了。
but being unable, you recognize your own weakness.
6:49
ἐκ τούτου γνῶθι τοῦ Θεοῦ τὴν δύναμιν
你要從這事認識神的大能;
From this learn the power of God;
6:50
Ἀριθμηταὶ γὰρ αὐτῷ καὶ σταγόνες ὑετῶν, αἱ κατὰ πάσης τῆς οἰκουμένης οὐ νῦν χυθεῖσαι μόνον, ἀλλὰ καὶ αἱ πάντοτε
因為在祂面前,雨點也是被數算的,就是那傾倒在全地之上的雨點,不僅是現今的,乃是常時的。
for to Him the drops of rain too are numbered, those poured out over all the inhabited world, not only now, but always.
6:51
Ποίημα Θεοῦ ἥλιος, μέγα μέν·
太陽是神的工作,固然是大的;
The sun is a work of God, great indeed;
6:52
μικρότατον δὲ πρὸς σύγκρισιν τοῦ παντὸς οὐρανοῦ
但與全天相比,卻是極小的。
but very small in comparison with the whole heaven.
6:53
Ἐνατένισον πρῶτον ἡλίῳ, καὶ τότε τὸν δεσπότην πολυπραγμόνησον
你先定睛看太陽,然後再去探究那主。
Gaze first upon the sun, and then busy yourself about the Master.
6:54
Βαθύτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε·
比你太深的事,你不要尋求;比你太強的事,你不要查考;
Seek not things too deep for you, nor search out things too strong for you;
6:55
ἃ προσετάγη σοι, ταῦτα διανοοῦ
凡所吩咐你的,你要思想這些。
the things which are commanded you, these consider.
6:56
Ἀλλ' ἐρεῖ τις, εἰ ἀκατάληπτός [ἐστιν] ἡ ὑπόστασις ἡ θεία, καὶ τί σὺ περὶ τούτων διηγῇ; Ἆρα οὖν ἐπειδὴ πάντα τὸν ποταμὸν ἐκπιεῖν ἀδυνατῶ, μηδὲ τὸ συμφέρον ἐμαυτῷ συμμέτρως λάβω; Ἆρα ἐπειδὴ πάντα τὸν ἥλιον τῇ τῶν ὀμμάτων καταστάσει χωρῆσαι οὐ δύναμαι, μηδὲ πρὸς τὴν ἐμαυτοῦ χρείαν αὔταρκες ἐμβλέψω;Ἢ καὶ ἐπειδὴ εἰς παράδεισον μέγιστον εἰσελήλυθα, καὶ πᾶσαν τὴν τῶν ἀκροδρύων ὑπόστασιν φαγεῖν οὐ δύναμαι, βούλει με πεινῶντα τελείως ἐξελθεῖν; Αἰνῶ καὶ δοξάζω τὸν ἡμᾶς ποιήσαντα·
但有人要說:神聖的本體若是不可測度的,那你為甚麼還講論這些事呢?難道因我不能把整條河喝盡,我就連那對我有益、合乎我度量的也不取麼?難道因我眼睛的容量不能容下整個太陽,我就連那足夠我自己需用的也不看麼?或者因我進了一座極大的樂園,不能把園中所有果樹的果子都吃盡,你就要我空著肚子完全離去麼?我讚美、榮耀那造我們的;
But someone will say: If the divine subsistence is incomprehensible, why then do you discourse about these things? So then, because I am unable to drink the whole river, shall I not take even what is profitable for me in due measure? Because I cannot, with the capacity of my eyes, contain the whole sun, shall I not look upon even so much as suffices for my own need? Or, because I have entered into a vast paradise, and cannot eat all the substance of the orchard, do you wish me to go out entirely hungry? I praise and glorify Him who made us;
6:57
κέλευσμα γὰρ θεῖόν ἐστι τὸ λέγον·
因為有神聖的命令說:
for it is a divine command that says:
6:58
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον
凡有氣息的,都要讚美耶和華。
Let everything that has breath praise the Lord.
6:59
Δοξάζειν τὸν δεσπότην, ἀλλ' οὐκ ἐξηγεῖσθαι νῦν ἐπιχειρῶ, εἰδὼς μὲν τοί γε ὅτι τοῦ δοξάζειν τῆς ἀξίας ἀπολειφθήσομαι, ἔργον δὲ εὐσεβείας ἡγούμενος τὸ κἂν ὅλως ἐπιχειρεῖν
我如今所要作的是榮耀那主,並非闡明祂,我深知自己連配得地榮耀祂都不及,卻仍以縱然只是嘗試也算為敬虔的工作。
I undertake now to glorify the Master, but not to expound Him, knowing well indeed that I shall fall short of the worthiness of glorifying Him, yet counting it a work of piety even to make the attempt at all.
6:60
Παραμυθεῖται γάρ μου τὴν ἀσθένειαν ὁ Κύριος Ἰησοῦς λέγων, Θεὸν οὐδεὶς ἑώρακε πώποτε
因為主耶穌安慰我的軟弱,說:從來沒有人看見神。
For the Lord Jesus comforts my weakness, saying, No man has seen God at any time.
6:61
Τί οὖν, ἐρεῖ τις, οὐ γέγραπται, ὅτι οἱ ἄγγελοι τῶν μικρῶν βλέπουσιν διὰ παντὸς τὸ πρόσωπον τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς; Ἀλλὰ βλέπουσιν οἱ ἄγγελοι, οὐ καθώς ἐστιν ὁ Θεὸς, ἀλλὰ καθόσον καὶ αὐτοὶ χωροῦσιν
有人要說:那麼,豈不是記著說,小子們的使者常見我天父的面麼?但天使所看見的,並不是照神的本相,乃是照他們自己所能及的程度。
What then? someone will say, is it not written that the angels of the little ones do always behold the face of My Father who is in heaven? But the angels behold, not as God is, but in so far as they themselves are capable.
6:62
Αὐτὸς γὰρ Ἰησοῦς ἐστιν ὁ λέγων, Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα
因為耶穌自己說:這不是說有人看見過父,惟獨從神來的,祂看見過父。
For Jesus Himself is the One who says, Not that anyone has seen the Father, save He who is from God; He has seen the Father.
6:63
χωροῦσι, καὶ ἀρχάγγελοι καθ' ὃ δύνανται·
他們有這容量,天使長也照著他們的能力如此;
they are capable, and archangels according to their power;
6:64
Θρόνοι δὲ καὶ Κυριότητες, μειζόνως μὲν παρὰ τοὺς πρώτους, ἔλαττον δὲ τῆς ἀξίας
但座位與主治的,比前者更多,卻仍不及祂的配得。
but Thrones and Dominions, more than the former, yet less than His worthiness.
6:65
Μόνον δὲ βλέπειν δύναται ὡς χρὴ, ἅμα τῷ Υἱῷ, τὸ Πνεῦμα τὸ ἅγιον
惟獨聖靈與子一同,才能照所當的看見。
And only the Holy Spirit, together with the Son, is able to behold as is fitting.
6:66
Ἐκεῖνο γὰρ πάντα ἐρευνᾷ, [καὶ γινώσκει] καὶ τὰ βάθη τοῦ Θεοῦ·
因為那靈參透萬事,[並知道]連神深奧的事;
For That searches all things, [and knows] even the depths of God;
6:67
ὥς γε καὶ ὁ μονογενὴς Υἱὸς γινώσκει καθ' ὃ δεῖ, ἅμα τῷ Πνεύματι τῷ ἁγίῳ, τὸν Πατέρα
正如獨生子與聖靈一同,也照所當的認識父。
even as the only-begotten Son also knows the Father as is fitting, together with the Holy Spirit.
6:68
Οὐδὲ γὰρ τὸν Πατέρα τις ἐπιγινώσκει, φησὶν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ
因為祂說:除了子和子所願意指示的,沒有人認識父。
For no one knows the Father, He says, save the Son, and he to whom the Son will reveal Him.
6:69
Βλέπει γὰρ καθ' ὃ δεῖ καὶ ἀποκαλύπτει διὰ τοῦ Πνεύματος, καθ' ὃ ἕκαστος χωρεῖ, τὸν Θεόν·
因為祂照所當的看見,並藉著聖靈,按各人所能領受的程度,將神啟示出來;
For He sees as is fitting, and reveals God through the Spirit, in so far as each is capable;
6:70
ἐπειδὴ καὶ τῆς θεότητός ἐστι τῆς πατρικῆς σὺν τῷ Πνεύματι τῷ ἁγίῳ κοινωνὸς ὁ Υἱὸς ὁ μονογενής
因為獨生子與聖靈一同,也是有分於父之神性的。
since the only-begotten Son is also partaker of the Father's Godhead together with the Holy Spirit.
6:71
Ὁ γεννηθεὶς [ ἀπαθῶς πρὸ τῶν χρόνων αἰωνίων] οἶδε τὸν γεννήσαντα, καὶ ὁ γεννήσας οἶδε τὸν γεγεννημένον
那在萬世之先[無受苦地]被生的,認識那生祂的;那生祂的,也認識那被生的。
He who was begotten [impassibly before the eternal ages] knows the One who begot, and the One who begot knows the One who was begotten.
6:72
Ἀγγέλων τοίνυν ἀγνοούντων, (κατὰ γὰρ τὴν οἰκείαν ἑκάστῳ δύναμιν ἀποκαλύπτει [σὺν τῷ Πνεύματι], διὰ τοῦ Πνεύματος τοῦ ἁγίου, ὁ μονογενὴς, ὡς εἰρήκαμεν) μηδεὶς ἀνθρώπων ἐπαισχυνέσθω τὴν ἄγνοιαν ὁμολογεῖν
因此,連天使尚且無知(因為獨生子與聖靈一同,照各人自己的容量向各人啟示,正如我們所說的),那麼人就不當以承認自己的無知為恥。
Since therefore the angels are ignorant (for the only-begotten, together with the Holy Spirit, reveals to each according to his own capacity, as we have said), let no man be ashamed to confess his ignorance.
6:73
Λαλῶ νῦν ἐγὼ καὶ πάντες κατὰ καιρόν·
我如今說話,我和眾人都按次序說話;
I am speaking now, I and all in turn;
6:74
ἀλλὰ τὸ πῶς λαλοῦμεν, ἀδυνατοῦμεν εἰπεῖν
但我們怎樣說話,我們卻無從說明。
but how we speak, we are unable to tell.
