📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論獨生子成肉身

論獨生子成肉身 第 1 章 第 3/3 段

希臘文原文.159 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:345–1:503(全章共 503 節)

← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:345
ἴστε δὲ ὅτι τὴν εἰς αὐτὸν ἐμὲ τὸν ὁρώμενον ἐν σαρκὶ προϊέμενοι πίστιν οὐκ εἰς ἄνθρωπον ἁπλῶς ἔσεσθε πεπιστευκότες, ἀλλ' εἰς αὐτὸν τὸν Πατέρα, δι' ἐμοῦ τοῦ κατὰ πᾶν ὁτιοῦν ἴσως τε καὶ ἀπαραλλάκτως ἔχοντος Υἱοῦ, σαρκωθέντος μὲν δι' ὑμᾶς, καὶ περίβλημα σμικροπρεπὲς οἰκειουμένου, τὴν ἀνθρωπότητα, τό γε μὴν ἰσοφυές τε καὶ ἰσουργόν, καὶ ἐν ταυτότητι δόξης ἀδιαλώβητον παντελῶς ἔχοντος πρὸς αὐτόν; { Β} Ἔοικεν
卻要知道,你們把信獻給我——這位在肉身中被看見的——並非單單信入一個人,乃是信入父自己,乃是藉著我這位子;我在凡事上都與祂相等、毫無差異,雖確實為你們的緣故成了肉身,並取了人性作為卑微的外袍,但我向著祂卻具有同等的本性、同等的工作,在榮耀的同一上全然不受虧損。{乙}看來如此。
but know that, in offering faith into Me—the One seen in flesh—you will not have believed simply into a man, but into the Father Himself, through Me, the Son, who in every respect am equal and unchangeably so to Him, having been made flesh indeed for your sake and having appropriated as a lowly garment the humanity, yet possessing toward Him that which is of equal nature and equal operation, and wholly inviolate in identity of glory. {B} So it seems.
1:346
{Α} Ἀναμάθοις δὲ ἂν καὶ ἑτέρως αὐτὸν τὴν πίστιν οὐ διωθούμενον, ἀλλὰ τομῆς τινος δίχα καὶ διαφορᾶς εἰσδεδεγμένον αὐτὴν ὡς ἐν ἰδίῳ προσώπῳ καὶ εἰ γέγονε σάρξ
{甲}你還可以從另一面看出,祂並沒有拒絕信,乃是毫無切割、毫無分別地接受了信,把它當作獻入祂自己的位格,縱然祂成了肉身。
{A} And you may also learn in another way that He did not reject faith, but received it without any cutting or distinction, as into His own person, even though He became flesh.
1:347
Ἐπειδὴ γὰρ τὸν ἐκ γενητῆς ἐξιᾶτο τυφλόν, καὶ τὸ γλυκὺ μέν, ἄηθες δ' οὖν ἐνεφύτευσε φῶς αὐτῷ, παρὰ πάντων εἰκότως ἐθαυμάζετο
因為當祂醫好那生來瞎眼的人,在他身上栽下那甘美卻陌生的光時,祂理當受眾人驚奇。
For when He healed the man born blind and implanted in him the sweet but unaccustomed light, He was deservedly marveled at by all.
1:348
Ἀλλ' ὁ μὲν τοῦ πάθους ἀπηλλαγμένος παρὰ τοῖς Ἰουδαίοις ἐκρίνετο, καὶ ὡμολόγει τὸν ἰατρόν
那從病患中得釋放的人,卻在猶太人中受審問,他承認了那位醫治他的。
But the man who had been freed from his affliction was being put on trial among the Jews, and he confessed his Healer.
1:349
Χριστὸς δὲ αὐτῷ περιτυχών, Σὺ πιστεύεις, ἔφασκεν, εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Τοῦ δὲ τὸ Τίς ἐστι, Κύριε, διακεκραγότος, ἵνα πιστεύσω εἰς αὐτόν; ἀντεφώνει λέγων·
基督遇見他,就說:「你信神的兒子嗎?」那人喊著說:「主啊,誰是神的兒子,叫我信祂呢?」祂回答說:
And Christ, meeting him, said: "Dost thou believe on the Son of God?" And when the man cried out, "Who is He, Lord, that I might believe on Him?" He answered, saying:
1:350
Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν
「你已經看見祂,現在和你說話的就是祂。」
"Thou hast both seen Him, and it is He that talketh with thee."
1:351
Καίτοι πῶς οὐχ ἅπασι συμφανὲς ὡς ἄποπτος παντελῶς ἡ θεία τε καὶ ἀνωτάτω φύσις; Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε, κατὰ τὸ γεγραμμένον
然而,那屬神、至高的本性是全然不可見的,這豈不是眾人都明白的嗎?因為正如經上所記:「從來沒有人看見神。」
And yet, how is it not evident to all that the divine and most exalted nature is wholly invisible? For "no man hath seen God at any time," according to what is written.
1:352
Εἴπερ οὖν διιστὰς ἑαυτοῦ τὸ ἀνθρώπινον, ὡς αὐτὸ δὴ τοῦτο πεφηνώς, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος γυμνὸς καὶ μόνος ἠξίου πιστεύεσθαι, τί μὴ μᾶλλον τὴν τοῦ Θεοῦ φύσιν ἀναλογίζεσθαι δεῖν, ἥτις ποτέ ἐστι, τὸν εὖ παθόντα διεκελεύετο, παρέδειξε δὲ σωματικῶς, ὡς καὶ αὐτοῖς ὄμμασι καταθεᾶσθαι παρόν; Ἔφη γὰρ ὅτι Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν
那麼,如果那從父神而來的道,把祂自己裏面屬人的分開、僅以這一面顯現,赤裸孤獨地要求人相信,祂為何不寧可吩咐那得了益處的人去思想神的本性究竟是什麼,而是反倒以肉身的方式把祂指出來,以致連肉眼都能看見呢?因為祂說:「你已經看見祂,現在和你說話的就是祂。」
If, then, separating from Himself what is human, the Word from God the Father, having appeared as this very thing, naked and alone, claimed to be believed, why did He not rather command the man who had been benefited that he ought to reflect upon the nature of God, whatever it is—and did He instead point to it bodily, so that it could be beheld even with the eyes? For He said, "Thou hast both seen Him, and it is He that talketh with thee."
1:353
Ἦ οὐχὶ τὴν σάρκα παραδεῖξαι φήσομεν; {Β} Καὶ πάνυ
我們豈不該說,祂所指出的是那肉身嗎?{乙}的確如此。
Shall we not say that He pointed to the flesh? {B} Most certainly.
1:354
{Α} Εἶτα πῶς αὐτὸς ἂν εἴη λοιπὸν ἡ σάρξ, εἰ μὴ νοοῖτο καθ' ἕνωσιν, ὡς αὐτὸς ὑπάρχων τὸ ἴδιον αὐτοῦ, καθάπερ ἀμέλει καὶ ἐφ' ἡμῶν γένοιτ' ἄν; Καταδείξειε γὰρ ἄν τις οὐ μεμερισμένως οὐδὲ ἀτελῶς τὸν καθ' ἡμᾶς ἄνθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, καὶ ἀπὸ μόνης αὐτοῦ τῆς σαρκός
{甲}那麼,那肉身怎能就是祂自己呢,除非按聯合來理解,視之為祂自己、祂自己固有的肉身——正如在我們身上也是如此?因為人也可以單從一個人的肉身指出這人——我是說那由魂與體所構成的人——而既不是分割的,也不是不完全的。
{A} Then how could the flesh after all be He Himself, unless it be understood according to the union, as being He Himself, His own proper flesh—just as indeed happens also in our case? For one might point out the man among us—the one composed, I mean, of soul and body—neither in a divided nor in an incomplete way, even from his flesh alone.
