📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 馬太福音註釋

馬太福音註釋 第 1 章 第 3/6 段

希臘文原文.185 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:447–1:631(全章共 1193 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:447
ἀποστάντες, φησίν, τῆς φιλαμαρτήμονος γνώμης καὶ τῆς φιλοσαρκίας καὶ μετατρεπόμενοι ἐπὶ τὰ ἐπαίνου ἄξια πράγματα ἐγγίσατέ μοι, ἵνα γένησθε θείας κοινωνοὶ φύσεως καὶ ἁγίου πνεύματος μέτοχοι
他說:「你們要離棄那愛罪的心思與貪愛肉體之情,轉向那些配得稱讚的事,親近我,好叫你們得與神的性情有分,並與聖靈相通。」
'Departing,' he says, 'from your sin-loving disposition and your love of the flesh, and turning to deeds worthy of praise, draw near to me, that you may become partakers of the divine nature and sharers in the Holy Spirit.'
1:448
πάντας δὲ καλεῖ καὶ οὐ μόνους τοὺς ἐξ Ἰσραὴλ ὡς πάντων δημιουργὸς καὶ κύριος καὶ κοπιῶντας μὲν λέγει τοὺς Ἰουδαίους τοὺς μὴ ἰσχύοντας βαστάσαι τὸν νομικὸν ζυγόν, πεφορ τισμένους τοὺς εἰδωλολάτρας τοὺς διὰ τοῦ διαβόλου καταφορτισ θέντας καὶ τῷ πλήθει τῶν ἁμαρτιῶν καταβαρυνομένους
他呼召眾人,不單是以色列人,因他是萬有的創造者與主;他所說「勞苦的」是指猶太人,就是那些擔不起律法軛的人;「擔重擔的」是指拜偶像的,就是那些被魔鬼壓負、又被眾多罪孽壓垮的人。
And he calls all, and not only those of Israel, as Maker and Lord of all; and by those who labour he means the Jews, who are unable to bear the yoke of the Law, and by those who are heavy laden the idolaters, who have been weighed down through the devil and are burdened by the multitude of their sins.
1:449
ὑμεῖς οὖν, φησίν, ὦ Ἰουδαῖοι, νεύσατε πρὸς τὴν ἀλήθειαν καὶ ἐπίγνωτε ἐμὲ τὸν ὑμέτερον κηδεμόνα καὶ δεσπότην καὶ ἐγγύθεν τῆς προσόδου τὸ κέρδος κομιζόμενοι
他說:「猶太人哪,你們要傾向真理,認出我是你們的看顧者與主宰,就近前來,從我這裡就近領取供養的益處,
'You, then,' he says, 'O Jews, incline toward the truth and recognize me, your guardian and Master, and, drawing the gain of my provision from close at hand,
1:450
ἀπαλλάττω γὰρ ὑμᾶς τῆς ὑπὸ τὸν νόμον δουλείας, ἐν ᾗ πολὺν ὑπομένετε κόπον, οὔτε ῥᾳδίως ἐξανύειν αὐτὸν δυνάμενοι καὶ μέγιστον τῶν ἁμαρτημάτων τὸ φορτίον ἑαυτοῖς κατασκευάζοντες, ὅσῳ πλείονα φυλάττειν προσῆκεν ὑμᾶς ἀκόλουθα τῷ νόμῳ διαπραττομένους
因為我要救你們脫離律法之下的奴役,你們在其中受盡許多勞苦,既不能輕易完成它,又為自己積下最沉重的罪擔——你們既要照律法而行,本當持守的事就越發繁多。」
for I release you from the servitude under the Law, in which you endure much toil, being neither able easily to fulfil it and preparing for yourselves the greatest burden of sins, the more things it was fitting for you to keep while performing what accords with the Law.'
1:451
Ἐλαφρός ἐστιν ὁ ζυγὸς τοῦ Χριστοῦ, ἐπεὶ οὐ κολάζει ἡμᾶς καθάπερ ὁ νόμος τὸ ἀναμάρτητον ἀπαιτῶν καὶ ἀπαθές, ἀλλ' ἐν ἁπλοῖς ῥήμασιν ἔχει τὴν ἐπαγγελίαν καὶ τὸν τῆς ἀρετῆς ὑπογραμμόν
基督的軛是輕省的,因為它不像律法那樣懲罰我們、要求無罪與無情慾,乃是以樸實的話語持守應許與美德的典範。
Light is the yoke of Christ, since it does not punish us as the Law does, demanding sinlessness and freedom from passion, but in simple words it holds the promise and the pattern of virtue.
1:452
Ἔνθα μὲν γὰρ οὐδὲν γίνεται μέγα καὶ γενναῖον, ἡσυχάζουσιν, ἔνθα δὲ ὁρῶσί τινας σῳζομένους, καὶ πάντων εἰσὶ φορτικώτεροι·
因為在無甚偉大高尚之事發生的地方,他們便安靜無聲;但在見有人得救的地方,他們卻成了最令人厭煩的人;
For where nothing great and noble is done, they keep quiet; but where they see some being saved, they are the most burdensome of all;
1:453
οὕτως ἐχθροὶ τῆς τῶν ἀνθρώπων εἰσὶ σωτηρίας καὶ τῶν ἱερῶν γραμμάτων ἀνεπιστή μονες
他們竟如此仇視人的得救,又如此不通曉神聖的經卷。
so hostile are they to the salvation of men and so ignorant of the sacred writings.
1:454
παρὰ τὴν πρώτην διαθήκην ἐστὶν ἡ καινὴ ἡ διὰ Ἰερεμίου προκηρυχθεῖσα, δεῖ πάντως καὶ νόμοις οὐχὶ τοῖς ἀρχαίοις κεχρῆσθαι, ἀλλὰ τοῖς καινοῖς
藉耶利米所預言的新約,是與那頭一個約有別的;因此必須使用的律,斷非那古舊的,乃是新的。
The new covenant, foretold through Jeremiah, is beside the first covenant; there is every need, then, to make use of laws that are not the ancient ones but the new.
1:455
ἀλλ' οἱ Φαρισαῖοι τοῦτο συνιδεῖν μὴ θελή σαντες ἐφεδρεύουσι τοῖς ἁγίοις ἀποστόλοις καί φασι περὶ αὐτῶν τῷ Χριστῷ·
然而法利賽人不肯明白這事,便伺機窺伺那些聖使徒,並就他們向基督說:
But the Pharisees, unwilling to perceive this, lie in wait for the holy apostles and say concerning them to Christ:
1:456
ἰδού, τοῖς νομικοῖς ἐντάλμασι ἐναντιουμένους ὁρῶμεν τοὺς ὑπὸ σοῦ παιδαγωγουμένους·
「你看,我們看見那些受你教導的人竟違背律法的誡命;
'See, we behold those trained under you opposing the precepts of the Law;
1:457
τοῦ γὰρ νόμου κελεύοντος ἀργεῖν ἐν σαβ βάτῳ καὶ μηδενὸς παντάπασιν ἅπτεσθαι πόνου περιτρίβουσι ταῖς χερσὶν ἀστάχυας οἱ μαθηταί
因為律法吩咐人在安息日歇工、絲毫不可沾染勞作,你的門徒卻用手搓麥穗。」
for while the Law commands that one rest on the Sabbath and touch no toil whatsoever, your disciples rub ears of grain with their hands.'
1:458
σὺ δὲ αὐτὸς εἰπέ μοι, ὦ Φαρισαῖε, τὴν σαββατι κὴν ἑαυτῷ τράπεζαν παραθεὶς οὐ συνθραύεις τὸν ἄρτον; τί οὖν ἑτέρους αἰτιᾷ; πῶς δὲ καὶ ὁ σωτὴρ περὶ αὐτῶν ἀπολογεῖται;, – Ἀσεβεῖς ὄντες οἱ Φαρισαῖοι ὑπεκρίνοντο τὴν εὐσέβειαν, ἵνα τοὺς εὐσεβεῖς ἐξολοθρεύσωσι
法利賽人哪,你自己告訴我:當你為自己擺上安息日的筵席時,你豈不掰餅嗎?那麼你為何控告別人呢?救主又是怎樣為他們辯護的呢?——法利賽人本是不虔敬的,卻假裝虔敬,為要除滅那些虔敬的人。
But you yourself tell me, O Pharisee: when you set your Sabbath table before yourself, do you not break the bread? Why then do you accuse others? And how does the Saviour make his defence concerning them?—The Pharisees, being impious, feigned piety, that they might destroy the pious.
1:459
διὸ καὶ τὸν Χριστὸν διαβάλλειν ἐπεχείρουν καὶ τοὺς αὐτοῦ μαθητὰς ὁρῶντες αὐτοὺς λαμπρυνομένους τοῖς θαύμασιν
因此他們見基督和他門徒因神蹟而顯得光耀,就企圖毀謗他們。
Wherefore they attempted also to slander Christ and his disciples, seeing them made resplendent by the miracles.
1:460
Ἐπειδή, φησίν, οὐκ ἐν τῷ ἄρχοντι τῶν δαιμόνων ἐκβάλλω τὰ δαιμόνια ὡς ἔδειξεν εἰπών, ὅτι πᾶσα βασιλεία καθ' ἑαυτῆς με ρισθεῖσα διαλύεταί τε καὶ φθείρεται, ἐν τῇ δυνάμει τοῦ πνεύματος ἄρα ἐκβάλλω αὐτὰ καὶ διὰ τοῦτο ἤγγικεν ἡ τοῦ θεοῦ βασιλεία
他說:「我既然不是靠著鬼王趕鬼——正如他所指出的,凡一國自相紛爭必然潰散敗亡——那麼我乃是靠著聖靈的能力趕鬼;為此,神的國已經臨近了。」
'Since,' he says, 'it is not by the ruler of the demons that I cast out the demons, as he showed by saying that every kingdom divided against itself is dissolved and destroyed, it is therefore by the power of the Spirit that I cast them out; and on this account the kingdom of God has drawn near.'
1:461
Ἰσχυρὸν δὲ καλεῖ τὸν διάβολον οὐχ ὡς φύσει τοῦτο ὄντα, ἀλλὰ τὴν αὐτοῦ τυραννίδα δηλοῖ, ἣν ἐκ τῆς ἡμετέρας ῥᾳθυμίας ἐκτήσατο·
他稱魔鬼為「壯士」,並非因牠本性如此,乃是指出牠的暴政,就是牠從我們的懈怠中奪取而來的;
He calls the devil 'strong' not as being such by nature, but he indicates his tyranny, which he has acquired from our own slothfulness;
1:462
διαρπάζω δὲ αὐτόν, οὐκ ἐῶν ἔχειν προσκυνητὰς τοὺς ἀνθρώπους, ἀλλ' εἰς ἐπίγνωσιν τοῦ θεοῦ μεταπείθων ἐλθεῖν
我搶奪牠,不容牠擁有敬拜牠的人,反倒勸他們前來認識神。
and I plunder him, not allowing him to have men as worshippers, but persuading them to come to the knowledge of God.
1:463
πῶς οὖν σύμμαχός μοι γενήσεται καθ' ἑαυτοῦ;, – Ὅταν τις εἰς ἄνθρωπον ἡμάρτανε, δυνατὸν ἦν ὑπὲρ αὐτοῦ παρα καλέσαι τὸν θεόν, ὅταν δὲ εἰς θεὸν οἱ ἄνθρωποι ἐβλασφήμουν, οὐκ ἐξῆν ὑπὲρ αὐτῶν παρακαλέσαι
那麼牠怎會成為我攻擊牠自己的盟友呢?——當有人得罪了人,還可以為他向神代求;但當人褻瀆神時,就不容為他們代求了。
How, then, will he become my ally against himself?—When someone sinned against a man, it was possible to entreat God on his behalf; but when men blasphemed against God, it was not permitted to entreat on their behalf.
1:464
πλὴν ἐπειδὴ ὡς ἄνθρωπος ὁρώμενος ὁ τοῦ θεοῦ υἱός, εἰ καὶ φύσει θεὸς ἦν, οὐ πάνυ τι τοῖς ἀσυνέτοις ἐγνωρίζετο, δίδωσιν ἔσθ' ὅτε τοῖς ἐξ ἀγνοίας ἁμαρτάνουσιν εἰς αὐτὸν συγγνώμην, τοῖς δὲ εἰς τὸ πνεῦμα διηνεκῆ λέγει τὴν κόλασιν ἐπάγεσθαι
然而,既然神的子雖按本性是神,卻以人的樣式出現,未被那些愚昧的人完全認出,他有時便饒恕那些出於無知而得罪他的人,卻說那褻瀆聖靈的人要受永久的刑罰。
Nevertheless, since the Son of God, seen as man, even though he was by nature God, was not altogether recognized by the foolish, he sometimes grants pardon to those who sin against him out of ignorance, but says that upon those who sin against the Spirit perpetual chastisement is brought.
