📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 詩篇註釋

詩篇註釋 第 1 章 第 3/24 段

希臘文原文.232 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:508–1:739(全章共 5696 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:508
) Ἐπεὶ δὲ ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, τὸ κρίνειν ἀντὶ τοῦ δικάζειν λαμβάνειν, ἢ ἀντὶ τοῦ καθηγεῖσθαι καὶ προεστάναι πόλεων ἢ χωρῶν, κατὰ τὸ, Παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν, ῥητέον ὅτι ἐξαλειφθέντος εἰς τὸν αἰῶνα τοῦ ὀνόματος τῶν ἐθνῶν, καὶ εἰς ἄπαν ἀνῃρημένης ἀρχῆς ἁπάσης καὶ ἐξουσίας διαβολικῆς ἐν δικαιοσύνῃ, κατάρξει καὶ κατακυριεύσει Χριστός
既然受神默示的聖經慣於將「審判」理解為判決,或理解為治理與統管城邑或地方——正如所說:「地上一切審判者啊,你們都當受教」——那麼便當說:列國的名既已永遠被塗抹,一切魔鬼的統治與權柄既已按公義被徹底廢除,基督就要作王掌權。
Since it is the custom of the God-inspired Scripture to take 'to judge' either in the sense of passing sentence, or in the sense of governing and presiding over cities or lands—as in the saying, 'Be instructed, all ye that judge the earth'—it must be said that, the name of the nations having been blotted out for ever, and every diabolical rule and authority having been utterly abolished in righteousness, Christ shall reign and hold dominion.
1:509
καὶ κατακρατοῦσα τῶν ὅλων
並轄制萬有;
and holding sway over all things;
1:510
βεβασίλευκε γὰρ τῆς ὑπ' οὐρανόν
因為他已作了普天之下的王。
for he has reigned over all that is under heaven.
1:511
Νοή σεις δὲ τοὺς στίχους καὶ οὕτως·
你也可以這樣領會這些經句:
You may also understand the verses in this way:
1:512
ὅτι ὁ τὴν τοῦ δια βόλου τυραννίδα καθελὼν, καὶ τῆς ἐκείνου σκαιότη τος ὅλην ἀπαλλάξας τὴν ὑπ' οὐρανὸν, αὐτὸς ἥξει κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ
就是說:那推翻了魔鬼暴政、並將普天之下從那惡者的凶惡中全然釋放出來的主,他自己要在所定的時候,在父的榮耀中降臨,好按公義審判世界。
namely, that he who overthrew the tyranny of the devil, and delivered the whole region under heaven from that one's malignity, shall himself come in due seasons in the glory of the Father, that he may judge the world in righteousness.
1:513
Πᾶσαν γὰρ τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, καὶ δεῖ πάντας ἡμᾶς φα νερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ
因為父已將一切審判交給了子,並且我們眾人都必顯露在基督的審判台前。
For the Father hath given all judgment to the Son, and we must all be made manifest before the judgment-seat of Christ.
1:514
Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψεσι
「耶和華作了貧窮人的避難所,在患難中,在合宜的時候作幫助。」
'And the Lord became a refuge for the poor, a helper in due seasons, in afflictions.'
1:515
) Ποίῳ φησὶ πένητι; Τῷ ἑκουσίως πενο μένῳ καὶ διὰ τὸν Θεόν
他是為哪一種貧窮人說的呢?是為那甘心樂意、並為神的緣故而貧窮的人。
For what poor man does he speak? For him who is poor willingly and for God's sake.
1:516
Ἀντὶ γὰρ τῆς ἑκουσίου πε νίας τούτῳ τὸν ἑαυτοῦ πλοῦτον ὁ Θεὸς χαρίζεται, καὶ ἐν τῷ τῆς θλίψεως καιρῷ ῥύστης καὶ βοηθὸς αὐ τοῦ εὑρίσκεται
因為神為要報答這甘心的貧窮,就將自己的豐富賜給這樣的人,並在患難的時候作他的拯救者與幫助者。
For in return for voluntary poverty God bestows his own riches upon such a one, and in the time of affliction is found to be his deliverer and helper.
1:517
) Νοητέον δὲ ταῦτα καὶ κατὰ ἀναγωγὴν, ὅτι τῷ πτωχῷ τῷ πνεύματι λαῷ, τουτέστι τῷ πτω χεύοντι πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, οὐ πρέσβυς, οὐκ ἄγγελος, οὐχ ἑτέρα τις δύναμις ἢ ἐξουσία λογικὴ βεβοήθηκεν, ἀλλ' αὐτὸς ὁ Κύριος, ὁ τοῦ νοητοῦ πλούτου χορηγὸς, αὐτὸς βεβοήθηκεν ἐν εὐκαιρίαις, εἴτουν ἐν καιρῷ δεκτῷ θλίψεως σέσωκεν ἐπὶ καιροῦ
這些話也當按屬靈的引申義來領會:對那心靈貧窮的百姓——就是在我們救主降臨之先困乏的百姓——並沒有使者、天使,或其他任何有理性的權勢或權柄來幫助,唯有主自己,那屬靈之豐富的供應者,親自「在合宜的時候」施行幫助,就是在患難蒙悅納的時候,及時拯救了他們。
These things are also to be understood by way of anagogy: that to the people poor in spirit—that is, to the people that were destitute before the sojourning of our Saviour—no ambassador, no angel, no other rational power or authority gave help, but the Lord himself, the bestower of the spiritual riches, himself gave help 'in due seasons,' that is, in the acceptable time of affliction he saved them in season.
1:518
Ποία δὲ ἦν ἡ θλίψις; Ἡ δυσφόρητος ἁμαρτία φορτίου δίκην ἐπηρτημένη, ὥστε καὶ ἕκαστον τῶν ὑπ' αὐτῇ γεγονότων ἀναφωνεῖν, ὅτι Αἱ ἀνομίαι μου ὡσεὶ φορ τίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Καὶ αὐτὸς δὲ ὁ Σατανᾶς βαρὺς ἦν, καὶ φορτίου παντὸς δυσαχθέστερος ἐπιπίπτων μετὰ τῆς πονηρᾶς φάλαγγος
那患難是甚麼呢?就是那如同重擔懸在身上、難以承受的罪,以致凡落在其下的人都呼喊說:「我的罪孽如同重擔壓在我身上。」撒但自己也是沉重的,比一切重擔更難承擔,牠與那邪惡的軍隊一同壓下來。
And what was the affliction? The intolerable sin that hung over them like a burden, so that each of those who had come under it cried aloud, 'Mine iniquities are gone over mine head; as a heavy burden they are too heavy for me.' And Satan himself was heavy, and more oppressive than any burden, bearing down upon them together with his wicked host.
1:519
Πεπιεσμένης τοίνυν τῆς ὑπ' οὐρανὸν καὶ οἷον ἐκτεθλιμμένης, ἐπὶ καιροῦ ἐπεφοίτησε τοῖς ἐπὶ γῆς ὁ Κύριος, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησεν
因此,當普天之下被壓制、彷彿受擠壓的時候,主便及時眷顧了地上的人,在拯救的日子施行了幫助。
When therefore the region under heaven was pressed down and as it were crushed, the Lord in season visited those on earth, and in the day of salvation gave help.
1:520
Οἱ δέ γε ἀλιτήριοι δαί μονες, τὸ μὴ ἐν καιρῷ πεπράχθαι τὴν οἰκονομίαν κατ εψεύδοντο λέγοντες·
然而那可咒詛的鬼魔卻誣告說,這救恩的安排並非在適當的時候成就的,牠們說:
But the accursed demons falsely charged that the dispensation had not been accomplished in due time, saying:
1:521
Ἦλθες ὧδε πρὸ καιροῦ βα σανίσαι ἡμᾶς. Ἀλλ', ὦ παμπόνηροι, φαίη τις ἂν, οὐ πρὸ καιροῦ μᾶλλον, ἀλλ' ἐν εὐκαιρίᾳ καὶ ἐν θλί ψει βεβοήθηκεν ἡμῖν, καὶ καταφυγὴ γέγονεν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος
「你來這裏是要在時候未到以先叫我們受苦嗎?」但是,極其邪惡者啊——有人會說——他並非在時候未到以先,反倒是在合宜的時候、在患難中幫助了我們,那萬有的救主與主便作了避難所。
'Art thou come hither before the time to torment us?' But, O most wicked ones—one might say—not before the time rather, but in a good season and in affliction he gave help to us, and the Saviour and Lord of all became a refuge.
1:522
σοὶ] οἱ γι νώσκοντες τὸ ὄνομά σου
「⋯⋯倚靠你」:就是那些認識你名的人。
'...in thee': they that know thy name.
1:523
) Τίνες δέ εἰσιν οἱ ἐλπίζοντες ἐπ' αὐτῷ καὶ γινώσκοντες τὸ ὄνομα αὐτοῦ; Οἱ τοῖς θεσπίσμασιν ὑπέχοντες τὸν αὐχένα
但那些仰望他、認識他名的人是誰呢?就是那些向他的律例俯首屈頸的人。
But who are they that hope in him and know his name? Those who bow their neck to his ordinances.
1:524
Καὶ τοῦτο διδάξει λέγων αὐ τός·
這一點他自己也要教導說:
And this he himself will teach, saying:
1:525
Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρεῖ. Ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε
「愛我的,就必遵守我的命令。」「耶和華啊,你未曾離棄尋求你的人。」
'He that loveth me keepeth my commandments.' 'For thou hast not forsaken them that seek thee, O Lord.'
1:526
) Ἰσχυρίζεται διὰ πείρας ἔχειν τὸ πρᾶγμα, εἰδέναι τε ὅτι τὸ ἀκράδαντον ἔχει
他堅稱自己是憑經歷而確知此事,並且知道這事是堅定不移的。
He asserts that he holds the matter by experience, and that he knows it to be unshakable.
1:527
Ἀληθὲς γὰρ τὸ τοῦ Ἱερεμίου, ὅτι Εὐλογημένος ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ·
因為耶利米的話是真實的:「倚靠耶和華的人有福了,耶和華必作他的盼望;
For true is the word of Jeremiah, that 'Blessed is the man that trusteth in the Lord, and the Lord shall be his hope;
1:528
καὶ ἔσται ὡς ξύλος εὐθηνοῦν παρ' ὕδατι. Οὕτω καὶ ἕτερός φησιν·
他必像栽於水旁、發旺的樹。」另一處也這樣說:
and he shall be as a tree flourishing beside the water.' So also another says:
1:529
Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατ ησχύνθη, ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ἐγκατ έλιπεν αὐτόν
「你們要追想古時的世代並看明:有誰倚靠耶和華而致蒙羞的呢?又有誰求告他而被他離棄的呢?」
'Look at the generations of old and see: who ever trusted in the Lord and was put to shame? Or who called upon him and he forsook him?'
1:530
Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών
「你們要歌頌那住在錫安的耶和華。」
'Sing psalms to the Lord who dwelleth in Zion.'
1:531
) Εἰ τοίνυν λέγοιτο κατοικεῖν ὁ Θεὸς ἐν Σιὼν, οὐ κατὰ τὰς Ἰουδαίων ὑπονοίας αἰσθητῶς τοῦτο πράττεσθαι νοοῦμεν·
因此,若說神住在錫安,我們並不按猶太人的臆測,領會為以物質可感的方式發生的;
If then God is said to dwell in Zion, we do not understand this to happen in a sensible manner, according to the suppositions of the Jews;
1:532
οὐ γὰρ ἐν τῇ ἐπιγείῳ Σιὼν, οὐδὲ ἐν μόνῃ τῇ Ἱερουσαλὴμ κατοικεῖ ὁ Θεός·
因為神並不住在地上的錫安,也不單住在耶路撒冷;
for God does not dwell in earthly Zion, nor in Jerusalem alone;
1:533
ἀλλὰ Σιὼν εἶναί φαμεν τὴν νοητὴν ἐπὶ γῆς Ἐκκλησίαν, ἣ καὶ ἀδελφὴ τῆς ἄνω νοεῖται
我們乃是說,錫安是地上屬靈的教會,她也被視為天上教會的姊妹。
but we say that Zion is the spiritual Church on earth, which is also understood to be the sister of the Church above.
1:534
Πρέποι δ' ἂν ὀνομάζε σθαι Σιὼν τήν τε ἄνω καὶ ἐπὶ γῆς Ἐκκλησίαν·
以錫安來稱呼天上的教會與地上的教會,都是合宜的;
And it would be fitting that both the Church above and the one on earth be named Zion;
1:535
ἑρ μηνεύεται γὰρ Σιὼν σκοπευτήριον·
因為「錫安」譯出來就是「守望台」;
for Zion is interpreted 'watch-tower';
1:536
τοῦτο δέ ἐστιν αὕτη τε κἀκείνη
而這名正適用於天上與地上這兩者。
and this is both the one and the other.