6:75
Πῶς οὖν τὸν δόντα τὸ λαλεῖν δύναμαι διηγήσασθαι;Ὁ ψυχὴν ἔχων ἐγὼ, καὶ τοὺς χαρακτῆρας αὐτῆς εἰπεῖν μὴ δυνάμενος, πῶς τὸν δοτῆρα τῆς ψυχῆς ἐξειπεῖν δυνήσομαι;. Αὔταρκες ἡμῖν εἰς εὐσέβειαν ἔσται τοῦτο μόνον, τὸ εἰδέναι ὅτι Θεὸν ἔχομεν
那麼,我怎能講說那賜人說話之能的呢?我自己有靈魂,尚且不能描述它的諸般特性,怎能說明那賜靈魂的呢?單單這一件,就足夠我們敬虔的:就是知道我們有一位神;
How then can I describe Him who gave the power of speech? I who have a soul, and cannot describe its characters, how shall I be able to tell forth the Giver of the soul? This alone will suffice us unto piety, to know that we have a God;
6:76
Θεὸν ἕνα, Θεὸν ὄντα, ἀεὶ ὄντα·
獨一的神,一位存在的神,永遠常存的神;
one God, a God who is, who is ever;
6:77
οὗ πατὴρ οὐκ ἔστιν ἄλλος·
祂沒有別的父;
of whom there is no other Father;
6:78
οὗ μηδεὶς ἰσχυρότερος, ὃν οὐδεὶς διαδεξάμενος ἐκβάλλει τῆς βασιλείας·
沒有比祂更強的,也沒有接續者把祂逐出祂的國;
than whom none is stronger, whom no successor casts out of His kingdom;
6:79
τὸν πολυώνυμον καὶ παντοδύναμον καὶ μονοειδῆ τὴν ὑπόστασιν
祂有許多的名稱,是全能的,在本體上是單一形式的。
the One of many names, almighty, and of single form in His subsistence.
6:80
Οὐ γὰρ ὅτι καλεῖται ἀγαθὸς καὶ δίκαιος καὶ παντοκράτωρ καὶ Σαβαὼθ, παρὰ τοῦτο διάφορός ἐστι καὶ ἀλλοῖος·
因為祂雖被稱為良善的、公義的、全能的、萬軍之耶和華,並不因此就成了不同或駁雜的;
For it is not that, because He is called good and just and almighty and Sabaoth, He is on that account different and varied;
6:81
ἀλλ' εἷς ὢν καὶ ὁ αὐτὸς, μυρίας ἐκπέμπει τὰς τῆς θεότητος ἐνεργείας
乃是祂為一位、同一位,發出祂神性無數的運行。
but being one and the same, He sends forth countless energies of His Godhead.
6:82
Οὐκ ἐν μέρει πλέον ἔχων, καὶ ἐν μέρει ἐλαττούμενος·
祂不是在這一面多有,在那一面減少;
Not having more in one part, and being diminished in another part;
6:83
ἀλλ' ἐν πᾶσιν ὅμοιος ὢν αὐτὸς ἑαυτῷ
乃是在凡事上都與祂自己相同。
but in all things being like to Himself.
6:84
Οὐ μέγας ἐν φιλανθρωπίᾳ μόνον καὶ μικρὸς ἐν σοφίᾳ·
祂不是單在慈愛上偉大,在智慧上微小;
Not great in loving-kindness only and small in wisdom;
6:85
ἀλλ' ἰσοδύναμον ἔχων τὴν σοφίαν καὶ τὴν φιλανθρωπίαν
乃是祂的智慧與慈愛在能力上相等。
but having wisdom and loving-kindness equal in power.
6:86
Οὐκ ἐν μέρει βλέπων, ἐν μέρει δὲ τοῦ βλέπειν ἀπεστερημένος·
祂不是在這一面看見,在那一面被奪去看見;
Not seeing in one part, and in another part deprived of seeing;
6:87
ἀλλ' ὅλος ὢν ὀφθαλμὸς καὶ ὅλος ἀκοὴ καὶ ὅλος νοῦς
乃是全然是眼、全然是耳、全然是心思。
but being all eye and all hearing and all mind.
6:88
Οὐχ ὡς ἡμεῖς ἐν μέρει νοῶν καὶ ἐν μέρει μὴ γινώσκων·
祂不像我們,一面領會,一面又不知道;
Not, as we, understanding in part and in part not knowing;
6:89
βλάσφημος γὰρ ὁ λόγος καὶ θείας ὑποστάσεως ἀνάξιος
因為這樣的話乃是褻瀆的,與神聖的本體不相配。
for blasphemous is such a saying, and unworthy of the divine subsistence.
6:90
Προγνώστης ἐστὶ τῶν ὄντων καὶ ἅγιος καὶ παντοκράτωρ, καὶ πάντων ἀγαθώτερος, καὶ πάντων μείζων καὶ πάντων σοφώτερος·
祂是萬有的先知者,是聖潔的、全能的,比萬有更美善、比萬有更大、比萬有更有智慧;
He is foreknower of the things that are, and holy, and almighty, and better than all, and greater than all, and wiser than all;
6:91
οὗ [μήτε ἀρχὴν] μήτε μορφὴν μήτε εἶδος ἐξειπεῖν δυνησόμεθα
論到祂,我們既不能說明[起頭],也不能說明形狀或樣式。
of whom we shall be able to declare neither [beginning] nor form nor figure.
6:92
Οὔτε γὰρ φωνῆς αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατέ, φησιν ἡ γραφή
因為聖經說:你們從來沒有聽見祂的聲音,也沒有看見祂的形像。
For you have never at any time heard His voice, nor have you seen His form, says the Scripture.
6:93
Διὸ καὶ πρὸς τοὺς Ἰσραηλίτας φησὶν ὁ Μωσῆς, Καὶ φυλάξασθε σφόδρα ταῖς ψυχαῖς ὑμῶν, ὅτι ὁμοίωμα οὐκ εἴδετε
所以摩西對以色列人說:你們要分外謹慎,保守你們的心靈(性命),因為你們並沒有看見甚麼形像。
Wherefore also Moses says to the Israelites, And take good heed to your souls, for you saw no likeness.
6:94
Εἰ γὰρ ὅλως τὴν ὁμοιότητα ἀδύνατον φαντασθῆναι, ἐγγὺς ἔσται ἆρα ἡ διάνοια τῆς ὑποστάσεως;. Ἐφαντάσθησαν πολλοὶ πολλὰ, καὶ πάντες ἀποτετυχήκασι
因為連那形像都全然不能想像,那麼,心思豈能接近那本體麼?許多人想像了許多事,眾人都失敗了。
For if it is altogether impossible to imagine the likeness, will the mind then be near to the subsistence? Many have imagined many things, and all have failed.
6:95
Καὶ οἱ μὲν πῦρ ἐνόμισαν εἶναι τὸν Θεόν·
有些人以為神是火;
And some supposed God to be fire;
6:96
ἕτεροι δὲ πτερωτὸν ὡς ἄνθρωπον, διὰ τὸ γεγράφθαι μὲν καλῶς, νοεῖσθαι δὲ κακῶς τὸ, Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με
另有些人以為祂如人一般有翅膀,因為那話「你必用你的翅膀遮蔽我」雖寫得對,他們卻領會錯了。
others winged like a man, because it is rightly written, but wrongly conceived, In the shelter of your wings you shall shelter me.
6:97
Ἐπελάθοντο τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς, λέγοντος ὁμοίως καὶ περὶ ἑαυτοῦ πρὸς τὴν Ἱερουσαλὴμ, Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Τῆς γὰρ φρουρητικῆς αὐτοῦ δυνάμεως εἰς πτέρυγας λαμβανομένης, οὗτοι μὴ νοήσαντες, εἰς ἀνθρώπινα πράγματα καταπεσόντες, ἀνθρωπίνως ὑπέλαβον εἶναι τὸν ἀνεξιχνίαστον
他們忘了我們的主、那獨生子耶穌基督,祂照樣論到自己,對耶路撒冷說:我多次願意聚集你的兒女,好像母雞把小雞聚集在翅膀底下,只是你們不願意。原來那只是把祂保護的能力比作翅膀,這些人卻不領會,墮入人的觀念,便用人的方式去揣度那測不透的主。
They forgot our Lord Jesus Christ, the only-begotten, who likewise says concerning Himself also, to Jerusalem, How often would I have gathered your children together, even as a hen gathers her chicks under her wings, and you would not? For His protecting power being taken as wings, these men, not understanding, fell down into human notions, and conceived in a human way of Him who is past tracing out.
6:98
Οἱ δὲ ἑπτὰ ὀφθαλμοὺς ἔχειν αὐτὸν εἰπεῖν ἐτόλμησαν, διὰ τὸ γεγράφθαι, Ἑπτὰ ὀφθαλμοὶ Κυρίου ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν
另有些人竟敢說祂有七隻眼,因為經上寫著:耶和華的七眼遍察全地。
And others dared to say that He has seven eyes, because it is written, The seven eyes of the Lord that look upon all the earth.
6:99
Εἰ γὰρ ἑπτὰ ὀφθαλμοὺς μόνους ἐν μέρει περίκειται, μερικὸν ἄρα τὸ βλέπειν αὐτῷ, καὶ οὐ παντελές·
因為祂若只有局部安設的七隻眼,那麼祂的看見就是局部的,而非完全的;
For if He has only seven eyes set about Him in part, then His seeing is partial, and not complete;
6:100
ὅπερ [ ἐπὶ Θεοῦ] λέγειν δύσφημον
[論到神]這樣說乃是不敬的。
which to say [of God] is profane.
6:101
Τὸν γὰρ Θεὸν τέλειον ἐν πᾶσιν εἶναι δεῖ πιστεύειν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν τὴν λέγουσαν,Ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι
因為我們必須相信,神在凡事上都是完全的,照著救主的話說:你們的天父是完全的。
For we must believe God to be perfect in all things, according to the Savior's word which says, Your heavenly Father is perfect.
6:102
Τέλειος ἐν τῷ βλέπειν, τέλειος ἐν τῷ δύνασθαι, τέλειος ἐν τῷ μεγέθει, τέλειος ἐν προγνώσει, τέλειος ἐν ἀγαθωσύνῃ, τέλειος ἐν δικαιοσύνῃ, τέλειος ἐν φιλανθρωπίᾳ
祂在看見上是完全的,在能力上是完全的,在偉大上是完全的,在先知上是完全的,在良善上是完全的,在公義上是完全的,在愛人上是完全的。
Perfect in seeing, perfect in power, perfect in greatness, perfect in foreknowledge, perfect in goodness, perfect in righteousness, perfect in loving-kindness toward mankind.
6:103
Οὐκ ἐν τόπῳ περιωρισμένος, ἀλλὰ τῶν τόπων ποιητής·
祂不被處所所限,乃是諸般處所的創造者;
Not bounded by place, but the Maker of places;
6:104
ἐν πᾶσιν ὢν, καὶ ὑπὸ μηδενὸς περιγραφόμενος
祂在萬有之中,卻不被任何事物所局限。
being in all, and circumscribed by none.
6:105
Θρόνος αὐτῷ ὁ οὐρανὸς, ἀλλ' ὑπερανέχει ὁ καθεζόμενος·
天是祂的寶座,但那坐在其上的,比這更高;
Heaven is His throne, but He who sits upon it is higher still;
6:106
ὑποπόδιον ἡ γῆ, ἀλλὰ φθάνει ἡ δύναμις καὶ μέχρι καταχθονίων
地是祂的腳凳,但祂的能力甚至達到地底的境界。
the earth is His footstool, but His power reaches even to the regions beneath the earth.