1:465
Πνεῦμα λέγων ὁλόκληρον τὴν τῆς τριάδος θεότητα·
他以「聖靈」一語指整全的三位一體之神性;
By 'Spirit' he means the whole Godhead of the Trinity;
1:466
πλὴν δίδοται τοῖς μετανοοῦσιν διὰ τῆς τοῦ πνεύ ματος χάριτος συγγνώμη
然而藉著聖靈的恩典,饒恕仍賜給那些悔改的人。
nevertheless pardon is given to those who repent, through the grace of the Spirit.
1:467
ἀλλὰ τὸ μέγεθος θέλων δεῖξαι ὁ Χριστὸς τοῦ ἁμαρτήματος, οὕτως εἶπεν, ἐπεὶ οὐκ ἔστιν ἁμαρτία ἀσυγχώρητος παρὰ θεῷ ἐν τοῖς γνησίως καὶ κατ' ἀξίαν μετανοοῦσιν
但基督為要顯明這罪的重大,才這樣說;其實在神那裡,凡真誠並按其分量悔改的人,沒有一樣罪是不得赦免的。
But Christ, wishing to show the magnitude of the sin, spoke thus, since there is no sin unforgivable with God for those who repent genuinely and worthily.
1:468
Πνεῦμα λέγων ὁλόκληρον τὴν τῆς τριάδος θεότητα λέγει·
他以「聖靈」一語指整全的三位一體之神性;
By 'Spirit' he means the whole Godhead of the Trinity;
1:469
πλὴν δίδοται τοῖς μετανοοῦσιν διὰ τῆς τοῦ πνεύματος χάριτος βαπτιζο μένοις συγγνώμη
然而藉著聖靈的恩典受洗的悔改之人,仍得著饒恕。
nevertheless pardon is given to those who repent, being baptized through the grace of the Spirit.
1:470
ἀλλὰ τὸ μέγεθος θέλων δεῖξαι ὁ Χριστὸς τοῦ ἁμαρ τήματος εἶπεν τοῦτο·
但基督為要顯明這罪的重大,才說了這話;
But Christ, wishing to show the magnitude of the sin, said this;
1:471
εἰ γὰρ καὶ ἔθος τῷ θεῷ πολλάκις ἢ ὧδε μόνον ἀπαιτῆσαι εὐθύνας τοὺς ἁμαρτή σαντας οὐ μὴν κἀκεῖ κατὰ τὸ οὐκ ἐκδικήσει κύριος δὶς ἐπὶ τὸ αὐτό, ἤτοι ἀνεξικακῆσαι μὲν ἐν τῷ νῦν αἰῶνι, οὐ μὴν κἀκεῖθεν δοῦναι συγ γνώμην, ἀλλ' ἐπὶ τῶν τοιούτων ἀνεξ άλειπτον καὶ ἀσύγγνωστον καὶ ὧδε κἀκεῖ λέγει τὴν κόλασιν
因為即或神慣常時常、或僅在此世向犯罪的人追討罪責——照著「主必不將同一事二次報應」這話,卻不在那世也追討,也就是說,他在今世寬容忍耐,卻不因此在那世也施予饒恕——然而對於這等人,他所說的刑罰乃是不可磨滅、不得赦免的,無論在此世或在來世皆然。
for even if it is the custom with God often, or here only, to demand a reckoning from those who have sinned—yet not there too, according to 'The Lord will not take vengeance twice for the same thing,' that is, to be long-suffering in the present age, yet not from there also to grant pardon—but in the case of such persons he speaks of a chastisement that is indelible and unpardonable, both here and there.
1:472
Ὅταν λέγῃ θησαυρόν, τὸ πλῆθος ἐνδείκνυται τῶν ἐν τῇ ψυχῇ κειμένων
當他說「寶庫」時,是指出那存在靈魂中的眾多之物。
When he says 'treasure,' he indicates the multitude of the things lying in the soul.
1:473
ἵνα δὲ μὴ εἴπωσί τινες ὅτι φύσει πεφύκασι πονηροὶ οἱ ἄν θρωποι, ἐπὶ τῶν Φαρισαίων τοῦτο ἐδήλωσεν, ὅτι δυνατὸν τὸν αὐτὸν καὶ ἕνα ἄνθρωπόν ποτε μὲν ἀγαθὸν γενέσθαι, ποτὲ δὲ κακόν, λέγων·
為免有人說人本性邪惡,他便藉法利賽人的事顯明:同一個人有可能時而為善、時而為惡,他說:
And lest some should say that men are by nature evil, he made this clear in the case of the Pharisees, that it is possible for one and the same man to become at one time good and at another evil, saying:
1:474
ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ περισσεύματος τῆς καρδίας αὐτοῦ λαλεῖ, ὁμοίως καὶ ὁ κακός
善人從他心裡所充滿的說出善來,惡人也是照樣。
The good man speaks out of the abundance of his heart, and likewise also the evil man.
1:475
Εἰ καὶ εἶπεν ὁ κύριος, ὅτι πονηροὶ ὄντες οὐ δύνανται μὴ πονηρὰ λαλεῖν, οὐχ ὡς φύσει ὄν των αὐτῶν πονηρῶν τοῦτο εἶπεν, ἀλλ' ὡς ἐκ πολλῆς τῆς ἀνοίας κατα κρατηθέντων ὑπὸ τοῦ κακοῦ
主雖說他們既是惡的,就不能不說惡言,他說這話並非因他們本性邪惡,乃是因他們出於極大的愚昧而被邪惡所轄制。
Even if the Lord said that, being evil, they cannot but speak evil things, he did not say this as though they were evil by nature, but as being mastered by wickedness through much folly.
1:476
Εἰ δὲ καὶ εἶπεν ὁ κύριος, ὅτι πονηροὶ ὄντες οὐ δύνανται ἀγα θὰ λαλεῖν, οὐχ ὡς φύσει ὄντων πονηρῶν τοῦτο εἶπεν, ἀλλ' ἐξ αὐτῶν προαιρετοῦ κινήματος
主若也說他們既是惡的,就不能說善言,他說這話並非因他們本性邪惡,乃是出於他們自己甘願的心志。
And if the Lord also said that, being evil, they cannot speak good things, he did not say this as though they were evil by nature, but out of their own deliberate impulse.
1:477
Ἐπειδὴ τὰ γεγονότα σημεῖα, φασίν, δαιμόνων ἦσαν, ἅπερ ἐπὶ μόνης τῆς γῆς ποιεῖ τὰς φαντασίας, ποίησον καὶ σὺ ἀπὸ τῆς σῆς δυνάμεως σημεῖον ἐξ οὐρανοῦ·
他們說:「既然那些所行的神蹟是屬鬼的,而鬼只在地上施展幻術,你也當憑你自己的能力從天上顯個神蹟」;
'Since the signs that have been done,' they say, 'were of demons, which produce their illusions only upon the earth, do you yourself also produce from your own power a sign from heaven';
1:478
τοῦτο δὲ ἔλεγον ὡς μὴ δυναμένου αὐτοῦ ποιῆσαί τι τῶν θεοπρεπῶν τυφλώττοντες τῇ διανοίᾳ·
他們說這話,彷彿他不能行任何合乎神的事,是他們心思瞎眼所致;
and this they said as though he were unable to do anything befitting God, being blind in their understanding;
1:479
τὸ γὰρ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν καὶ νε κροὺς ἐγεῖραι καὶ θαλάσσῃ καὶ ἀνέμοις ἐπιτιμᾶν μόνης ἐξουσίας θεο πρεποῦς
因為使瞎子的眼睛得開、使死人復活、斥責海和風,唯獨是那合乎神之權柄才能行的。
for to open the eyes of the blind and to raise the dead and to rebuke the sea and the winds belongs to a God-befitting authority alone.
1:480
Πονηροὶ δὲ ὡς τὸ ἐξαίρετον τῆς διανοίας δαπανῶντες οὐ περὶ φιλοθεΐαν, ἀλλὰ περὶ τὸ δρᾶν τι καὶ λέγειν κατὰ θεοῦ
他們是邪惡的,因他們把心思中最上乘的部分,不是耗費在愛神上,乃是耗費在行事說話敵擋神上。
And they are evil, as expending the choicest part of their understanding not upon the love of God, but upon doing and saying something against God.
1:481
μοιχαλίδα δὲ ἐκάλεσε καὶ τὴν προτέραν καὶ τὴν παροῦσαν ἀπιστίαν δηλῶν·
他稱他們為「淫亂的」,指明他們先前與現今的不信;
He called them 'adulterous,' declaring both their former and their present unbelief;
1:482
οὔτε γὰρ τῷ πατρὶ ἐπίστευσαν καὶ αὐτοῦ τοῦ Χριστοῦ ἀπέστησαν τοῦ νυμφευσαμέ νου τὴν ἀνθρωπότητα καὶ μνηστευσαμένου κατὰ τὴν ἀνθρωπότητα διὰ τὸ εἰρημένον·
因為他們既不信父,又離棄了基督自己,就是那按人性娶了人性、與人性訂了親的,正應了那話:
for they neither believed in the Father and they departed from Christ himself, who had wedded humanity and betrothed it according to the humanity, on account of what was said:
1:483
καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα, προσεκολ λήθησαν δὲ τῷ σατανᾷ τὸν τῆς νοητῆς πορνείας τρόπον ἀποκαλοῦντες
「我必聘你永遠歸我為妻」;他們卻依附了撒但,正如那所謂屬靈淫亂的樣式。
'And I will betroth you to myself for ever'; and they cleaved to Satan, in the manner of what is called spiritual fornication.
1:484
δείκνυσιν ἑαυτὸν πάλιν τῷ πατρὶ–τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου
他再次向父顯明自己——就是先知約拿的神蹟。
He shows himself again to the Father—the sign of Jonah the prophet.
1:485
Ὥστε <εἰ> ὡς τύπος Χριστοῦ Ἰωνᾶς λαμβάνεται, οὐ κατὰ πάντα λαμβάνεται, οἷον ἀπεστάλη τοῖς Νινευίταις κηρῦξαι, ἀλλ' ἐζήτησε φυ γεῖν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ κατοκνήσας ὁρᾶται πρὸς ἀποστολήν
所以,約拿若被取為基督的預表,並非在每一方面都如此——譬如,他雖被差遣去向尼尼微人傳道,卻設法逃避神的面,並被看出在使命面前退縮不前。
So that, if Jonah is taken as a type of Christ, he is not taken in every respect—for instance, he was sent to preach to the Ninevites, but he sought to flee from the face of God and is seen shrinking back from the apostolic mission.
1:486
ἀπέσταλται καὶ παρὰ τοῦ θεοῦ καὶ πατρὸς ὁ υἱὸς κηρύσσων τοῖς ἔθνε σιν, ἀλλ' οὐκ ἀπρόθυμος ἦν εἰς διακονίαν
子也是從父神差遣而來,向列國傳道,但他對這職事並非不情願。
The Son too has been sent from God the Father, preaching to the nations, but he was not unwilling toward the ministry.
1:487
παρεκάλει τοὺς συμπλέον τας ὁ προφήτης βαλεῖν αὐτὸν εἰς τὴν θάλασσαν, κατεπόθη δὲ καὶ ὑπὸ κήτους, εἶτα καὶ ἐξεδόθη τριήμερος καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς Νινευὶ καὶ πεπλήρωκε τὴν διακονίαν, λελύπηται δὲ οὐ μετρίως κατοικτείραντος τοῦ θεοῦ τοὺς Νινευίτας
那先知懇求同船的人把他拋入海中,就被大魚吞下,過了三日又被吐出,此後往尼尼微去,完成了他的職事,卻因神憐憫尼尼微人而大大憂愁。
The prophet entreated his fellow-voyagers to cast him into the sea, and he was swallowed up by a sea-monster, then was cast forth after three days, and after this went to Nineveh and fulfilled his ministry, but was grieved not a little when God took pity on the Ninevites.
1:488
ὑπέστη καὶ ὁ Χριστὸς ἑκὼν τὸν θάνατον, ἔμεινεν ἐν τῇ καρδίᾳ τῆς γῆς, ἀνεβίω τε ἂν καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν καὶ τοῦ πρὸς τὰ ἔθνη κηρύγματος ἐκέλευε ποιεῖσθαι τὴν ἀρχήν, πλὴν οὐ λελύπηται σῳζομένους ὁρῶν τοὺς κεκλημένους εἰς ἐπί γνωσιν
基督也甘願順服受死,安置在地心,然後復活,此後往加利利去,並吩咐要從那裡開始向列國傳道;只是他見那些蒙召的人前來認識真道而得救,並不憂愁。
Christ too willingly submitted to death, remained in the heart of the earth, rose again, and after this went to Galilee and commanded that the beginning of the preaching to the nations be made; only he was not grieved to see those who had been called coming to knowledge and being saved.