1:355
{Α} Γέγραφε δέ που καὶ ὁ σοφὸς ἡμῖν Ἰωάννης ὅτι Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ
{甲}我們智慧的約翰也在某處寫道:「耶穌在門徒面前另外行了許多神蹟,沒有記在這書上。
{A} And our wise John has somewhere written that "Many other signs therefore did Jesus in the presence of His disciples, which are not written in this book.
1:356
Ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ
但記這些事,要叫你們信耶穌是基督,是神的兒子,並且叫你們信了祂,就可以因祂的名得生命。」
But these are written, that ye might believe that Jesus is the Christ, the Son of the living God, and that believing ye might have life in His name."
1:357
Κατατεθήποι δ' ἄν τις οὐ μεῖον καὶ τὸν θεσπέσιον Πέτρον Ἰουδαίοις προσπεφωνηκότα σαφῶς καὶ ἀναφανδόν·
人也同樣可以驚奇那受默示的彼得,他清楚公開地對猶太人說:
And one might be no less astonished at the inspired Peter, who addressed the Jews clearly and openly:
1:358
Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής
「治民的官府和長老啊,倘若今日因為在殘疾人身上所行的善事查問我們,他是怎麼得了痊癒;你們眾人和以色列百姓都當知道,站在你們面前的這人得痊癒,是因你們所釘十字架、神叫祂從死裏復活的、拿撒勒人耶穌基督的名。」
"Ye rulers of the people, and elders, if we this day be examined concerning the good deed done to an impotent man, by what means he is made whole; be it known unto you all, and to all the people of Israel, that by the name of Jesus Christ of Nazareth, whom ye crucified, whom God raised from the dead, even by Him doth this man stand here before you whole."
1:359
Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία
「除祂以外,別無拯救。」
"And there is salvation in no other."
1:360
Οὐδὲ γὰρ ὄνομα ἕτερόν ἐστιν ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς
「因為在天下人間,沒有賜下別的名,我們可以靠著得救。」
"For neither is there any other name under heaven given among men, whereby we must be saved."
1:361
γεγεννημένος, ἐν δέ γε τῷ λοίσθῳ καὶ εἰς πέρας ἥκοντι τοῦ αἰῶνος καιρῷ καὶ σωματικῶς ἐκ γυναικός;Ὁ πίστιν οὖν ἄρα τὴν εἰς αὐτὸν προσιέμενος γέρας ἀποίσεται τὸ ἐξαίρετον·
……所生的,卻在末了、在這世代臨到終局的時候,也按肉身由女子所生?那麼,凡接受信入祂的,必得那最優越的賞賜;
...begotten, but in the last time, at the consummation of the age, also bodily of a woman? He, then, who admits faith into Him will carry off the choice reward;
1:362
διακεκλήσεται γὰρ υἱὸς Θεοῦ·
因為他要被稱為神的兒子;
for he will be called a son of God;
1:363
Ὅσοι γὰρ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν, φησί, τέκνα Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν
因為他說:「凡接待祂的,就是信祂名的人,祂就賜他們權柄作神的兒女。這等人不是從血氣生的,不是從情慾生的,也不是從人意生的,乃是從神生的。」
for "as many as received Him, to them gave He power," he says, "to become children of God, even to them that were born, not of bloods, nor of the will of the flesh, nor of the will of man, but of God."
1:364
Ἵνα γὰρ γένηται πρωτεύων ἐν πᾶσιν αὐτός, καθὰ γέγραπται, γεγέννηται μὲν διὰ γυναικός
因為正如經上所記,為叫祂自己可以在凡事上居首位,祂確實藉著女子而生。
For that He Himself might have the preeminence in all things, as it is written, He was indeed born through a woman.
1:365
Ἐπειδὴ δέ ἐστιν ἀπαρχὴ τῆς ἀναμορφουμένης κτίσεως δι' ἁγιασμοῦ πρὸς Θεόν, καὶ πρό γε τῶν ἄλλων αὐτὸς γεννητὸς ἐδείχθη Πνεύματος, τὴν ἀνδρός τε καὶ γυναικὸς ὑπερθρώσκων σύνοδον, καὶ οὐκ ἀτιμίᾳ καὶ μώμῳ καταδικάζων τὴν φύσιντίμιος γὰρ ὁ γάμος, καὶ ὁ πλάσας ἀπ' ἀρχῆς ἄρσεν καὶ θῆλυ πεποίηκεν αὐτούςἀλλὰ τῷ μείζονι καὶ ἀσυγκρίτως ὑπερκειμένῳ προσνέμων ἤδη πως τὰ ἀνθρώπινα
但因祂是那藉成聖向神被重新塑造之受造界的初熟果子,並且在眾人之先,祂自己被顯明是從聖靈所生,越過了男女的結合——這並非以羞辱和指責定罪本性(因為婚姻原是可尊重的,那從起初造他們的,是造男造女),乃是已經以某種方式,將屬人的事歸給那更大、無可比擬地超越的——
But since He is the firstfruits of the creation that is being refashioned through sanctification toward God, and before the rest He Himself was shown to be begotten of the Spirit, leaping over the union of man and woman—not condemning nature with dishonor and blame (for marriage is honorable, and He who formed them from the beginning made them male and female), but already, in some way, assigning human things to that which is greater and incomparably superior—
1:366
Γεννητοὺς γὰρ Πνεύματος, οὐκ ἀνδρῶν, ἡμᾶς ἔτι χρηματίζειν ἤθελε
因為祂願意我們仍被稱為從聖靈所生的,而非從人所生的。
for He willed that we should still be called begotten of the Spirit, not of men.
1:367
Καὶ γοῦν Πατέρα, φησί, μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς·
祂確實說:「也不要稱呼地上的人為父,
And indeed He says: "Call no man your father upon the earth;
1:368
εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε
因為只有一位是你們的父,就是在天上的那位;你們都是弟兄。」
for one is your Father, the heavenly One, and ye are all brethren."
1:369
Οὐκοῦν, ἀμώμητον παντελῶς τὸ πιστεύειν εἰς αὐτόν, μᾶλλον δὲ καὶ τῇ τῶν πλημμελημάτων ἀμνηστίᾳ τετίμηται
所以,信入祂是全然無可指責的;不但如此,更蒙赦免過犯之尊榮。
Therefore, to believe into Him is wholly blameless; rather, it is even honored with the remission of transgressions.
1:370
Γράφει γὰρ ὧδε πάλιν ὁ ἔκκριτος Παῦλος·
因為那蒙揀選的保羅又這樣寫道:
For the choice Paul writes thus again:
1:371
Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν
「既知道人稱義不是因行律法,乃是因信耶穌基督,連我們也信了基督耶穌。」
"Knowing that a man is not justified by the works of the law, but only through the faith of Jesus Christ, even we have believed in Christ Jesus."
1:372
Κατοκνήσω δὲ οὐδαμῶς ὅπερ ἤδη φθάσας ἔφην ἀνακυκλήσας εἰπεῖν, ὅτι Χριστὸς Ἰησοῦς οὐ γυμνὸς καὶ καθ' ἑαυτὸν ὁ ἐκ Θεοῦ νοεῖται Λόγος, ἀλλ' ὅτε προσέλαβε τὸ ἀνθρώπινον καὶ ἐνεπλάκη σαρκί
我絕不畏縮於再三重述我先前已說過的話:基督耶穌並非被理解為那從神而來、單獨自存的赤裸的道,乃是當祂取了人性、與肉身交織為一之時的那一位。
And I shall by no means shrink from repeating, by way of recapitulation, what I have already said before: that Christ Jesus is conceived of not as the bare Word from God in and of Himself, but when He took to Himself what is human and was interwoven with flesh.