6:107
Εἷς ἐστι πανταχοῦ παρὼν, πάντα βλέπων, πάντα νοῶν, πάντα διὰ Χριστοῦ κατασκευάζων
祂是獨一的,無所不在,看見萬事,知曉萬事,藉著基督造成萬有。
He is One, present everywhere, seeing all things, perceiving all things, forming all things through Christ.
6:108
[Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.] Πηγὴ παντὸς ἀγαθοῦ μεγίστη καὶ ἀνελλιπὴς, ποταμὸς εὐεργεσιῶν, φῶς ἀΐδιον, ἀνελλιπῶς ἀπαστράπτον, δύναμις ἀκαταγώνιστος ταῖς ἀσθενείαις [ἡμῶν] συμπεριφερομένη·
[萬物是藉著祂造的;凡被造的,沒有一樣不是藉著祂造的。]祂是一切美善之最大而不竭的泉源,是恩惠的江河,是永恆的光,不止息地照耀,是不能被勝過的能力,俯就[我們]的軟弱;
[For all things were made through Him, and without Him was not anything made that was made.] The greatest and inexhaustible fountain of every good, a river of beneficence, light eternal, shining forth without ceasing, power invincible, condescending to our weaknesses;
6:109
οὗ μηδὲ τὸ ὄνομα φέρομεν ἀκοῦσαι
論到祂,我們連祂的名都擔不起聽聞。
of whom we cannot even bear to hear the name.
6:110
Ἢ ἴχνος Κυρίου εὑρήσεις, φησὶν ὁ Ἰὼβ, ἢ εἰς τὰ ἔσχατα ἀφίκουἃ ἐποίησεν ὁ παντοκράτωρ; Εἰ τὰ ἔσχατα τῶν ποιημάτων οὐ καταλαμβάνεται, ἆρα ὁ τὰ πάντα ποιήσας καταληφθήσεται; Ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν, οὐδ' ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐ τόν
約伯說:你能找到主的蹤跡麼?或你能查出全能者所造的末端麼?倘若連受造之物的末端都不能測透,那麼造萬有的豈能被測透麼?神為愛祂的人所預備的,是眼睛未曾看見,耳朵未曾聽見,人心也未曾想到的。
Will you find out the trace of the Lord, says Job, or have you reached the uttermost things which the Almighty has made? If the uttermost of the works is not comprehended, shall He who made all things be comprehended? Eye has not seen, and ear has not heard, neither has it entered into the heart of man, the things which God has prepared for those who love Him.
6:111
Εἰἃ ἡτοίμασεν ὁ Θεὸς, ἀπερίληπτα τυγχάνει ταῖς ἡμετέραις διανοίαις, αὐτὸν ἆρα τὸν ἑτοιμάσαντα τῷ νῷ περιλαμβάνειν δυνάμεθα;Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ·
神所預備的尚且超乎我們心思所能領會,那麼,我們的心思豈能領會那預備這些之主麼?深哉,神豐富的智慧和知識!
If the things which God has prepared are beyond the grasp of our minds, can we then comprehend with the mind Him who prepared them? O the depth of the riches and wisdom and knowledge of God!
6:112
ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ, φησιν ὁ Ἀπόστολος
使徒說:祂的判斷何其難測,祂的蹤跡何其難尋!
how unsearchable are His judgments, and His ways past finding out, says the Apostle.
6:113
Εἰ τὰ κρίματα καὶ αἱ ὁδοὶ ἀκατάληπτα καθέστηκεν, αὐτὸς ἆρα καταληφθήσεται;. Τοσούτου τοίνυν ὄντος τοῦ Θεοῦ καὶ ἔτι μείζονος ( οὐδὲ γὰρ ἐὰν ὅλην μου τὴν ὑπόστασιν εἰς γλῶσσαν μεταβαλῶ, δύναμαι τὸ κατ' ἀξίαν εἰπεῖν·
祂的判斷和祂的道路若是不可測度的,祂自己豈能被測透麼?既然神是如此偉大,且更為偉大(因為縱使我把我整個的人都化作舌頭,也不能配得地說論祂;
If His judgments and His ways are incomprehensible, shall He Himself be comprehended? Seeing then that God is so great, and yet greater still (for not even if I should turn my whole being into a tongue could I speak worthily of Him;
6:114
μᾶλλον δὲ οὐδ' εἰ πάντες ἄγγελοι συνέλθοιεν, οὔπω τὸ κατ' ἀξίαν ἐροῦσι)·
甚或眾天使都聚集了,也仍不能配得地說論祂);
rather, not even if all the angels should come together, will they yet speak worthily);
6:115
τοσούτου τοίνυν ὄντος ἀγαθοῦ καὶ μεγάλου τοῦ Θεοῦ, ἄνθρωπος λίθον γλύψας, τῷ λίθῳ εἶπεν, Θεός μου εἶ σύ
神既是如此美善、如此偉大,竟有人雕了一塊石頭,對那石頭說:你是我的神。
God being then so good and so great, a man, having carved a stone, said to the stone, You are my God.
6:116
Ὦ μεγάλης ἀβλεψίας, ἐκ τοσούτου μεγέθους εἰς τοσαύτην ταπεινότητα κατελθούσης!
啊,何等大的瞎眼,竟從這樣的偉大墮落到這樣的卑賤!
O the great blindness, that has come down from such greatness to such baseness!
6:117
Τὸ ξύλον ὅπερ ὁ Θεὸς ἐφύτευσεν, καὶ ὑετὸς ἐμήκυνε, καὶ ὕστερον κατακαυθὲν καὶ σποδὸς διάπυρος γινόμενον, τοῦτο μὲν Θεὸς ἀναγορεύεται·
那神所栽種、雨水所長大的樹,後來被火焚燒、化為熾熱的爐灰,這卻被宣稱為神;
The tree which God planted, and the rain made to grow, and which afterward, being burned up and becoming glowing ashes, this is proclaimed God;
6:118
ὁ δὲ ἀληθὴς Θεὸς καταφρονεῖται
那真神反倒被藐視。
but the true God is despised.
6:119
Ἐπεδαψιλεύσατο δὲ ἡ πονηρία τῆς εἰδωλολατρίας·
偶像崇拜的惡事氾濫無度;
And the wickedness of idolatry was poured out abundantly;
6:120
καὶ αἴλουρος καὶ λύκος καὶ κύων ἀντὶ Θεοῦ προσεκυνήθησαν, καὶ λέων ἀνθρωποβόρος ἀντὶ τοῦ Θεοῦ τοῦ φιλανθρωποτάτου προσεκυνήθη
貓、狼、狗都被當作神來敬拜,連吃人的獅子也被當作那最愛人的神來敬拜。
and cat and wolf and dog were worshiped instead of God, and a man-eating lion was worshiped instead of God who most loves mankind.
6:121
Ὄφις καὶ δράκων, ἀντίμιμοι τοῦ ἐκβαλόντος ἡμᾶς ἐκ παραδείσου, προσεκυνήθησαν·
蛇與龍,就是那把我們逐出樂園者的仿冒,竟被敬拜;
Serpent and dragon, counterfeits of him who cast us out of paradise, were worshiped;
6:122
καὶ ὁ τὸν παράδεισον φυτεύσας κατεφρονήθη
那栽種樂園的,反倒被藐視。
and He who planted paradise was despised.
6:123
Αἰσχύνομαι λέγειν, πλὴν λέγω·
我說這話覺得羞恥,但我還是要說:
I am ashamed to say it, yet I say it:
6:124
καὶ κρόμμυα γὰρ ἤδη παρά τισι προσεκυνήθη
因為連蔥也已經在某些民族中被敬拜了。
for onions too have already been worshiped among certain peoples.
6:125
Οἶνος ἐδόθη, ἵνα εὐφραίνῃ καρδίαν ἀνθρώπου·
酒是賜下來叫人心歡暢的;
Wine was given to gladden the heart of man;
6:126
καὶ Διόνυσος ἀντὶ Θεοῦ προσεκυνήθη
狄俄倪索斯卻被當作神來敬拜,代替了真神。
and Dionysus was worshiped instead of God.
6:127
Σῖτον ὁ Θεὸς εἰργάσατο διὰ τοῦ εἰπεῖν, Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος [καὶ καθ' ὁμοιότητα], ἵνα ἄρτος στηρίσῃ καρδίαν ἀνθρώπου·
神造了五穀,藉著說:地要發生青草和結種子的菜蔬,各從其類[各按其樣],好叫食物能堅固人心;
God made grain by saying, Let the earth bring forth the herb of grass, sowing seed after its kind [and after its likeness], that bread might sustain the heart of man;
6:128
καὶ πόθεν ἡ Δήμητρα προσεκυνήθη; Τὸ πῦρ ἐκ λίθων συγκρούσεως ἐξέρχεται μέχρι σήμερον·
那麼,得墨忒耳又怎會被敬拜呢?直到今日,火仍是從石頭相擊中迸發出來的;
and whence then was Demeter worshiped? Fire comes forth from the striking together of stones, even to this day;
6:129
καὶ πόθεν Ἥφαιστος, πυρὸς ποιητής;. Πόθεν ἡ πολύθεος τῶν Ἑλλήνων πλάνη; Ἀσώματος ὁ Θεός·
那麼,造火的赫淮斯托斯又從何而來呢?希臘人那多神的謬妄又從何而來呢?神是無形體的;
and whence then Hephaestus, the maker of fire? Whence the polytheistic error of the Greeks? God is incorporeal;
6:130
καὶ πόθεν μοιχεῖαι παρὰ τοῖς ὑπ' αὐτῶν λεγομένοις θεοῖς κατηγοροῦνται; Σιωπῶ τὰς Διὸς εἰς κύκνον μεταβολάς·
那麼,那些被他們稱為神的,又怎會被指控行姦淫呢?宙斯變為天鵝的事,我且默然不提;
and whence then are adulteries charged against those who are called gods by them? I pass over in silence the changes of Zeus into a swan;
6:131
αἰσχύνομαι λέγων τὰς εἰς ταῦρον μεταμορφώσεις ἀνάξια γὰρ θεοῦ τὰ μυκήματα
他變為公牛的事,我說起來覺得羞恥;因為那哞叫之聲與神是不相稱的。
I am ashamed to speak of his transformations into a bull; for the bellowings are unworthy of a god.
6:132
Μοιχὸς ὁ παρ' Ἕλλησι θεὸς ηὕρηται, καὶ οὐκ αἰδοῦνται
希臘人的神已被查出是行姦淫的,他們卻不以為恥。
The god of the Greeks has been found to be an adulterer, and they are not ashamed.
6:133
Εἰ γὰρ μοιχός ἐστι, θεὸς μὴ καλείσθω
因為他若是行姦淫的,就不當被稱為神。
For if he is an adulterer, let him not be called god.