1:489
οὐκοῦν ὥσπερ αἱ μέλιτται λειμῶνας καὶ ἄνθη περιπτάμεναι τὸ χρήσιμον ἀεὶ συναγείρουσιν πρὸς τὴν τῶν κηρίων κατασκευήν, οὕτω χρὴ καὶ ἡμᾶς τὴν θεόπνευστον ἀνερευνωμένους γραφὴν τὸ τελοῦν εἰς διασάφησιν τῶν Χριστοῦ μυστηρίων ἀεὶ συλλέγειν καὶ συνδιατιθέναι καὶ τὸν λόγον ἐπιτελεῖν ἀνεπίπληκτον
所以,正如蜜蜂飛遍草地與花叢,不斷採集有用之物來造蜂房;照樣,我們也當探究神所默示的聖經,不斷採集並積蓄那有助於闡明基督奧祕的事,使我們的言論無可指摘。
Therefore, just as the bees, flying about the meadows and flowers, ever gather what is useful for the making of their honeycombs, so we too ought, searching out the God-inspired Scripture, ever to collect and lay up together what serves for the elucidation of the mysteries of Christ, and to render our discourse blameless.
1:490
ὅταν γὰρ ἅπαξ τις ἐλευθερωθεὶς τῶν κακῶν μὴ σωφρονισθῇ, πολλῷ χαλεπώτερα πείσεται τῶν προτέρων·
因為凡人一旦脫離了諸惡,卻不受懲戒歸正,他所要承受的必比先前的更為悲慘。
For whenever someone, once set free from evils, does not become chastened, he will suffer far more grievous things than the former.
1:491
οὐχ εὑρίσκει ἀνάπαυσιν, ἵνα δείξῃ, ὅτι πάντως καὶ ἐξ ἀνάγκης λήψεται τὸν τοιοῦτον ἡ τῶν δαιμόνων ἐπιβουλή·
牠找不到安歇之處,為要顯明群魔的詭計必定會、且不得不臨到這樣的人身上。
it finds no rest, that he might show that the plotting of the demons will assuredly and by necessity lay hold of such a man.
1:492
καὶ γὰρ ἀπὸ δύο τούτων τὸν τοιοῦτον σωφρονισθῆναι ἔδει, ἀπό τε τοῦ παθεῖν πρό τερον, ἀπό τε τοῦ ἀπαλλαγῆναι
因為這樣的人本應藉著這兩件事被教訓歸正:一是先前受過苦,二是後來得了釋放。
For by these two things such a man ought to have been brought to his senses: both by having suffered beforehand, and by having been delivered.
1:493
μᾶλλον δὲ καὶ τρίτον πρόσεστιν ἡ τοῦ χείρονα πείσεσθαι ἀπειλή, ἀλλ' ὅμως οὐδενὶ τούτων ἐγένοντο βελτίους
其實還有第三件事在其中,就是要遭受更惡之事的威嚇;然而藉著這一切,他們卻絲毫沒有變好。
Indeed, a third thing is present as well: the threat of suffering worse things; and yet by none of these did they become better.
1:494
ἦν μὲν αὐτοῖς ἔνοικον τὸ πονηρὸν πνεῦμα καὶ ὅτε ἐν Αἰγύπτῳ ἐθήτευον καὶ τοῖς Αἰγυπτίοις διαζῶντες ἔθεσί τε καὶ νόμοις μεστοὶ ἦσαν πάσης ἀκα θαρσίας
當他們在埃及為奴的時候,那惡靈便住在他們裡面;而當他們按著埃及人的風俗和律法生活時,他們滿了一切的污穢。
The evil spirit dwelt in them even when they were in bondage in Egypt, and while living according to the customs and laws of the Egyptians they were full of all uncleanness.
1:495
ἐπειδὴ διὰ Μωσέως λελύτρωνται καὶ νόμον ἐσχήκασι παιδα γωγὸν πρὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας καλοῦντα φῶς, ἀπελήλατο τὸ βέβηλον καὶ ἀκάθαρτον πνεῦμα
但當他們藉著摩西得了救贖,並領受了律法作為訓蒙的師傅、召喚他們歸向真認識神之光的時候,那褻瀆污穢的靈便被趕了出去。
But when they had been redeemed through Moses and had received the Law as a tutor calling them toward the light of the true knowledge of God, the profane and unclean spirit was driven out.
1:496
ἐπειδὴ δὲ οὐ πεπιστεύκασιν εἰς Χριστόν, πάλιν αὐτοῖς ἐπεδήμησε τὸ δαιμόνιον·
然而因為他們不信基督,那鬼魔便再次回到他們中間居住。
But since they did not believe in Christ, the demon again took up its abode among them.
1:497
εὗρε γὰρ αὐτῶν τὴν καρδίαν γυμνὴν καὶ σχολάζουσαν ἀπὸ πάσης εὐσεβείας καὶ οἱονεὶ σεσαρω μένην καὶ κατῴκησεν ἐν αὐτοῖς·
因為牠發現他們的心是空虛的、毫無一切敬虔,彷彿被打掃乾淨了,於是牠就住在他們裡面。
For it found their heart bare and empty of all piety, and as it were swept clean, and it settled in them.
1:498
ὥσπερ γὰρ τὸ πνεῦμα τὸ ἅγιον ὅταν ἴδῃ καρδίαν ἀνθρώπου σχολάζουσαν ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἐναυ λίζεται καὶ κατοικεῖ καὶ ἐπαναπαύεται ἐν αὐτῷ, οὕτω καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ψυχαῖς ἀνόμων ἐνδιαιτᾶσθαι φιλεῖ
因為正如聖靈每逢看見人的心裡潔淨、毫無一切污穢,便寄居、居住並安息在其上;照樣,那污穢的靈也喜愛住在不法之人的靈魂裡。
For just as the Holy Spirit, whenever it sees a man's heart empty of all uncleanness, both lodges and dwells and rests upon it, so too the unclean spirit loves to make its dwelling in the souls of the lawless.
1:499
ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου καὶ πάλιν·
「我要開口用比喻」;又說:
'I will open my mouth in parables'; and again:
1:500
καὶ ἔσται ὁ ἄνθρωπος κρύ πτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀφ' ὕδατος φερομένου
「那隱藏自己言語的人,也必被隱藏,如同被沖走的水一般。」
'and the man who hides his words shall also be hidden, as by water borne away.'
1:501
ἐσχηκόσι σπινθῆρα φωτὸς νοητοῦ, εἰς ἀσύνετον δὲ τρα πεῖσι γνῶσιν σβεσθήσεται καὶ αὐτὸ τὸ μικρὸν ὃ ἔχουσι σέλας, ὅπερ πεπόνθασιν Ἰουδαῖοι εἰς Χριστὸν μὴ πιστεύσαντες·
那些原本擁有屬靈之光火花的人,一旦轉向了無知的知識,連他們所有的那一點微光也要被熄滅——這正是猶太人不信基督時所遭受的。
For those who possessed a spark of intelligible light, but turned to senseless knowledge, even that small radiance which they have shall be extinguished—which is what the Jews suffered when they did not believe in Christ.
1:502
εἶχον γὰρ μικρὰν φωταγωγίαν ἐκ τοῦ νόμου ὁδη γοῦσαν αὐτοὺς ἐπὶ τὴν εἰς θεὸν γνῶσιν
因為他們原有從律法而來的一點光照,引導他們歸向對神的認識。
For they had a little illumination from the Law, guiding them toward the knowledge of God.
1:503
ἐπειδὴ δὲ εἰς Χριστὸν δε δυσσεβήκασιν, καὶ αὐτῆς ἐστερή θησαν
但因為他們對基督行了不敬虔之事,就連那一點光也被奪去了。
But since they acted impiously toward Christ, they were deprived even of that.
1:504
ὁ μέντοι κύριος σαφέστερον δεικνὺς τί ἐστιν ὅπερ εἶπεν, ὅτι τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθή σεται ἀπ' αὐτοῦ, ἐπάγει·
然而主為要更清楚地說明祂所說的話——就是「凡有的,還要加給他;凡沒有的,連他所有的也要奪去」——便接著說:
The Lord, however, showing more clearly what he meant when he said that 'to him who has it shall be given, but from him who has not, even what he has shall be taken away from him,' adds:
1:505
διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέ πουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνιοῦσιν
「因此我用比喻對他們講,因為他們看也看不見,聽也聽不見,也不明白。」
'For this reason I speak to them in parables, because seeing they do not see, and hearing they do not hear, nor do they understand.'
1:506
Τοῖς εὐμαθέσιν ἀνθρώποις καὶ καλῶς διακειμένοις πρὸς παρα δοχὴν θείων λόγων ἐνοικισθήσεται τὸ πνεῦμα τὸ ἅγιον αὐξάνον ἐν αὐτοῖς τὰ χαρίσματα, τοῖς δὲ σπιν θῆρα φωτὸς κεκτημένοις καὶ τού του ἀμελήσασι σβεσθήσεται πάν τως καὶ ἀρθήσεται ἀπ' αὐτῶν καὶ τὸ σμικρότατον, ὃ πρότερον εἶχον
在那些敏於學習、樂於領受神言的人裡面,聖靈要居住,使恩賜在他們裡面增長;但在那些擁有光的火花卻加以忽略的人裡面,那光必定要被熄滅,連他們從前所有那極微小的也要被奪去。
In men who are quick to learn and well disposed to receive the divine words, the Holy Spirit will make its dwelling, increasing in them the gifts of grace; but in those who possess a spark of light and have neglected it, it shall assuredly be extinguished, and even the very least that they formerly had shall be taken from them.
1:507
τοῦτο δὲ Ἰουδαῖοι πεπόνθασι λα βόντες φῶς ἐκ τοῦ νόμου καὶ μὴ πολυπλασιάσαντες, ἀλλὰ καὶ τῆς ἀληθείας ἐλθούσης ἀμβλυωπήσαν τες πρὸς αὐτὴν ἀφῃρέθησαν, ὃ ἐκέκτηντο
這正是猶太人所遭受的:他們從律法領受了光,卻沒有使之倍增,反倒在真理來到時對之昏昧不明,於是便被奪去了他們先前所擁有的。
This is what the Jews suffered: having received light from the Law and not multiplying it, but rather, when the truth came, being dim-sighted toward it, they were deprived of what they had possessed.
1:508
Τὸ εἰπεῖν μήποτε ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτοὺς ἐπιτετα μένην ἐμφαίνει δυστροπίαν, πλὴν καὶ ἐπισπωμένου ἐστὶν καὶ ἐρεθίζοντος·
「恐怕他們回轉過來,我就醫治他們」這句話,顯出一種極深的乖僻;然而這也是一位吸引他們、激勵他們之人的話。
The saying 'lest they should turn and I heal them' reveals an intense perversity; yet it is also the utterance of one who is drawing them and provoking them.
1:509
δείκνυσι γάρ, ὅτι ἐὰν ἐπιστρέψωσιν, ἰᾶται αὐτούς·
因為祂表明:他們若肯回轉,祂就醫治他們。
For he shows that if they should turn, he heals them.
1:510
διὰ γὰρ τὸ σωθῆναι αὐτοὺς οὕτως λαλεῖ, ἐπεὶ ἔδει αὐτὸν ὅλως μηδὲν λαλῆσαι, ἀλλὰ σιωπᾶν, πλὴν οὐ διὰ τὴν ἰδίαν δόξαν, ἀλλὰ διὰ τὴν αὐτῶν σωτηρίαν πάντα ποιεῖ
因為祂如此說話,正是為了要他們得救;否則祂本可以完全不說話而保持緘默;然而祂所行的一切,並不是為自己的榮耀,乃是為他們的救恩。
For it is on account of their being saved that he speaks thus, since otherwise he ought to have spoken nothing at all, but to be silent; yet he does all things not for his own glory, but for their salvation.
1:511
Μακαρίζει τοίνυν αὐτοὺς ὡς ἀκηκοότας τῆς τοῦ υἱοῦ φωνῆς καὶ ἀξιωθέντας τῆς αὐτοῦ θέας, δι' οὗ καὶ ἐν ᾧ τὴν τοῦ πατρὸς καὶ θεοῦ ἑώρων φύσιν νοητῶς, ὧν ἠξιώθησαν οἱ πάλαι ἅγιοι καὶ πληρεστάτην ἔσχον τὴν ἐπ' ἀγαθοῖς θυμηδίαν
因此祂稱他們有福,因為他們聽見了子的聲音,並蒙恩得見祂——藉著祂並在祂裡面,他們以靈性的方式看見了父神的本性,這正是古時的聖徒所蒙的恩,並使他們在諸般美善中滿有最完全的喜樂。
He therefore blesses them as having heard the voice of the Son and having been deemed worthy of the sight of him, through whom and in whom they beheld intelligibly the nature of the Father and God—that of which the saints of old were deemed worthy, and had the fullest gladness in good things.