1:537
Οὐκοῦν κατοικεῖ Θεὸς ἐν τῇ Σιὼν. οὐ περιγραφόμενος (πληροῖ γὰρ τὰ πάντα), ἀλλ' οἷον ἐμφιλοχωρῶν καὶ ἀναπαυόμενος ἐν αὐτῇ
所以神住在錫安,並非受空間所限(因為他充滿萬有),乃是彷彿以她為樂、在她裏面安息。
God therefore dwells in Zion, not being circumscribed (for he fills all things), but as it were taking delight and resting in her.
1:538
Ὧδε γὰρ, φησὶ, κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Ἀπεφοί τησε μὲν γὰρ τῆς Ἰουδαίων Συναγωγῆς, λέγων·
他說:「我要住在這裏,因為我揀選了她。」因為他離棄了猶太人的會堂,說:
'For here,' he says, 'will I dwell, for I have chosen her.' For he departed from the synagogue of the Jews, saying:
1:539
Ἰδοὺ ἀφίεται ὁ οἷκος ὑμῶν ὑμῖν. Πεπλούτηκε δὲ αὐτὸν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, πρὸς ἣν ὁ Ψάλλων φησίν·
「看哪,你們的家成為荒場留給你們了。」然而那從列國中招聚的教會卻以他為豐富,詩人對她說:
'Behold, your house is left unto you.' But the Church from among the nations was enriched with him, to whom the Psalmist says:
1:540
Ἄκουσον, θύγατερ, καὶ τὰ ἑξῆς, ὅτι ἐπεθύ μησεν ὁ βασιλεὺς τοῦ κάλλους σου. Τοῖς γε μὴν κατ οικοῦσιν ἐν ταύτῃ τῇ Σιὼν, τουτέστι τοῖς ἠλεημένοις καὶ σεσωσμένοις διὰ πίστεως, μηκέτι ζωοθυτεῖν·
「女子啊,你要聽」等等,「因為王羨慕你的美貌。」至於那些住在這錫安裏的人——就是那些藉信心蒙憐憫、得拯救的人——他們不再獻牲畜為祭;
'Hearken, O daughter,' and what follows, 'for the King hath desired thy beauty.' And to those who dwell in this Zion—that is, to those who have obtained mercy and been saved through faith—it belongs no longer to offer animal sacrifices;
1:541
ἀλλ' ἐπειδὴ εἰς πνευματικὴν λατρείαν μετεφοίτησε τὰ ἐν νόμῳ, τὰς ᾠδὰς ἀνιέναι τῷ Θεῷ, καὶ ψάλλειν αὐτῷ θυσίας αἰνέσεως θύοντας·
既然律法中的事已轉為屬靈的敬拜,他們就當向神獻上詩歌,向他歌唱,獻上讚美的祭;
but since the things of the law have passed over into spiritual worship, they are to send up songs to God, and to sing psalms to him, offering sacrifices of praise;
1:542
ψάλλειν δὲ τὰ αὐτοῦ καὶ μόνα λαλοῦντας μεγαλεῖα καὶ κατορθώματα
並且要歌頌,單單述說他的大能與他的作為。
and to sing psalms, speaking his mighty deeds and his achievements alone.
1:543
Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ
「你們要在列國中傳揚他的作為。」
'Declare among the nations his doings.'
1:544
σαρκὸς οἰκονομίας τὸ εὐτεχνές
肉身之救恩安排的奇妙精巧;
the artfulness of the dispensation of the flesh;
1:545
Βαθὺς γὰρ λίαν ὁ τοῦ μυστηρίου λόγος, καὶ ἰσχναῖς ἐρεύναις ἐκ μέρους ἁλώσιμος, καὶ πίστει δεκτός·
因為這奧祕的道理極其深奧,唯有藉精細的探究才能略窺一二,也唯有藉信心才能領受;
For very deep is the discourse of the mystery, and only in part apprehensible by subtle inquiries, and receivable by faith;
1:546
πολὺ γὰρ ἐν αὐτῷ τὸ θαῦμα
因為其中有極大的奇妙。
for great is the wonder in it.
1:547
Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν, ἐμνήσθη
「因為那追討流人血之罪的,已經記念了。」
'For he that requireth their blood hath remembered.'
1:548
) Καὶ τίνα τρόπον; Ἐνηνθρώπηκε γὰρ, καὶ τὴν καθ' ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, ὑπέμεινε σταυρὸν, ἵνα πάντας ἀγοράσῃ τῷ ἰδίῳ αἵματι, καὶ διαβολικῶν ἁρπάσῃ βρόχων τοὺς ἁλόντας αὐτοῖς
是以何種方式呢?因為他成了人,取了與我們相同的樣式,忍受了十字架,好用自己的血買贖萬人,並將那些被魔鬼羅網所擒的人奪回。
And in what manner? For he became man, and, taking upon himself the likeness that is according to us, he endured the cross, that he might purchase all men with his own blood, and might snatch from the diabolical snares those who had been caught in them.
1:549
Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων
「他未曾忘記貧窮人的哀求。」
'He hath not forgotten the cry of the poor.'
1:550
) Κατὰ δὲ ἀναγωγὴν, πένητας ἐν τούτοις ἢ τοὺς ἐξ ἐθνῶν ὀνομάζει, ἢ τοὺς ὑπὲρ αὐτῶν πλει στάκις παρακαλοῦντας ἁγίους·
但按屬靈的引申義,他在此所稱的「貧窮人」,或是指那從列國中出來的人,或是指那些屢次為他們代求的聖徒;
But by way of anagogy he here names as 'the poor' either those from among the nations, or the saints who oftentimes entreat on their behalf;
1:551
τοὺς μὲν, ὡς οὐκ ἔχοντας πλοῦτον τὸν νοητὸν (οἱ γὰρ ὅλως τὸν φύσει Θεὸν οὐκ εἰδότες, ποίαν ἂν ἔχοιεν λαμπρότητα νοη τήν)·
前者,是因他們沒有屬靈的豐富(因為那些全然不認識本性真神的人,怎能有屬靈的光輝呢?);
the former, as not possessing the spiritual riches (for those who do not know at all the God who is by nature, what spiritual splendour could they have?);
1:552
τοὺς δὲ, ὡς ταπεινὸν καὶ συνεσταλμένον ἔχοντας φρόνημα
後者,是因他們懷著謙卑收斂的心志。
the latter, as having a humble and lowly mind.
1:553
Εἰ μὲν οὖν πένητας εἶναί φαμεν τοὺς ἁγίους, οὐκ ἐπελάθετο τῆς κραυγῆς αὐτῶν, ἧς πε ποίηνται, πλειστάκις παρακαλοῦντες τὸν τῶν ὅλων Σωτῆρα Θεὸν, ἐπισκέψασθαι τὴν ὑπ' οὐρανὸν, καὶ ἀντιλαβέσθαι τῶν ἐπὶ τῆς γῆς
因此,我們若說那些貧窮人是聖徒,他便未曾忘記他們所發的哀求——他們屢次懇求那作萬有救主的神眷顧普天之下、扶持地上的人,說:
If then we say that the saints are the poor, he has not forgotten their cry, which they have made, oftentimes entreating God the Saviour of all to visit the region under heaven and to lay hold of those on the earth, saying:
1:554
Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι·
「坐在基路伯之上的主啊,求你顯出榮光;
'Thou that sittest upon the cherubim, shine forth;
1:555
ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς· καὶ πάλιν·
求你興起你的大能,來拯救我們」;又說:
stir up thy might, and come to save us'; and again:
1:556
Κύριε, κλῖνον οὐρανοὺς καὶ κατά βηθι. Εἰ δὲ τὰ ἔθνη νοοῦμεν τοὺς πένητας, ἐπειδὴ φωνὰς ὑπὲρ ἑαυτῶν οὐκ ἂν ἔχοι τις αὐτὰ καταδεῖξαι ῥήξαντά ποτε ( πῶς γὰρ ἂν ἐπεκαλέσαντο Θεὸν ὃν οὐκ ᾔδεισαν)·
「耶和華啊,求你使天下垂,親自降臨。」但我們若領會列國就是那貧窮人,既然無人能指出他們曾為自己發過甚麼哀求(因為他們怎能求告一位他們所不認識的神呢?),
'Lord, bow the heavens and come down.' But if we understand the nations to be the poor, since no one could point to them as ever having uttered any cries on their own behalf (for how could they have called upon a God whom they did not know?),
1:557
φαμὲν, ὅτι διὰ πραγμάτων μᾶλλον ἢ ῥημά των παρ' αὐτῶν γέγονεν ἡ φωνή
我們就說,出自他們的哀求乃是藉行為而非藉言語發出的。
we say that the cry from them came about through deeds rather than words.
1:558
Πᾶσα γάρ πως ἀδικία μονονουχὶ κατακέκραγε τοῦ δρῶντος αὐτὴν, καὶ ὑπὲρ τῶν ἀδικουμένων προσάγει λιτὴν, τοῦ. πλημμελοῦντος τὸ ἀπηνὲς καταγγέλλουσα, καὶ δι ανιστῶσα πρὸς ἐπικουρίαν τὸν ἐπαμῦναι δυνάμενον
因為每一樣的不義,可以說幾乎都在控訴那行不義的人,並為那些受冤屈的人提出懇求,宣告那犯罪者的凶殘,並激動那有能力施行援助者前來搭救。
For every unrighteousness, so to speak, all but cries out against the one who commits it, and brings supplication on behalf of those who are wronged, proclaiming the cruelty of the offender, and rousing to succour the one who is able to defend.
1:559
Κατεβόησε γοῦν τοῦ Κάϊν τὸ αἷμα τοῦ ὑπ' αὐτοῦ ἀναιρεθέντος
無論如何,那被該隱所殺之人的血,向該隱發出控訴;
At any rate, the blood of him who was slain by Cain cried out against Cain;
1:560
κρεῖττον γὰρ ἔφη λαλεῖν αὐτὸ παρὰ τὸ Ἄβελ·
因為他說,這血所說的比亞伯的血所說的更美。
for he said that it speaketh better things than that of Abel.
1:561
τὸ μὲν γὰρ κατέκρινε τὸν φονευτὴν, καὶ οἷα κατηγοροῦσαν ἠφίει φωνὴν, τὸ δὲ γέγονε τῷ κόσμῳ σωτήριον, καὶ πλημ μελημάτων ἄφεσιν ἐκάλεσεν ἐπ' αὐτόν
因為前者定了那殺人者的罪,彷彿發出控訴的聲音;後者卻成了世界的救恩,並為世界召來了過犯的赦免。
For the one condemned the murderer, and, as it were, sent up a voice that accused him; but the other became the world's salvation, and called down upon it remission of transgressions.
1:562
Καθαρίζει γὰρ ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας τὸ αἷμα Χριστοῦ, καθὰ γέγραπται
因為基督的血洗淨我們一切的罪,正如經上所記的。
For the blood of Christ cleanses us from all sin, even as it is written.
1:563
Ὥσ περ γὰρ τὸ αἷμα τοῦ Ἄβελ βοῆσαι λέγεται πρὸς τὸν Θεὸν, οὐκ αὐτό που πάντως ἰδίαν ἔχον φωνὴν, ἀλλ' οἱονεὶ τὴν τοῦ πράγματος ἀτοπίαν κατεστυγηκότος Θεοῦ·
正如亞伯的血被說成向神呼求——並非那血本身當真有自己的聲音,而是彷彿神憎惡那行為的荒謬——照樣,人也可以如此理解那些敬拜鬼魔的人。
For just as the blood of Abel is said to have cried out to God—not that it in any way possessed a voice of its own, but as it were because God abhorred the outrage of the deed—so too may one understand it also in the case of those who worship demons.
1:564
οὕτω νοήσει τις καὶ ἐπὶ τῶν προσκυνούντων τοῖς δαίμοσιν
照樣,人也可以如此理解那些敬拜鬼魔之人的情形。
so too may one understand it also in the case of those who worship the demons.
1:565
Εἰ γὰρ οὐκ ἴσασι τὸν τῶν ὅλων Θεὸν, καὶ διὰ τοῦτο οὐδὲ ἐβόησαν πρὸς αὐτὸν, ἀλλ' ὅτι πε πλεονέκτηνται παρὰ τοῦ Σατανᾶ, δι' αὐτοῦ τρόπον τινὰ τοῦ πράγματος ἀνακεκράγασι, τὴν ἐφ' ἑαυτοῖς πάντως αἰτοῦντες ἐπικουρίαν
因為他們若不認識萬有的神,也因此沒有向祂呼求,卻因被撒但所勝,便藉著撒但,就這事情多少發出呼喊,全然是為自己求取援助。
For if they do not know the God of all, and for this reason did not cry out to him, but because they have been overreached by Satan, through him after a fashion they raise their cry over the matter, altogether asking for succour upon themselves.