6:134
Καὶ θανάτους καὶ ἀποπτώσεις καὶ κεραυνώσεις τῶν παρ' αὐτοῖς λέγουσι θεῶν
他們又述說他們中間眾神的死亡、墜落並遭雷擊的事。
And they tell of deaths and falls and thunderstrikes of the gods among them.
6:135
Βλέπεις ἐκ πόσου μεγέθους ποῦ κατεληλύθασιν; Μή τι ἆρα μάτην Υἱὸς Θεοῦ κατῆλθεν ἐξ οὐρανοῦ, ἢ ἵνα τὸ τηλικοῦτον τραῦμα θεραπεύσῃ; Μή τι μάτην ἦλθεν ὁ Υἱὸς, ἵνα ὁ Πατὴρ ἐπιγνωσθῇ; Ἐπέγνως, τί ἐκίνησεν ἐκ δεξιῶν θρόνων κατελθεῖν τὸν μονογενῆ
你看見他們從何等的高處墮落到如今的地步麼?神的兒子莫非是徒然從天降下的麼,還是為要醫治這樣大的創傷呢?子莫非是徒然來的麼,還是為叫父被人認識呢?你已認出,是甚麼促使那獨生子從右邊的寶座降下。
Do you see from what great height they have come down to where they are? Did then the Son of God come down from heaven in vain, or was it that He might heal so great a wound? Did the Son come in vain, or that the Father might be made known? You have recognized what moved the only-begotten to come down from the throne at the right hand.
6:136
Πατὴρ κατεφρονεῖτο, ἔδει Υἱὸν διορθώσασθαι τὴν πλάνην
父正被藐視,子就必須匡正這謬妄。
The Father was being despised; the Son had to set right the error.
6:137
Ἔδει γὰρ τὸν, δι' οὗ ἐγένετο τὰ πάντα, τῷ δεσπότῃ τῶν ἁπάντων προσενεγκεῖν τὰ πάντα
因為那藉以造成萬有的,必須將萬有獻給那萬有的主。
For He through whom all things were made had to offer all things to the Master of all.
6:138
Ἔδει θεραπευθῆναι τὸ τραῦμα·
那創傷必須得醫治;
The wound had to be healed;
6:139
τί γὰρ ἦν ταύτης τῆς νόσου χεῖρον, ἢ ἵνα λίθος ἀντὶ Θεοῦ προσκυνηθῇ;. ΠΕΡΙ ΑΙΡΕΣΕΩΝ
因為還有甚麼比這病更壞的呢?竟有石頭被當作神來敬拜。論異端。
for what was worse than this disease, that a stone should be worshiped instead of God? On Heresies.
6:140
Καὶ οὐ μόνον ἐν τοῖς ἐθνικοῖς ἐπηγωνίσατο ταῦτα ὁ διάβολος·
魔鬼不單在外邦人中間為這些事爭戰;
And not only among the heathen did the devil contend for these things;
6:141
ἀλλὰ γὰρ ἤδη καὶ πολλοὶ τῶν χριστιανῶν ψευδῶς λεγομένων, τῶν τῷ εὐωδεστάτῳ Χριστοῦ ὀνόματι κακῶς προσαγορευομένων, ἐτόλμησαν ἀσεβῶς ἀπαλλοτριῶσαι τὸν Θεὸν τῶν οἰκείων ποιημάτων
但事實上,許多被冒稱為基督徒的人,那些不配地頂著基督那至馨之名的人,竟敢褻瀆地把神與祂自己所造之物隔離開來。
But indeed, even many of those falsely called Christians, who are wrongly named with the most fragrant name of Christ, have impiously dared to estrange God from His own works.
6:142
Τοὺς τῶν αἱρετικῶν λέγω παῖδας, τοὺς δυσωνύμους καὶ ἀθεωτάτους, τοὺς προσποιουμένους μὲν εἶναι φιλοχρίστους, μισοχρίστους δὲ παντελῶς
我所說的是異端的後嗣,那些惡名昭彰、極其不敬虔的人,他們假裝愛基督,其實全然是恨基督的人。
I mean the children of the heretics, those ill-named and utterly godless men, who pretend to be lovers of Christ but are altogether haters of Christ.
6:143
Ὁ γὰρ τὸν πατέρα τοῦ Χριστοῦ δυσφημῶν, ἐχθρός ἐστι τοῦ υἱοῦ
因為凡褻瀆基督之父的,就是子的仇敵。
For he who blasphemes the Father of Christ is an enemy of the Son.
6:144
Ἐτόλμησαν εἰπεῖν οὗτοι δύο θεότητας, μίαν ἀγαθὴν καὶ μίαν κακήν
這些人竟敢說有兩個神性,一個善的、一個惡的。
These men dared to say there are two deities, one good and one evil.
6:145
Εἰ θεότης, πάντως ὅτι καὶ ἀγαθή·
若是神性,那就必然也是善的;
If it is deity, then it is altogether good as well;
6:146
εἰ δὲ οὐκ ἀγαθὴ, τί καλεῖται θεότης; Εἰ γὰρ Θεοῦ ἡ ἀγαθότης, εἰ Θεῷ πρέπει τὸ φιλάνθρωπον, τὸ εὐεργετικὸν, τὸ παντοδύναμον·
但若不是善的,為何稱為神性?因為若良善屬於神,若慈愛人類、施恩與全能都與神相稱,
but if it is not good, why is it called deity? For if goodness belongs to God, if it befits God to be loving toward mankind, beneficent, and almighty,
6:147
[λοιπὸν] δυοῖν θάτερον, ἢ Θεὸν καλείτωσαν σὺν τῷ ὀνόματι καὶ τῇ ἐνεργείᾳ εἰ δὲ ἀποστερεῖσθαι μέλλοιεν τῶν ἐνεργειῶν, μὴ καλείτωσαν μόνῃ τῇ προσηγορίᾳ
那麼二者必居其一:或是讓他們連同其名與其作為一起稱之為神;但若他們要剝奪這些作為,就不該僅憑稱呼而稱之為神。
[then] one of two things follows: either let them call it God together with the name and the operation; but if they intend to deprive it of these operations, let them not call it God by the mere appellation.
6:148
Ἐτόλμησαν αἱρετικοὶ λέγειν δύο θεοὺς, καὶ δύο πηγὰς ἀγαθοῦ τε καὶ κακοῦ, καὶ ταύτας ἀγεννήτους [εἶναι]
異端竟敢說有兩位神,有善與惡兩個源頭,並說這兩者都是無始無生的。
The heretics dared to speak of two gods, and two sources, of good and of evil, and to say that these are unbegotten.
6:149
Εἰ ἀγέννητοι ἀμφότεραι, πάντως ὅτι καὶ ἴσαι καὶ ἀμφότεραι κραταιαί
若兩者都是無始無生的,那麼它們必然也是相等的,且都是有大能的。
If both are unbegotten, then surely they are also equal, and both mighty.
6:150
Πῶς οὖν ἀναιρεῖ τὸ σκότος τὸ φῶς; Καὶ, πότερόν ποτε ὁμοῦ εἰσιν ἢ ἀπεσχοινισμέναι; Ὁμοῦ μὲν γὰρ εἶναι οὐ δύνανται
那麼黑暗如何能消滅光?並且,它們究竟是同在一處,還是彼此隔離?因為它們不可能同在一處。
How then does darkness do away with light? And are they ever together, or are they kept apart? For together they cannot be.
6:151
Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; φησὶν ὁ Ἀπόστολος
使徒說:「光明和黑暗有甚麼相通呢?」
"For what fellowship has light with darkness?" says the Apostle.
6:152
Εἰ δὲ μακρὰν ἀπ' ἀλλήλων εἰσὶν, πάντως ὅτι καὶ ἰδίους τόπους ἔχουσιν
但若它們彼此相隔甚遠,那麼它們必然也各有自己的所在。
But if they are far apart from one another, then surely they also occupy their own places.
6:153
Εἰ δὲ ἰδίους τόπους ἔχουσι, πάντως που ἐν τοῖς τοῦ ἑνὸς Θεοῦ ἐσμεν, πάντως που καὶ ἕνα προσκυνοῦμεν
而若它們各有自己的所在,那麼我們必定是在那獨一之神的範圍內,也必定是敬拜獨一的神。
And if they occupy their own places, then we are certainly within the realm of the one God, and certainly we worship one God.
6:154
Συστῆσαι γὰρ οὕτω δεῖ, κἂν τῇ μωρίᾳ ἐκείνων συμπεριενεχθῶμεν, ὅτι ἕνα δεῖ προσκυνεῖν
因為即使我們姑且遷就他們的愚妄,也必須如此推論:人當敬拜獨一的神。
For it must be concluded thus, even if we were to go along with their folly: that one must worship one God.
6:155
Ἐξετάσωμεν δὲ αὐτοὺς, καὶ τί λέγουσι περὶ τοῦ ἀγαθοῦ Θεοῦ
讓我們察驗他們,看看他們論到那善神說了甚麼。
Let us examine them, and consider what they say concerning the good God.
6:156
Δυνατός ἐστιν ἢ ἀδύνατος; Εἰ μὲν δυνατός ἐστι, πῶς ἐγένετο τὸ κακὸν, ἄκοντος αὐτοῦ; καὶ πῶς ἐπεισέρχεται ἡ πονηρὰ ὑπόστασις, μὴ θέλοντος αὐτοῦ; Εἰ μὲν γὰρ εἰδὼς οὐ δύναται κωλύσαι, ἀδυναμίαν κατηγοροῦσιν·
祂是有能力的,還是無能力的?若祂是有能力的,惡怎能違背祂的旨意而生出?惡的本體怎能在祂不願意的時候侵入?因為若祂明知卻無力阻止,他們就是控告祂軟弱;
Is He able or unable? If He is able, how did evil come to be against His will? And how does the evil substance intrude when He does not will it? For if, knowing of it, He cannot prevent it, they charge Him with weakness;
6:157
εἰ δὲ δυνάμενος οὐ κωλύει, προδοσίαν κατηγοροῦσι
但若祂有能力卻不阻止,他們就是控告祂背棄。
but if, being able, He does not prevent it, they charge Him with betrayal.
6:158
Καὶ βλέπε τὴν τούτων ἀνοησίαν
請看他們的愚昧。
And behold their senselessness.
6:159
Ποτὲ μὲν λέγουσι τὸν πονηρὸν μηδὲν ἔχειν κοινὸν πρὸς τὸν ἀγαθὸν Θεὸν εἰς τὴν τοῦ κόσμου δημιουργίαν, ποτὲ δὲ λέγουσιν αὐτὸν τὸ τέταρτον μέρος μόνον ἔχειν
他們有時說那惡者在創造世界上與善神毫無相干,有時卻又說他只佔有四分之一。
At one time they say that the Evil One has nothing in common with the good God in the creation of the world; at another time they say that he has only a fourth part.
6:160
Καὶ τὸν μὲν ἀγαθὸν λέγουσιν εἶναι πατέρα τοῦ Χριστοῦ·
他們又說那善者乃是基督之父;
And the Good One they say is the Father of Christ;
6:161
τὸν δὲ Χριστὸν τὸν ἥλιον τοῦτον καλοῦσιν
至於基督,他們卻稱之為這個太陽。
but Christ they call this sun.