1:373
Οὕτως ἔχοντα καὶ ὁρώμενον, καὶ ἐν εἴδει τῷ καθ' ἡμᾶς τυγχάνοντα, τοῖς ἁγίοις ἀποστόλοις παρέδειξεν ὁ Πατήρ, φωνῆς ἄνωθεν ἐκπεποιημένης τοιᾶσδε·
祂既是如此、又如此被看見,並存在於與我們相同的形狀中,父就向眾聖使徒指出祂,從上頭發出這樣的聲音:
Being and being seen thus, and existing in the form like ours, the Father pointed Him out to the holy apostles, a voice such as this being produced from above:
1:374
Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε
「這是我的愛子,我所喜悅的,你們要聽祂。」
"This is My beloved Son, in whom I am well pleased; hear ye Him."
1:375
Σύνες οὖν ὅπως οὐκ ἐν τούτῳ, φησίν, ἐστὶν ὁ Υἱός μου, ἵνα μὴ ἀναμέρος ὡς ἕτερος ἐν ἑτέρῳ τυχόν, ἀλλ' εἶς νοοῖτο καὶ ὁ αὐτὸς καθ' ἕνωσιν οἰκονομικήν
那麼你要明白,祂為何不說「我的兒子在這一位裏面」——免得人把子分開理解,彷彿一位在另一位裏面——乃要叫人按那救贖經綸的聯合,把祂理解為同一位。
Understand, then, how He does not say "in this one is My Son"—lest the Son be conceived of separately, as one in another, as it were—but that He should be understood as one and the same according to the economic union.
1:376
Πλημμελὲς δὲ ὅτι τὸ ἀντιτείνειν ἐστί, καὶ τῶν ὅτι μάλιστα σφαλερωτάτων, ἀναπείσει γράφων Ἰωάννης ὡδὶ Ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ, ὅτι μεμαρτύρηκε περὶ τοῦ Υἱοῦ αὐτοῦ·
至於抗拒乃是過犯,且是最危險的過犯之一,約翰要這樣寫來說服我們:「神為祂兒子作的見證,就是這見證;
And that it is a fault to resist, and one of the most perilous, John will persuade us, writing thus: "For this is the witness of God, that He hath testified concerning His Son;
1:377
ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν τοῦ Θεοῦ ἐν ἑαυτῷ
信神兒子的,就有這見證在他心裏。
he that believeth on the Son of God hath the witness of God in himself.
1:378
Ὁ μὴ πιστεύων τῷ Θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐκ ἐπίστευσεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ
不信神的,就是將神當作說謊的,因不信神為祂兒子所作的見證。」
He that believeth not God hath made Him a liar, because he hath not believed the witness that God hath testified concerning His Son."
1:379
Μεμαρτύρηκε δὲ ὅτι οὗτος, ὁ μετὰ σαρκὸς καὶ ἐν τῇ τοῦ δούλου μορφῇ, μοναδικῶς τε καὶ ἰδικῶς ἐμὸς ἀληθῶς Υἱός
祂也作了見證,說這一位——這位帶著肉身、在奴僕形狀中的——獨特地、個別地、真實地是我的兒子。
And He has testified that this One—the One with flesh and in the form of a servant—is uniquely and individually My Son in truth.
1:380
Τί δέ; Οὐχὶ καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος εὐκλεᾶ χάριν, καὶ τὴν ἐν αὐτῷ ζωοποίησιν, καὶ τὴν Θεοῦ μέθεξιν δι' ἁγιασμοῦ ἐν Πνεύματι διὰ Ἰησοῦ Χριστοῦ πεπράχθαι δώσομεν; {Β} Ἀναγκαίως
那又如何呢?我們豈不該承認,藉聖洗而來那榮耀的恩典、在祂裏面的活化、以及藉著聖靈中的成聖而對神的有分,都是藉耶穌基督成就的嗎?{乙}必然如此。
What then? Shall we not grant that the glorious grace through holy baptism, and the quickening in Him, and the participation in God through sanctification in the Spirit, have been wrought through Jesus Christ? {B} Necessarily.
1:381
Μεμνήσομαι γὰρ Ἰωάννου λέγοντος·
因為我要記得約翰所說的:
For I shall remember John saying:
1:382
Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὔκ εἰμι ἱκανὸς τὰ ὑποδήματα βαστάσαι
「那在我以後來的,能力比我更大,我就是給祂提鞋也不配。
"He that cometh after me is mightier than I, whose shoes I am not worthy to bear.
1:383
Ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί
祂要用聖靈與火給你們施洗。」
He shall baptize you with the Holy Spirit and with fire."
1:384
{Α} Ἆρ' οὖν, ὦ ἑταῖρε, τῆς καθ' ἡμᾶς ἀνθρωπότητος ἔργον εἶναι φῶμεν τὸ ἐν Πνεύματι ἁγίῳ βαπτίζειν δύνασθαι καὶ πυρί; {Β} Καὶ πῶς ἂν εἴη τοῦτό γε; { Α} Καὶ μὴν ἄνδρα λέγων τὸν ὅσον οὐδέπω παρεσόμενόν τε καὶ ὀφθησόμενον, αὐτὸν ἔφη βαπτίζειν ἐν πυρὶ καὶ ἁγίῳ Πνεύματι, οὐ τὸ ἀλλότριον τοῖς βαπτιζομένοις ἐνιέντα Πνεῦμα δουλοπρεπῶς καὶ ὑπουργικῶς, ἀλλ' ὡς Θεὸν κατὰ φύσιν μετ' ἐξουσίας τῆς ἀνωτάτω, τὸ ἐξ αὐτοῦ τε καὶ ἴδιον αὐτοῦ, δι' οὗ καὶ ὁ θεῖος ἡμῖν ἐνσημαίνεται χαρακτήρ
{甲}那麼朋友啊,我們能否說,那能以聖靈與火施洗的,是我們人性的工作呢?{乙}這怎麼可能呢?{甲}然而,他論到一位幾乎立刻就要來臨、要被看見的人時,卻說祂要以火與聖靈施洗——並非如奴僕、如供職者那樣,把外來的靈賜給受洗的人,乃是作為按本性的神,以至高的權柄,賜下那從祂而出、是祂自己所有的靈,藉這靈,那屬神的印記就刻在我們身上。
{A} Shall we then say, my friend, that to be able to baptize with the Holy Spirit and with fire is a work of our humanity? {B} And how could that ever be? {A} And yet, speaking of a man who was almost immediately to be present and to be seen, he said that He would baptize with fire and the Holy Spirit—not sending into the baptized a Spirit that was alien, in a servile and ministerial manner, but as God by nature, with the supreme authority, the Spirit that is from Him and His own, through whom the divine impress is stamped upon us.
1:385
Ἀναμορφούμεθα γὰρ ὡς εἰς εἰκόνα τὴν θείαν εἰς Χριστὸν Ἰησοῦν, οὐ σωματικὸν ὑπομένοντες τὸν ἀναπλασμόν κομιδῇ γὰρ εὔηθες οἴεσθαι τουτίδιὰ δὲ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, αὐτὸν ἐν ἑαυτοῖς πλουτοῦντες Χριστόν, ὡς ἤδη χαίροντας ἐκεῖνο φωνεῖν·
因為我們被重新塑造,彷彿照著那屬神的形像,塑造成基督耶穌的樣式——並非經歷肉身的改造(以為如此乃是極其愚妄的),乃是藉著有分於聖靈,將基督自己豐豐富富地擁有在我們裏面,以致我們可以彷彿已經歡然喊著說:
For we are refashioned, as into the divine image, into Christ Jesus—not undergoing a bodily reshaping (for it would be utterly foolish to suppose this), but, through partaking of the Holy Spirit, possessing Christ Himself richly within ourselves, so that we may, as it were, already rejoice to cry out:
1:386
Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ·
「我的心必因耶和華快樂,
"Let my soul exult in the Lord;
1:387
ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης
因祂以拯救為衣給我穿上,以喜樂為袍給我披上。」
for He hath clothed me with the garment of salvation and the robe of gladness."