1:512
Ἴδωμεν ὡς ἐν παχέσι πράγμασι, τί ἐστι τὸ ἐπὶ τῆς ὁδοῦ εἶναι
讓我們如同從具體的事物來看,思想「落在路旁」是甚麼意思。
Let us consider, as in tangible matters, what it means to be 'along the way.'
1:513
σκληρὰ καὶ ἀνόνητός πώς ἐστι πᾶσα ὁδὸς διὰ τὸ τοῖς ἁπάντων ὑπο κεῖσθαι ποσὶ καὶ οὐδὲν αὐτῇ ἐγχώννυται τῶν σπερμάτων, κεῖται δὲ μᾶλλον ἐπιπολῆς καὶ τοῖς ἐθέλουσι τῶν πτηνῶν ἕτοιμα εἰς διαρπαγήν
每一條路總是堅硬而無所出產的,因為它被眾人的腳所踐踏,種子無一能埋入其中,反倒只停留在表面,任憑飛鳥隨意奪去。
Every path is somehow hard and unfruitful, because it lies beneath the feet of all, and none of the seeds is buried in it; rather they lie on the surface and are ready to be snatched up by whatever birds wish.
1:514
οὐκοῦν οἳ τὸν νοῦν ἔχουσιν ἐν ἑαυτοῖς σκληρὸν καὶ οἷον πεπιλημένον, οὗτοι τὸν θεῖον οὐ παραδέχονται σπόρον, ἀλλὰ τοῖς ἀκαθάρτοις πνεύ μασι πεπατημένη γεγόνασιν ὁδός·
因此,那些心思剛硬、彷彿被踩踏成硬地的人,不能領受神的種子,反倒成了被污穢之靈踐踏的道路。
Accordingly, those who have within themselves a mind that is hard and, as it were, trodden down, do not receive the divine seed, but have become a road trampled by the unclean spirits.
1:515
ταῦτα γάρ ἐστι τὰ πετεινὰ τοῦ οὐρα νοῦ
因為這些就是天上的飛鳥。
For these are the birds of heaven.
1:516
οὐρανὸν δὲ ἐνταῦθα τὸν ἀέρα νοοῦμεν, ἐν ᾧ τὰ τῆς πονηρίας πνεύ ματα στρέφονται, ὑφ' ὧν καὶ τὸ καλὸν σπέρμα διαρπάζεται καὶ ἀπόλλυ ται
此處我們把「天」理解為空氣,那些邪惡的靈在其中盤旋往來,好種子便被牠們奪去而毀壞。
By 'heaven' here we understand the air, in which the spirits of wickedness turn about, by whom the good seed is snatched away and destroyed.
1:517
τίνες δὲ καὶ οἱ ἐπὶ τῆς πέτρας; εἰσί τινες ἀπεριέργως ἔχοντες τὴν πίστιν ἐν ἑαυτοῖς, τὸν δὲ νοῦν οὐ καθιέντες εἰς τὴν τοῦ μυστηρίου βά σανον
那落在石頭上的又是誰呢?有些人心裡持守信仰卻不加細察,也不把心思深入探究奧祕的底蘊。
And who are those upon the rock? There are some who hold the faith within themselves without careful inquiry, but do not send their mind down into the searching examination of the mystery.
1:518
οὗτοι κούφην τε καὶ ἀνάρριζον ἔχουσι τὴν εἰς θεὸν εὐσέβειαν
這些人對神的敬虔是輕浮而沒有根的。
These have a light and rootless piety toward God.
1:519
κἂν μὲν ἐξ οὐρίας φέρηται τὰ Χριστιανῶν πράγματα οὐδενὸς αὐτὰ καταχειμάζοντος πειρασμοῦ, σῴζουσιν τηνικάδε μόλις ἐν ἑαυτοῖς ἐκεῖνοι τὴν πίστιν, θορυβήσαντος δὲ διωγμοῦ ἀφιλοπόλεμον ἔχουσιν τὴν ψυ χήν
倘若基督徒的處境順風而行、沒有試煉如風暴般襲來,那時這等人尚且勉強保守心中的信仰;但一遇逼迫掀起波瀾,他們的心便怯於爭戰了。
And if the affairs of Christians are carried along by a fair wind, with no trial storming against them, then those men barely preserve the faith within themselves; but when persecution stirs up trouble, they have a soul unwilling for the fight.
1:520
Ματθαῖος ἔγραψε πονηρός, Μᾶρκος δὲ σατανᾶς, Λουκᾶς δὲ διάβολος
馬太寫作「那惡者」,馬可寫作「撒但」,路加寫作「魔鬼」。
Matthew wrote 'the evil one,' Mark 'Satan,' and Luke 'the devil.'
1:521
οὐ ταὐτόν ἐστι παρὰ τὴν ὁδὸν καὶ ἐν τῇ ὁδῷ, δεόμεθα δὲ τῆς διαφορᾶς διὰ τὸ ἐγώ εἰμι ἡ ὁδός·
「落在路旁」與「在路上」並非同一回事;而我們需要這個區別,是因為那句「我就是道路」。
It is not the same thing to be 'beside the way' and 'in the way'; and we have need of the distinction, because of the words 'I am the way.'
1:522
πλὴν οἱ τρεῖς ἔγραψαν παρὰ τὴν ὁδόν
然而這三位福音書作者都寫作「落在路旁」。
Yet the three wrote 'beside the way.'
1:523
χαριέστατα δὲ Ματθαῖος καὶ Μᾶρκος ἐπὶ τὰ πετρώδη, οὐκ ἐπὶ πέτραν φησὶν ἐσπάρθαι τὸν λόγον
馬太和馬可極其精妙地說,道是撒在「石頭地上」,而不是撒在「磐石上」。
And most gracefully Matthew and Mark say that the word was sown 'on rocky places,' not 'on rock.'
1:524
ἐπὶ μὲν σύμπαντος τοῦ παρὰ τὴν ὁδὸν εἴρηται τὸ μὴ συνιέντος
論到整個「落在路旁」的情形,經上說是「那不明白的人」。
Concerning the whole of 'beside the way,' it is said 'of one who does not understand.'
1:525
ἐπὶ δὲ τῆς καλῆς γῆς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς·
但論到那好土:「這就是那聽了道又明白的人。」
But concerning the good ground: 'This is he who hears the word and understands it.'
1:526
μήποτ' οὖν οἱ ἐπὶ τὰ πε τρώδη καὶ οἱ εἰς τὰς ἀκάνθας μεταξύ εἰσιν ἀσυνετούντων καὶ συν ιέντων
或許那落在石頭地上的和那落在荊棘裡的人,是介於不明白與明白之間的。
Perhaps, then, those on the rocky places and those among the thorns are midway between the uncomprehending and the understanding.
1:527
προτρεπτικὸν δὲ εἰς τὸ συνέσεως ἐπιμελεῖσθαι·
而這是一種勸勉,要人殷勤追求悟性。
And this is an exhortation to take care for understanding.
1:528
εἰ γὰρ μὴ τοῦ συνιέντος ἁρπάζεται ὁ σπόρος, σύνεσιν ἀναληπτέον καὶ καλυπτέον τὸν σπόρον ἐν τῇ γῇ, τῇ μνήμῃ, ἵνα ῥιζοβολήσῃ καὶ μὴ γυμνὸν εὑρισκόμενον ἁρπαγῇ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων
因為既然種子不會從明白的人那裡被奪去,人就當領受悟性,把種子蓋在土裡,就是蓋在記憶裡,好使它生根,免得赤露被那邪惡的靈奪去。
For if the seed is not snatched away from the one who understands, one must take up understanding and cover the seed in the ground—that is, in the memory—so that it may take root and not, being found bare, be snatched away by the spirits of wickedness.
1:529
Ὅτι δὲ οἰκουμενικὴ γέγονεν ἡ διὰ Χριστοῦ κλῆσις, αὐτὸς πιστώ σεται λέγων ἐναργῶς, ὅτι τῶν εὐαγγελικῶν κηρυγμάτων τὸ λίνον ἐκ παντὸς συνάγει γένους
藉著基督的呼召已成為普世性的,這一點祂自己要作證,明明地說:福音宣講的網羅要從各樣的種類中招聚。
That the calling through Christ has become universal, he himself will confirm, saying plainly that the net of the gospel proclamations gathers from every kind.
1:530
θαλασσουργικὸν ἔχοντες ἐπιτήδευμα χαλῶσι τὸ λίνον οὐ δια κρίνοντες, ἀλλ' ὅπερ ἂν τοῖς βρόχοις ἐναποληφθῇ, τοῦτο πάντη καὶ πάν τως ἕλκουσιν εἰς γῆν, οὕτω καὶ ἡ δύναμις τοῦ κηρύγματος καὶ ἡ θαυ μαστὴ καὶ πολύπλοκος τῶν ἱερῶν μαθημάτων διδασκαλία, ἣν οἱ καλοὶ ἁλιευταὶ ἀπόστολοι ἔπλεξαν, ἐκ παντὸς ἕλκει γένους καὶ συνάγει πρὸς θεόν
那些以海上捕魚為業的人撒網時並不加以分別,凡落在網眼中的,他們便盡數拉到岸上;照樣,那宣講的能力,以及那些美好的漁夫——使徒——所編織的、關於聖道諸般奇妙而繁複的教訓,也從各樣的種類中招聚眾人歸向神。
Those whose occupation is fishing let down the net without discrimination, but whatever is caught in the meshes, this they draw wholly and altogether to land; so too the power of the proclamation and the marvelous and intricate teaching of the sacred lessons, which the good fishermen, the apostles, wove together, draws from every kind and gathers to God.
1:531
συνάγει δὲ μέχρι καιροῦ, ὃς πληρωθήσεται κατὰ τὸν καιρὸν τῆς συντελείας, καθ' ὃν τοὺς σαγηνευθέντας ἐκτὸς τοῦ βίου ἑλκύσαντες οἱ ἐπὶ τούτῳ τεταγμένοι ἄγγελοι τοῦ θεοῦ τὴν πάντων διάκρισιν ποιήσονται ἀφορίζοντες τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων
牠招聚,直到那定期;這期要在末了的時候應驗,那時那些被網住的人要從今生被拉出,神所派管此事的使者要施行眾人的分別,將惡人從義人中間分別出來。
And it gathers up until the appointed time, which shall be fulfilled at the season of the consummation, when those who have been caught in the net, being drawn out of this life, the angels of God appointed over this task shall make the separation of all, setting apart the wicked from the midst of the righteous.
1:532
Γραμματεύς ἐστιν ὁ διὰ τῆς ἐπιμόνου ἀναγνώσεως τῶν γραφῶν τῆς τε παλαιᾶς καὶ τῆς νέας θησαυρὸν γνώσεως ἑαυτῷ ἀποθέμενος
文士就是那藉著恆常研讀新舊兩約聖經、為自己積存知識寶藏的人。
A scribe is one who, through diligent reading of the Scriptures, both of the Old and the New, has laid up for himself a treasure of knowledge.
1:533
διὸ μακαρίζει τοὺς συνενεγκόντας ἐν ἑαυτοῖς νομικὴν παιδείαν καὶ εὐαγγελικήν, ὥστε ἐκβάλλειν ἐκ τοῦ θησαυροῦ νέα καὶ παλαιά
因此祂稱那些在自己裡面兼收律法與福音的教訓、能從寶庫中拿出新舊之物的人為有福。
Therefore he blesses those who have brought together in themselves both legal and evangelical instruction, so as to bring out of the treasure things new and old.
1:534
τούτους καὶ γραμματεῖ ὁμοιοῖ καθὼς καὶ ἀλλαχοῦ φησιν·
祂也把這等人比作文士,正如祂在別處所說的:
These he likens also to a scribe, just as he says elsewhere:
1:535
ἀποστέλλω ὑμῖν σοφοὺς καὶ γραμματεῖς
「我差遣智慧人和文士到你們這裡來。」
'I send you wise men and scribes.'
1:536
εἶδες πῶς οὐκ ἐκβάλλει τὴν παλαιάν–δι' ὧν καλλωπίζεται ἡ ψυχή
你看,祂並沒有丟棄那舊的——靈魂正是藉著它得以妝飾。
You see how he does not cast out the old—by which the soul is adorned.
1:537
Νῦν δὲ καὶ κοφίνους ἐγέμισεν καὶ ὅτι μᾶλλον ἑνὶ ἑκάστῳ τῶν μαθητῶν ἐδόθη εἰς μισθὸν τῆς διακονίας, δι' οὗ σημαίνεται, ὅτι οἱ διακονούμενοι πολὺν ἕξουσιν τὸν μισθόν
如今祂又裝滿了籃子,並且更是給了門徒各人一籃,作為服事的賞賜;藉此表明那些服事的人必得大賞。
But now he also filled the baskets, and rather to each one of the disciples was given, as a reward for the ministry, that by which it is signified that those who minister shall have a great reward.