1:566
Ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου
耶和華啊,求你憐憫我,看顧我所受的苦難。
Have mercy on me, O Lord; behold my humiliation.
1:567
) Κατὰ δὲ ἀναγωγὴν, μνημονεύσας ὁ Ψαλμ ωδὸς πενήτων κραυγῆς ἧς οὐκ ἐπελάθετο ὁ Θεὸς, εἰσεκόμισεν εὐθέως ὁποία γέγονεν ἡ κραυγὴ παρὰ τῶν πενήτων ἐθνῶν
但按屬靈的引申義,詩人既提到神未曾忘記的窮人的呼求,便立即引出外邦窮乏之人所發出的是何等的呼求。
But according to the anagogical sense, the Psalmist, having made mention of the cry of the poor which God did not forget, straightway introduced what manner of cry arose from the poor among the nations.
1:568
Οἷον γὰρ ἤδη πεφωτισμένοι καὶ ἀνανήψαντες, καὶ τῆς τῶν δαιμόνων κατεγνω κότες ἀπάτης, καὶ ἐν ἐπιγνώσει γεγονότες τῆς αὐ τῶν ἐπιβουλῆς, ὡς καὶ ἐν πολεμίων ποιεῖσθαι μοίρᾳ τοὺς πάλαι προσκυνουμένους, παρακαλοῦσι τῆς ἄνωθεν ἐπικουρίας τυχεῖν, καί φασι τεταπεινῶσθαι, οὐχ ὑπὸ τῆς ἑαυτῶν φύσεως (ἐπὶ ἀφθαρσίᾳ γὰρ ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐπὶ ἔργοις ἀγαθοῖς), ἀλλ' ἐκ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς
因為他們如今已蒙光照、清醒過來,認清了鬼魔的欺騙,明白了牠們的詭計,以致把從前所敬拜的當作仇敵看待;他們懇求得著從上頭來的援助,並說自己被貶低了——並非出於自己的本性(因為神創造人是為著不朽壞,是為著善工),乃是出於仇敵的詭計。
For as those now enlightened and sobered, who have condemned the deceit of the demons and come to knowledge of their plotting, so as to reckon among enemies those formerly worshipped, they beseech to obtain succour from on high, and say that they have been humbled—not by their own nature (for God created man for incorruption, unto good works), but by the plotting of their foes.
1:569
Φθόνῳ γὰρ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον
因為死是藉著魔鬼的嫉妒進入世界的。
For by the envy of the devil, death entered into the world.
1:570
σὺ γὰρ, ὁ ὑψῶσαι δυνάμενος ἐκ τῶν πυλῶν τοῦ θανάτου τοὺς ἁλόντας αὐταῖς
因為你能將那些被死亡之門擄去的人,從那門中高舉起來,
for you, who are able to raise up out of the gates of death those taken captive by them,
1:571
Πύλαι δὲ θανάτου, αἱ πονηραὶ δυνάμεις, κατακομίζουσαι εἰς πυθμένα θανάτου τοὺς ὑπ' αὐ τοῖς γεγονότας, καὶ αἱ πολυειδεῖς ἁμαρτίαι, ἐξ ὧν τοὺς ἐνειλημμένους ἐξαιρεῖται Θεός
死亡之門就是那些邪惡的權勢,牠們把落在牠們手下的人帶下死亡的深處;也是那形形色色的罪,神將纏陷在其中的人救拔出來。
Now the gates of death are the evil powers, which bring down into the depth of death those who have come under them, and also the manifold sins, from which God delivers those who are entangled in them.
1:572
Θυγατέρα δὲ Σιὼν, τῆς ἐν οὐρανοῖς ἤτοι τῆς τῶν πρωτοτόκων Ἐκκλησίας τὴν ἐπὶ γῆς ὀνομάζουσι·
他們所稱的錫安的女兒,乃是地上的教會,就是天上那長子教會在地上的對應;
And by the daughter of Zion they name the Church on earth, that is, the earthly counterpart of the Church of the firstborn which is in the heavens;
1:573
πεποίηται γὰρ ὡς πρὸς ἐκείνην
因為它是照著那天上教會的樣式造成的。
for it has been made after the likeness of that one.
1:574
Ὅρα γὰρ, φησὶ ἡ Γραφὴ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει· τύπος γὰρ ἦν Ἐκκλησίας, ἡ σκηνή
因為經上說:你要看,照著在山上指示你的樣式,去造各樣物件;那帳幕乃是教會的預表。
For see, says the Scripture, you shall make all things according to the pattern that was shown you on the mountain; for the tabernacle was a type of the Church.
1:575
αἰνέσεις ἐξαγγελῶ καὶ πάσας ἀπαραλείπτως, ὡς μηδένα τρό πον ἐλλεῖψαι δοξολογίας
我要宣揚你的讚美,且要毫無遺漏地宣揚一切讚美,使我在頌讚上絕無虧欠。
I will declare your praises, and all of them without exception, so as in no way to fall short in doxology.
1:576
Ἐοίκασι δὲ διὰ τούτου δη λοῦν, ὡς οὐχὶ τοῖς ἔξω τῶν Ἐκκλησιῶν, ἀλλὰ τοῖς ἐν αὐταῖς εἰσελαύνουσι διὰ τῆς πίστεως, πρέπει τὸ δοξολογεῖν·
他們藉此似乎是要表明:獻上榮耀乃是相宜於那些藉信心進入教會之人的,而非教會之外的人;
And by this they seem to signify that it befits not those outside the Churches, but those who enter into them through faith, to give glory;
1:577
[ Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου
你將我從死亡之門高舉起來。
You who raise me up out of the gates of death.
1:578
Καὶ γὰρ καὶ αὐτὸς ὁ δράκων ὁ ἀποστάτης, ὁ φαυλό τητος ἁπάσης εὑρετὴς, καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραὶ, λέγοιντο ἂν οὐκ ἀπεικότως θανάτου πύλαι·
因為那背叛的龍,就是一切邪惡的發明者,並與牠一同的邪惡權勢,被稱作死亡之門,也不是不相宜的;
For indeed the apostate dragon himself, the inventor of all vileness, and the evil powers along with him, might not unfittingly be called the gates of death;
1:579
κατακομίζουσι γὰρ εἰς πέταυρον ᾅδου, καὶ εἰς πυ θμένα θανάτου, τοὺς ὑπ' αὐτοὺς γεγονότας
因為牠們把落在牠們手下的人帶下陰間的深板、帶入死亡的深處。
for they bring down to the plank of Hades and to the depth of death those who have come under them.
1:580
Νοηθεῖεν δὲ ἂν θανάτου πύλαι καὶ αἱ πολυειδεῖς ἁμαρτίαι, καὶ μὴν καὶ οἱ παρ' Ἕλλησιν σοφοὶ, συνασπίζοντες τῇ πλάνῃ, καὶ τῆς εἰδωλολατρείας τὸ ἀκαλλὲς ταῖς ἑαυ τῶν εὐγλωττίαις ἐξωραΐζειν σπουδάζοντες.] Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου
死亡之門也可以理解為那形形色色的罪,甚至還有希臘人中的智者,他們用盾牌護衛謬妄,並竭力用自己的口才來妝點偶像崇拜的醜陋。我們要因你的救恩歡欣快樂。
And by the gates of death might also be understood the manifold sins, and indeed also the wise men among the Greeks, who shield error with their arms and are zealous to embellish the ugliness of idolatry with their own eloquence. We shall exult in your salvation.
1:581
) Κατὰ δὲ ἀναγωγὴν, ἀσμενίζουσι τὴν οἰκονομίαν οἱ ἐξ ἐθνῶν, ἢν ἐν Χριστῷ πεποίηκεν ὁ Θεὸς καὶ Πατὴρ, Σωτῆρα καὶ Λυτρωτὴν ἀναδείξας αὐτὸν τῷ κόσμῳ παντί·
但按屬靈的引申義,那些出於外邦的人歡然接受神與父在基督裡所成就的救贖安排,因祂立基督作全世界的救主與救贖者;
But according to the anagogical sense, those from among the nations gladly welcome the dispensation which God and Father wrought in Christ, having appointed him Saviour and Redeemer to the whole world;
1:582
εὐδόκησε γὰρ ἀνακεφα λαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς
因為神喜悅使萬有在祂裡面同歸於一,無論是天上的、地上的。
for he was pleased to sum up all things in him, both the things in the heavens and the things upon the earth.
1:583
Οὐκοῦν προσιέντες τὴν πίστιν, ὡς εἰσκομίζειν ἰσχύουσαν ἐν ταῖς πύλαις τῆς θυγα τρὸς Σιών
所以他們藉著信心近前來,這信心有能力把他們帶進錫安女兒的城門。
Therefore drawing near through the faith, as being able to bring them in at the gates of the daughter of Zion.
1:584
Σωτήριον δὲ πανταχοῦ ἡ Γραφὴ τὸν Χρι στὸν ὀνομάζει
聖經處處都稱基督為救恩。
And everywhere the Scripture names Christ as salvation.
1:585
Ἄδεται γοῦν ὡς ἐκ προσώπου τινῶν δεδιψηκότων ἰδεῖν τὴν ἐπιφάνειαν αὐτοῦ·
無論如何,這是彷彿以某些渴慕見祂顯現之人的口吻唱出來的;
At any rate it is sung as from the person of certain who have thirsted to behold his manifestation;
1:586
) Κατὰ δὲ ἀναγωγὴν, ἔθνη χρὴ λέγειν τὴν ἀκάθαρτον τῶν δαιμόνων πληθὺν, οἳ κατεσκεύα σαν μὲν τῷ Σωτῆρι, καθάπερ ᾠήθησαν, τὴν ἐπὶ τῷ θανάτῳ διαφθοράν
但按屬靈的引申義,這裡的「列國」當指鬼魔那不潔的群眾,牠們如自己所以為的,確曾為救主謀劃那藉死而來的敗壞。
But according to the anagogical sense, one must call the nations the unclean multitude of the demons, who did indeed contrive for the Saviour, as they supposed, the corruption that comes by death.
1:587
Ἐστρατήγησαν αὐτοὶ ταῖς Ἰουδαίων μανίαις, στήσαντες ὑπουργὸν τὸν κλεπτί στατον μαθητήν·
牠們親自指揮猶太人的狂亂,立那最善於偷竊的門徒作牠們的差役;
They themselves generalled the frenzies of the Jews, setting up as their minister that most thievish disciple;
1:588
ἐνεπάγησαν δὲ αὐτοὶ μᾶλλον, ἤπερ ὁ τὴν παρ' αὐτῶν ὑπομείνας ἐπιβουλήν
然而遭陷落的反倒是牠們自己,而不是那忍受了牠們詭計的主。
but they themselves were rather ensnared than he who endured the plot from them.
1:589
Ἐξεπρίατο γὰρ τῷ ἰδίῳ αἵματι τὴν ὑπ' οὐρανὸν, καὶ τῆς τοῦ διαβόλου σκαιότητος ἠλευθέρωσεν
因為祂用自己的血買贖了天下,將它從魔鬼的凶惡中釋放出來。
For he bought out with his own blood the world under heaven, and freed it from the malignity of the devil.
1:590
Ἔφη γὰρ τὸν τῷ κόσμῳ σωτήριον μέλλων ὑπομεῖναι σταυρόν·
因為祂將要忍受那作世界救恩的十字架時,曾說:
For being about to endure the cross which was salvation to the world, he said:
1:591
Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται· Καὶ, Ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Καὶ οἱ διῶκται δὲ ταῦτα πεπόνθασιν, ἃ τοῖς πολλοῖς ἐξήρ τυσαν
現在這世界受審判,現在這世界的王要被趕出去。又說:我若從地上被舉起來,就要吸引萬人來歸我。那些逼迫者也親身遭受了他們為眾人所預備的事。
Now is the judgment of this world; now shall the ruler of this world be cast out. And, If I be lifted up from the earth, I will draw all men unto myself. And the persecutors too suffered these very things which they had contrived for the many.
1:592
Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ
在他手所作的工中。
In the works of his hands.