1:388
Χριστὸν ἐνεδύσασθε, φησίν
他說:「你們披戴了基督。」
"Ye have put on Christ," he says.
1:389
{ Β} Ἆρ' οὖν εἰς ἄνθρωπον βεβαπτίσμεθα, καὶ τοῦτο εἶναι φήσομεν ἀληθές; {Α} Εὐφήμει, ἄνθρωπε
{乙}那麼我們是受洗歸入一個人嗎?我們可以說這是真的嗎?{甲}人哪,不可說這不吉的話。
{B} Have we then been baptized into a man, and shall we say this is true? {A} Speak no ill-omened words, O man.
1:390
Τί δρᾷς, ὦ οὗτος; Κατακομίζεις ἡμῶν εἰς γῆν τὴν ἐλπίδα
你這人在做什麼呢?你竟把我們的盼望拉到地上去。
What are you doing, you there? You are dragging our hope down to the earth.
1:391
Βεβαπτίσμεθα γὰρ οὐκ εἰς ἄνθρωπον ἁπλῶς, ἀλλ' εἰς Θεὸν ἐνηνθρωπηκότα καὶ ἀνιέντα ποινῆς καὶ τῶν ἀρχαίων αἰτιαμάτων τοὺς τὴν εἰς αὐτὸν πίστιν εἰσδεδεγμένους
因為我們受洗並非單單歸入一個人,乃是歸入那成了人的神,祂使凡接受信入祂的人,得以脫離刑罰與古時的罪咎。
For we have been baptized not simply into a man, but into God made man, who releases from punishment and from the ancient guilt those who have received faith into Him.
1:392
Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος Ἰουδαίοις ἔφη προσλαλῶν·
受默示的彼得確實對猶太人說:
And indeed the inspired Peter said, addressing the Jews:
1:393
Μετανοήσατε οὖν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος
「你們各人要悔改,奉耶穌基督的名受洗,叫你們的罪得赦,就必領受所賜的聖靈。」
"Repent therefore, and let each one of you be baptized in the name of Jesus Christ for the remission of your sins, and ye shall receive the gift of the Holy Spirit."
1:394
Ἀπολύων γὰρ ἁμαρτίας τὸν αὐτῷ προσκείμενον, τῷ ἰδίῳ λοιπὸν καταχρίει Πνεύματι, ὅπερ ἐνίησι μὲν αὐτὸς ὡς ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ ἐξ ἰδίας ἡμῖν ἀναπηγάζει φύσεως, κοινὸν δὲ ὥσπερ τὸ χρῆμα τιθεὶς τῇ μετὰ σαρκὸς οἰκονομίᾳ διὰ τὴν ἕνωσιν, καὶ ὡς ἄνθρωπος ἐνέπνει σωματικῶς
因為祂使那緊靠祂的人從罪中得釋放後,便用祂自己的靈膏抹他——這靈是祂自己作為從父神而來的道所差遣、並從祂自己的本性為我們湧流出來的;然而因著聯合,祂彷彿使這恩賜為那帶著肉身之經綸所共有,故也作為人以肉身吹氣賜下。
For releasing from sins the one who cleaves to Him, He thereafter anoints him with His own Spirit—which He Himself sends in, as the Word from God the Father, and causes to well up for us from His own nature; yet making the gift, as it were, common to the economy with flesh because of the union, He also breathed it forth bodily as a man.
1:395
Ἐνεφύσησε γὰρ τοῖς ἀποστόλοις εἰπών·
因為祂向使徒們吹氣,說:
For He breathed upon the apostles, saying:
1:396
Λάβετε Πνεῦμα ἅγιον, καὶ οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα, κατὰ τὴν Ἰωάννου φωνήν, ἀλλ' αὐτὸς ἐνίησιν ἐξ ἑαυτοῦ καθάπερ ἀμέλει καὶ ὁ Πατήρ
「你們受聖靈。」並且照約翰所說,祂賜聖靈是沒有限量的,乃是祂自己從祂自己發出聖靈,正如父也是如此。
"Receive the Holy Spirit"; and He does not give the Spirit by measure, according to the word of John, but He Himself sends it forth out of Himself, just as indeed the Father also does.
1:397
Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, ὅλην ἀποστήσας τὴν ἔν γε τούτῳ διαφοράν, ποτὲ μὲν αὐτὸ τῷ Θεῷ καὶ Πατρὶ προσνέμων ὁρᾶται, ποτὲ δὲ αὖ τῷ Υἱῷ
受默示的保羅在這事上除去了一切分別,有時把聖靈歸於父神,有時又歸於子。
And indeed the inspired Paul, removing every difference in this respect, is seen at one time assigning it to God the Father, and at another again to the Son.
1:398
Ὑμεῖς δὲ οὔκ ἐστε ἐν σαρκί, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν
「如果神的靈住在你們心裏,你們就不屬肉體,乃屬聖靈了。
"But ye are not in the flesh, but in the Spirit, if so be that the Spirit of God dwelleth in you.
1:399
Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὔκ ἐστιν αὐτοῦ
人若沒有基督的靈,就不是屬基督的。
Now if any man have not the Spirit of Christ, he is none of His.
1:400
Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην
基督若在你們心裏,身體就因罪而死,靈卻因義而活。」
And if Christ be in you, the body is dead because of sin, but the spirit is life because of righteousness."
1:401
{Β} Ἄραρεν οὖν ὅτι ἴδιόν ἐστι τὸ Πνεῦμα τοῦ Υἱοῦ, καὶ οὔτι που μόνον ᾗ Λόγος ἐστὶ πεφηνὼς ἐκ Πατρός, ἀλλ' εἰ καὶ νοοῖτο καθ' ἡμᾶς ἄνθρωπος γεγονώς
{乙}那麼可確定的是:聖靈是子自己所有的——不單就祂作為從父而出的道顯現而論,連就祂被理解為像我們一樣成了人而論,也是如此。
{B} It is established, then, that the Spirit is the Son's own—and not only in so far as He has appeared as the Word from the Father, but even if He be conceived of as having become man like us.
1:402
{Α} Ἴδιον ὡς ἐκ Πατρὸς ἐν ὁμοουσίῳ γεννήματι τῷ ἐξ αὐτοῦ φύντι Λόγῳ, καὶ εἰ λέγοιτο λαβεῖν ὅτε γέγονεν ἄνθρωπος ὁ τῶν τῆς θεότητος ἰδιωμάτων ὡς ἐν ἰδίᾳ φύσει τητώμενος
{甲}它是祂自己所有的,因祂作為從父而出、與父同質的後裔,就是那從父所生的道;縱然據說祂成了人時領受了聖靈——就祂在那(人的)本性裏缺乏神性諸屬性而論。
{A} It is His own, as from the Father, in the consubstantial offspring, the Word who was begotten of Him; and even if He be said to receive it when He became man—He who, in His own nature, was destitute of the properties of the Godhead.
1:403
Καὶ γοῦν αὐτὸς ὑπάρχων ἡ πάντων ζωή, διὰ τὴν ἐκ ζῶντος Πατρὸς ἄρρητον γέννησιν, ζωοποιεῖσθαι λέγεται μεθ' ἡμῶν
並且,雖然祂自己因著從那活的父而來、不可言喻的被生,乃是萬有的生命,據說祂卻與我們一同被活化。
And indeed, though He Himself is the life of all, because of the ineffable generation from the living Father, He is said to be made alive together with us.
1:404
Πάρα δ' οὖν ὅμως ἰδεῖν χαριζόμενον μὲν τῇ ἰδίᾳ σαρκὶ τῆς θεοπρεποῦς ἐνεργείας τὴν δόξαν, οἰκειούμενον δὲ αὖ τὰ σαρκὸς καὶ οἱονεί πως καθ' ἕνωσιν οἰκονομικήν, καὶ τῇ ἰδίᾳ περιτιθέντα φύσει
然而仍可看見祂把那屬神運作的榮耀賜給祂自己的肉身,又同時取用屬肉身的事,並彷彿按那救贖經綸的聯合,把它們繫於祂自己的本性。
It is possible, then, nevertheless, to see Him bestowing upon His own flesh the glory of the divine operation, while again appropriating the things of the flesh, and, as it were, according to the economic union, attaching them to His own nature.