6:162
Εἰ τοίνυν ὁ κόσμος κατ' αὐτοὺς ὑπὸ τοῦ Πονηροῦ ἐγένετο, ὁ δὲ ἥλιος ἐν κόσμῳ, πῶς ὁ υἱὸς τοῦ Ἀγαθοῦ ἐν τοῖς τοῦ Πονηροῦ ἄκων δουλεύει; Βορβορούμεθα, ταῦτα λέγοντες, ἵνα μή τις τῶν παρόντων ἐξ ἀμαθίας εἰς βόρβορον αἱρετικῶν ἐμπέσῃ
那麼,照他們所說,世界既是那惡者所造,而太陽又在世界之內,那善者的兒子怎會不情願地在惡者的事物中服役呢?我們說這些話如同陷在污泥中——然而我們說出來,是免得在座中有人因無知而落入異端的污泥裡。
If then, according to them, the world was made by the Evil One, and the sun is in the world, how is it that the Son of the Good One serves unwillingly among the things of the Evil One? We wallow in filth when we say these things—yet we say them so that none of those present may from ignorance fall into the mire of the heretics.
6:163
Οἶδα χράνας ἐμαυτοῦ τὸ στόμα καὶ τῶν ἀκουόντων τὰς ἀκοάς·
我知道我這樣說是玷污了自己的口,也玷污了聽者的耳;
I know that I am defiling my own mouth and the ears of my hearers;
6:164
Πολὺ γὰρ κάλλιον ἐν κατηγορίαις ἄλλων ἀκοῦσαι τὰ ἄτοπα, ἢ ἐξ ἀγνοίας εἰς ταῦτα ἐμπεσεῖν
因為在控訴別人時聽見這些荒謬,遠勝過因無知而親自陷入其中。
for it is far better to hear the absurdities in the accusation of others, than from ignorance to fall into them.
6:165
Πολὺ κάλλιον γνῶναί σε τὸν βόρβορον καὶ μισῆσαι τοῦτον, ἢ ἀγνοοῦντα ἐμπεσεῖν εἰς αὐτόν
你認識這污泥並恨惡它,遠勝過無知地陷入其中。
It is far better for you to know the mire and to hate it, than in ignorance to fall into it.
6:166
Ἔστι δὲ πολυσχιδὴς ὁ τῆς ἀθεότητος τῶν αἱρέσεων λόγος·
異端那不敬虔的教義是枝節繁多的;
The doctrine of the godlessness of the heresies is many-branched;
6:167
ὅταν γὰρ μιᾶς ὁδοῦ τῆς εὐθείας ἐκπέσῃ [ τις], τότε πολλάκις εἰς κρημνοὺς καταπίπτει
因為人一旦偏離那條獨一的正路,往往就墜入許多懸崖之中。
for whenever one falls away from the single straight road, then he often plunges down into many precipices.
6:168
Καὶ πάσης μὲν αἱρέσεως εὑρετὴς Σίμων ὁ μάγος
一切異端的創始者乃是行邪術的西門。
And the inventor of every heresy was Simon the magician.
6:169
Σίμων ὁ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, τὴν ἄπρατον τοῦ Πνεύματος χάριν ἀγοράσαι προσδοκήσας ἀργυρίου καὶ ἀκούσας·
就是使徒行傳中那個西門,他指望用銀錢買那不可購得的聖靈恩賜,卻聽見:
That Simon in the Acts of the Apostles, who expected to buy with money the unpurchasable grace of the Spirit, and heard:
6:170
Οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, καὶ τὰ ἑξῆς
「你在這道上無分無關」,以及隨後的話。
"You have neither part nor lot in this matter," and what follows.
6:171
Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν
「他們從我們中間出去,卻不是屬我們的;」
"They went out from us, but they were not of us;"
6:172
Εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ' ἡμῶν
「因為他們若是屬我們的,就必仍舊與我們同在。」
"for if they had been of us, they would have remained with us."
6:173
Οὗτος ἐπὶ τῆς Ῥώμης γενόμενος, μετὰ τὸ ὑπὸ τῶν Ἀποστόλων ἀποβληθῆναι, καὶ Ἑλένην τινὰ πόρνην ἐπαγόμενος, δυσφήμῳ τῷ στόματι πρῶτος ἐτόλμησεν εἰπεῖν, ἑαυτὸν μὲν εἶναι τὸν ἐπὶ ὄρους Σινᾶ ὡς Πατέρα φανέντα·
這人被使徒趕逐後來到羅馬,帶著一個名叫海倫的妓女,他第一個用褻瀆的口竟敢說:他自己就是那在西乃山上以父的身分顯現的那一位;
This man, having come to Rome, after being cast out by the Apostles, and bringing with him a certain harlot named Helen, was the first who with his blasphemous mouth dared to say that he himself was the one who had appeared on Mount Sinai as the Father;
6:174
παρὰ δὲ Ἰουδαίοις ὕστερον οὐκ ἐν σαρκὶ, ἀλλὰ δοκήσει ὡς Χριστὸν Ἰησοῦν φανέντα·
後來在猶太人中間,他並非以肉身、而是以幻象顯現,作為基督耶穌;
and that later, among the Jews, he had appeared not in flesh but in semblance, as Christ Jesus;
6:175
καὶ μετὰ ταῦτα ὡς Πνεῦμα ἅγιον, τὸ ὑπὸ τοῦ Χριστοῦ ὡς παράκλητον ἀποστέλλεσθαι ἐπαγγελθέν
而在這之後,他又作為聖靈顯現,就是基督所應許要差來作保惠師的那一位。
and that after this he appeared as the Holy Spirit, the one promised by Christ to be sent as the Paraclete.
6:176
Καὶ ἐπλάνησέ τε οὕτω τὴν Ῥωμαίων πόλιν, ὥστε Κλαύδιον ἀνδριάντα αὐτοῦ στῆσαι, ὑπογράψαντα τῇ Ῥωμαίων γλώττῃ, ΣΙΜΩΝΙ ΔΕΩ ΣΑΓΚΤΩ, ὅπερ ἑρμηνευόμενον δηλοῖ, Σίμωνι Θεῷ ἁγίῳ
他如此迷惑了羅馬城,以致革老丟為他立了一座像,用羅馬文題上「SIMONI DEO SANCTO」,繙譯出來就是:「獻給聖神西門。」
And he so deceived the city of the Romans that Claudius set up a statue of him, inscribing in the Roman tongue, SIMONI DEO SANCTO, which being interpreted means, "To Simon the holy God."
6:177
Παρατεινομένης δὲ τῆς πλάνης, ἀγαθῶν ξυνωρὶς διορθοῦται τὸ πταῖσμα, Πέτρος καὶ Παῦλος παραγενόμενοι, οἱ τῆς ἐκκλησίας προστάται·
但當這迷惑蔓延時,有一對良善的人糾正了這錯誤,就是教會的領袖彼得和保羅,他們親臨其境;
But as the deception spread, a pair of good men corrected the error: Peter and Paul, the leaders of the Church, who came to the scene;
6:178
καὶ ἐπιδεικτιῶντα τὸν νομιζόμενον Θεὸν Σίμωνα, νεκρὸν εὐθὺς ἀπέδειξαν
西門被認為是神並正在誇示,他們立刻使他顯為死人。
and Simon, who was reputed to be God and was making his display, they straightway showed to be dead.
6:179
Ἐπαγγελλομένου γὰρ τοῦ Σίμωνος μετεωρίζεσθαι εἰς τοὺς οὐρανοὺς, καὶ ἐπ' ὀχήματος δαιμόνων ἐπ' ἀέρος φερομένου, γόνυ κλίναντες οἱ τοῦ Χριστοῦ δοῦλοι καὶ τὴν συμφωνίαν ἐνδειξάμενοι, ἣν εἶπεν ὁ Ἰησοῦς, Ὅτι ἐὰν δύο ἐξ ὑμῶν συμφωνήσωσι, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς·
因為當西門應許要升到天上,並乘著群鬼的車駕在空中被托起時,基督的僕人就屈膝下跪,彰顯出耶穌所說的那同心合意——「你們中間若有兩個人同心合意,無論求甚麼事,必為他們成全」——
For when Simon promised to be lifted up into the heavens, and was being borne through the air on a chariot of demons, the servants of Christ bowed the knee and displayed that agreement of which Jesus spoke—"If two of you shall agree concerning anything that they ask, it shall be done for them"—
6:180
τὸ τῆς ὁμονοίας βέλος διὰ τῆς προσευχῆς πέμψαντες κατὰ τοῦ μάγου, κατέβαλον αὐτὸν εἰς τὴν γῆν
他們藉著禱告,向那行邪術的射出那同心的箭,把他摔落在地。
and sending forth the dart of concord through prayer against the magician, they cast him down to the earth.
6:181
Καὶ οὐδὲν θαυμαστὸν, καίπερ ὂν θαυμαστόν·
這並不希奇——其實卻又是希奇的;
And it is no marvel—though it is indeed a marvel;
6:182
Πέτρος γὰρ ἦν, ὁ τὰς κλεῖς τῶν οὐρανῶν περιφέρων
因為這是彼得,那持有諸天鑰匙的。
for it was Peter, who carries about the keys of the heavens.
6:183
Παῦλος γὰρ ἦν, ὁ εἰς τρίτον οὐρανὸν ἁρπαγεὶς καὶ εἰς παράδεισον
因為這是保羅,那被提到第三層天、又被提進樂園的,
For it was Paul, who was caught up to the third heaven and into paradise,
6:184
καὶ ἀκούσας ἄῤῥητα ῥήματα,ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι
且聽見隱秘的言語,是人不可說的。
and heard unspeakable words, which it is not lawful for a man to utter.
6:185
[Οἳ καὶ] ἐξ ἀέρος ἐπὶ γῆν κατήγαγον τὸν νομιζόμενον Θεὸν, μέλλοντα εἰς τὰ καταχθόνια κατάγεσθαι
[這兩人]也把那被當作神的,從空中拉下到地上,他正要被帶下到陰間去。
[These men also] brought down from the air to the earth the reputed god, who was destined to be brought down to the regions beneath the earth.
6:186
Οὗτος πρῶτος ὁ τῆς κακίας δράκων·
這就是那邪惡的第一條龍;
This was the first dragon of wickedness;
6:187
μιᾶς δὲ ἐκκοπείσης κεφαλῆς, πολυκέφαλος εὑρέθη πάλιν ἡ τῆς κακίας ὕλη
但一個頭被砍下後,那邪惡的源頭又被發現是多頭的。
but when one head was cut off, the matter of wickedness was again found to be many-headed.