1:538
ἐπειδὴ καὶ ὁ ἄλλος εὐαγγε λιστὴς κριθίνους λέγει τοὺς ἄρτους, ὁ τῆς θεωρίας σκοπὸς εἰς τοῦτο ὁρᾷ·
既然另一位福音書作者也稱那些餅為大麥餅,這番默想的用意便在於此:
Since the other evangelist too calls the loaves barley loaves, the aim of the contemplation looks to this:
1:539
ἡ κριθὴ κτηνώδης ἐστὶ τροφή, ἥτις ἐστὶν ἡ διὰ Μωσέως θεωρία τοῖς ἀλογωτέροις προσενεχθεῖσα·
大麥是牲畜的食物,就是藉著摩西所賜的默觀,獻給那較無理性的人。
Barley is fodder for beasts, which is the contemplation given through Moses, offered to the more irrational.
1:540
διὰ τοῦτο δὲ καὶ πέντε τοὺς ἄρτους φαμὲν διὰ τὸ πενταμερὲς τοῦ Μωσέως συγγράμματος, δύο δὲ τοὺς ἰχθύας, δι' ὧν δηλοῦται ἡ διττὴ τῶν ἁλιέων συγγραφή, ἀποστολική τε καὶ εὐαγγελική
因此我們說那餅有五個,是因摩西著作分為五卷;那魚有兩條,藉此表明漁夫們雙重的著作,就是使徒的與福音的。
And for this reason we say the loaves are five, on account of the fivefold nature of the writing of Moses; and the fishes two, by which is indicated the twofold writing of the fishermen, both apostolic and evangelical.
1:541
Τί τὸ ἀπόλυσόν ἐστιν, ἐξετάσωμεν ἀκριβῶς
讓我們仔細查考「叫他們散開」是甚麼意思。
Let us examine carefully what 'send them away' means.
1:542
οἱ μὲν τῶν ἀκολου θούντων τῷ Χριστῷ πονηρῶν πνευμάτων συνεχόντων αὐτοὺς ἀπαλλάττε σθαι παρεκάλουν, οἱ δὲ καὶ ἑτέρων ἀρρωστημάτων ἐζήτουν ἀπόθεσιν
那些跟隨基督的人中,有些被惡靈所纏,懇求得著釋放;另有些人則尋求除去別樣的疾病。
Some of those following Christ, being held by evil spirits, entreated to be delivered; others sought the removal of other infirmities.
1:543
ὡς οὖν εἰδότες οἱ μαθηταὶ ὅτι κατανεύσας μόνον ἀποπεραίνει τοῖς κάμ νουσι τὸ ποθούμενον, ἀπόλυσον αὐτούς φασιν, οὐκ αὐτοὶ μᾶλλον ἀκη διῶντες ὡς παρακμάσαντος τοῦ καιροῦ, ἀλλὰ τῆς εἰς τοὺς ὄχλους ἀγάπης ἐχόμενοι καὶ οἷον μελετῶντες ἤδη τὴν ποιμαντικὴν ἐπιστήμην καὶ τοῦ κήδεσθαι λαῶν ἀρχόμενοι
因此門徒既知道祂只要點頭應允,便能為受苦的人成就所願,就說「請叫他們散開」——這並非因為他們自己疲乏、以為時候已晚,乃是因他們持守對眾人的愛,彷彿已在操練牧養之學,開始關懷群眾。
So then the disciples, knowing that with a mere nod he accomplishes for the suffering what they desire, say 'send them away'—not that they themselves were rather weary, as though the time had passed, but holding fast to their love for the crowds, and as it were already practicing the pastoral art and beginning to care for the peoples.
1:544
Τὸ τῆς οἰκονομίας μυστήριον πληρῶν ὁ σωτὴρ εἰς τὸν οὐρανὸν ἀναβλέπει·
救主為要成全救贖經綸的奧祕,便舉目望天。
Fulfilling the mystery of the divine economy, the Savior looks up to heaven.
1:545
καὶ γὰρ δούλου μορφὴν ἀνέλαβε θεὸς ὢν κατὰ φύσιν καὶ διὰ τῶν χειρῶν τῶν μαθητῶν δίδωσι τὰς τροφὰς τοῖς ὄχλοις τὴν τῶν ἁγίων αἰνιττόμενος πρὸς θεὸν ἐγγύτητα
因為祂本性是神,卻取了奴僕的形象,並藉著門徒的手把食物分給眾人,藉此暗示聖徒與神的親近。
For being God by nature he took the form of a servant, and through the hands of the disciples he gives the food to the crowds, hinting at the nearness of the saints to God.
1:546
διὸ οἱ μὴ τοιοῦτοι ἔξω ἑστήκασιν αὐτοῦ
因此那些不是這樣的人,便站在祂的外面。
Therefore those who are not such stand outside of him.
1:547
Ἵνα διὰ τρόπου παντὸς θεὸς ὢν φύσει ἐπιγινώσκηται, πολυ πλασιάζει τὸ βραχύ, βλέπει τε εἰς οὐρανὸν οἷον τὴν ἄνωθεν εὐλογίαν αἰτῶν
為要藉各樣方式使人認出祂本性是神,祂便使那少許的倍增,並舉目望天,彷彿求那從上頭而來的祝福。
That he might in every way be recognized as God by nature, he multiplies the small amount, and looks up to heaven as though asking the blessing from above.
1:548
ἐποίει δὲ καὶ τοῦτο οἰκονομικῶς δι' ἡμᾶς
祂如此行也是出於經綸的安排,為了我們的緣故。
And he did this too dispensationally, for our sake.
1:549
ἔστι μὲν γὰρ αὐτὸς ὁ πάντα πληρῶν, ἡ ἄνωθεν καὶ παρὰ πατρὸς εὐλογία
因為祂自己就是那充滿萬有的,就是那從上頭、從父而來的祝福。
For he himself is the one who fills all things, the blessing from above and from the Father.
1:550
ἵνα δὲ μάθωμεν ἡμεῖς, ὅτι τραπέζης ἀρχόμενοι καὶ μέλλοντες ἄρτους διακλᾶν θεῷ προσά γειν ὀφείλομεν ὑπτίαις ὥσπερ ἐνθέντες χερσὶ καὶ τὴν ἄνωθεν εὐλογίαν ἐπ' αὐτοὺς καταφέρειν, ἀρχὴ καὶ τύπος καὶ ὁδὸς τοῦ πράγματος γέγονεν ἡμῖν οἰκονομικῶς
但為要叫我們學會:當我們開始用餐、將要擘餅時,理當把餅獻給神,彷彿放在仰起的手上,並使那從上頭而來的祝福降在其上——這事便按著經綸的安排,成了我們這行為的開端、樣式與途徑。
But that we might learn that, when beginning a meal and about to break bread, we ought to offer it to God, placing it as it were upon upturned hands, and to bring down the blessing from above upon it—this became for us dispensationally a beginning and a pattern and a way of the practice.
1:551
Τὸ τῶν ἄρτων περισσεῦσαι τὰ κλάσματα πληθύος ἀνδρῶν οὐκ ὀλίγης κατακορεσθείσης πληροφορία σαφὴς ἂν γένοιτο, εἰ τῆς φιλο ξενίας τὸ χρῆμα πλουσίαν ἔχει παρὰ θεοῦ τὴν ἀντέκτισιν
既有為數不少的眾人得了飽足,那些餅的碎屑竟還有餘,這便是一個明確的憑據——顯明款待客旅之事,必從神那裡得著豐厚的回報。
That the fragments of the loaves abounded, when no small multitude of men had been fully satisfied, would be a clear assurance—if the matter of hospitality has a rich recompense from God.
1:552
ἔξεστι δὲ ἰδεῖν τοῖς ἀρχαιοτέροις θαύμασι τὰ νέα συμβαίνοντα καὶ μιᾶς ὄντα καὶ τῆς αὐτῆς δυνάμεως ἐνεργήματα
並且可以看見,新的作為與更古老的神蹟彼此相合,同是出於一位、同一能力的作為。
And it is possible to see the new things coinciding with the more ancient miracles, and being the operations of one and the same power.
1:553
ἔβρεξεν ἐν ἐρήμῳ τὸ μάννα τοῖς ἐξ Ἰσραήλ, ἀλλ' ἰδοὺ δὴ πάλιν ἐν ἐρήμῳ τοῖς ἐν ἐνδείᾳ τροφῆς κεχορήγηκεν ἀφθόνως οἷον ἐξ οὐρανοῦ καθιεὶς αὐτήν·
祂曾在曠野為以色列人降下嗎哪;如今看哪,祂又在曠野為那些缺乏食物的人豐豐富富地供應,彷彿從天上降下一般。
He rained down the manna in the wilderness for those of Israel; but behold, again in the wilderness he has abundantly supplied those in want of food, as it were sending it down from heaven.
1:554
τὸ γὰρ πολυπλασιάσαι τὸ βραχὺ καὶ οἷον ἐκ τοῦ μηδενὸς τὴν οὕτω πολλὴν ἀποθρέψαι πληθὺν οὐκ ἀπεοικὸς ἂν εἴη τῷ πρώτῳ σημείῳ
因為使那少許的倍增,並彷彿從無有中養活如此眾多的人,這與那頭一個神蹟並無二致。
For to multiply the small amount and, as it were out of nothing, to nourish so great a multitude would not be unlike the first sign.
1:555
πνευματικὴν καὶ σπερματίζειν καὶ τοὺς λοιποὺς δι δάσκειν δυνάμενον καὶ ἀναμετρεῖν εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ ἰσχῦον
屬靈的,既能播撒種子、又能教導其餘的人,並能量度到基督豐盛的身量。
spiritual, able both to sow seed and to teach the rest, and to measure out to the measure of the stature of the fullness of Christ.
1:556
Εὔχεται δὲ οὐχ ὡς δεόμενος, ἀλλ' ὡς ἀρχιερεὺς τὰς ὑπὲρ ἡμῶν ἱκεσίας ποιούμενος
祂禱告並非因為有所缺乏,乃是作為大祭司,為我們獻上祈求。
He prays not as one in need, but as a high priest making supplications on our behalf.
1:557
ἕως ἑσπέρας, ἵνα δείξῃ, ὅτι οὐ δεῖ ἁψικόρως ἔχειν περὶ τούτου, ἀλλ' ὑπομονὴν καὶ προθυμίαν
「直到晚上」,為要顯明人在這事上不當輕易生厭,反倒要有忍耐與熱切。
'until evening,' that he might show that one ought not to be easily wearied concerning this, but to have patience and eagerness.
1:558
δι δάσκει δὲ καὶ τοῦτο, ὥστε ἐν ᾧ χρεία, ὀφείλομεν τὰ κοινωφελῆ λα λεῖν τοῖς ἐντυγχάνουσιν καὶ μετὰ τὴν τοιαύτην διάλεξιν καὶ διδασκαλίαν ἐπὶ τὴν προσευχὴν χωρεῖν
祂還教導這事:就是在有需要的時候,我們理當向所遇見的人講說有益眾人的話,並在這樣的談論與教導之後進入禱告。
And he teaches this also: that, when there is need, we ought to speak things of common benefit to those we meet, and after such discourse and teaching to proceed to prayer.
1:559
Προσεύχεται οὐχ ὡς δεόμε νός τινος ὁ θεός, ἀλλ' ὡς ἀρχιερεὺς τὰς ὑπὲρ ἡμῶν ἱκεσίας ποιούμενος, καίτοι καθ' ὃ νοεῖται καί ἐστι θεὸς φύσει αὐτὸς χορηγῶν τοῖς ἁγίοις τὰ αἰτήματα
神禱告並非因為有所缺乏,乃是作為大祭司,為我們獻上祈求;然而按著祂所被理解、所實在是的——就是本性為神——祂自己乃是那將所求賜給聖徒的。
God prays not as being in need of anything, but as a high priest making supplications on our behalf—and yet, according to what he is understood to be and is, God by nature, he himself supplies to the saints their requests.
1:560
εὔχεται δὲ ἕως ἑσπέρας, ἵνα δείξῃ, ὅτι οὐ χρὴ ἁψικόρως ἔχειν περὶ αὐτοῦ, ἀλλ' ὑπομονὴν καὶ μακροθυμίαν ἐνδείκνυσθαι
祂禱告直到晚上,為要顯明人在這事上不當輕易生厭,反倒要顯出忍耐與恆久寬容。
And he prays until evening, that he might show that one ought not to be easily wearied concerning it, but to display patience and long-suffering.
1:561
ὁ μὲν οὖν ἀνέβαινεν ἐκεῖσε καὶ προσ ηύχετο
於是祂上到那裡去禱告。
He, then, went up there and prayed.