1:405
{ Β} Τίνα φὴς τρόπον; { Α}Ἦ οὐχὶ δὴ μάλιστα πρέπειν ἐρεῖς τῷ γε ὄντι κατὰ φύσιν ἐκ Θεοῦ Πατρὸς Λόγῳ τὸ ἄνωθεν ἥκειν καὶ ἐξ οὐρανοῦ τὸ ζωογονεῖν δύνασθαι τὰ οἷς ἂν ἐνιέναι βούλοιτο τὴν ζωήν; {Β} Φημί
{乙}你指的是哪種方式?{甲}那位按本性真正從父神而出的道,從上頭、從天而來,又能將生命賜給祂所願賜的人,你豈不要說這對祂最為合宜嗎?{乙}我這樣說。
{B} In what manner do you mean? {A} Will you not say that it most especially befits the Word, who is truly by nature from God the Father, to have come from above and from heaven, and to be able to give life to those into whom He may wish to send life? {B} I do say so.
1:406
{Α} Τί δέ; Τὸ δημιουργεῖν, εἰπέ μοι, θεϊκῶς, δοίης ἂν εἶναι τῶν ἀνθρωπίνων; { Β} Οὐκ ἔγωγε
{甲}那又如何呢?以屬神的方式創造——請告訴我——你會承認這是屬人的事嗎?{乙}我不會。
{A} What then? To create in a divine manner—tell me—would you grant that to belong to human things? {B} I would not.
1:407
{ Α} Τί τοίνυν ἡμᾶς ζωοποιεῖ μὲν ὡς Θεός, πλὴν οὐ μόνῳ τῷ μεταλαχεῖν ἁγίου Πνεύματος, ἀλλ' ἐδεστὴν παραθεὶς καὶ τὴν ἀναληφθεῖσαν σάρκα; Ἔφη γὰρ ὅτι Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς
{甲}那麼,祂為何作為神賜我們生命,卻不單藉著有分於聖靈,更把祂所取的肉身擺在我們面前作食物呢?因為祂說:「我實實在在地告訴你們,你們若不吃人子的肉,不喝人子的血,就沒有生命在你們裏面。」
{A} Why then does He give us life as God, yet not only by the partaking of the Holy Spirit, but also setting before us as food the flesh that was assumed? For He said: "Verily, verily, I say unto you, except ye eat the flesh of the Son of man and drink His blood, ye have no life in yourselves."
1:408
Κατακερτομούντων δὲ αὐτὸν τῶν Ἰουδαίων ποτέ, καὶ τὴν ἐπὶ τοῖς ἀμείνοσι ψῆφον ἀνάπτειν, οὐκ οἶδ' ὅπως, ἐπικεχειρηκότων τῷ μακαρίῳ Μωϋσεῖ, εἰρηκότων δὲ ἀναφανδόν·
有一次猶太人譏誚祂,且不知怎的,竟把那本該歸給更美之事的稱許,硬加在蒙福的摩西身上,公然說:
And when the Jews once mocked Him, and—I know not how—undertook to fasten upon the blessed Moses the verdict given for the better things, saying openly:
1:409
Οἱ πατέρες ἡμῶν ἔφαγον τὸν μάννα ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον, Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν
「我們的祖宗在曠野吃過嗎哪,如經上寫著說:『祂從天上賜下糧來給他們吃。』
"Our fathers did eat the manna in the wilderness, as it is written, He gave them bread from heaven to eat.
1:410
Τί ποιεῖς σὺ σημεῖον, ἵνα πιστεύσωμέν σοι; Τί ἐργάζῃ, ὡς ἄνωθεν ἡμῖν καὶ ἐξ οὐρανοῦ κατακομίσας τὸ σῶμα; Φησίν·
你行什麼神蹟,叫我們看見就信你呢?你說你從上頭、從天上把你的身體給我們降下,你究竟作了什麼工呢?」祂說:
What sign showest Thou then, that we may believe Thee? What dost Thou work, as having brought down to us from above and from heaven Thy body?" He says:
1:411
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν
「我實實在在地告訴你們,那從天上來的真糧不是摩西賜給你們的。
"Verily, verily, I say unto you, Moses gave you not that bread from heaven, the true bread.
1:412
Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ
因為神的糧就是那從天上降下來、賜生命給世界的。」
For the bread of God is He which cometh down from heaven, and giveth life unto the world."
1:413
Καὶ πρός γε τουτοισὶ πάλιν, μονονουχὶ καὶ δακτύλῳ καταδεικνὺς ἑαυτὸν ἐνσώματον, Ἐγώ εἰμι, φησίν, ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς
除這些話以外,祂幾乎是用指頭指著自己這在身體中的,說:「我就是從天上降下來生命的糧。
And in addition to these things, all but pointing to Himself in the body with His finger, He says, "I am the living bread which came down from heaven.
1:414
Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα
人若吃這糧,就必永遠活著。
If any man eat of this bread, he shall live for ever.
1:415
Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς
我所要賜的糧,就是我的肉,為世人的生命所賜的。」
And the bread that I will give is My flesh, which I will give for the life of the world."
1:416
Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ
「吃我肉、喝我血的人,常在我裏面,我也常在他裏面。
"He that eateth My flesh and drinketh My blood abideth in Me, and I in him.
1:417
Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατήρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι' ἐμέ
永活的父怎樣差我來,我又因父活著,照樣,吃我肉的人也要因我活著。」
As the living Father hath sent Me, and I live by the Father, so he that eateth Me, even he shall live by Me."
1:418
ἀλλ' ἦν ἐκ Παρθένου, κατὰ τὰς Γραφάς; Ἔστι δὲ <οὐκ ἐδεστὸς> ὁ Λόγος ἀλλ' εἰς ἓν ἄμφω συλλέγων, καὶ ὥσπερ ἀλλήλοις ἀνακιρνὰς τὰ τῶν φύσεων ἰδιώματα, διὰ μυρίων ὅσων ἡμῖν ὁρᾶται λόγων
……卻照經上所說,是由童女而出?道乃是<不可被吃的>,然而祂把二者收聚為一,彷彿將兩性的屬性彼此摻合,便在無數的話語中被我們所看見。
...but was of the Virgin, according to the Scriptures? But the Word is <not edible>, yet gathering both into one, and, as it were, blending together the properties of the natures with one another, He is seen by us through ever so many sayings.
1:419
Νικοδήμῳ μὲν γὰρ οὐ συνιέντι τὸ μυστήριον, ἀνακεκραγότι δὲ ἀμαθῶς·
因為對那不明白這奧祕、卻無知地喊著說話的尼哥底母:
For to Nicodemus, who did not understand the mystery but cried out ignorantly:
1:420
Πῶς δύναται ταῦτα γενέσθαι; Εἰ τὰ ἐπίγεια, φησίν, εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ < ἀνθρώπου>
「怎能有這事呢?」祂說:「我對你們說地上的事,你們尚且不信,若說天上的事,如何能信呢?除了從天降下、仍舊在天的<人>子,沒有人升過天。」
"How can these things be?" He says, "If I have told you earthly things, and ye believe not, how shall ye believe if I tell you of heavenly things? And no man hath ascended into heaven, but He that came down from heaven, even the Son of <man>."