1:593
) Κατὰ δὲ ἀναγωγὴν, ὀρθοῦ κρί ματος γεγονότος, καὶ κολάσεως ἐπενηνεγμένης τοῖς ἀνόσια πεπλημμεληκόσιν, ἐπιγινώσκεται ὁ Κύριος παρὰ τῶν πιστευσάντων εἰς αὐτὸν, ὡς ὑπάρχων δί καιος, ὅσιός τε καὶ δυνατός·
但按屬靈的引申義,公義的審判既已施行,刑罰既已臨到那些行了不聖之事的人,主便被信祂的人認明是公義、聖潔且大有能力的;
But according to the anagogical sense, righteous judgment having been passed, and punishment brought upon those who committed unholy deeds, the Lord is recognized by those who have believed in him as being just, holy, and mighty;
1:594
ἐν γὰρ τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός
因為那罪人在自己手所作的工中被擒住了。
for the sinner was caught in the works of his own hands.
1:595
ἢ γὰρ ἐν ταῖς χερσὶ τοῦ Θεοῦ καθάπερ εἴς τινα παγίδα ἐμπεσὼν ὁ ἁμαρτωλὸς, τὰς τῆς δυσσε. βείας δίδωσι δίκας, ἢ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν περιπεσὼν, συλληφθήσεται·
因為那罪人或是落在神的手中如同落入羅網,償還他不敬虔的罪債;或是絆跌在自己手所作的工中而被擒住;
For either the sinner, having fallen as into some snare in the hands of God, pays the penalties of his impiety, or, having stumbled into the works of his own hands, he shall be caught;
1:596
ὁ γὰρ τῷ πλησίον ὀρύσ σων βόθρον, ἐμπεσεῖται εἰς αὐτόν
因為那為鄰舍挖坑的,必掉在其中。
for he who digs a pit for his neighbour shall fall into it.
1:597
Καὶ κρῖμα ἀλη θῶς δίκαιον, τὸ, τοὺς κατασκευάσαντας ἀνθρώπῳ τὸν θάνατον, ἐν αὐτῷ περιληφθῆναι, τοῦ Θεοῦ τὴν ἀπά την κατὰ τοῦ μηχανωμένου τρέποντος
這也是真正公義的審判:那些為人謀劃死亡的,自己反被死亡所困住,因神將那欺騙轉回到設謀者的身上;
And it is a judgment truly just, that those who contrived death for man should be caught in it themselves, God turning the deceit against the one who devised it;
1:598
σειραῖς γὰρ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται)·
因為各人被自己罪孽的繩索緊緊捆綁。
for each one is bound fast with the cords of his own sins.
1:599
ἢ ἁμαρτωλὸν τὸν Ἰουδαίων δῆμον ὀνομάζει, καὶ μάλα εἰκότως·
又或者祂稱猶太的百姓為那罪人,而這是最為相宜的;
or he names the people of the Jews as the sinner, and that most fittingly;
1:600
ἀπέμεινε γὰρ ἐν μολυσμοῖς, οὐ προσηκά μενος τὴν διασμήχουσαν χάριν, ἐναπέθανε τοῖς ἑαυ τοῦ πλημμελήμασι
因為他們仍留在污穢中,不肯接受那潔淨人的恩典,便死在自己的過犯裡。
for they remained in their defilements, not having received the grace that scours clean, and died in their own transgressions.
1:601
Κληθείη δ' ἂν ἁμαρτωλὸς καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς Σατανᾶς, ὃς δικαίῳ κρίματι συνελήφθη, τοῖς ἰδίοις ἔργοις περιπεσών·
那罪人也可以指撒但,就是罪的發明者,牠按公義的審判被擒住,因牠絆跌在自己所作的工中;
And the sinner might also be called Satan, the inventor of sin, who by righteous judgment was caught, having stumbled into his own works;
1:602
κατ εσκεύασε μὲν γὰρ καὶ γέγονεν ὑπὸ πόδας δικαίων
因為牠雖然謀劃了,卻反倒落在義人的腳下。
for he contrived indeed, and came to be under the feet of the righteous.
1:603
Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην
願惡人退回陰間。
Let the sinners be turned back into Hades.
1:604
) Κατὰ δὲ ἀναγωγὴν, ἐκ πολλῆς ἄγαν φιλοθεΐας οἱ πιστεύσαντες ἐοίκασιν ἐπαρᾶσθαι τοῖς ἠθετηκόσι τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ καὶ τὴν πο λύευκτον χάριν, δι' ἧς ἠδύναντο τῆς τῶν οὐρανῶν βασιλείας ἀποφαίνεσθαι κληρονόμοι
但按屬靈的引申義,那些信了的人出於對神極大的愛慕,似乎是向那些藐視基督的顯現、藐視那極可祈求之恩典的人發出咒詛,因為藉著那恩典他們本可得以顯為諸天國度的後嗣。
But according to the anagogical sense, out of very great love for God, those who have believed seem to invoke a curse upon those who set at nought the manifestation of Christ and the grace so greatly to be prayed for, through which they were able to be shown forth as heirs of the kingdom of the heavens.
1:605
κατ' οὐδένα γὰρ τρόπον πρακτικῶς Θεοῦ διαμέμνηνται, ἀλλ' ἔξω πάσης εἰσὶν ἀρετῆς καὶ ἀγαθουργίας
因為他們在行事上絕不將神記念在心,反倒在一切美德與善行之外。
for in no way do they keep God in remembrance in their practice, but are outside of all virtue and beneficence.
1:606
Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός
因為窮乏人必不永遠被忘記。
For the poor shall not be forgotten unto the end.
1:607
) Κατὰ δὲ ἀναγωγὴν, πένητας ἐνταῦθα ἢ πάντας τοὺς ἁγίους ὀνομάζει ἁπλῶς, ὑφειμένον καὶ ταπεινὸν ἔχοντας φρόνημα, ἢ τοὺς ἐξ ἐθνῶν κεκλη μένους, οἳ πάλαι ἐν ἐνδείᾳ ἦσαν παντὸς ἀγαθοῦ
但按屬靈的引申義,這裡祂稱為窮乏人的,或是單指一切聖徒,他們存著卑微謙遜的心志;或是指那些從外邦蒙召的人,他們從前缺乏一切美善之物。
But according to the anagogical sense, here he names as the poor either simply all the saints, who hold a lowly and humble frame of mind, or those called from among the nations, who of old were in want of every good thing.
1:608
Τού τους οὐκ εἰς τέλος ἐπιλησθήσεσθαί φησι·
祂說,這些人必不永遠被忘記;
These, he says, shall not be forgotten unto the end;
1:609
μνήμη γὰρ γέγονεν αὐτῶν παρὰ τῷ φιλοικτίρμονι Θεῷ, καὶ κέ κληνται διὰ Χριστοῦ πρὸς ἐπίγνωσιν, τὸν τῆς ἀρχαίας ἀπάτης ἀπολυσάμενοι ζυγόν
因為滿有憐憫的神已記念他們,他們也已藉著基督蒙召得著真知,卸下了那古老欺騙的軛。
for there has been remembrance of them with the compassionate God, and they have been called through Christ unto knowledge, having loosed off the yoke of the ancient deceit.
1:610
Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος
耶和華啊,求你起來,不容人得勝。
Arise, O Lord; let not man prevail.
1:611
) Κατὰ δὲ ἀναγωγὴν, ἐπιλάμψειν τοῖς ἐπὶ τῆς γῆς εὔχεται τὸν Μονογενῆ καὶ διεγερθῆναι, ὅπως ὁ ὑψηλόφρων ἐκεῖνος διάβολος ( ὂν καὶ ἄνθρωπον ἐπὶ τοῦ παρόντος καλεῖ διὰ τὸ ἀσθενὲς, καὶ τό γε πρὸς Θεὸν μηδὲν ὅλως ὑπάρχειν αὐτὸν, ἀλλ' οἷον ἐν τάξει τῶν γηγενῶν) μὴ ἐπὶ πλεῖον ἐπαίρῃ τὴν ὀφρὺν, μη δὲ κραταιὸς φαίνηται
但按屬靈的引申義,他祈求那獨生者向地上的人發出光照並被興起,好叫那高傲自負的魔鬼(就是此處因牠的軟弱、又因牠在神面前全然算不得甚麼,只如同列在屬地受造者之中,而被稱作「人」的)不再高舉牠的眉宇,也不再顯得剛強有力。
But according to the anagogical sense, he prays that the Only-begotten may shine upon those on the earth and be roused up, so that that haughty-minded devil (whom for the present he also calls a man, because of his weakness, and because before God he is altogether as nothing, but as it were ranked among the earthborn) may no longer raise his brow the higher, nor appear mighty.
1:612
Κριθήτωσαν ἔθνη ἐνώπιόν σου
願列國在你面前受審判。
Let the nations be judged before you.
1:613
) Κατὰ δὲ ἀναγωγὴν, τὴν ἐπὶ σωτηρίᾳ γενησομένην τῶν ἐθνῶν κρίσιν γενέσθαι εὔχεται·
但按屬靈的引申義,他祈求那要臨到列國、以致救恩的審判得以成就;
But according to the anagogical sense, he prays that there may come to pass the judgment of the nations which shall be unto salvation;
1:614
Κριθήτωσαν γὰρ, φησὶν, ἔθνη, οὐχ ἵνα τὰς τῶν ἐπται σμένων δοῖεν δίκας, ἀλλ' ἵνα γνωσθεῖεν ὡς ἠδικη μένοι, καὶ τῆς τοῦ τυραννήσαντος ἔξω γένοιντο χει ρός·
因為祂說,願列國受審判,並非要他們償還罪過的刑罰,乃是要他們被認明是受了冤屈的,並得以脫離那轄制他們之暴君的手;
For let the nations be judged, he says, not that they may pay the penalties of their offences, but that they may be recognized as having been wronged, and may come to be outside the hand of the one who tyrannized over them;
1:615
ὡς εἶναι κρίσιν ἐνταῦθα τὴν τοῦ Θεοῦ δικαιο κρισίαν, καθ' ἣν ἠλέηται τὰ ἔθνη καὶ κέκληνται πρὸς τὴν θείαν ἐπίγνωσιν αὐτοῦ
如此,這裡的審判乃是神公義的判決,照著這判決,列國蒙了憐憫,並被召去認識祂那屬神的真知。
so that the judgment here is the righteous judgment of God, according to which the nations have been shown mercy and called unto the divine knowledge of him.
1:616
Γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν
願列國知道自己不過是人。
Let the nations know that they are men.
1:617
) Ὃ δὲ λέγει, τοῦτό ἐστι·
但祂所說的是這個意思:
But what he says is this:
1:618
Πολλοὶ καὶ. τοῦτο ἀπολωλέκασιν, ἐπελάθοντο τῆς φύσεως, εἰς μανίαν ἐξώκειλαν, ἠγνόησαν ἑαυτούς
許多人連這一點也失去了:他們忘記了自己的本性,擱淺於狂亂之中,不認識自己。
Many have lost even this: they have forgotten their nature, they have run aground into madness, they have been ignorant of themselves.
1:619
Ὁρᾷς πῶς ὑπὲρ αὐτῶν ποιεῖται τὴν δέησιν, καὶ τὴν μανίαν ἀξιοῖ διορθωθῆναι; Τὸ γὰρ ἑαυτοὺς ἀγνοεῖν, ἐσχάτης μανίας καὶ φρενίτιδος χαλεπώτερον·
你看祂如何為他們代求,並認為他們的狂亂當得糾正麼?因為不認識自己,比極度的瘋狂與癲狂還要嚴重;
Do you see how he makes his supplication on their behalf, and deems it worthy that their madness be set right? For to be ignorant of oneself is graver than the utmost madness and frenzy;
1:620
τὸ μὲν γὰρ, ἀνάγκης σώματος·
因為前者是身體的必然,
for the one is a necessity of the body,
1:621
τὸ δὲ, διεφθαρμένης προαιρέ σεως
後者卻是敗壞了的意志所致。
but the other is of a corrupted will.