1:562
Εἰπὼν θαρσεῖτε τὴν πίστιν ἀπαιτεῖ, δι' ἧς ἕκαστος τῶν εἰλικρινῶς εἰς Χριστὸν πιστευόντων σῴζεται·
祂說「放心」,就是要求信心,凡真誠信靠基督的人,都藉這信心得救;
By saying 'Take courage,' He demands faith, through which each one who sincerely believes in Christ is saved;
1:563
ἐπαγαγὼν δὲ ἐγώ εἰμι λύει πάντα φόβον·
又加上「是我」一語,便消除了一切恐懼;
and by adding 'It is I,' He dispels all fear;
1:564
ἐγὼ γάρ, φησίν, εἰμὶ ὁ πάντα δυνάμενος ποιῆσαι
祂說:「因為我就是那能行一切事的。」
'for I,' He says, 'am the One able to do all things.'
1:565
Προσῄεσάν τινες τῶν Ἰουδαίων καὶ καθιεροῦν ἐσπούδαζον τῷ θεῷ τὰς ἑαυτῶν ψυχάς, ὡς ἐν τύπῳ μὲν ἔτι καὶ σκιᾷ πλὴν κατὰ τὸν νόμον τὰς παρὰ σφῶν αὐτῶν ὁμολογοῦντες τιμὰς τοῖς ἱερᾶσθαι λαχοῦσι καὶ τῷ θείῳ προσεδρεύουσι θυσιαστηρίῳ, ἀλλ' ἦσάν τινες ἐφιέμενοι μὲν τῆς τοιᾶσδε δόξης, τοῦ ἡγιασμένοι εἶναι φημὶ καὶ ἱεροὶ καὶ θεῖον ἀνά θημα, σπάνει δὲ χρημάτων ἀνακόπτοντες τὴν ἐπιθυμίαν
有些猶太人前來,熱切地要將自己的靈魂獻給神,那仍是照著律法、屬乎預表與影兒的方式,向那些蒙揀選承接祭司職分、在神聖祭壇前供職的人,承認自己所當獻上的尊榮;然而其中有些人雖渴慕這樣的榮耀——我是說被算為聖潔、神聖、作神的祭物——卻因缺乏錢財而遏制了這心願。
Certain of the Jews came forward and were eager to consecrate their own souls to God, in a manner that was still in figure and shadow, yet according to the Law, confessing the honors they owed to those who had been allotted the priesthood and who ministered at the divine altar; but there were some who indeed longed for such glory — I mean, to be counted holy and sacred and a divine offering — yet, being cut short of the desire by scarcity of money, were held back.
1:566
προτρεπόντων δὲ αὐτοὺς ἐπὶ τὸ δεῖν εἶναι πρὸς τοῦτο τῶν Φαρισαίων καὶ γραμματέων –ἐρασιχρήματοι γὰρ οὗτοι λίαν–τὴν εἰς γονέας αἰδῶ προετείνοντο καὶ ἀληθεύοντες ἔλεγον, μόλις δύνασθαι ἑαυτοῖς κἀκείνοις τὰ ζωαρκῆ πορίζεσθαι
當法利賽人和文士催逼他們務要如此行時——因為這些人極其貪愛錢財——他們便以對父母的孝敬為理由推辭,並且據實地說,他們連自己和父母維生所需,都難以供應。
And when the Pharisees and scribes urged them that they ought to do this — for these men were exceedingly greedy for money — they put forward as a plea their reverence toward their parents, and said truthfully that they could scarcely provide the necessities of life for themselves and for them.
1:567
οἱ δὲ ἀναπείθειν ἐτόλμων παρ' οὐδὲν ἡγεῖσθαι τὸ χρῆμα διὰ τὸν θεόν, κἂν προσίοιεν οἱ γεγεννηκότες τὴν συνήθη παρ' αὐτῶν ζητοῦν τες ἐπικουρίαν, χρῆναι λέγειν ἐδίδασκον τῷ πατρὶ ἢ τῇ μητρί, ὅτι δῶρόν ἐστιν, ὅπερ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς, τοῦτ' ἔστιν ὅπερ ἂν ἐξ ἐμοῦ λάβῃς, γίνωσκε τὸ θεῖον παραβλάπτων ἀνάθημα καὶ χρήμασιν ἱεροῖς τὰς χεῖρας ἐπάγων·
但那些人竟敢勸他們,為了神的緣故把錢財看為無有,並教導說:即使生養他們的父母前來,尋求他們慣常的供養,也當對父親或母親說:「你從我所得的益處」——就是「你從我所領受的」——「乃是禮物」,「你要曉得,你這是在傷害神聖的祭物,向聖潔的錢財伸手;
But those men dared to persuade them to reckon money as nothing for God's sake, and taught that, even if the parents who had begotten them should come seeking the customary help from them, they ought to say to their father or mother that 'it is a gift' — namely, 'whatever you might have profited from me,' that is, 'whatever you might receive from me' — 'know that you are harming a divine offering and laying hands upon sacred money;'
1:568
ἀνατέθεικα γὰρ ἐμαυτὸν καὶ ὡς δῶρον ἐπήγγελμαι τῷ θεῷ
因為我已經把自己獻上,並已作為禮物許給了神。」
'for I have dedicated myself, and have promised myself to God as a gift.'
1:569
οἱ δὲ γονεῖς τὰ ἐκ τῆς ἱεροσυλίας δεδιότες βλάβη καὶ τοὺς ἐπὶ τῷδε νό μους διαπεφρικότες διεκαρτέρουν οἰμώζοντες καὶ τὴν εἰς θεὸν εὐσέβειαν πρόφασιν αὐτοῖς γενέσθαι λιμοῦ διετείνοντο κατακεκραγότες τάχα που καὶ τῆς θείας ἐντολῆς ἀδικούσης αὐτοὺς εἰς τὰ καιριώτατα
那些父母卻懼怕褻瀆聖物所帶來的禍害,畏懼那關乎此事所立的律法,只得忍耐悲歎,抗議說對神的虔敬竟成了他們挨餓的緣由,甚至喊叫說,連神的誡命也在最要緊的事上虧負了他們。
But the parents, fearing the harm that comes from sacrilege and dreading the laws laid down concerning such matters, persevered in lamentation, and protested that piety toward God had become for them an occasion of famine, crying out that even the divine commandment was, in some way, wronging them in matters most vital.
1:570
διὰ τί τοίνυν, φησίν, ἠκυρώσατε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; ἔδει γάρ, ἔδει τιμᾶν τοὺς φύσαντας, οὐ τῆς εἰς θεὸν εὐσεβείας ἕνεκα τὸν ἐπ' αὐτοῖς καταλύειν νόμον
祂說:「這樣,你們為何因你們的遺傳,廢了神的誡命呢?」因為孝敬生養我們的人,是必要的、是必要的,斷不可為了對神的虔敬,就廢除那關乎他們的律法。
'Why then,' He says, 'have you made void the commandment of God for the sake of your tradition?' For it was necessary — necessary — to honor those who begot us, and not, for the sake of piety toward God, to abolish the law concerning them.
1:571
οὐκοῦν οὔτε τῶν τῷ θεῷ πρε πόντων ἀμελητέον διὰ τὰ ἀνθρώπινα οὔτε μὴν εἰς ἅπαν τῶν ἀνθρώπων διὰ τὸν θεὸν καταμελητέον, ἀπονέμοντας δὲ μᾶλλον τὸ τῆς ἀγάπης ἐξαίρετον τῇ πάντων ἀρχῇ, τοῦτ' ἔστιν θεῷ, καθάπερ ἐν τάξει δευτέρᾳ καὶ γείτονι παρακομίζειν εὐθὺς καὶ εἰς τοὺς τῆς γενέσεως ὑπουργοὺς τὰς αὐτοῖς ὅτι μάλιστα πρεπούσας τιμάς
所以,一方面不可為著屬人的事而忽略那當歸給神的,另一方面也不可為著神的緣故就全然忽略了人;倒要把那愛中至上的分歸給萬有之元首,就是神,然後隨即也把那最相稱的尊榮,如同居於第二、與之相鄰的次序,歸給那作我們生育之工的父母。
Therefore neither must the things befitting God be neglected on account of human concerns, nor again must human beings be wholly neglected for God's sake; but rather, while assigning the pre-eminence of love to the Ruler of all — that is, to God — we should straightway convey also to the ministers of our birth, as in a second and neighboring rank, the honors most fitting to them.
1:572
Τοῦ θεοῦ παραγγέλλοντος τιμᾶν τοὺς γονεῖς καὶ κίνδυνον ἀπαρ τήσαντος τοῖς παραβαίνουσιν ὑμεῖς παραγγέλλετε τοῖς παισὶ μὴ τιμᾶν τοὺς γονεῖς, εἰ μήπου ἄρα οἱ παῖδες ἐκ φιλοτιμίας τοῦτο θελήσουσιν ποιεῖν, ἀλλ' ἐὰν ὑμᾶς αἰτήσωσί τι, λέγειν πρὸς αὐτούς, ὅπερ ἂν ἐξ ἐμοῦ λάβῃς, ἴσθι τοῦτο ἀποστερῶν τοῦ θεοῦ·
神吩咐人要孝敬父母,並且警告違背的人必有危險;你們卻吩咐兒女不要孝敬父母——除非兒女自願樂意這樣行——反倒說:若父母向你們求甚麼,就對他們說:「你從我所領受的,你要曉得,這是奪取神之物;
While God commands to honor one's parents and has attached danger to those who transgress, you command children not to honor their parents — unless perhaps the children should wish to do so out of generosity — but if they ask you for anything, to say to them, 'Whatever you might receive from me, know that you are robbing it from God;
1:573
εἰς θυσίαν γὰρ αὐτὸ ὑπεσχόμην δοῦναι
因為我已許願要把它作為祭物獻上。」
for I have promised to give it as a sacrifice.'
1:574
καὶ δεῖ μὲν τὸν θεὸν προτιμᾶσθαι τῶν γονέων, χρῆναι δὲ < λέγω> καὶ τὴν εἰς γονέας τιμὴν φυλάττεσθαι ἀπαιτεῖν·
神固然當受尊崇過於父母;然而——我說——對父母的孝敬也必須存守並獻上;
And God must indeed be honored above parents; yet — I say — the honor toward parents must also be maintained and rendered;
1:575
οὐ γὰρ διὰ τὸ δοκεῖν προφασίζεσθαι δωροφορεῖν θεῷ ὀφείλουσι πλημμελεῖν εἰς τοὺς ἑαυτῶν γονεῖς
他們斷不可藉著看似向神獻禮的託辭,就得罪自己的父母。
for they ought not to sin against their own parents under the pretext of seeming to offer gifts to God.
1:576
Φυτεία ἐστὶν ἡ μὴ ἐκ θεοῦ πᾶν τὸ ἔξω θεοῦ, ὅπερ καὶ ἐκρι ζωθήσεται·
凡不是出於神的栽種,就是一切在神以外的事物,都要被連根拔起;
A planting not from God is everything that is outside of God, which shall also be rooted up;
1:577
ὁ ταύτῃ πεποιωμένος τυφλός ἐστιν
凡被這樣塑造的人,都是瞎眼的。
he who has been shaped by this is blind.
1:578
αὐτοὺς ἀσυνέτους ὁ κύριός φησι περὶ τὸ σῶμα στρεφο μένους, ὥσπερ οἱ Φαρισαῖοι, καὶ μηδέπω διαβαίνοντας ἐπὶ τὸν ἔσω ἄνθρωπον
主稱他們為無知的,因為他們像法利賽人一樣,只忙於身體之事,尚未進到裡面的人那裡。
The Lord calls them without understanding, since they occupy themselves about the body, like the Pharisees, and do not yet cross over to the inner man.
1:579
βρώματα οὖν, φησίν, σώματος ἔχει πλήρωσιν, καρδίας δὲ οὐκ ἐφάπτεται
祂說:「食物固然使身體得飽足,卻不能觸及人心;
'Foods, then,' He says, 'bring fullness to the body, but do not touch the heart;'
1:580
τὸ δὲ καρδίας μὴ ἐφαπτόμενον οὐ δύναται κοινῶσαι τὸν ἄνθρωπον τὸν ἀληθινὸν ἢ μὴ καθαρὸν ἀπεργάσασθαι
凡不觸及人心的,就不能污穢那真正的人,也不能使他成為不潔。」
and that which does not touch the heart cannot defile the true man, nor render him unclean.
1:581
Εἰπὼν δὲ γενηθήτω σοὶ ὡς θέλεις βασιλικῶς ἐφθέγξατο οὐ δι' εὐχῆς τὸ πρᾶγμα ἀνύσας, ἀλλὰ διὰ τῆς θεοπρεποῦς αὐτῷ ἐξουσίας
祂說「照你所信的,給你成全了」,乃是以君王的口吻說的,並非藉禱告成就此事,而是藉那與神相稱、屬於祂自己的權柄。
And by saying 'Let it be to you as you will,' He spoke as a king, accomplishing the matter not by prayer, but by the authority that befits God, proper to Him.