1:421
Ἰουδαίοις δὲ πάλιν τὴν ἴσην ἐκείνῳ νοσοῦσιν ἀπαιδευσίαν, καὶ διαγελᾶν, οὐκ οἶδ' ὅπως, ἑλομένοις αὐτὸν ἐπείπερ ἔφη ζωοποιὸν καὶ ἐξ οὐρανοῦ τὸ ἴδιον σῶμα, Τοῦτο ὑμᾶς σκανδαλίζει; φησίν
祂又對那些與那人染上同樣無知之病、且不知怎的選擇譏笑祂的猶太人——因祂說自己的身體是賜生命的、是從天而來的——說:「這話是叫你們厭棄嗎?」
And again to the Jews, who were sick with the same lack of instruction as that man and—I know not how—had chosen to deride Him, since He said that His own body was life-giving and from heaven, He says: "Doth this offend you?"
1:422
Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;Ἦ οὐχὶ τετέχθαι φήσομεν ἐκ γυναικὸς τὸν Ἐμμανουήλ; {Β} Πῶς γὰρ οὔ; {Α} Ποῦ τοιγαροῦν τὸ πρότερον ἦν;Ἢ πῶς ἀναβέβηκεν ἔνθαπερ εἶναί φησιν αὐτός, καίτοι τεχθέντος διὰ τῆς ἁγίας Παρθένου τοῦ ἑνωθέντος αὐτῷ σώματος; Οὐχὶ δὲ καὶ ἀπρακτεῖν ὁμολογήσαιμεν ἂν τὴν ἀπὸ γῆς σάρκα πρὸς τὸ δύνασθαι ζωοποιεῖν, ὅσον ἧκεν εἰς ἰδίαν φύσιν; {Β} Ἀληθές
「倘或你們看見人子升到祂原來所在之處,怎麼樣呢?」我們豈不要說以馬內利是由女子所生嗎?{乙}怎能不說呢?{甲}那麼祂從前在哪裏呢?或者,那與祂聯合的身體雖是藉聖童女所生,祂怎能升到祂所說自己原所在之處呢?我們豈不該承認,那從地而出的肉身,就其本性而論,是無能賜生命的嗎?{乙}的確。
"What and if ye shall see the Son of man ascend up where He was before?" Shall we not say that Emmanuel was born of a woman? {B} How could we not? {A} Where then was He before? Or how has He ascended to where He says He Himself is, although the body united to Him was born through the holy Virgin? And should we not confess that the flesh from earth, in so far as concerns its own nature, is powerless to be able to give life? {B} True.
1:423
{Α} Πῶς οὖν, εἰπέ μοι, ζωοποιὸς ἡ σάρξ;Ἢ πῶς ἂν νοοῖτο καὶ ἐξ οὐρανοῦ τὸ ἀπὸ τῆς γῆς; {Β} Καθ' ἕνωσιν, οἶμαι, τὴν πρὸς τὸν ζῶντά τε καὶ οὐρανόθεν Λόγον
{甲}那麼請告訴我,肉身怎能是賜生命的呢?或者,那從地而出的怎能被理解為也從天而來呢?{乙}我想是按著與那既活著又從天而來的道之聯合。
{A} How then, tell me, is the flesh life-giving? Or how could that which is from earth be conceived of as also from heaven? {B} According to the union, I think, with the Word who is both living and from heaven.
1:424
{Α} Πεφρονηκὼς ἴσθι τὰ λίαν ὀρθὰ καὶ τοῖς ἱεροῖς συμβαίνοντα λόγοις
{甲}要知道,你所思想的乃是最為正確、且合乎聖言的。
{A} Know that you have thought things most upright and in accord with the sacred sayings.
1:425
Συλλήπτορα δὲ τοῦ λόγου ποιήσομαι πάλιν ὡδὶ γεγραφότα τὸν θεσπέσιον Παῦλον·
我要再次使受默示的保羅作這道理的同工,他這樣寫道:
And I shall make the inspired Paul a fellow-helper of the argument once more, who has written thus:
1:426
Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρί, τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί, ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦκαὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, ὅτι ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς
「又感謝父,叫我們能與眾聖徒在光明中同得基業。祂救了我們脫離黑暗的權勢,把我們遷到祂愛子的國裏;我們在愛子裏得蒙救贖,罪過得以赦免。愛子是那不能看見之神的像,是首生的,在一切被造的以先;因為萬有都是靠祂造的,無論是天上的、地上的,能看見的、不能看見的,或是有位的、主治的、執政的、掌權的,一概都是藉著祂造的,又是為祂造的。祂在萬有之先,萬有也靠祂而立。祂也是教會全體之首;祂是元始,是從死裏首先復生的,使祂可以在凡事上居首位。因為父喜歡叫一切的豐盛在祂裏面居住,既然藉著祂在十字架上所流的血成就了和平,便藉著祂叫萬有,無論是地上的、天上的,都與自己和好了。」
"Giving thanks unto God the Father, who hath made us meet to be partakers of the inheritance of the saints in light; who hath delivered us from the power of darkness, and hath translated us into the kingdom of the Son of His love; in whom we have redemption, the forgiveness of sins; who is the image of the invisible God, the firstborn of every creature: for by Him were all things created, that are in heaven and that are in earth, visible and invisible, whether thrones, or dominions, or principalities, or powers: all things were created by Him, and for Him: and He is before all things, and by Him all things consist; and He is the head of the body, the Church: who is the beginning, the firstborn from the dead; that in all things He might have the preeminence; for it pleased the Father that in Him should all fulness dwell; and, having made peace through the blood of His cross, by Him to reconcile all things unto Himself, whether things on earth, or things in heaven."
1:427
Ἰδοὺ δὴ πάλιν ἀναφανδὸν δι' αὐτοῦ φησι καὶ εἰς αὐτὸν ἐκτίσθαι τὰ πάντα, καὶ μὴν ὅτι πρὸ πάντων ἐστί, καὶ ὅτι τὰ πάντα συνέστηκεν ἐν αὐτῷ, καὶ αὐτὸν εἶναί φησι πρωτότοκον ἐκ νεκρῶν, εἰρηνοποιήσαντα διὰ τοῦ αἵματος αὐτοῦ τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς
看哪,他又公然說,萬有都是藉著祂、又是為著祂造的,並且祂在萬有之先,萬有也靠祂而立;他又說祂是從死裏首先復生的,藉著祂的血叫天上的與地上的都得了和平。
Behold, then, again openly he says that through Him and for Him all things were created, and indeed that He is before all things, and that all things consist in Him, and he says that He is the firstborn from the dead, having made peace through His blood both for the things in heaven and for the things on earth.
1:428
Οἴει τι χρῆναι τούτοις ἐπιτιμᾶν; { Β} Οὐδ' ὁπωστιοῦν
你認為這些話中有什麼當受指責的嗎?{乙}絲毫沒有。
Do you think anything in these things ought to be censured? {B} Not in the least.
1:429
{ Α} Ἴδοις δ' ἂν καὶ ἑτέρωθι διὰ τῶν αὐτῶν ἰόντας λόγων τοὺς πνευματοφόρους
{甲}你也可以看見那些被聖靈感動的人,在別處也循同樣的道理而行。
{A} And you may see the Spirit-bearing men elsewhere going by the same arguments.
1:430
Ἐν ἀρχῇ, φησίν, ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος
他說:「太初有道,道與神同在,道就是神。
"In the beginning," he says, "was the Word, and the Word was with God, and the Word was God.
1:431
Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν
這道太初與神同在。
The same was in the beginning with God.
1:432
Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν
萬物是藉著祂造的;凡被造的,沒有一樣不是藉著祂造的。」
All things were made by Him; and without Him was not anything made that was made."
1:433
Εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα
「然而我們只有一位神,就是父,萬物都本於祂;並有一位主,就是耶穌基督,萬物都是藉著祂有的。」
"There is one God the Father, of whom are all things, and one Lord Jesus Christ, by whom are all things."
1:434
ἐκτίσθη δι' αὐτοῦ τὰ πάντα
「萬有都是藉著祂造的。」
"By Him were all things created."