6:188
Κήρινθος γὰρ τὴν Ἐκκλησίαν ἐλυμῄνατο, καὶ Μένανδρος, καὶ Καρποκράτης·
因為克林妥損害了教會,還有米南得和迦波克拉底;
For Cerinthus ravaged the Church, and Menander, and Carpocrates;
6:189
Ἐβιωναῖοί τε, καὶ Μαρκίων, τὸ τῆς ἀθεότητος στόμα
並有伊便尼派,以及馬吉安,那不敬虔的喉舌。
and the Ebionites, and Marcion, the mouth of godlessness.
6:190
Ὁ γὰρ θεοὺς διαφόρους ἀναγορεύσας, ἄλλον τὸν ἀγαθὸν καὶ ἄλλον τὸν δίκαιον, ἀντιφθέγγεται τῷ Υἱῷ τῷ λέγοντι, Πάτερ δίκαιε
因為那宣告有不同的神、一個是善的、另一個是公義的人,正是與那說「公義的父」的子相牴觸。
For he who proclaimed different gods, one the Good and another the Just, contradicts the Son who says, "Righteous Father."
6:191
Καὶ [ὁ λέγων] πάλιν ἄλλον τὸν πα τέρα, καὶ ἄλλον τὸν ποιητὴν τοῦ κόσμου, ἐναντιοῦται τῷ Υἱῷ, τῷ λέγοντι·
而那再說父是一位、世界的創造者是另一位的人,正是與那說以下話的子相對立:
And [he who says] again that the Father is one and the Maker of the world another, opposes the Son who says:
6:192
Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον [ πυρὸς] βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι·
「野地裡的草今天還在、明天就丟在[火]爐裡,神還給它這樣的妝飾,」
"If God so clothes the grass of the field, which today is and tomorrow is cast into the oven [of fire],"
6:193
καὶ, Ὄστις τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ ἀγαθούς τε καὶ πονηροὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους
又說:「祂叫日頭照好人,也照歹人,降雨給義人,也給不義的人。」
and, "Who makes His sun to rise on the good and the evil, and sends rain on the just and the unjust."
6:194
Οὕτως πάλιν ἄλλης κακίας εὑρετὴς, ὁ Μαρκίων δεύτερος
如此,又有另一種邪惡的創始者,就是第二個馬吉安。
So again, the inventor of yet another wickedness was Marcion the second.
6:195
Ὑπὸ γὰρ τῶν κειμένων ἀπὸ τῆς παλαιᾶς ἐν τῇ καινῇ διαθήκῃ μαρτυριῶν ἐλεγχόμενος, πρῶτος ἐτόλμησεν ἐκκόψαι τὰς μαρτυρίας, καὶ ἀμάρτυρον ἀφεῖναι τὸν καταγγελλόμενον λόγον τῆς πίστεως, καταλείψας τὸν Θεόν·
因為他被新約中那些引自舊約的見證所駁倒,便第一個竟敢刪除那些見證,使所傳之信仰的道失去佐證,且離棄了神;
For being refuted by the testimonies laid down from the Old in the New Testament, he was the first who dared to cut out those testimonies, and to leave the proclaimed word of the faith without witness, having abandoned God;
6:196
καὶ ὡς κηρύκων μὴ ὄντων, σαθρὰν ἠθέλησε ποιήσασθαι τῆς Ἐκκλησίας τὴν πίστιν
他彷彿以為沒有傳道者,便想要敗壞教會的信仰。
and, as though there were no heralds, he wished to make the faith of the Church unsound.
6:197
Διεδέξατο τοῦτον πάλιν ἄλλος, Βασιλείδης, δυσώνυμος, δεινότατος τὸν τρόπον, ἀσελγείας καταγγέλλων
在他之後又來了另一個,就是惡名的巴西里得,行事極其可怕,是個鼓吹淫亂的人。
After him again came another, Basilides, ill-named, most dreadful in manner, a preacher of licentiousness.
6:198
Ἐπηγωνίσατο τῇ κακίᾳ καὶ Οὐαλεντῖνος, τριάκοντα θεῶν καταγγελεύς
瓦倫提努也在邪惡上爭競,他是三十位神的傳報者。
Valentinus too contended in wickedness, the herald of thirty gods.
6:199
Ἕλληνες ὀλίγους λέγουσιν, καὶ ὁ ὀνομαζόμενος, μᾶλλον δὲ οὐκ ὢν χριστιανὸς, εἰς τριάκοντα ὅλους ἐξέτεινε τὴν πλάνην
希臘人說的神不多;但這個人,所謂的——其實並非真正的——基督徒,竟把他的謬妄擴展到整整三十位。
The Greeks speak of few gods; but this man, so called—or rather not really—a Christian, extended his error to a full thirty.
6:200
Καί φησιν, ὅτι ὁ Βυθὸς (πρέπει γὰρ αὐτῷ ὄντι βυθῷ τῆς κακίας, ἐκ βυθοῦ τῆς διδασκαλίας ἄρχεσθαι) ἐγέννησε Σιγὴν, καὶ ἀπὸ τῆς Σιγῆς ἐτεκνοποίει Λόγον
他說「深淵」(這對他這個邪惡的深淵頗為相稱,從教導的深淵起頭)生出了「靜默」,又從「靜默」生出「言語」。
And he says that the Deep (it is fitting for him, being a deep of wickedness, to begin from a deep of teaching) begot Silence, and from Silence begot Word.
6:201
Τοῦ παρ' Ἕλλησι Διὸς οὗτος χείρων, τοῦ τῇ ἀδελφῇ μιγνυμένου·
這人比希臘人的宙斯還壞,那宙斯曾與自己的姊妹同寢;
This man is worse than the Zeus of the Greeks, who lay with his sister;
6:202
τέκνον γὰρ ἐλέγετο τοῦ Βυθοῦ εἶναι ἡ Σιγή
因為「靜默」據說是「深淵」的孩子。
for Silence was said to be the child of the Deep.
6:203
Βλέπεις ἀτοπίαν χριστιανισμοῦ σχήματι περιβεβλημένην; Μεῖνον βραχὺ, καὶ μισήσεις τὴν ἀσέβειαν
你看見披著基督教外衣的荒謬麼?再稍等片時,你就要恨惡這不敬虔了。
Do you see absurdity wrapped in the guise of Christianity? Wait a little while, and you will hate the impiety.
6:204
Φησὶ γὰρ ὀκτὼ αἰῶνας ἐκ τούτου γεγενῆσθαι, καὶ ἐξ ἐκείνων δέκα·
因為他說,從這一位生出八個世代(埃溫),又從那些生出十個;
For he says that from this one there came eight aeons, and from those ten;
6:205
καὶ ἐξ ἐκείνων ἄλλους δώδεκα, ἄρσενας καὶ θηλείας
又從那些生出另外十二個,有男有女。
and from those another twelve, male and female.
6:206
Καὶ πόθεν ἡ σύστασις τούτων; Βλέπε τὴν ληρῳδίαν ἐκ τῶν κατασκευασμάτων
這些是從何而立的呢?請看他憑空捏造的胡言。
And whence the establishing of these? Behold the nonsense from his fabrications.
6:207
Πόθεν ἔχεις τὴν ἀπόδειξιν τῶν τριάκοντα αἰώνων; Ἐπειδή, φησιν, γέγραπται, ὅτι ἐβαπτίσθη Ἰησοῦς ὡς τριάκοντα ἐτῶν ὤν
你有甚麼證據證明那三十個世代呢?他說:「因為經上記著耶穌受洗時約有三十歲。」
Whence do you have the proof of the thirty aeons? "Because," he says, "it is written that Jesus was baptized when about thirty years of age."
6:208
Καὶ ποία αὕτη ἀπόδειξις ἐκ τῶν τριάκοντα ἐτῶν, εἰ καὶ τριάκοντα ἐτῶν ἐβαπτίσθη; Ἆρα οὖν ἐπειδὴ καὶ πέντε ἄρτους ἔκλασεν εἰς πεντακισχιλίους, πέντε εἰσὶ θεοί; ἢ ἐπειδὴ δώδεκα ἔσχε μαθητὰς, δώδεκα ὤφειλαν εἶναι μόνοι καὶ οἱ θεοί;. Καὶ τοῦτο ἔτι μικρὸν πρὸς τὰ λοιπὰ τῆς ἀσεβείας
從那三十歲又能推出甚麼證據呢?即便祂是三十歲受洗的?那麼,難道因為祂也曾擘開五個餅給五千人,就有五位神?或因為祂有十二個門徒,神就該只有十二位?而這與其餘的不敬虔相比,還算是小事呢。
And what sort of proof is this from the thirty years, even if He was baptized at thirty? Then, because He also broke five loaves for five thousand, are there five gods? Or because He had twelve disciples, ought there to be only twelve gods? And this is still a small matter compared with the rest of the impiety.
6:209
Φησὶ γὰρ, ὅτι ἡ τελευταία τῶν θεῶν ἀρσενόθηλυς οὖσα, ὡς τολμᾷ λέγειν, αὕτη ἐστὶν ἡ Σοφία
因為他說,眾神中末後的那一位,照他所敢說的乃是雌雄同體的,就是「智慧」。
For he says that the last of the gods, being male-female, as he dares to say, is this Wisdom.
6:210
Χριστὸς γὰρ Θεοῦ σοφία, μονογενὴς Υἱός·
其實基督乃是神的智慧,是獨生的子;
For Christ is the Wisdom of God, the only-begotten Son;
6:211
κἀκεῖνος εἰς θῆλυ καὶ τριακοστὸν στοιχεῖον καὶ ἔσχατον κατασκεύασμα, κατήνεγκε τῷ λόγῳ τοῦ Θεοῦ τὴν σοφίαν
然而那人卻憑他的教導,把智慧貶為一個女性,貶為第三十個元素、那末後的造作。
yet that man, by his teaching, dragged down Wisdom into a female and into the thirtieth element, the last fabrication.
6:212
Καί φησιν, ὅτι ἐπεχείρησεν ἡ Σοφία τὸν πρῶτον Θεὸν ἰδεῖν·
他又說,智慧曾試圖要看見那首位的神;
And he says that Wisdom undertook to behold the first God;
6:213
καὶ μὴ φέρουσα τὰς μαρμαρυγὰς, ἐξέπεσε τῶν οὐρανῶν, καὶ ἀπεβλήθη τοῦ τριακοστοῦ ἀριθμοῦ
卻承受不住那燦爛的光輝,便從諸天墜落,被逐出那第三十之數。
and not enduring the dazzling rays, she fell out of the heavens and was cast forth from the thirtieth number.
6:214
Εἶτα στένουσα, ἐκ τῶν στεναγμῶν ἐγέννα τὸν διάβολον·
然後她哀歎,從她的哀歎中生出魔鬼;
Then groaning, out of her groans she begot the devil;
6:215
καὶ ὅτι δακρύσασα τὴν ἀπόπτωσιν, τὴν θάλασσαν ὑπεστήσατο
又說她因自己的墜落而哭泣,便使海得以成立。
and that, weeping over her fall, she gave subsistence to the sea.