1:622
Κατὰ δὲ ἀναγωγὴν, εὔχεται τοῖς ἔθνεσι νομο θέτην καταστῆναι Χριστόν·
但按屬靈的引申義,他祈求基督被立為列國的立法者;
But according to the anagogical sense, he prays that Christ may be established as lawgiver to the nations;
1:623
καὶ τὴν αἰτίαν ἐπιφέρει, δι' ἢν τοῦτο εὔχεται·
他又加上他如此祈求的緣由;
and he adds the reason for which he prays this;
1:624
Γνώτωσαν ἔθνη, φησὶν, ὅτι ἄνθρωποί εἰσι. Πρὶν μὲν γὰρ εἰς ἐπίγνωσιν ἀλη θείας ἐλθεῖν, καὶ τοῖς τοῦ Σωτῆρος ζυγοῖς ὑπενεγκεῖν τὸν αὐχένα, κτηνοπρεπῆ διέζησαν βίον, οὐδὲν ὄντες ἔτερον πλὴν ὅτι σάρκα, καὶ οἷον βοσκήματα ταῖς τῆς γαστρὸς ἡδοναῖς προσκείμενοι·
祂說,願列國知道自己不過是人。因為在他們認識真理、在救主的軛下俯首之前,他們過的是獸類般的生活,不過是肉體,如同吃草的牲畜,沉溺於肚腹的宴樂;
Let the nations know, he says, that they are men. For before coming unto the knowledge of the truth and bowing their neck beneath the yokes of the Saviour, they lived out a beastlike life, being nothing else but flesh, and, like grazing cattle, given over to the pleasures of the belly;
1:625
Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσιν. Ἀνεκομί σθησαν δὲ διὰ Χριστοῦ πρὸς σύνεσιν ἀνθρωποπρεπῆ, καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασι πρὸς ἀρετὴν ἀπευ θύνονται
人在尊貴中卻不醒悟,就如死亡的畜類一樣。他們卻藉著基督被領回,得著合乎人的悟性,並藉著福音的訓誨被引導歸正、趨向美德。
Man being in honour understood not; he was compared to the senseless beasts. But through Christ they were brought back to an understanding befitting men, and by the evangelical ordinances they are guided straight unto virtue.
1:626
Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; (
耶和華啊,你為甚麼站在遠處?
Why, O Lord, do you stand afar off?
1:627
) Κατὰ δὲ ἀναγωγὴν, ἐπιταχῦναι τὴν μικρὸν ὕστερον γενησομένην τῶν ἐθνῶν κλῆσιν εὔ χεται
但按屬靈的引申義,他祈求那不久後要成就的列國蒙召之事得以加速實現。
But according to the anagogical sense, he prays that the calling of the nations, which shall come to pass a little later, may be hastened.
1:628
Τοῦτο δὲ αὐτῷ πεποίηκεν ἢ τοῦ διαβόλου ὑπεροψία, ἢ καὶ οὕτως·
這乃是魔鬼的驕傲為他招致的,或者也可如此解:
And this the arrogance of the devil brought about for him, or else it is thus:
1:629
Ἵνα τί ἀφέστηκας μακρό θεν, οἷον ἀποφέρων ἑαυτὸν τῶν ἠδικημένων, καὶ πλεονεκτεῖν ἐφιεὶς τοῖς τὰ σὰ διαρπάζουσι, καὶ οὐχὶ δὲ μᾶλλον ἔγγιον ἔρχῃ διὰ τῆς ἐπικουρίας, ὑπερορᾷς δὲ συντεθλιμμένους καί τοι καιροῦ καλοῦντος εἰς τὸ ἐπαμῦναι; Πρέπει γὰρ οὐχ ἑτέροις ἢ τοῖς παθοῦσιν ὁ ἔλεος
你為甚麼站在遠處,彷彿把自己從受冤屈的人身邊撤離,容那些搶奪你產業的人佔他們的便宜,卻不藉著援助更近前來,反倒在時機正呼喚你施援的時候,忽視那些飽受困苦的人呢?因為憐憫所相宜的,不是別人,正是那些受苦的人。
Why do you stand afar off, as it were removing yourself from those who are wronged, and permitting those who plunder your possessions to overreach them, and do you not rather draw nearer through your succour, but overlook the sorely afflicted, and that when the season calls you to bring aid? For mercy befits none other than those who suffer.
1:630
Οὐκοῦν ἡ θλῖψις, ὡς ἐπὶ καιροῦ βοήθειαν αἰτεῖ·
所以那患難,因正值危急的時刻,便求告幫助。
Therefore the affliction, as being at a critical moment, asks for help.
1:631
Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Ἐσχημάτισται δὲ ὁ λόγος ὡς ἐφ' ἡμῶν·
健康的人用不著醫生,有病的人才用得著。這話乃是就我們的情形而說的。
For those who are well have no need of a physician, but those who are sick. And the saying has been framed as though it were spoken of us.
1:632
οὐ γὰρ ἀπέστη Θεὸς, πληροῖ δὲ μᾶλ λον τὰ πάντα, καὶ οὐδὲν αὐτοῦ κενόν
神並未離去,反倒充滿萬有,沒有一處是空無祂的。
For God has not departed; rather He fills all things, and nothing is void of Him.
1:633
Εἰ δὲ ἀφεστά ναι λέγεται μακρὰν, μὴ τὴν ὡς ἐν τόπῳ νοήσῃς ἀπόστασιν, ἀπεριόριστον γὰρ τὸ Θεῖον, ἀλλὰ καθ' ὃ συγκεχώρηκεν ἀδικηθῆναι καὶ παθεῖν, οὐ χαριζόμενος τὴν ἐπικουρίαν·
但若說祂遠遠站立,你不可想成如同空間上的距離,因為神性是無限的;乃要按此理解:祂容許我們受屈受苦,並不施予援助;正是在這個意義上,才說祂遠遠站立。
But if He is said to stand far off, do not conceive of a distance as in place—for the Divine is unbounded—but understand it according to this: that He has permitted us to be wronged and to suffer, not granting His aid; and it is in this sense that He is said to stand far off.
1:634
ταύτῃ τοι καὶ ἀφεστάναι λέγεται
正是在這意義上,才說祂遠遠站立。
In this way indeed He is said to stand far off.
1:635
Ἔτι ἀφέστηκεν ὥσπερ ἡμῶν ὁ Θεὸς τῇ τῆς φύσεως διαφορᾷ·
再者,神因著本性上的差異,可以說是與我們相隔的。
Again, God stands apart from us, as it were, by the difference of nature.
1:636
πολὺ γάρ τι τὸ μεσολαβοῦν Θεὸν καὶ κτίσιν, καὶ ἀσύγκριτος ἡ διαφορά
因為介於神與受造之物之間的鴻溝極大,其差別無可比擬。
For great is that which lies between God and creation, and the difference is beyond all comparison.
1:637
Ἔοικε τοίνυν ἐνταῦθα καλεῖν τὸν μονογενῆ Λόγον εἰς ἐνανθρώπησιν·
如此看來,在此他是呼求那獨生之道成為肉身;因為那本是遠離的,正是這樣才臨近我們,就是那按本性為神者成了肉體。
It seems, then, that here he is calling the Only-begotten Word to the Incarnation; for thus did He who was far off become near to us, in that, being God by nature, He became flesh.
1:638
οὕτω γὰρ γέγονεν ἐγγὺς ἡμῶν ὁ μακρὰν, ὅτι Θεὸς ὢν φύσει, γέγονε σάρξ
因為那本是遠離的,正是這樣臨近了我們:那按本性為神者成了肉體。
For thus did He who was far off become near to us: that, being God by nature, He became flesh.
1:639
Ἐπὶ καιροῦ δὲ πέπρακται τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, ὅτε καὶ εἰς λῆξιν κακοῦ διελήλακεν ἡ ὑπ' οὐρανὸν, πάντα τρόπον ἐπιβουλῆς ἐπαρτυσάντων αὐτῇ τῶν ἐχθρῶν
這帶著肉身之救贖安排的奧祕,是在合宜的時候成就的,就是當普天之下都已臨到罪惡的極致,仇敵向它施盡各樣詭計陰謀之時。
And the mystery of the economy in the flesh was accomplished at the fitting time, when the world under heaven had also come to the very limit of evil, the enemies having contrived against it every manner of plot.
1:640
Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ἐμπυρίζεται ὁ πτωχός
「當惡人狂傲的時候,困苦人就被焚燒。」
'While the ungodly man is exalted in pride, the poor man is set ablaze.'
1:641
) Οὐ μόνον ἐν τοῖς ἀνθρωπικοῖς ἀδικού μενος πράγμασιν, ἀλλὰ καὶ εἰς ἁμαρτίαν ἐρεθιζόμε νος·
不僅是在人間事務上受屈,也是在被激動去犯罪;
Not only in being wronged in human affairs, but also in being provoked to sin;
1:642
τοῦ Σατανᾶ ὑποβάλλοντος αὐτῷ ζηλῶσαι τὸν ἄνομον
撒但慫恿他去效法那不法的人。
with Satan prompting him to emulate the lawless one.
1:643
) Οὐκοῦν ἀληθὴς ὁ λόγος καὶ κατὰ παντὸς ἀλαζόνος καὶ ἀπηνοῦς λεγόμενος, ἀφύκτοις ὥσπερ. πλεονεξίαις καταφλέγοντος τοὺς ἀσθενεστέρους
所以這話是真實的,是針對一切自誇殘暴之人而說的,他們用無可脫逃的貪婪,如同烈火般焚燒那些軟弱的人。
The saying, therefore, is true, and is spoken against every boaster and cruel man, who consumes the weaker with inescapable acts of greed, as with fire.
1:644
οἱ γὰρ τὴν ἐγκόσμιον ταύτην καὶ δαιμονιώδη καὶ ψυχικὴν σοφίαν ἐξησκηκότες, ἀλαζο νεύονται διὰ τοῦτο, καὶ τοὺς ἐν πτωχείᾳ φρενῶν ἐμπυρίζουσι, τουτέστιν υἱοὺς γεέννης ἀποφαίνουσι, συνηγοροῦντες τῷ ψεύδει, καὶ ταῖς αὐτῶν εὐγλωττίαις τὴν ἀπάτην κατακαλλύνοντες, καὶ ἀποφέροντες διὰ τούτου πρὸς τὸ πλανᾶσθαι πολλούς·
因為那些操練這屬世、屬鬼魔、屬血氣之智慧的人,便因此自誇,並焚燒那些心思貧乏的人,就是使他們成為地獄之子;他們為謊言辯護,用自己的巧言掩飾詭詐,藉此引誘許多人走入迷途。
For those who have cultivated this earthly, demonic, and unspiritual wisdom boast on this account, and set ablaze those poor in mind—that is, they render them sons of Gehenna—pleading on behalf of falsehood, embellishing deceit with their eloquence, and thereby leading many astray.
1:645
οὗτοι συλλαμβά νονται, καθάπερ εἰς παγίδα πεσόντες εἰς τὰ τῶν πλάνων διαβούλια·
這樣的人被捉住,如同落入網羅,陷在那些迷惑者的謀算之中;
Such men are caught, as though fallen into a snare, in the counsels of the deceivers;
1:646
ὃ γὰρ ἂν ἐκεῖνοι συμβουλεύσειαν, τοῦτο τοῖς ἀσθενεστέροις πάγη καὶ βρόχος γίνεται
因為那些人所謀劃的,對軟弱之人便成了圈套與網羅。
for whatever those men counsel becomes a trap and a noose to the weaker.
1:647
Ἑτέρως δὲ ὑπερήφανος μὲν ὁ Σατανᾶς·
從另一意義說,撒但就是那狂傲者;
In another sense, Satan is the proud one;
1:648
ἐπειδὴ δὲ τοιοῦτός ἐστιν, ἕως ἐξῆν αὐτῷ τοῦτο δρᾷν καὶ κατ επαίρεσθαι τῶν ἐπὶ τῆς γῆς, ἐνεπυρίσθη πᾶς ὁ πτω χὸς, τουτέστιν ὁ ἐν ἐνδείᾳ φρενῶν, καὶ πνευματικῆς ἰσχύος ἐπιδεής·
既然他是這樣的,只要仍容許他如此行、向地上的人自高自大,凡困苦人就被焚燒,就是那心思缺乏、欠缺屬靈力量的人;
and since he is such, so long as it was permitted him to do this and to exalt himself over those on the earth, every poor man was set ablaze—that is, he who is in want of understanding and destitute of spiritual strength;
1:649
ἡ γὰρ ὑπεροψία τοῦ πονηροῦ, πύρω σις τῷ πτωχῷ γίνεται λαῷ
因為那惡者的傲慢,對貧窮的百姓就成了焚燒。
for the arrogance of the evil one becomes a burning to the poor people.
1:650
Συνελήφθησαν γὰρ ἐν διαβουλίοις οἷς διαλογίζονται. Καὶ τίνες οἱ διαλο γιζόμενοι; Ἢ αὐτὸς ὁ τῆς ἁμαρτίας εὑρετὴς, καὶ οἱ κοσμοκράτορες τοῦ κόσμου τούτου, ὧν τὰ διαβούλια καὶ αἱ κακουργίαι καὶ κατὰ πάντων μηχανήματα, παγίδες εἰσὶ τοῖς ἁλισκομένοις·
「因為他們在所設的計謀中被捉住。」那設謀的又是誰呢?或是那罪的發明者自己,並這世界的執政掌權者,他們的計謀、惡行和向眾人所施的詭計,都是給被擒者的網羅;
'For they are caught in the devices which they imagine.' And who are they that devise? Either the very inventor of sin himself, and the world-rulers of this world, whose devices and evil deeds and machinations against all men are snares to those who are taken;
1:651
ἢ αὐτοὶ οἱ πλεον εκτούμενοι, ἐν τοῖς ἑαυτῶν διαβουλίοις συλλαμβάνον ται·
或是那些被欺壓的人,反在自己的計謀中被捉住;
or else those who are defrauded are themselves caught in their own devices;
1:652
ὃ γὰρ ἂν βουλεύσωνται, τοῦτο πάντως ἔσται κατ' αὐτῶν
因為他們所謀劃的,終必臨到自己身上。
for whatever they plot will surely turn against themselves.