1:435
Πρόδηλον οὖν ὅτι τὰ φύσει τε καὶ ἰδικῶς ἐνυπάρχοντα τῷ ἐκ Πατρὸς ὄντι Λόγῳ τετήρηται πάλιν αὐτῷ καὶ ὅτε γέγονε σάρξ
那麼顯然可見,那些按本性、個別地存在於那從父而出之道裏面的,縱然祂成了肉身,仍然被保守歸於祂。
It is plain, then, that the things which exist by nature and individually in the Word who is from the Father have again been preserved to Him even when He became flesh.
1:436
Ἐπισφαλὲς οὖν ἄρα τὸ διατέμνειν ἀποτολμᾶν
所以,膽敢將祂切割乃是危險的事。
It is therefore a hazardous thing to dare to cut Him apart.
1:437
Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστός, καὶ δι' αὐτοῦ τὰ πάντα δεδημιούργηκεν ὁ Πατήρ
因為只有一位主耶穌基督,父藉著祂創造了萬有。
For there is one Lord Jesus Christ, and through Him the Father created all things.
1:438
Μεσίτης γάρ ἐστι Θεοῦ καὶ ἀνθρώπων, κατὰ τὰς Γραφάς, φύσει μὲν ὑπάρχων Θεός, καὶ οὐ δίχα σαρκός, ἄνθρωπος δὲ ἀληθῶς, καὶ οὐ ψιλὸς καθ' ἡμᾶς, ἀλλ' ὢν ὅπερ ἦν καὶ εἰ γέγονε σάρξ
因為照經上所說,祂是神與人之間的中保,按本性是神,而非離了肉身,又真是人,且非像我們一樣單純的人,乃是縱然成了肉身,仍是祂從前所是的那一位。
For He is the Mediator between God and men, according to the Scriptures, being by nature God, and not apart from flesh, and truly man, and not a mere man like us, but being what He was even though He became flesh.
1:439
Γέγραπται γὰρ ὅτι Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας
因為經上記著:「耶穌基督昨日、今日、一直到永遠,是一樣的。」
For it is written that "Jesus Christ is the same yesterday, and today, and unto the ages."
1:440
Ἦ γὰρ οὐχὶ διὰ τῆς ἁγίας Παρθένου τετέχθαι πιστεύομεν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τὸν Ἐμμανουήλ; { Β} Ναί
因為我們豈不相信以馬內利是在這世代的末期藉聖童女而生的嗎?{乙}是的。
For do we not believe that Emmanuel was born through the holy Virgin in the last times of the age? {B} Yes.
1:441
Ταῖς γάρ τοι θείαις οὐκ ἀντεροῦμεν Γραφαῖς
因為我們不會與神聖的經文相牴觸。
For we shall not contradict the divine Scriptures.
1:442
{Α} Τὸ δὲ δὴ χθές, εἰπέ μοι, καὶ τήμερον καιρὸν ἡμῖν, ὦ φιλότης, οὐχὶ τὸν ἐνεστηκότα καὶ τὸν ἤδη παρῳχηκότα κατασημήνειαν ἄν; {Β} Φημί
{甲}朋友啊,請告訴我,「昨日」和「今日」豈不是向我們指明那現今的時候與那已經過去的時候嗎?{乙}我承認。
{A} But "yesterday," tell me, and "today"—would they not signify to us, my friend, the present time and that which has already passed by? {B} I affirm it.
1:443
{Α} Πῶς οὖν ὁ αὐτὸς εἴη ἂν εἴς γε τὸν παρῳχηκότα, καίτοι γένεσιν οὔπω τὴν κατὰ σάρκα λαβών; {Β} Ὅτι ἦν ὁ Λόγος καὶ ἐν ἀρχῇ, καὶ ὡς ἐξ ἀϊδίου καὶ ἀτρέπτου πεφηνὼς τοῦ Θεοῦ καὶ Πατρός, ἔχει καὶ αὐτὸς ἐν ἰδίᾳ φύσει τὸ ἀΐδιον τε καὶ ἄτρεπτον
{甲}那麼,祂既尚未領受那按肉身的生,這同一位怎能延及那已過去的時候呢?{乙}因為道在太初就有,並且祂既作為從那永恆不變的父神而出顯現,祂自己也在其本性裏具有那永恆不變的。
{A} How then could the same one extend to the time that has passed by, although He had not yet received the birth according to the flesh? {B} Because the Word both was in the beginning, and, having appeared as from the eternal and unchangeable God the Father, He Himself also possesses in His own nature what is eternal and unchangeable.
1:444
ἔχει γὰρ ὧδε καὶ λίαν ὀρθῶς
因為事實正是如此,而且極為正確。
For so it stands, and very rightly too.
1:445
Φιλοπευστοῦντι δ' οὖν ὅμως φράσαις ἄν, ὠγαθέ
好朋友啊,對你這位渴慕查問的人,我願加以說明。
Yet to you, who are eager to inquire, I would explain, my good man.
1:446
{Β} Τὸ τί; {Α}Ἦ οὐχὶ νεώτατον κομιδῇ, καὶ τοῖς τῆς ἐνανθρωπήσεως χρόνοις συνδεδραμηκὸς ὄνομα τῷ Λόγῳ τὸ Ἰησοῦς Χριστός; {Β} Καὶ μὴν τοῦτο ἡμῖν διὰ πλείστων ὅσων ἐδείχθη λόγων
{乙}是什麼呢?{甲}對於道來說,「耶穌基督」這名豈不是相當晚近的,是與成肉身的時候一同產生的嗎?{乙}這確實已藉許多論證向我們表明了。
{B} What is it? {A} Is not the name "Jesus Christ" altogether very recent for the Word, having come into being together with the times of the incarnation? {B} And indeed this has been shown to us through ever so many arguments.
1:447
{ Α} Σύνες οὖν ὅτι Χριστὸν Ἰησοῦν, καὶ οὐ μονοειδῶς τὸν Λόγον, χθές τε καὶ σήμερον τὸν αὐτὸν εἶναί φησι, καὶ εἰς τοὺς αἰῶνας
{甲}那麼你要明白,他所說「昨日、今日、直到永遠是一樣的」,乃是指基督耶穌,而非單單指那道本身。
{A} Understand, then, that he says Christ Jesus—and not the Word taken simply by Himself—is the same yesterday and today, and unto the ages.
1:448
Χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας Χριστὸς Ἰησοῦς
「昨日、今日、直到永遠是一樣的」——這位就是基督耶穌。
"Yesterday and today the same, and unto the ages"—Christ Jesus.
1:449
Τὸ δὲ τοῦ Λόγου πρεσβύτατον καὶ ἀκλινὲς ἥκιστα μὲν ἀρνήσομαι, καὶ εἰ γέγονε σάρξ
至於道至高的古先性與堅定不移,我斷不否認,縱然祂成了肉身。
The supreme antiquity and the unwavering steadfastness of the Word I shall least of all deny, even though He became flesh.
1:450
Οἰήσομαι δὲ καθ' ἕνωσιν μετὰ τῆς ἰδίας σαρκὸς ὡς χθὲς ὄντα καὶ προϋπάρχοντα καταδηλοῦσθαι πάλιν αὐτόν
但我要持守:按著與祂自己肉身的聯合,祂又被宣告為那昨日存在、且先前已存在的同一位。
But I shall hold that, according to the union with His own flesh, He is again declared to be the same one existing yesterday and pre-existing.
1:451
Καὶ γοῦν ἐμυσάττετο μὲν ὁ παράφρων Ἰουδαῖος, καὶ καταλιθοῦν ἐπεχείρει, τὴν πίστιν οὐ προσιέμενος
那無知的猶太人實在憎惡祂,企圖用石頭打祂,不肯接受信。
And indeed the senseless Jew loathed Him, and attempted to stone Him, not admitting faith.