1:582
Ῥηθέντος τοῦ λόγου τὸ ἔργον οὐ χρονίζει·
話一出口,事就不遲延地成就;
The word being spoken, the deed does not delay;
1:583
θεὸς γὰρ ὁ λέγων καὶ τὸ ῥῆμα ἐνεργοῦν καὶ ἡ δύναμις πανταχοῦ
因為說話的乃是神,那話語滿有功效,那能力無所不在。
for it is God who speaks, and the utterance is effectual, and the power is everywhere.
1:584
Οὔπω τὸ τοῦ κυρίου κατέμαθον ἀξίωμα, ὅτι θεός ἐστιν, ἀλλ' ἄν θρωπον ἐνόμιζον αὐτὸν ψιλόν·
他們尚未認識主的尊榮,就是祂乃是神,反倒以為祂不過是個平常的人;
They had not yet learned the dignity of the Lord, that He is God, but supposed Him to be a mere man;
1:585
διὸ καὶ τῷ θεῷ Ἰσραὴλ τὴν δόξαν ἀνέπεμπον
因此他們把榮耀歸給以色列的神。
wherefore they also sent up the glory to the God of Israel.
1:586
Ἐκ πολλῶν δὲ ὁ Χριστὸς δείκνυσιν, ὅτι θεός ἐστιν·
基督從許多的事上顯明祂是神;
And from many things Christ shows that He is God;
1:587
οὐδὲν ἧττον καὶ ἐκ τοῦ τρέφειν ἐν ἐρήμῳ τὸν ὄχλον τοῦτο παρίστησιν οἱονεί πως καὶ ἄκων διὰ τὴν ἀνάγκην καὶ τὸ τῆς τροφῆς δυσπόριστον ποιῶν τὸ τῶν ἄρτων σημεῖον, ὅπερ οὐκ ἂν ἐποίησεν ἐν πόλει, ὅπου τῶν ὠνίων ἡ ἀφθο νία·
祂藉著在曠野餵飽群眾,同樣顯明了這事,行那餅的神蹟,彷彿是因迫於需要、因食物難得而不得已行的——這神蹟祂在城裡是不會行的,因為城中買賣之物豐足;
and no less does He establish this also from feeding the crowd in the wilderness, working the sign of the loaves as it were even unwillingly, on account of necessity and the scarcity of provision — a sign He would not have worked in a city, where there is abundance of things for sale;
1:588
πλὴν δυνάμενος λόγῳ κραταιῶσαι αὐτοὺς διὰ τὸ ἀφανὲς τοῦτο οὐ ποιεῖ·
祂雖能單憑一句話使他們得力,卻沒有這樣行,因為那是看不見的;
yet, though able to strengthen them by a word, He does not do this because it is invisible;
1:589
τὸ δὲ τῶν ἄρτων ὡς ἐναργῶς δεικνύων τὴν αὐτοῦ θεοπρεπῆ δόξαν ἐποίησεν
祂卻行了那餅的神蹟,明明顯出祂那與神相稱的榮耀。
but He performed the sign of the loaves as one plainly displaying His glory that befits God.
1:590
σὺ εἶ Χριστὸς ἢ υἱὸς τοῦ θεοῦ, ἀλλὰ ὁ Οὐκ εἶπεν ὁ Πέτρος·
彼得沒有說「你是一位基督」或「一位神的兒子」,乃是說「基督,是神的兒子」;
Peter did not say, 'You are a Christ' or 'a son of God,' but 'the Christ, the Son of God';
1:591
σὺ εἶ Χριστὸς ἢ υἱὸς τοῦ θεοῦ, ἀλλὰ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ·
不是說「你是一位基督或一位神的兒子」,而是「那基督,那神的兒子」;
not 'You are a Christ or a son of God,' but 'the Christ, the Son of God';
1:592
πολλοὶ μὲν γὰρ χριστοὶ κατὰ χάριν καὶ υἱοθεσίας ἀξίωμα ἔχοντες, ἀλλὰ μόνος εἷς ὁ φύσει υἱὸς τοῦ θεοῦ
因為有許多人憑恩典成為受膏者,得著兒子名分的尊貴,但按本性作神兒子的,卻只有一位。
for many are christs by grace and possess the dignity of adoption, but there is one alone who is by nature the Son of God.
1:593
διὸ μετὰ τοῦ ἄρθρου ἔφη ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ
所以他加上冠詞,說「那基督,那神的兒子」。
Therefore, with the definite article, he said 'the Christ, the Son of God.'
1:594
εἰπὼν δὲ αὐτὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος δείκνυσιν, ὅτι αὐτὸς ζωὴ ἦν καὶ θάνατος αὐτοῦ οὐ κυριεύει
他稱祂為永生神的兒子,就顯明祂自己就是生命,死亡不能轄制祂。
And by calling Him Son of the living God, he shows that He Himself was life, and that death does not have dominion over Him.
1:595
κἂν γὰρ πρὸς ὀλίγον ἡ σὰρξ ἠσθένησεν ἀποθανοῦσα, ἀλλ' ἀνέστη μὴ δυναμένου τοῦ ἐν αὐτῇ λόγου ὑπὸ δεσμὰ θανάτου κρατεῖσθαι
因為肉體雖曾一時軟弱而死,卻又復活了,因為在其中的道,是死亡的捆綁所不能拘禁的。
For even though the flesh for a little while grew weak in dying, yet it rose again, since the Word that was in it could not be held under the bonds of death.
1:596
Ὥσπερ οἱ τῇ προσθήκῃ τῆς ὕλης τῆς καιομένης ἐπὶ τὸ μεῖζον αἴροντες τὴν φλόγα, οὕτως καὶ οἱ καθελεῖν τὴν τοῦ Χριστοῦ ἐκκλησίαν σπουδάσαντες διὰ τὸν διωγμὸν αὐτὴν εἰς μεῖζον δόξης προήγαγον καὶ δυνάμεως
正如那加添可燃之物、使火焰更加旺盛的人,照樣,那些熱心要拆毀基督教會的人,反倒藉著逼迫,使教會進到更大的榮耀與能力。
Just as those who, by the addition of burning material, raise the flame to something greater, so also those who were eager to demolish the Church of Christ, through persecution advanced it to greater glory and power.
1:597
εἰ δὲ τῆς ἐκκλησίας, φησίν, οὐ κατισχύουσιν–εἶτα καὶ ἑτέραν λέγει τιμήν
祂說:「但他們若不能勝過教會」——接著祂又論到另一種尊榮。
'But if,' He says, 'they do not prevail against the Church' — then He also speaks of another honor.
1:598
Ἄθρει, ὅπως κύριον ἑαυτὸν ἀποφαίνει συλλήβδην οὐρανοῦ καὶ γῆς·
你要看祂如何一舉宣告自己是天地的主;
Observe how He declares Himself Lord, all at once, of heaven and earth;
1:599
ὑπισχνεῖται γὰρ τὰ ὑπὲρ τὴν φύσιν τὴν καθ' ἡμᾶς, μᾶλλον δὲ καὶ τάξεως τῆς ἀγγελικῆς καὶ ὅσα μόνῃ πρέπει χαρίζεσθαι τῇ ἀνωτάτω πασῶν φύσει τε καὶ δόξῃ·
因為祂所應許的,是超乎我們本性的事——甚至是超乎天使等次的,是唯獨那至高無上之本性與榮耀所配賜予的;
for He promises things beyond our nature — nay, even beyond the angelic order, and such as it befits to bestow only upon the nature and glory that is highest of all;
1:600
πρῶτον μὲν γάρ φησιν ἑαυτοῦ εἶναι τὴν ἐκκλησίαν καίτοι τῶν ἱερῶν γραμμάτων θεῷ μᾶλλον καὶ οὐδενὶ τῶν ἄλλων ἀφιερούντων μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα, ἣν δὴ καὶ θεμελιοῦν ἐπαγγέλλεται τὸ ἀκατάσειστον αὐτῇ προσνέμων ὡς αὐτὸς ὑπάρχων τῶν δυνάμεων κύριος καὶ ταύτης ποιμένα τὸν Πέτρον ἐφίστησιν
因為祂首先說這教會是屬祂自己的——雖然聖經是將教會歸屬給神,而非別的任何一位——這教會是沒有玷污、沒有皺紋的,祂也應許要堅立它,賜它永不動搖,因為祂自己就是諸能力的主;並且立彼得作這教會的牧人。
for first He says that the Church is His own — although the Sacred Scriptures consecrate it rather to God and to no other — a Church having no spot or wrinkle, which indeed He promises also to establish, granting to it that it cannot be shaken, inasmuch as He Himself is Lord of the powers; and He sets Peter over it as its shepherd.
1:601
καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν
「我要把天國的鑰匙給你。」
'And I will give you the keys of the kingdom of the heavens.'
1:602
ταύτην δὲ τὴν φωνὴν οὐκ ἄγγελος, οὐκ ἄλλη τις λογικὴ δύναμις φθέγξασθαι δύναται, πρέπει δὲ μᾶλλον τῷ πάντων κρατοῦντι θεῷ καὶ ἐξουσίαν ἔχοντι γῆς τε καὶ οὐρανοῦ
這句話無論天使或任何別的理性受造者都不能說出;它唯獨與那掌管萬有、擁有天地權柄的神相稱。
This utterance neither an angel nor any other rational power is able to speak; rather it befits God, who rules over all things and has authority over both earth and heaven.
1:603
Ὁ τοῦ δώρου καιρὸς εἰς τὸν ἀναστάσεως ὁρῶν καθ' ὃν εἶπεν·
這恩賜的時候,是指向復活的時候,就是在那時祂說:
The time of the gift looks to that of the resurrection, in which He said:
1:604
ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται·
「你們赦免誰的罪,誰的罪就赦免了;
'If you forgive the sins of any, they are forgiven;
1:605
ἄν τινων κρατῆτε, κεκράτηνται
你們留下誰的罪,誰的罪就留下了。」
if you retain the sins of any, they are retained.'
1:606
ἡ δὲ δωρεὰ τῆς πίστεως ἡ δοθεῖσα ἅπασιν ἁρμό ζει·
然而信心的恩賜是賜給眾人的,也適合於眾人;
But the gift of faith, given to all, is fitting for all;
1:607
διὸ κοινὴν πάντων νοοῦμεν τῶν ἀποστόλων τὴν πίστιν καὶ οὐ μόνου τοῦ Πέτρου
因此我們曉得這信心是眾使徒所共有的,並非彼得獨有的。
wherefore we understand the faith to be common to all the apostles, and not of Peter alone.
1:608
Ὅτι Ἰησοῦς Χριστός ἐστιν, δείκνυται διὰ τούτου·
祂就是耶穌基督,這事藉此得以顯明;
That He is Jesus Christ is shown through this;
1:609
φησὶν γὰρ τὰ τῆς οἰκονομίας μέλλειν ἃ ἔδει κηρύττεσθαι τελείως μετὰ τούτου εἶναι ἵνα Χριστὸν ἐσταυρωμένον ὑπὸ τῶν μαρτυρεῖν δυναμέ νων ἐπεὶ δὲ οὐκ ἐδέχετο προφήτην < ἀπολέσθαι> ἔξω Ἰερουσαλὴμ ἀπώλειαν ἀναλογίαν ἔχουσαν πρὸς τὸ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ, εὑρήσει αὐτήν, διὰ τοῦτο εἰς Ἱεροσόλυμα ἄπεισιν
因為祂說,那當被完全傳揚的救贖之工的諸事,要在此之後成就——就是說,那被釘十字架的基督,要由那能作見證的人為祂作證;又因先知不當在耶路撒冷之外滅亡,這滅亡與「凡喪掉自己生命的,必得著生命」相對應,所以祂就上耶路撒冷去。
for He says that the things of the divine economy, which had to be perfectly preached, would come to pass after this — namely that Christ crucified should be attested by those able to bear witness; and since it was not fitting that a prophet should perish outside Jerusalem, a perishing bearing an analogy to 'he who loses his own soul shall find it,' therefore He goes up to Jerusalem.