1:653
Ὡς ἐν κεφαλαίῳ τοίνυν εἰπεῖν, ἐκ μέσου γενέσθαι παρακαλεῖ τὸν ἀλαζόνα δράκοντα καὶ τὰς σὺν αὐτῷ πονηρὰς δυνάμεις, ὧν τοῖς διαβουλίοις ὁ πτωχὸς ἐμπυρίζεται, πρὸς πᾶν εἶδος φαυλότητος κατ ωθούμενος·
所以,總括而言:他懇求那自誇的龍,並與牠一同的邪惡權勢,都從其間除去;正是因牠們的計謀,困苦人才被焚燒,被推入各樣的卑劣之中;
To speak, then, as it were in summary: he entreats that the boastful dragon and the wicked powers with him be removed from the midst—those by whose devices the poor man is set ablaze, being thrust down toward every kind of baseness;
1:654
διὰ τοῦ μὴ εἰδέναι τίς ὁ φύσει Θεὸς, μήτε μὴν τοῖς θείοις νόμοις πρὸς τὸ καλὸν ἀπευθύ νεσθαι
這都是因他不認識那按本性為神者,也不肯藉神聖的律法被引向良善。
through his not knowing who is God by nature, nor being directed toward the good by the divine laws.
1:655
Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ
「因為罪人以心中的私慾自誇。」
'Because the sinner is praised in the desires of his soul.'
1:656
Εἰς τοῦτο, φησὶ, φαυλό τητος καὶ ἀθλιότητος πραγμάτων κατεκομίσθη τὰ ἀνθρώπινα ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ὡς εἶναι μὲν παντελῶς οὐδένα τῆς ἀγαθουργίας τὸν ἐπι μελητὴν, ἐκ δὲ τῶν ἐναντίων καὶ ἐπαινεῖσθαι παρὰ πάντων τοὺς ταῖς τῶν ἰδίων ψυχῶν ἐπιθυμίαις ἀκο λουθοῦντας, οἳ τάχα που καὶ ἐναβρύνονται τῷ κακῷ καὶ ἐπὶ τῷ εἶναι πονηροὶ μέγα φρονοῦσι, κατασκώ πτοντος μὲν αὐτοὺς οὐδενὸς, εὐλογοῦντος δὲ μᾶλλον ἤγουν εὐφημοῦντος
他說,人間的事已淪落到如此卑劣與可憐的地步,就是當惡人狂傲之時,竟全然沒有一人以行善為念;反倒相反,那些隨從自己心中私慾的人,還受眾人稱讚——這等人或許甚至以作惡為榮,因自己為惡而自視甚高,無人嘲諷他們,反倒稱頌,或說是誇獎他們。
To this point, he says, of baseness and wretchedness of affairs have human things been brought down, in the ungodly man's being exalted in pride, that there is absolutely no one who takes charge of well-doing; but, on the contrary, those who follow the desires of their own souls are even praised by all—men who perhaps even glory in evil and think highly of themselves for being wicked, no one deriding them, but rather blessing, or rather praising them.
1:657
Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός
「罪人惹動了主。」
'The sinner has provoked the Lord.'
1:658
) Νοήσεις δὲ καὶ οὕτως ὅτι παρώξυνε τὸν Κύριον, χλευάζων τοὺς περὶ τῆς προνοίας καὶ τῆς κρίσεως αὐτοῦ λόγους
你也可以這樣理解:他惹動了主,就是譏誚那論到祂的護理與審判的話語。
And you may understand it also in this way: that he provoked the Lord by mocking the words concerning His providence and His judgment.
1:659
Πολλοὶ γοῦν ἀκούοντες τοιοῦ τόν τι, γελῶσιν εὐθέως·
的確,許多人聽見這一類的話,立時就譏笑;
Indeed, many, on hearing something of this kind, at once laugh;
1:660
τούτῳ δὲ συναπτέον καὶ τὸ, Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ, ἵνα ᾖ τὸ ὅλον οὕτω·
應當把「照他忿怒的大量」這句也連於此,好使全句如此讀:「
and to this must be joined also the phrase 'According to the multitude of his wrath,' so that the whole may read thus:
1:661
Παρώξυνε γὰρ, φησὶ, τὸν Κύριον ὁ ἁμαρτωλὸς, πλῆθος ὀργῆς ἑαυτῷ θησαυρίζων·
他說,罪人惹動了主,為自己積蓄忿怒的大量」;
'For the sinner,' he says, 'has provoked the Lord, storing up for himself a multitude of wrath';
1:662
τὸ γὰρ αὐτοῦ ἐπὶ τοῦ παροξύνοντος αὐτὸν ληπτέον
因為「他的」一詞應解為指那惹動祂的人。
for the word 'his' is to be taken of him who provokes Him.
1:663
Εἶτα τὸ οὐκ ἐκζη τήσει, καθ' ὑποστιγμὴν ἀναγνωστέον·
接著「他必不追究」這句應當停頓著讀;
Then the phrase 'He will not seek out' is to be read with a pause;
1:664
ἵνα ᾖ τὸ νοούμενον οὕτως·
好使其意如下:
so that the sense may be as follows:
1:665
Ἆρ' οὖν ὁ μὲν παροξύνει τὸν Θεὸν καὶ τὸ πλῆθος ἑαυτῷ ἐκκαίων ὀργῆς; ὁ δὲ οὐ·
那麼,難道是這一個惹動神、為自己燃起忿怒的大量,而那一個卻不然嗎?
Is it, then, that the one provokes God and kindles for himself the multitude of wrath, but the other does not?
1:666
Παροξύνει μὲν τὸν Θεὸν ὁ. ἁμαρτωλὸς, οὐκ ἔχων αὐτὸν εἰς νοῦν
罪人的確惹動了神,因為他心中沒有神。
The sinner does indeed provoke God, not having Him in his mind.
1:667
Τί δέ; Ὁ Θεὸς οὐκ ἐκζητήσει κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε καὶ τὸ πλῆθος καὶ ἡ ἔκκαυσις ἔσται τῆς ὀργῆς αὐτοῦ; Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ·
然而怎樣呢?難道神在審判的時候不追究嗎?那時祂忿怒的大量與烈焰都要顯明。「神不在他眼前;」
But what then? Will God not seek out, at the time of judgment, when both the multitude and the kindling of His wrath shall be? 'God is not before him;'
1:668
βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ
「他的道路是污穢的。」
'his ways are profaned.'
1:669
) Ὁ γὰρ μὴ ἐπιστάμενος ὅτι ἔστι Θεὸς, οὐδὲ ὅτι κριτής ἐστιν οἶδε
因為那不知道有神的人,也就不曉得祂是審判者。
For he who does not know that there is a God, neither knows that He is a Judge.
1:670
Ἐπὶ μὲν οὖν ἀνθρώπων, οὕτως ἂν νοηθεῖεν οἱ προκείμενοι λόγοι τῶν στίχων, ὅτι παντὸς φιλαμαρτήμονος, καὶ ἀσχέτως βλέποντος εἰς τὸ πλημμελὲς, καὶ ὁλοτρόπως ἐκνε νευκότος εἰς τὸ παροξύνειν Θεὸν, διὰ τὸ μὴ ἔχειν αὐτὸν ἐνώπιον αὐτοῦ, βεβηλοῦνται πάντως αἱ ὁδοὶ, τουτέστιν αἱ πράξεις, καὶ ἀκαθαρσίας εἰσὶ μεσταὶ, καὶ τῷ τῆς φαυλότητος βορβόρῳ καταμιαίνονται, καὶ οἶον βλέπουσι πρὸς ἀναίρεσιν τῶν τοῦ Θεοῦ κρι μάτων, ἤτοι νόμων
就人而言,這幾節前面的話可以這樣理解:凡愛罪的人,肆無忌憚地看待過犯,全然傾向於惹動神,因為他眼前沒有神——這樣的人,他的道路,就是他的行為,全然被玷污,滿了污穢,被卑劣的泥濘所沾染;他們彷彿一意要廢除神的審判,就是祂的律法。
In the case of men, then, the foregoing words of these verses may be understood thus: that of every lover of sin, who looks upon transgression without restraint and has wholly inclined himself to provoking God because he does not have Him before his eyes, the ways—that is, the deeds—are utterly profaned and full of uncleanness, defiled with the mire of baseness; and they look, as it were, toward the abolition of God's judgments, that is, His laws.
1:671
Ἐπὶ δὲ τοῦ Σατανᾶ λεγόμενα ταῦτα, πολὺ τὸ εἰκὸς ἔχει·
但若論到撒但,這些話就更為貼切;
But spoken of Satan, these things have much probability;
1:672
Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ
「神不在他眼前。」
'God is not before him.'
1:673
[ Παντὸς ἀνθρώπου φιλαμαρτήμονος, καὶ ἀσχέτως βλέποντος εἰς τὸ πλημμελὲς, καὶ ὁλοτρόπως ἐκνε νευκότος εἰς τὸ παροξύνειν Θεὸν, διὰ τοῦ μὴ ἔχειν αὐτὸν ἐνώπιον αὐτοῦ, βεβηλοῦνται πάντως αἱ ὁδοὶ, τουτέστιν αἱ πράξεις, καὶ ἀκαθαρσίας εἰσὶν μεσταὶ, καὶ τῷ τῆς φαυλότητος βορβόρῳ καταμιαίνονται, καὶ οἷον βλέπουσι πρὸς ἀναίρεσιν τῶν τοῦ Θεοῦ κριμάτων, ἤτοι νόμων
〔凡愛罪的人,肆無忌憚地看待過犯,因不將神放在眼前而全然傾向於惹動神——這樣的人,他的道路,就是他的行為,全然被玷污,滿了污穢,被卑劣的泥濘所沾染;他們彷彿一意要廢除神的審判,就是祂的律法。
[Of every man who loves sin, and looks upon transgression without restraint, and has wholly inclined himself to provoking God through not having Him before his eyes, the ways—that is, the deeds—are utterly profaned and full of uncleanness, and are defiled with the mire of baseness; and they look, as it were, toward the abolition of God's judgments, that is, His laws.
1:674
Πᾶσα γὰρ ἁμαρτία μάχεται τῷ σκοπῷ τῶν ἱερῶν θεσπισμάτων] Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει
因為凡罪都與神聖典章的宗旨相爭。〕「他必轄制他一切的仇敵。」
For every sin fights against the aim of the sacred ordinances.] 'He shall have dominion over all his enemies.'
1:675
) Οὐ πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυ ριεύσει ὁ Σατανᾶς
撒但不會轄制他一切的仇敵。
Satan will not have dominion over all his enemies.
1:676
Πάντες δὲ οἱ δίκαιοι ἐχθροὶ αὐτοῦ ὄντες, πάντων ἆρα τούτων κατακυριεύσει; Οὐκ ἐν παντὶ δηλονότι κατακυριεύσει πράγματι, ἀλλ' ἔν τινι·
然而一切義人都是他的仇敵;那麼他要轄制這一切人嗎?顯然他並非在每一件事上都能轄制,只在某些事上;
But all the righteous are his enemies; will he then have dominion over all these? Clearly he will not have dominion in every matter, but in some;
1:677
μόνος γὰρ ὁ Χριστὸς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου
因為惟有基督未曾犯罪,口裡也沒有詭詐。至於那口中滿了咒詛、苦毒與詭詐的——
for Christ alone did no sin, neither was guile found in His mouth. But of him whose mouth is full of cursing and bitterness and deceit—
1:678
) Καὶ τοῦ διαβόλου δὲ τὸ στόμα πικρίας καὶ δόλου πεπλήρωται·
魔鬼的口實在是滿了苦毒與詭詐;
And indeed the mouth of the devil is filled with bitterness and deceit;
1:679
καὶ μὴν καὶ ἐνεδρεύει πτω χοὺς πρὸς τὸ ἀποκτεῖναι διὰ τῶν οἰκείων παγίδων
而且他埋伏窺探困苦人,要藉自己的網羅殺害他們。
and moreover he lies in wait for the poor, to kill them by means of his own snares.