6:216
Βλέπεις τὴν ἀσέβειαν; Πῶς γὰρ ἐκ σοφίας διάβολος γεννᾶται, καὶ ἀπὸ συνέσεως ἡ κακία, ἢ ἀπὸ φωτὸς σκότος; Καί φησιν, ὅτι ὁ διάβολος ἐγέννησεν ἄλλους, οἵτινες κατεσκεύασαν τὸν κόσμον·
你看見這不敬虔麼?魔鬼怎能從智慧而生,邪惡怎能從聰明而出,黑暗怎能從光而來呢?他又說魔鬼生了別的,這些就造成了世界;
Do you see the impiety? For how is the devil begotten from wisdom, and wickedness from understanding, or darkness from light? And he says that the devil begot others, who fashioned the world;
6:217
καὶ ὅτι ὁ Χριστὸς κατῆλθεν, ἐπὶ τὸ ἀποστῆσαι τοὺς ἀνθρώπους τοῦ κοσμοποιοῦ
又說基督降下來,是要把人從那造世界者那裡引離。
and that Christ came down to draw men away from the world-maker.
6:218
Ἄκουε δὲ, τίνα λέγουσιν εἶναι τὸν Χριστὸν [Ἰησοῦν], ἵνα ἔτι μειζόνως αὐτοὺς μισήσῃς
但你要聽他們說基督[耶穌]是誰,好叫你更加恨惡他們。
But hear whom they say Christ [Jesus] is, that you may hate them yet more greatly.
6:219
Διδάσκουσι γὰρ, ὅτι τῆς Σοφίας ἐκπεσούσης, ἵνα μὴ ὁ ἀριθμὸς λείπῃ τῶν τριάκοντα, οἱ εἰκοσιεννέα αἰῶνες συνενέγκαντές τι ἕκαστος ἐλάχιστον, κατεσκεύασαν τὸν Χριστόν·
因為他們教導說,智慧墜落後,為使三十之數不致缺少,那二十九個世代便各自獻出極微小的一份,造成了基督;
For they teach that when Wisdom fell, in order that the number of thirty might not be lacking, the twenty-nine aeons, each contributing some smallest portion, fashioned Christ;
6:220
καὶ τοῦτον δὲ ἀρσενόθηλυν πάλιν λέγουσιν
並且這一位他們也再次稱之為雌雄同體的。
and this one too they again call male-female.
6:221
Ἆρα ἔστι τι τούτων ἀσεβέστερον; ἔστι τι τούτων ἀθλιώτερον; Ἐγὼ διηγοῦμαί σοι τὴν πλάνην, ἵνα μειζόνως αὐτοὺς μισήσῃς
還有甚麼比這些更不敬虔的麼?還有甚麼比這些更可悲的麼?我把這謬妄向你述說,是要叫你更加恨惡他們。
Is there anything more impious than these things? Is there anything more wretched than these? I am recounting to you the error, that you may hate them the more greatly.
6:222
Φεῦγε οὖν τὴν ἀσέβειαν, μηδὲ χαίρειν λέγε τῷ τοιούτῳ, ἵνα μὴ κοινωνήσῃς τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους·
所以你要逃避這不敬虔,連向這樣的人問安都不可,免得你與那暗昧無益的事有分;
Flee therefore the impiety, and do not even bid such a man Godspeed, lest you share in the unfruitful works of darkness;
6:223
καὶ μήτε πολυπραγμονήσῃς, μήτε εἰς λόγους αὐτοῖς ἐλθεῖν θελήσῃς
也不要去探究,更不要願意與他們爭辯。
and neither be inquisitive, nor wish to enter into discussion with them.
6:224
Καὶ μίσει μὲν πάντας αἱρετικοὺς, ἐξαιρέτως δὲ τὸν τῆς μανίας
你固然要恨惡一切異端,但尤其要恨惡那以瘋狂為名的人,
And hate indeed all heretics, but especially the man named for madness,
6:225
ἐπώνυμον, τὸν πρώην ἐπὶ Πρόβου βασιλέως ἀρξάμενον
他最初是在普羅布斯皇帝在位時起頭的,
who first began in the time of the emperor Probus,
6:226
Πρὸ γὰρ ὅλων ἑβδομήκοντα ἐτῶν ἡ πλάνη, καί εἰσι μέχρι τοῦ νῦν ἄνθρωποι αὐτοῖς ὀφθαλμοῖς θεωρήσαντες ἐκεῖνον
因為這謬妄至今已足有七十年之久,並且直到如今仍有人曾親眼見過那人。
for the error is now a full seventy years old, and there are still men to this day who saw that man with their own eyes.
6:227
Ἀλλ' οὐχ ὅτι πρὸ ὀλίγου χρόνου ἦν, διὰ τοῦτο μίσει·
你恨惡他,並不是因為他是不久以前的人;
But hate him not because he lived a short time ago;
6:228
ἀλλὰ διὰ τὰ δυσσεβῆ δόγματα μίσει τὸν τῆς κακίας ἐργάτην, τὸ δοχεῖον παντὸς ῥύπου, τὸν πάσης αἱρέσεως βόρβορον ὑποδεξάμενον
倒要因他那些不敬虔的教義而恨惡這作惡的人——他乃是一切污穢的器皿,接納了各樣異端的污泥於己身。
rather, hate the worker of wickedness on account of his impious doctrines—the receptacle of all filth, who took into himself the mire of every heresy.
6:229
Φιλοτιμούμενος γὰρ ἐν κακοῖς ἐξαίρετος γενέσθαι, τὰ πάντων λαβὼν, καὶ μίαν αἵρεσιν πεπληρωμένην βλασφημιῶν καὶ πάσης παρανομίας συστησάμενος, λυμαίνεται τὴν ἐκκλησίαν, (μᾶλλον δὲ τοὺς ἐκτὸς τῆς ἐκκλησίας) ὡς λέων περιπατῶν καὶ κατα πίνων
因為他野心勃勃要在邪惡上居首,便擷取眾人的教義,拼湊成一個充滿褻瀆和各樣不法的異端,損害教會(或更確切地說,損害那些在教會以外的人),如同獅子遍地遊行,吞吃人。
For being ambitious to become preeminent in wickedness, taking the doctrines of all, and putting together one heresy filled with blasphemies and every lawlessness, he ravages the Church (or rather those outside the Church), walking about like a lion and devouring.
6:230
Μὴ πρόσεχε αὐτῶν τῇ χρηστολογίᾳ, μηδὲ τῇ νομιζομένῃ ταπεινοφροσύνῃ·
不要留意他們那花言巧語,也不要理會他們那假裝的謙卑;
Do not give heed to their fair speech, nor to their pretended humility;
6:231
ὄφεις γάρ εἰσι γεννήματα ἐχιδνῶν
因為他們是蛇類,是毒蛇的種類。
for they are serpents, a brood of vipers.
6:232
Καὶ Ἰούδας ἔλεγε, Χαῖρε Ῥαββὶ, καὶ προεδίδου
猶大也曾說:「拉比,請了!」卻正在出賣祂。
Judas too said, "Hail, Rabbi," and was betraying Him.
6:233
Μὴ τοῖς φιλήμασι πρόσεχε, ἀλλὰ τὸν ἰὸν φυλάσσου
不要留意那親嘴,倒要防備那毒液。
Do not give heed to the kisses, but guard yourself against the venom.
6:234
Καὶ ἵνα μὴ μάτην δοκῶμεν αὐτοῦ κατηγορεῖν, ἐν παρεξόδῳ τίς ἐστιν οὗτος ὁ Μάνης εἴπωμεν, καὶ τί διδάσκει ἐκ μέρους·
免得我們顯為無故控告他,且讓我們順便說說這瑪尼是誰,並略述他所教導的一部分;
And lest we seem to accuse him in vain, let us say in passing who this Manes is, and what he teaches in part;
6:235
ὅλον γὰρ αὐτοῦ τὸν βόρβορον, οὐδ' ὁ πᾶς αἰὼν κατ' ἀξίαν διηγήσεται
因為他那滿是污泥的教導,即便用盡永世也不能配得地述說完。
for not even the whole of eternity could worthily recount the entire mire of his teaching.
6:236
Μνημονευέσθω δὲ ταῦτα παρὰ σοὶ εἰς εὔκαιρον βοήθειαν, ἅπερ εἴρηται μὲν καὶ τοῖς πρὸ τούτου, λεχθήσεται δὲ καὶ τοῖς νῦν·
願這些話成為你及時的幫助,存記在你心中——這些話也曾對在你以前的人說過,如今也要對在座的人說;
Let these things be remembered by you as timely help—things which were said also to those before you, and shall be said also to those now present;
6:237
ἵνα οἱ μὲν ἀγνοοῦντες μάθωσιν, οἱ δὲ εἰδότες ὑπομνησθῶσιν
使無知的人得以明白,已知的人得以被提醒。
that those who are ignorant may learn, and those who know may be reminded.
6:238
Οὐκ ἔστιν ἀπὸ χριστιανῶν ὁ Μάνης, μὴ γένοιτο·
瑪尼並不是出於基督徒——斷乎不是;
Manes is not from the Christians—God forbid;
6:239
οὐδὲ κατὰ τὸν Σίμωνα ἐξεβλήθη τῆς Ἐκκλησίας, οὔτε αὐτὸς οὔτε οἱ πρὸ αὐτοῦ διδάσκοντες·
他也不像西門那樣是被趕出教會的,無論是他,還是在他以前施教的那些人;
nor was he cast out of the Church like Simon, neither he nor those who taught before him;
6:240
κλέπτης γάρ ἐστιν ἀλλοτρίων κακῶν, ἐξιδιοποιούμενος τὰ κακά
因為他乃是竊取別人邪惡的賊,把那些惡據為己有。
for he is a thief of the evils of others, appropriating their wickedness to himself.
6:241
Πῶς δὲ καὶ τίνα τρόπον, ἀκουστέον
至於是怎樣、以何種方式,這就須要聽下去了。
But how, and in what manner, must be heard.
6:242
Σκυθιανός τις ἦν ἐν Αἰγύπτῳ, Σαρακηνὸς τὸ γένος, οὐδὲν κοινὸν οὔτε πρὸς Ἰουδαϊσμὸν οὔτε πρὸς Χριστιανισμὸν κεκτημένος
在埃及有一個人名叫斯基提阿努,是撒拉森族的人,與猶太教或基督教都毫無相干。
There was a certain Scythianus in Egypt, a Saracen by race, having nothing in common either with Judaism or with Christianity.
6:243
Οὗτος τὴν Ἀλεξάνδρειαν οἰκήσας, καὶ τὸν Ἀριστοτελικὸν μιμησάμενος βίον, τέσσαρας βίβλους συνέταξε, μίαν καλουμένην Εὐαγγέλιον, οὐ Χριστοῦ πράξεις περιέχουσαν, ἀλλ' ἁπλῶς μόνον τὴν προσηγορίαν·
這人定居在亞歷山大,效法亞里斯多德式的生活,編寫了四卷書:一卷名為《福音》,內中並不含基督的事蹟,只徒有其名而已;
This man, having settled in Alexandria and imitating the Aristotelian manner of life, composed four books: one called The Gospel, not containing the acts of Christ, but merely the title alone;
6:244
καὶ μίαν ἄλλην καλουμένην Κεφαλαίων·
另一卷名為《章篇》;
and another called The Chapters;
6:245
καὶ μίαν τρίτην, Μυστηρίων·
第三卷名為《奧秘》;
and a third, The Mysteries;
6:246
καὶ τετάρτην, ἣν νῦν περιφέρουσι, Θησαυρόν
第四卷,就是他們如今四處傳播的,名為《寶庫》。
and a fourth, which they now carry about, The Treasure.