1:610
περιπεσεῖν ἀσθενείαις καί τι τοιοῦ τον ἐννενοηκότας εἰπεῖν·
他們設想自己會陷入軟弱以及諸如此類的事,便說:「
having considered that they would fall into infirmities and something of the sort, and would say:
1:611
πῶς ἀρνήσεταί τις ἑαυτόν; ἢ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν εὑρήσει αὐτήν; τί δὲ τοῖς τοῦτο παθοῦσιν τὸ ἰσοτιμοῦν γέρας; διὰ τοῦτο, ἵνα τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ λογι σμῶν καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν τῆς ἐσομένης αὐτοῖς εὐ κλείας ἐπιθυμίαν ἐντεκών, φησίν·
人怎能捨己呢?或怎能喪掉自己的生命,卻又得著它呢?那些受這苦的人,有甚麼同等尊貴的賞賜呢?」為此,主要叫他們脫離這樣的思慮,彷彿把他們重新鍛造成剛勇之人,在他們裡面生出對將來要得之榮耀的渴慕,所以祂說:
How will anyone deny himself? Or how, having lost his own soul, will he find it? And what is the reward, equal in honor, for those who suffer this? For this reason, in order to remove them from such reasonings and, as it were, to forge them anew unto manly courage by begetting in them a longing for the glory that shall be theirs, He says:
1:612
εἰσίν τινες τῶν ὧδε ἑστηκότων καὶ τὰ ἑξῆς, Πέτρον αἰνιττόμενος καὶ τοὺς υἱοὺς Ζεβεδαίου·
「站在這裡的,有人……」以及下文,暗指彼得和西庇太的兒子;
'There are some of those standing here,' and what follows, hinting at Peter and the sons of Zebedee;
1:613
οὗτοι γὰρ ἐν τῇ μεταμορφώσει συμπαρελήφθησαν, ἣν καλεῖ βασιλείαν ὡς ἐκ φήνασαν τῆς ἐξουσίας τὸ ἄφατον καὶ τῆς πρὸς τὸν πατέρα γνησιότητος τὸ ἀπαράλλακτον·
因為這些人在登山變像時被帶到一旁,祂稱那變像為國度,因為它顯出祂權柄的不可言喻,以及祂與父真實血緣關係的毫無差異;
for these were taken along at the Transfiguration, which He calls a kingdom, as manifesting the ineffable character of His authority and the unvarying character of His genuine kinship with the Father;
1:614
ἐν αὐτῇ δὲ καὶ τῆς δευτέρας παρουσίας τὸ ἀξίωμα καὶ τὸ φρικτὸν ὑπεδήλωσε προοίμιον ταύτην ἐκείνης καὶ οἷον βεβαίωσιν ἐνδειξάμενος
並且在其中,祂也暗示了第二次降臨的尊榮與那令人戰兢的預兆,把這變像顯明為對那降臨的一種確據。
and in it He also intimated the dignity and the awe-inspiring prelude of the Second Coming, presenting this Transfiguration as, so to speak, a confirmation of that.
1:615
ἥξει γὰρ ἐν δόξῃ τοῦ θεοῦ καὶ πατρός, οὐκ ἐν σμικρο πρεπείᾳ τῇ καθ' ἡμᾶς
因為祂要在父神的榮耀中降臨,並非在我們這等卑微中降臨。
For He will come in the glory of God the Father, not in the lowliness that is according to us.
1:616
ὧν δὲ καὶ δόξα μία, πολλῷ μᾶλλον καὶ οὐσία
凡榮耀相同的,其本質更是相同。
But of those whose glory is one, much more is their essence one.
1:617
Εἰς τὸ ὄρος ἄνεισι δεικνύς, ὅτι ὁ χθαμαλὸς νοῦς οὐκ ἂν γένοιτο πρὸς θεωρίαν ἐπιτήδειος, ἀλλ' ὁ κατ' ἰδίαν γεγονὼς καὶ ἔξω φροντίδων βιωτικῶν ἐν ἡσυχίᾳ
祂上到山上去,顯明卑俗的心思不能適於默觀,惟有那退到一旁、脫離今生掛慮、處於寧靜中的心思才可。
He goes up onto the mountain, showing that the lowly mind cannot become fit for contemplation, but rather one that has withdrawn apart and is free from the cares of life, in stillness.
1:618
Πεπρᾶχθαι δέ φαμεν τὴν μεταμόρφωσιν οὐχὶ δήπου τὸ σχῆμα τὸ ἀνθρώπινον μεταβαλόντος τοῦ σώματος, ἀλλὰ δόξης τινὸς φωτοειδοῦς περιστελλούσης αὐτό·
我們說那變像的成就,並非身體改變了它屬人的形狀,乃是有一種發光的榮耀包裹著它;
And we say that the Transfiguration took place, not indeed by the body changing its human form, but by a certain light-like glory enveloping it;
1:619
μείναντος γὰρ τοῦ σώματος ἐπὶ τοῦ σχήματος ἐπὶ τὸ ἐνδοξότερον οἱ χαρακτῆρες διὰ φωτοειδοῦς χρώματος διεχρών νυντο
因為身體雖仍存其原形,其容貌卻藉著發光的色澤,被染上了更為榮耀的光彩。
for while the body remained in its form, its features were colored over unto something more glorious by a light-like hue.
1:620
ὑπὸ δὲ τῆς ἄκρας δειλίας πίπτουσιν οἱ μαθηταὶ καὶ ἀνίστησιν αὐτοὺς ὁ σωτὴρ δεικνύς, ὅτι εἰ μὴ ἐσαρκώθη καὶ ἐμεσίτευσε θεῷ καὶ ἀνθρώποις καὶ ἰσχυροποίησεν τὴν αὐτοῦ φύσιν, οὐκ ἂν ἔφερε φωνὴν θεοῦ ἀκοῦσαι
門徒因極度懼怕而仆倒,救主便扶他們起來,顯明若不是祂成了肉身、在神與人之間作中保、堅固了人的本性,人就無法承受聽見神的聲音。
And by reason of extreme fear the disciples fall down, and the Savior raises them up, showing that unless He had become incarnate and mediated between God and men and strengthened their nature, one could not have borne to hear the voice of God.
1:621
πρὸ γὰρ τοῦ πάθους καὶ τῆς ἀναστάσεως τοῦ σωτῆρος καὶ τῆς καταλύσεως τοῦ θανάτου καὶ τῆς φθορᾶς τῶν σωμάτων ἡμῶν ἀδύνατον ἦν τὸν Πέτρον συνεῖναι Χριστῷ καὶ τῶν σκηνῶν ἐφίεσθαι τῶν ἐν οὐρανῷ·
因為在救主受難、復活,以及死亡與我們身體之朽壞被廢除以前,彼得無法與基督同在,也無法渴慕那在天上的帳幕;
For before the Passion and resurrection of the Savior, and the abolition of death and of the corruption of our bodies, it was impossible for Peter to be together with Christ and to long for the tabernacles that are in heaven;
1:622
ταῦτα γὰρ δεῖ γενέσθαι μετὰ τὴν τοῦ σωτῆρος ἀνάστασιν καὶ εἰς οὐρανὸν ἀνάβασιν
因為這些事必須在救主復活、升到天上以後才能成就。
for these things must come to pass after the Savior's resurrection and ascension into heaven.
1:623
Αὐτοῦ προστέταχεν ἀκούειν, ἐπειδήπερ οὐ νομικοῖς ἔτι πείθε σθαι γράμμασιν ἡμᾶς θελητὸν τῷ θεῷ καὶ πατρί, ἀλλ' οὐδὲ ταῖς ἐν τύπῳ σκιαγραφίαις, ἕπεσθαι δὲ μᾶλλον τοῖς διὰ τοῦ σωτῆρος ἡμῖν ἐντεταλ μένοις οὐκ ἐξωθουμένων Μωσέως τε καὶ τῶν προφητῶν·
祂吩咐我們要聽祂,因為父神的旨意,不再是要我們順從律法的字句,也不是要我們順從那屬乎預表、朦朧的描繪,乃是要我們遵從那藉著救主所吩咐我們的——摩西和眾先知並沒有被排斥;
He has commanded that Him we should hear, since it is no longer God the Father's will that we be persuaded by the letters of the Law, nor even by the shadowy sketches in figure, but rather that we follow what has been enjoined upon us through the Savior — Moses and the prophets not being thrust out;
1:624
συμπαρειστή κεσαν γὰρ καὶ συνελάλουν αὐτῷ, ἵν' ἡ μὲν παράστασις τὴν οἰκετικὴν ἡμῖν σημαίνῃ λειτουργίαν, τὸ δέ γε συλλαλεῖν τὴν εἰς Χριστὸν οἰκειότητα καὶ οἱονεὶ τὴν ταὐτολογίαν
因為他們站在祂旁邊,與祂交談,好叫他們站立在旁向我們表明僕人的服事,而他們彼此的交談則表明與基督的親密以及彷彿口徑一致的印證。
for they stood beside Him and were conversing with Him, so that their standing beside Him might signify to us the servant's ministry, but their conversing together the intimacy with Christ and, as it were, the agreement of testimony.
1:625
Ἡ μὲν τοῦ θεοῦ καὶ πατρὸς φωνὴ καλή τε καὶ ἀξιάγαστος, ἀκράτῳ δὲ ἤδη κατεχόμενοι δείματι πίπτουσιν οἱ μαθηταί, ἵνα δὴ πάλιν καὶ διὰ τούτου μάθωμεν, ὡς ἀναγκαιοτάτη τοῖς ἐπὶ γῆς ἡ τοῦ σωτῆρος ἡμῶν ἀναπέφανται μεσιτεία νοουμένη δηλαδὴ κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον·
父神的聲音固然美善、極其可敬,門徒卻已被純然的恐懼所抓住而仆倒,好叫我們再藉此學到:我們救主的中保之工,對地上的人是何等的必需,這中保之工乃是按著道成肉身的方式來理解的;
The voice of God the Father is indeed noble and worthy of all admiration, yet the disciples, already gripped by unmixed dread, fall down, so that again through this too we may learn how most necessary for those on earth has been shown to be the mediation of our Savior, understood, that is, according to the mode of the Incarnation;
1:626
εἰ μὴ γὰρ γέγονε καθ' ἡμᾶς, τίς ἂν ἡμῶν ἤνεγκεν ἄνω προσ βάλλοντα θεὸν καὶ τὴν ἄφατον αὐτοῦ δόξαν οὐδενὶ τάχα τῶν γεννητῶν φορητὴν ἐμφαίνοντα·
因為祂若不曾成為像我們一樣,我們中間誰能承受得住那從上面臨到我們的神,顯出祂那不可言喻的榮耀?這榮耀或許是一切受造之物所不能承擔的;
for unless He had become as we are, who among us could have endured God assailing us from above and displaying His ineffable glory, which is perhaps bearable to none of created beings?
1:627
φῶς γὰρ οἰκεῖν αὐτὸν ἀπρόσιτον καὶ ὁ μα κάριος ἔφησε Παῦλος·
因為蒙福的保羅也曾說,祂住在人不能靠近的光中;
for the blessed Paul also said that He dwells in unapproachable light;
1:628
καὶ πρὸ τούτου ἠνέχθη φωνὴ ἐπὶ τοῦ Ἰορδάνου τοιαύτη καὶ ὄχλος παρῆν
在此以前,在約旦河邊也曾有這樣的聲音發出,並且有群眾在場。
and before this there was borne such a voice at the Jordan, and a crowd was present.
1:629
καὶ ἔδει τὸν τοῦ δαιμονῶντος πατέρα λυπούμενον ἀπελθεῖν οὐ τε τυχηκότα τῆς φιλοτιμίας, ἅτε οὐκ ἀμώμητον ποιησάμενον τὴν πρόσοδον, ἀλλὰ τοῦ χοροῦ τῶν ἀποστόλων καταβοήσαντα καὶ εἰπόντα, μὴ ἰσχῦσαι αὐτοὺς ἐπιτιμῆσαι τῷ δαίμονι, μᾶλλον δὲ αὐτὸν διαβάλλοντα τὸν τῶν δυνάμεων κύριον·
那被鬼附之人的父親理當憂愁地離去,未能得著他所盼望的,因為他所作的懇求並非無可指摘,反倒攻擊那一班使徒,說他們不能斥責那鬼——其實更是在毀謗那諸能力之主自己;
And it was necessary that the father of the demoniac should go away grieved, not having obtained the object of his ambition, inasmuch as he had not made his approach blameless, but had cried out against the choir of the apostles and said that they were unable to rebuke the demon — nay rather, that he was slandering the Lord of the powers Himself;
1:630
ὁ γὰρ λέγων ἀσθενῆσαι πρὸς ἐνέργειαν τὴν κατὰ πνευ μάτων ἀκαθάρτων τοὺς παρὰ Χριστοῦ ἐξουσίαν λαβόντας ἐκβάλλειν αὐτά, τῆς χάριτος μᾶλλον κατηγορεῖ, οὐχὶ τῶν λαβόντων αὐτήν
因為凡說那從基督領受權柄趕鬼的人,在對付污鬼一事上軟弱無能的,其實是在控告那恩典,而非控告那領受恩典的人。
for he who says that those who received authority from Christ to cast them out were too weak for the operation against unclean spirits, accuses rather the grace, not those who received it.
1:631
διὰ ταῦτα τοίνυν τὸν ἄπιστον ἐκεῖνον πατέρα καὶ διὰ τοῦτο διεστραμμένον ἐχρῆν κενὸν ἀποπεμφθῆναι
因此,那不信的父親,也正因如此而乖僻,理應被空手打發回去。
For these reasons, then, that unbelieving father, and on this account perverse, ought to have been sent away empty.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。