1:680
Τὸ δὲ μετὰ πλουσίων, τί ἂν ἔτερον νοηθείη, ἢ τῶν πλουτούντων ἐν κακοῖς; Οὗτοι γὰρ δὴ τῷ διαβόλῳ κατὰ τῶν πτωχῶν τῷ πνεύματι συμπράττουσι
「與富足人」這句話,除了指那些以惡為富的人以外,還能有別的意思嗎?因為這等人的確與魔鬼同謀,來對付那心靈貧窮的人。
And the phrase 'with the rich'—what else might it mean but those who are rich in evils? For these indeed cooperate with the devil against the poor in spirit.
1:681
Νοή σεις δὲ ταῦτα καὶ ἐπὶ τῶν αἱρετικῶν
你也可以就異端者來理解這些話。
And you may understand these things also of the heretics.
1:682
Ὥσπερ γὰρ οἱ δεινοὶ καὶ πικροὶ τῶν ὄφεων ἐν τοῖς δήγμασιν ὅλην ἔχουσι τὴν ἰσχὺν, οὕτως καὶ οὗτοι·
因為正如那可怕而毒烈的蛇,全副力量都在牠們的咬齧中,這等人也是如此;
For just as the terrible and bitter serpents have all their strength in their bites, so also do these men;
1:683
μεστοὶ γάρ εἰσι ῥημάτων πικρῶν καὶ ἐπαράτων ἐννοιῶν καὶ ἀπάτης καὶ δόλου, καὶ πόνον ὑπὸ τὴν γλῶτταν ἔχουσι
因為他們滿了苦毒的言語、可咒詛的意念、欺哄和詭詐,舌下藏著毒害。
for they are full of bitter words and accursed thoughts and deceit and guile, and have travail under their tongue.
1:684
Συν. τρίβουσι γὰρ αἱ τῶν ἀνοσίων φωναὶ τὰς τῶν ἁπλου στέρων καρδίας, διὰ δόλου καὶ ἀπάτης, ἀποφέρουσαι πλειστάκις ἐφ' ἃ μὴ θέμις
因為那些不虔者的言語,藉著詭詐和欺哄,粉碎那些較單純之人的心,屢屢把他們擄去,行那不合宜的事。
For the voices of the unholy crush the hearts of the more simple through guile and deceit, oftentimes carrying them away to things not lawful.
1:685
Ἐπάρατον δὲ μάλιστα τοῦ Σατανᾶ τὸ δολερὸν καὶ ἀπατηλόν·
撒但的狡詐與欺哄,最是可咒詛的;
And most accursed of all is Satan's craftiness and deceitfulness;
1:686
ἀποφέρει γὰρ οὕτως εἰς τὸ πλημμελὲς, ψιθυρίζων ὁ πονηρὸς εἰς νοῦν καὶ καρδίαν, καὶ συναγορεύων ἀεὶ τῷ κακῷ, καὶ τὸ πικρὸν γλυκὺ λέγων αὐτός τε καὶ οἱ μιμηταὶ τῆς αὐτοῦ σκαιότητος·
因為那惡者就是這樣把人擄去,陷入過犯,向人的心思意念低聲耳語,時常為惡辯護,指苦為甜——他自己並效法他邪惡的人都是如此;
for thus he carries a man off into transgression, the evil one whispering into mind and heart, ever pleading on behalf of evil, and calling the bitter sweet—both he himself and the imitators of his malignity;
1:687
ἔργον γὰρ αὐτοῖς τὸ ὑποσκε λίζειν ἀγαθοὺς καὶ ἀποκτείνειν ἀθώους·
因為他們的工作就是絆倒善人、殺害無辜;
for their work is to trip up the good and to slay the innocent;
1:688
ἐνεδρεύον τας ἐν ἀποκρύφοις, τουτέστι κρύπτοντας τὴν πονηρίαν, καὶ οἷς ἂν δύνωνται τρόποις κατασκιάζον τας τὸ κακόν
在隱密處埋伏,就是隱藏他們的惡毒,並用一切能用的方法遮掩他們的邪惡。
lying in wait in secret places, that is, hiding their wickedness, and by whatever means they can, veiling their evil.
1:689
Οἱ γὰρ ἀπατῶντες τοὺς ὀρθοποδοῦντας, ὑποπλάττονται πολλάκις εἶναι χρηστοί·
因為那些欺哄正直人的,往往佯裝為良善;
For those who deceive the upright often feign to be kind;
1:690
εἶτα κολλώ μενοι ἐπιπλέκουσι τὸν τῆς ἀπάτης ἰὸν, καὶ κατὰ βραχὺ παρακλέπτουσι τῶν ἀκεραίων τὸν νοῦν, ἀπο φέροντες αὐτοὺς εἰς τὰ οἰκεῖα
然後緊緊纏附,把欺哄的毒液交織其中,漸漸偷竊那純樸之人的心思,把他們擄到自己的地方去。
then, cleaving close, they entwine the venom of deceit, and little by little steal away the mind of the guileless, carrying them off to their own places.
1:691
Πλὴν τοῦτο δρῶσιν, οὐ κατὰ πάντων ἀδιακρίτως, κατ' ἐκείνων δὲ μᾶλλον οἷς πτωχός ἐστι νοῦς, τὸν ἐκ φρονήσεως δηλονότι πλοῦτον οὐκ ἔχων
然而他們如此行,並非不加分別地對付眾人,乃是專門對付那心思貧乏的人,就是那沒有出於明智之財富的人。
Yet they do this, not against all indiscriminately, but rather against those whose mind is poor—those, that is, who have not the wealth that comes of prudence.
1:692
Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι. Ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ
因為我想這正是「他的眼目窺探困苦人;他埋伏在暗地,如獅子蹲在洞中」這話所指明的。
For this, I think, is what is signified by 'His eyes look upon the poor man. He lies in wait in secret as a lion in his den.'
1:693
) Τὸν γὰρ ἐν ἀρετῇ ζῶντα κἂν ἑλκύσῃ αὐτὸν πρὸς μικρὸν, ὅμως εἰς τέλος νήψαντος καὶ ἀποστάντος οὐ περιγίνεται·
因為那過著美德生活的人,縱然他把他引離片刻,然而到頭來,只要那人一儆醒退離,他便勝不過他;
For as for him who lives in virtue, even if he draw him aside for a little, yet in the end, once he is sober and has withdrawn, he does not prevail over him;
1:694
τὸν δὲ πτωχὸν τῇ ἀρετῇ καὶ ἀσύνετον ὅταν ἑλκῦσαι φθάσῃ, εἰς τὸ σπήλαιον τῆς κακίας λαβὼν μασᾶται, καθάπερ λέων ἐν ἀποκρύφῳ πρόβατον
但那在美德上貧乏又無知的人,他一旦得手把他引入,帶進罪惡的巢穴,就將他吞噬——正如獅子在暗地吞吃羊隻一般。
but the man poor in virtue and without understanding, whenever he manages to draw him in, taking him into the cavern of wickedness, he devours—just as a lion in secret devours a sheep.
1:695
) Τί δὲ βούλεται τὸ ἐνεδρεύει ὡς λέων; Φασὶν γὰρ ἐν τοῖς ὄρεσι τὸν λέοντα ἐν ταῖς οἰκείαις μάνδραις ἠρεμεῖν, καὶ οἷον κατακρύπτεσθαι, μὴ ἄρα πως τῇ θέᾳ καταπτοήσῃ τι τῶν ἑτέρων ζώων, ἃ δὴ ποιεῖται τροφήν·
「他埋伏如獅子」是什麼意思呢?據說在山間,獅子安臥在自己的巢穴中,彷彿把自己隱藏起來,免得因牠的樣子嚇跑其他牠當作食物的走獸;
And what does 'he lies in wait as a lion' mean? For they say that in the mountains the lion lies quiet in his own den, and, as it were, conceals himself, lest by his appearance he should scare off any of the other animals which he makes his food;
1:696
ἐπ' ἂν δὲ ἴδῃ τὸ γεγονὸς ἐγγὺς, ἀναπηδήσας εὐθὺς καταβρυχᾶται μέγα, καὶ κατα βροντήσας ἀφορήτως ἐπιπηδᾷ, καὶ ἁρπάζει τὸ πα ρατυχὸν, προαπονευρώσας τοῖς δείμασι
但當牠看見獵物臨近,就立時躍起,大聲吼叫,發出令人難忍的雷鳴般怒吼,撲上前去,攫住當前之物,先用驚駭使牠癱軟無力。
but when he sees his prey come near, springing up at once he roars mightily, and having thundered unbearably he leaps upon it and seizes whatever is at hand, having first unnerved it with terrors.
1:697
Λέων γὰρ ἐρεύξεται, φησὶ, καὶ τίς οὐ φοβηθήσεται; Λέοντι τοίνυν παραπλησίως ὁ Σατανᾶς ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν·
他說:「獅子吼叫,誰不懼怕呢?」所以撒但就像獅子一樣,埋伏要攫取困苦人;
'For a lion shall roar,' he says, 'and who shall not fear?' Like a lion, then, Satan lies in wait to seize the poor man;
1:698
δέδιε γὰρ τοῦ πλουτοῦντος κατ' ἀρετὴν τὴν ἀντίστασιν·
因為他懼怕那在美德上富足之人的抵擋;
for he dreads the resistance of him who is rich in virtue;
1:699
τοὺς δὲ ἐν ἐνδείᾳ φρενῶν καὶ πνευματικῆς ἰσχύος, ἑτοιμότατα λαβὼν, γλυκὺ ποιεῖται τὸ θήραμα
但那些缺乏悟性與屬靈力量的人,他就極容易地擒住,並以他的獵物為甘美。
but those who are in want of understanding and of spiritual strength he seizes most readily, and makes his catch a sweet one.
1:700
Πλεῖσται δὲ λίαν αἱ τοῦ διαβόλου παγίδες, καὶ πρός γε τῶν ἄλλων, τὸ μὴ εἰδέναι τὸν φύσει Θεόν
魔鬼的網羅實在極多,而在其餘一切之中,尤有這一樣——就是不認識那按本性為神者。
And exceedingly many are the snares of the devil, and, among the rest, this one—the not knowing Him who is God by nature.
1:701
Τὸ δὲ Κύψει καὶ πεσεῖται, διχῆ νοη τέον
「他必屈身仆倒」這句話應當從兩方面來理解。
The phrase 'He will crouch down and fall' must be understood in two ways.
1:702
Ἤτοι γὰρ ἐν τῷ κατακυριεῦσαι τὸν ἀσεβῆ τῶν πενήτων, πᾶς ὁ τοῦτο πεπονθὼς, ὑπὸ τὴν ἐκείνου χεῖρα καὶ τυραννίδα γεγονὼς, κύψει καὶ πεσεῖται·
其一是說:當那不敬虔的人轄制貧窮人時,凡受此苦者,既已落在他的手下與暴虐之中,就必屈身仆倒;
For either, when the ungodly man gains mastery over the poor, everyone who has suffered this—having come under his hand and tyranny—will crouch down and fall;
1:703
τουτέστι ταπεινωθήσεται, καὶ οἷον ἐν γῇ κείσεται, τοῖς ἐν πολέμῳ τεθνεῶσι προσεοικώς
也就是說,他要被貶抑,彷彿橫臥於地,好像那些在戰爭中陣亡的人一樣。
that is, he will be brought low and will lie as it were upon the ground, resembling those who have fallen dead in war.
1:704
Ἢ αὐτὸς ὁ ἀσεβὴς ἐπειδὰν κυριεύσῃ τῶν πτωχῶν, τουτέστι τῶν ἀσθενῶν, πεσεῖται·
其二是說:那不敬虔的人自己,當他轄制了貧窮人,就是那些軟弱之人時,反倒必要仆倒;
Or the ungodly man himself, when he has gained dominion over the poor—that is, over the weak—will fall;
1:705
Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ·
因為他心裏說:
for he said in his heart:
1:706
) Ὠήθη δὲ καὶ ὁ Σατανᾶς ὅτι κατακυριεύ σει τῶν πενήτων, οὐκ ἐφορῶντος ἔτι τοῦ Θεοῦ τὴν γῆν, ἀλλ' ἅπαν ἀποστρεφομένου, καὶ μὴ κηδομένου τοὺς ἐν αὐτῇ
撒但也以為自己能轄制貧窮人,以為神不再眷顧大地,卻已全然轉臉不顧,不再看顧地上的人。
Satan too supposed that he would gain mastery over the poor, since God no longer looked upon the earth but had turned entirely away and cared nothing for those upon it.