6:247
Μαθητὴς δὲ ἦν τούτου Τερέβινθος ὀνόματι
他有一個門徒,名叫忒勒賓妥。
And a disciple of his there was, named Terebinthus.
6:248
Ἀλλὰ τὸν προῃρημένον Σκυθιανὸν ἐλθεῖν εἰς τὴν Ἰουδαίαν καὶ λυμήνασθαι τὴν χώραν, νόσῳ θανατώσας ὁ Κύριος, ἔπαυσε τὴν λοιμώδη κατάστασιν
但主用致命的疾病擊打了斯基提阿努——他原打算進入猶太、敗壞那地——便止住了這如瘟疫般的圖謀。
But the Lord, by smiting Scythianus—who had purposed to come into Judaea and ravage the country—with a deadly disease, put a stop to the pestilential design.
6:249
Ὁ δὲ τῆς κακίας μαθητὴς Τερέβινθος, κληρονόμος ὢν τοῦ χρυσοῦ καὶ τῶν βιβλίων καὶ τῆς αἱρέσεως, παραγενόμενος ἐν τῇ Παλαιστίνῃ, καὶ ἐν τῇ Ἰουδαίᾳ γνωριζόμενος καὶ καταγινωσκόμενος, ἔκρινεν εἰς τὴν Περσίδα μετελθεῖν
那邪惡的門徒忒勒賓妥承受了那金子、那些書和那異端,便來到巴勒斯坦;在猶太地被人認出並受定罪,他便決意遷往波斯去。
And the disciple of wickedness, Terebinthus, being heir to the gold and the books and the heresy, came into Palestine; and being recognized and condemned in Judaea, he resolved to remove into Persia.
6:250
Ἵνα δὲ μὴ ἐκ τῆς προσηγορίας κἀκεῖ γνωρίζηται, Βουδδᾶν μετωνόμασεν ἑαυτόν
為免在那裡也因名字被人認出,他便改名為布達斯。
And lest he be recognized there too by his name, he renamed himself Buddas.
6:251
Ἀλλ' εἶχεν ἐκεῖ καὶ τοὺς ἀνταγωνιστὰς, τοὺς τοῦ Μίθρα·
但他在那裡也有對頭,就是密特拉的祭司們;
But he had adversaries there also, the priests of Mithras;
6:252
καὶ πολλῶν λόγων κινουμένων καὶ διαπληκτισμῶν, ἠλέγχετο
在許多辯論和激烈爭執興起之後,他被駁倒了。
and many arguments being stirred up and much wrangling, he was refuted.
6:253
Καὶ πέρας συνελαυνόμενος, προσφεύγει τινὶ χήρᾳ
末了他被逼得走投無路,便投靠了一個寡婦。
And at last, being hard pressed, he took refuge with a certain widow.
6:254
Εἶτα ἐπὶ δώματος ἀνελθὼν, καὶ προσκαλεσάμενος τοὺς ἀερίους δαίμονας, οὓς οἱ Μανιχαῖοι μέχρι σήμερον ἐπὶ τῆς μυσαρᾶς αὐτῶν ἰσχάδος ἐπικαλοῦνται·
後來他登上屋頂,呼求那空中的群鬼——就是摩尼教徒至今在他們那可憎的無花果餅上所呼求的——
Then, going up onto the housetop and invoking the demons of the air—whom the Manichaeans to this day invoke over their abominable fig-cake—
6:255
γενόμενος θεόπληκτος καὶ καταβληθεὶς ἀπὸ τοῦ δώματος, ἐξέψυξε·
他被神擊打,從屋頂上摔下,斷了氣;
being smitten of God and cast down from the housetop, he expired;
6:256
καὶ οὕτως ἐξεκόπη τὸ θηρίον δεύτερον
這第二隻獸就如此被剪除了。
and thus the beast was cut off, the second one.
6:257
Ἀλλ' ἔμεινε τὰ ὑπομνηστικὰ τῆς ἀσεβείας βιβλία·
然而那些作為這不敬虔之記載的書卻存留了下來;
But the books that served as reminders of the impiety remained;
6:258
καὶ κληρονόμος ἦν ἡ χήρα καὶ τῶν βιβλίων καὶ τῶν χρημάτων
那寡婦便成了那些書和那筆錢財的繼承人。
and the widow was heir both to the books and to the money.
6:259
Μήτε δὲ συγγενέα, μήτε [δὲ] ἕτερόν τινα ἔχουσα, ἔκρινεν ἐκ τῶν χρημάτων ἀγοράσαι παῖδα Κούβρικον λεγόμενον·
她既沒有親屬,也沒有別的人,便決定用那筆錢買了一個名叫庫布里庫的男孩;
And having neither relative nor any other person, she decided to buy with the money a boy called Cubricus;
6:260
καὶ τοῦτον εἰς υἱοθεσίαν λαβοῦσα, ἐπαίδευσε τοῖς Περσῶν μαθήμασιν ὡς υἱὸν, καὶ ὤξυνε κατὰ τῆς ἀνθρωπότητος κακὸν βέλος
她收他為養子,照波斯人的學問把他當作兒子教養,並把他磨利,成為一支敵對人類的惡箭。
and taking him into adoption, she educated him in the learning of the Persians as a son, and sharpened him as an evil dart against humanity.
6:261
Καὶ Κούβρικος ὁ κακὸς οἰκέτης εἰς μέσον φιλοσόφων ἤκμαζε·
庫布里庫這惡僕在眾哲學家中間嶄露頭角;
And Cubricus the evil servant flourished in the midst of the philosophers;
6:262
καὶ τελευτησάσης τῆς χήρας, ἐκληρονόμησε τὰ χρήματα καὶ τὰ βιβλία
那寡婦死後,他便承受了那財物和那些書。
and when the widow died, he inherited the money and the books.
6:263
Εἶτα, ἵνα μὴ τὸ τῆς δουλείας τοῦ Κουβρίκου ὄνομα ἐπονείδιστον ᾖ, ἀντὶ Κουβρίκου Μάνην ἑαυτὸν ἐπωνόμασεν, ὅπερ κατὰ τὴν Περσῶν διάλεκτον τὴν ὁμιλίαν δηλοῖ
後來,為免「庫布里庫」這奴僕之名成為羞辱,他便不叫庫布里庫,自稱為瑪尼,這名在波斯方言中意指「言談」。
Then, lest the name of Cubricus's servitude should be a reproach, instead of Cubricus he named himself Manes, which in the Persian dialect signifies "discourse."
6:264
Ἐπειδὴ γὰρ διαλεκτικὸς ἐδόκει τις εἶναι, Μάνην ἑαυτὸν ἐπωνόμασεν, οἱονεὶ ὁμιλητήν τινα ἄριστον
因為他看似是個善於辯論的人,便自稱為瑪尼,彷彿是某位至為出色的談論家。
For since he seemed to be a dialectician, he named himself Manes, as though a certain most excellent conversationalist.
6:265
Ἀλλ' ἐκεῖνος μὲν εὐδοξίαν ἑαυτῷ κατὰ τὴν Περσῶν γλῶσσαν ἐπραγματεύσατο·
然而他雖在波斯語中為自己謀得了美名,
But while he contrived for himself good repute in the Persian tongue,
6:266
ἡ δὲ τοῦ Θεοῦ οἰκονομία καὶ ἄκοντα αὐτὸν ἑαυτοῦ κατήγορον ἐποίει γενέσθαι·
神的安排卻使他即便違背己意,也成了控告自己的人;
the providence of God made him, even against his will, to become his own accuser;
6:267
ἵνα ἐν Περσίδι νομίσας ἑαυτὸν τιμᾷν, παρ' Ἕλλησι μανίας ἑαυτὸν καταγγέλλῃ ἐπώνυμον
以致他在波斯自以為尊榮己身,在希臘人中間卻宣告自己以瘋狂為名。
so that, while thinking to honor himself in Persia, among the Greeks he proclaimed himself named for madness.
6:268
Ἐτόλμα δὲ λέγειν ἑαυτὸν εἶναι τὸν Παράκλητον)
他竟敢說他自己就是那保惠師。)
And he dared to say that he himself was the Paraclete.)
6:269
Ὃς δ' ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα
「凡褻瀆那靈
"But whosoever shall blaspheme against the Spirit
6:270
τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν
聖靈的,總不得赦免。」
the Holy, has no forgiveness."
6:271
Ἐβλασφήμησεν οὖν, Πνεῦμα ἅγιον ἑαυτὸν εἰπών
他既稱自己為聖靈,便是褻瀆了。
He therefore blasphemed, by calling himself the Holy Spirit.
6:272
Ὁ ἐκείνοις κοινωνῶν, βλεπέτω μετὰ τίνων ἑαυτὸν ἐντάσσει
凡與那些人有交通的,當思想自己是把自己歸入了哪一類人中。
Let him who has fellowship with those men consider with whom he ranks himself.
6:273
Ἐσάλευσεν ὁ οἰκέτης τὴν οἰκουμένην, ἐπειδὴ διὰ τριῶν σείεται ἡ γῆ·
這奴僕震動了普世,因為地是因三樣而震動的;
The servant shook the inhabited world, since by three things the earth is shaken;
6:274
καὶ τὸ τέταρτον οὐ δύναται φέρειν, ἐὰν οἰκέτης βασιλεύσῃ
至於第四樣,就是奴僕作王,地實在擔當不起。
and the fourth it cannot bear, if a servant should become king.
6:275
Καὶ μέσος ἐλθὼν, λοιπὸν τὰ ὑπὲρ ἄνθρωπον ἐπηγγέλλετο
他既來到眾人中間,此後便應許那些超乎人所能的事。
And having come into the midst, he thereafter promised things beyond man.
6:276
Ἐνόσει τοῦ βασιλέως Περσῶν ὁ υἱός·
波斯王的兒子病了;
The son of the king of the Persians was ill;
6:277
καὶ ἰατρῶν δαψίλεια παρῆν
並有許多醫生在場。
and an abundance of physicians was present.
6:278
Ἀλλ' ὁ Μάνης ἐπηγγείλατο διὰ προσευχῆς ὡσανεὶ εὐσεβὴς κατορθώσειν
但瑪尼卻應許說,他要像個敬虔人那樣,藉著禱告把事辦妥。
But Manes promised that, like a pious man, he would set things right through prayer.
下一段 →
← 第 5 章第 7 章 →
1234567891011

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。