1:707
·) Καταπαιέτω ἡ χείρ σου, φησὶ, καὶ ὑψούσθω λοιπὸν, ἐπιφέρουσα τοῖς πλημμελοῦσι τὴν μάστιγα, κατά γε τὸ εἰρημένον διὰ τῆς Ἡσαΐου φωνῆς·
他說:「願你的手擊打,並且從此高舉起來,將鞭責加於犯罪之人」,正如藉著以賽亞的口所說的:
'Let your hand strike down,' he says, 'and let it henceforth be lifted up, bringing the scourge upon transgressors,' according to what is said through the voice of Isaiah:
1:708
Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή· αἴρεται γὰρ ἀεί πως ὑψοῦ τῶν παιόντων ἡ χείρ
「雖然如此,他的怒氣還未轉消,他的手仍然伸出」;因為施行擊打之人的手,總是以某種方式高舉著。
'For all this his anger has not turned away, but his hand is still uplifted'; for the hand of those who smite is always in some way raised on high.
1:709
Εἰ γὰρ οὕτως συνήσεις τὸν στίχον, ἤγουν καὶ ἑτέρως δὲ χείρ ἐστι Θεοῦ, ἡ πάντα ἰσχύουσα αὐτοῦ, ζῶσά τε καὶ ἐνυπόστατος δύναμις, τουτέστιν ὁ Υἱὸς, ὃς ὑψωθεὶς ὑπὲρ ἡμῶν, καὶ τὸν τίμιον ὑπομείνας σταυρὸν, ἐδοξάσθη
倘若你這樣理解此節——或者更確切地說,從另一種意義上看,神的手乃是他那全能、活潑、且有位格的能力,就是聖子;他為我們的緣故被高舉,忍受了寶貴的十字架,因而得了榮耀。
For if you understand the verse thus—or rather, in yet another way the hand of God is his all-powerful, living, and self-subsistent power, that is, the Son, who, being lifted up for our sake and having endured the precious cross, was glorified.
1:710
Κατ ήργηκε γὰρ οὕτω τοῦ θανάτου τὸ κράτος, καὶ ἀνεκό μισεν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἐκ φθορᾶς τὴν ἀνθρώπου φύσιν·
因為他這樣廢除了死亡的權勢,將人的本性從朽壞中領回,帶入不朽與不死之中;
For in this way he abolished the power of death and brought back the nature of man from corruption into incorruption and immortality;
1:711
καὶ γὰρ δι' Υἱοῦ τὰ πάντα κατερ γάζεται
因為他藉著聖子成就萬事。
for through the Son he accomplishes all things.
1:712
Οὕτω γάρ πού φησιν ὁ Θεὸς καὶ Πατήρ·
因為神就是父,曾在某處這樣說:
For thus, somewhere, God the Father says:
1:713
Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν
「我用我的手堅立了諸天。」
'I with my hand established the heaven.'
1:714
Ἔνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; (
「那不敬虔的人是為了甚麼緣故惹神發怒呢?」
'For what cause did the ungodly man provoke God to anger?'
1:715
) Ὁ μὲν οὖν παράνομος ταῦτά φησιν, ὁ ἁρπάζων, ὁ πλεονεκτῶν, ὁ μὴ διδοὺς δίκην·
那不法的人如此說,就是那搶奪的、貪婪的、不受懲罰的人;
Now the lawless man says these things—he who plunders, who is grasping, who pays no penalty;
1:716
ὁ δὲ προφήτης, ἀναιρῶν αὐτοῦ τὰ δόγματα, τὸν περὶ μακροθυμίας ἐξαπλοῖ λόγον
但先知駁斥他的謬論,闡明關於神恆久忍耐的道理。
but the prophet, refuting his opinions, sets forth the teaching concerning God's long-suffering.
1:717
Ἐκεῖνος μὲν γάρ φησιν, ὅτι ἀπέστρεψεν ὁ Θεὸς τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν·
因為那人說,神已掩面不看;
For that man says that God has turned away his face so as not to see;
1:718
μακροθυμεῖς δὲ ἕως ἂν αὐτοὶ ἐμπέσωσιν εἰς χεῖράς σου
然而你恆久忍耐,直到他們自己落在你的手中。
but you are long-suffering until they themselves fall into your hands.
1:719
Οὐχ ἕτε ροι δὲ ἡμᾶς εἰς χεῖρας Θεοῦ πέμπουσιν, ἀλλ' ἕκα στος ὑπὸ τῶν ἰδίων πλημμελημάτων μονονουχὶ καὶ προσάγεται
並非別人把我們送入神的手中,乃是各人幾乎是被自己的過犯引到那裏去的。
It is not others who send us into the hands of God, but each one is all but led there by his own transgressions.
1:720
Τὸ μέν τοι ἕνεκεν τίνος, οὐκ ἐνδοιά ζοντός ἐστιν, οὐδὲ ἀγνοοῦντος τὴν αἰτίαν δι' ἣν ἐθάῤ ῥησεν ὁ ἀσεβὴς παροξύναι τὸν Θεὸν, ἐξηγουμένου δὲ μᾶλλον αὐτήν
「為了甚麼緣故」這話並非出於猶疑不定之人,也非出於不知那不敬虔者膽敢激怒神之原因的人,反倒是出於一個正在闡明此原因的人。
The phrase 'for what cause' does not belong to one who is in doubt, nor who is ignorant of the reason for which the ungodly man dared to provoke God, but rather to one who is explaining it.
1:721
Ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ οὖν τὸν πρῶτον στίχον ἀναγνωστέον, ὡς ἀπόδοσιν αἰτίας τὸν δεύτερον ποιησώμεθα
因此,第一節應當讀作疑問句並帶一微頓,好使我們把第二節作為對其緣由的解答。
The first verse, then, is to be read as a question and with a slight pause, so that we may make the second the giving of the reason.
1:722
Ἀλλ' ὁ μὲν ἀσεβὴς ᾠήθη καθ' ἑαυτὸν μὴ ἐκζητεῖν τὸν Θεὸν, μήτε μὴν ἐφορᾷν τὰ ἀνθρώπινα
但那不敬虔的人心裏以為,神既不查察,也不眷顧人間的事。
But the ungodly man supposed within himself that God neither seeks out nor watches over human affairs.
1:723
Ὅτι δὲ τῆς ἀληθείας ἐσφάλ λετο, καὶ τοῦ εἰδέναι τὴν ἐνοῦσαν ἡμερότητα τῷ Θεῷ καὶ φιλανθρωπίαν ἀπεκομίσθη μακρὰν, αὐτὰ δι' ἑαυτῶν βοήσει τὰ πράγματα
然而他已偏離真理,遠離了對神那內在的溫良與慈愛人類之心的認識——事實本身自會為此大聲宣揚。
Yet that he had strayed from the truth and had been carried far from knowing the gentleness and love for mankind that is in God—the facts themselves will cry aloud of their own accord.
1:724
Κατημέλησε γὰρ τῶν τῇδε ὁ Θεὸς οὐδαμῶς, ἀλλ' ἔπεμψεν ἐξ οὐρανῶν τὸν Υἱὸν αὐτοῦ ζητῆσαι τὸ ἀπολωλὸς, ἐπιστρέψοντα τὸν πεπλανημένον, ἀναῤῥωννύντα τὸ ἀσθενὲς, ἀπαλλάσ σοντα τοῦ νοσεῖν τὸν συντετριμμένον
因為神絕沒有忽略地上的事,反倒從諸天差遣他的兒子來尋找失喪的,使迷路的回轉,扶助軟弱的,救那心靈破碎的脫離疾苦。
For God in no way neglected the things here below, but sent from the heavens his Son to seek what was lost, to turn back the one who had gone astray, to strengthen the weak, and to deliver the broken from sickness.
1:725
Σοὶ ἐγκαταλέλειπται ὁ πτωχός
「困苦人將自己交託給你。」
'To you the poor man has been left.'
1:726
) Τὸν ἀσθενῆ φησι καὶ τὸν ἀνεπικούρητον, τὴν παρὰ σοῦ μόνου ζητουμένους ἐπικουρίαν·
他所指的是那軟弱無助的人,唯獨向你尋求幫助的人;
He means the weak and the helpless man, who seek help from you alone;
1:727
δύναται γὰρ διασώζειν τοὺς πτωχούς τε καὶ ὀρφανούς
因為他能拯救貧窮人和孤兒。
for he is able to save the poor and the orphans.
1:728
Αὐτοὶ δ' ἂν εἶεν καὶ μάλα εἰκότως οἱ οὔπω Θεὸν τὸν φύσει καὶ ἀληθῶς ἐπεγνωκότες·
而這些人也極其恰當地就是那些尚未認識那位本性上、真實地為神之神的人;
And these would very fittingly be those who have not yet come to know the God who is God by nature and in truth;
1:729
καὶ πτωχοὶ μὲν ὡς πλοῦτον οὐκ ἔχοντες τὸν ἐκ θείων τε καὶ ἱερῶν χαρισμάτων, ἤγουν τῶν ἐκ πολιτείας εὐαγοῦς καὶ ζωῆς τῆς κατὰ Χριστόν·
他們是貧窮的,因為他們沒有那從神聖恩賜而來的財富,就是那從聖潔的生活方式和按著基督而過的生命而來的財富;
poor, inasmuch as they do not possess the wealth that comes from divine and sacred gifts—that is, from a holy manner of life and a life according to Christ;
1:730
ὀρφανοὶ δὲ ὡς οὔπω λαχόντες Πατέρα τὸν Θεόν
他們是孤兒,因為他們尚未得神為父。
and orphans, inasmuch as they have not yet obtained God as their Father.
1:731
οἱ τοίνυν οὔπω πιστεύσαντες, οὔτε μὴν τὴν ἐξ ὕδατός τε καὶ Πνεύματος ἔχοντες ἀναγέννησιν, ὀρφανοὶ πάντως νοηθεῖεν
因此,那些尚未信主、也尚未得著從水和聖靈而來之重生的人,斷然可被視為孤兒。
Those, therefore, who have not yet believed, nor possess the rebirth from water and the Spirit, would surely be understood as orphans.
1:732
Πρότερον γὰρ πάντων παρανομούντων, σὺ μόνος βοηθὸς τῶν ὀρφα νῶν ἐτύγχανες·
因為從前眾人都行不法之事時,唯獨你是孤兒的幫助者;
For formerly, when all were acting lawlessly, you alone were the helper of the orphans;
1:733
νῦν δὲ καὶ οἱ σοὶ, οἱ τοῦ νόμου τὰς ἐντολὰς φυλάσσοντες
但如今也有屬你的人,就是那些謹守律法誡命的人。
but now there are also your own—those who keep the commandments of the law.
1:734
Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ
「求你打斷那罪人和惡人的膀臂。」
'Break the arm of the sinner and the wicked man.'
1:735
) Καὶ τοῦ Σατανᾶ δὲ τοσαύ τη γέγονεν ἡ ἁμαρτία, ὥστε διερευνηθεῖσαν παρὰ Θεοῦ, δίκης ἄξιον αὐτὸν τῆς ἐσχάτης ἀποφῆναι·
撒但的罪也是如此深重,以致經神查究之後,判定他該受極刑;
And so great too was the sin of Satan, that, when it was searched out by God, it declared him deserving of the utmost punishment;
1:736
τοι γάρτοι καὶ συνετρίβη καὶ ἠτόνησεν ὁ βραχίων αὐτοῦ, τουτέστιν ἡ καθ' ἡμῶν δυναστεία
因此他的膀臂被打斷、失去力量,就是說,他對我們所施的權勢被摧毀了。
and therefore his arm was broken and grew feeble—that is, his power against us.
1:737
Πλὴν ἁγιο πρεπὴς ἡ αἴτησις καὶ παντὸς ἐπαίνου μεστὸν τῆς προσευχῆς τὸ χρῆμα
然而這祈求切合聖潔,這禱告的內容滿有一切可稱頌之處。
Yet the petition is befitting of holiness, and the substance of the prayer is full of all praise.
1:738
Ὅσιον γὰρ καὶ παντὶ τῷ βίῳ χρήσιμον τὸ παντὸς ἁμαρτωλοῦ συντρίβεσθαι βρα χίονα, τουτέστι τὴν δυναστείαν·
因為打斷每一個罪人的膀臂,就是打斷他的權勢,乃是聖潔的,且對人生一切都有益處;
For it is holy and useful for all of life that the arm of every sinner be broken—that is, his power;
1:739
ἐπ' οὐδενὶ γὰρ ἔχου σιν αὐτὴν ἑτέρῳ, ἐπὶ δὲ τῷ συντρίβειν πτωχούς
因為他們用這膀臂別無他用,只為要壓碎貧窮人。
for they use it for nothing else than to crush the poor.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。