1:452
Κατατεθήπει γὰρ ὅτι, καίτοι καθ' ἡμᾶς ὁρώμενος ἄνθρωπος, τῆς ὑπὲρ ἄνθρωπον ἀρχαιότητος ἑαυτῷ τὸ πρεσβύτερον ἐπεμαρτύρει, λέγων ὡς Θεός·
因為他驚詫於:祂雖被看見是像我們一樣的人,卻為自己作見證,證明祂具有超乎人之古先的尊長之先,乃作為神說:
For he was astonished that, although seen as a man like us, He bore witness to Himself of a seniority belonging to an antiquity above man, saying as God:
1:453
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί
「我實實在在地告訴你們,還沒有亞伯拉罕,就有了我。」
"Verily, verily, I say unto you, before Abraham was, I am."
1:454
Ὅτε καὶ πρὸς τοῦτο ἔφασκον ἐκεῖνοι·
於是他們回答這話說:
Whereupon they said in answer to this:
1:455
Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας; Ἔφη δὲ καὶ Ἰωάννης·Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν
「你還沒有五十歲,豈見過亞伯拉罕嗎?」約翰也說:「那在我以後來的,反成了在我以前的,因祂本來在我以先。」
"Thou art not yet fifty years old, and hast Thou seen Abraham?" And John also said: "He that cometh after me is preferred before me, for He was before me."
1:456
Καίτοι πῶς ἄνδρα τε εἰδὼς καὶ ὀνομάζων τὸν Ἐμμανουὴλ ἔμπροσθέν τε αὐτοῦ καὶ πρῶτον γενέσθαι φησὶ τὸν ὀψιγενῆ τε καὶ μετ' αὐτόν; {Β} Ἔμπροσθεν αὐτὸν καὶ πρῶτον γενέσθαι φησὶ κατά γε τὴν δόξαν, ὥσπερ οὖν ἔπεισί μοι νοεῖν
然而,他既認以馬內利為人、又如此稱呼祂,怎能說那後生、在他以後的,反倒成了在他以前的、為首的呢?{乙}照我所領會的,他是說祂按榮耀而成了在他以前的、為首的。
And yet, how is it that, knowing and naming Emmanuel a man, he says that the one born later and after him came to be before him and first? {B} He says He came to be before him and first according to glory, as it occurs to me to understand it.
1:457
{ Α} Καὶ μὴν ὅτι κίβδηλόν τε καὶ ἀμαθὲς τὸ τῇδε νοεῖν οὐκ ἐκ μακρῶν εἴσῃ λόγων
{甲}至於這樣理解乃是虛假無知的,你無需冗長的論證便可知曉。
{A} And indeed that to understand it in this way is spurious and ignorant, you will know from no lengthy arguments.
1:458
Παραδεξάμενοι γὰρ τὸ ἔμπροσθεν εἰς τὸ ἄμεινον ἐν δόξῃ, κατὰ τὸν ἴσον που λόγον καὶ τὸ ὀπίσω φήσομεν τὸ ὡς ἐν εὐκλείᾳ δεύτερον εὖ μάλα καταδηλοῦν
因為,我們若承認「以前」是指那在榮耀上更美的,那麼按同樣的道理,我們也要說「以後」也十分清楚地指明那在尊榮上居次的。
For if we admit that "before" refers to what is better, in glory, then by the same reasoning we shall say that "after" too quite clearly indicates what is second in honor.
1:459
Περιέστη δὴ οὖν, ὡς ἔοικε, τῆς Ἰωάννου δόξης ἡττᾶσθαι Χριστόν, καὶ ὀπίσω δραμεῖν, ἀσυνέτως ὑπονοεῖν
如此一來,看來我們就要無知地揣想,基督在榮耀上不如約翰、且落在他後面跑了。
It would then turn out, it seems, that we suppose senselessly that Christ was inferior to John's glory and ran behind him.
1:460
Ἔφη γὰρ ὅτι Ὀπίσω μου ἔρχεται ἀνήρ
因為他說:「有一位在我以後來。」
For he said, "After me cometh a man."
1:461
Οἰησόμεθα γὰρ οὐχ ὧδε ἔχειν, ἐννενοηκότες ὀρθῶς τὸ ἐν Ψαλμοῖς γεγραμμένον·
但我們要正確地領會詩篇所記的,便會認定事情並非如此:
But we shall suppose it is not so, having rightly understood what is written in the Psalms:
1:462
Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; Καὶ τίς ὁμοιωθήσεται τῷ Θεῷ ἐν υἱοῖς Θεοῦ; {Α} Ἀναθετέον οὖν ἄρα καὶ μετὰ σαρκὸς αὐτῷ τὸ πρεσβύτατον, ὡς Θεῷ κατὰ φύσιν ἑνωθέντι σαρκὶ καὶ τὰ τῆς ἰδίας φύσεως ἀγαθὰ κοινοποιεῖν εἰωθότι τῷ ἰδίῳ σώματι
「在天空誰能比耶和華呢?神的眾子中,誰能像耶和華呢?」{甲}所以我們必須把那至高的古先性歸給祂,連同肉身一起歸給祂,視之為那按本性與肉身聯合、且慣於將其本性之美善與自己身體共享的神。
"For who in the clouds shall be equal to the Lord? And who shall be likened unto the Lord among the sons of God?" {A} We must therefore ascribe to Him, even with the flesh, the supreme antiquity, as to God who by nature has been united to flesh and is wont to make common to His own body the good things of His own nature.
1:463
{ Α} Τοῦτο δ' ἂν μάθοις ὧδέ τε ἔχον καὶ εἰρημένον ὀρθῶς καὶ ἐξ ἑτέρων, ὦ τᾶν, εἴπερ ἕλοιο, μαρτυριῶν
{甲}朋友啊,你若願意,也可以從別的見證學到此事確是如此、且說得正確。
{A} And you may learn that this is so and rightly said also from other testimonies, my friend, if you so choose.
1:464
Καὶ σύ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα·
「以法他的家——伯利恆啊,你在猶大諸城中為小;
"And thou, Bethlehem, house of Ephratah, art little to be among the thousands of Judah;
1:465
ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος
將來必有一位從你那裏出來,在以色列中為我作掌權的;祂的根源從亙古、從太初就有。」
out of thee shall come forth unto Me one to be ruler in Israel; and His goings forth have been from of old, from the days of eternity."
1:466
Περὶ δέ γε τῶν υἱῶν Ἰσραὴλ ὁ ἱερώτατος Παῦλος·
至於以色列的眾子,至聖的保羅說:
And concerning the sons of Israel the most holy Paul says:
1:467
Ὅτι πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες βρῶμα τὸ πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα
「都在雲裏、海裏受洗歸了摩西,並且都吃了一樣的靈食,也都喝了一樣的靈水。
"That all were baptized unto Moses in the cloud and in the sea, and all did eat the same spiritual meat, and all did drink the same spiritual drink.
1:468
Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας
因為所喝的,是出於那隨著他們的靈磐石。」
For they drank of that spiritual Rock that followed them."
1:469
Ἄθρει δὴ οὖν ἐν Χριστῷ Ἰησοῦ καθ' ἕνωσιν οἰκονομικὴν τὸ ἰδικῶς τοῦ Λόγου πρεσβύτατον
看哪,按那救贖經綸的聯合,那個別地屬於道的古先性,便在基督耶穌裏可見。
Behold, then, in Christ Jesus, according to the economic union, the antiquity that individually belongs to the Word.
1:470
Ἦ οὐκ ἐναργὴς ὁ λόγος; Τὸν γάρ τοι Βηθλεεμίτην ὡς ἄνθρωπον καὶ ἐκ γυναικὸς ἀπ' ἀρχῆς αἰῶνος τὰς ἐξόδους ἔχειν εὖ μάλα φησίν
這話豈不清楚嗎?因為他極清楚地說,那位伯利恆人——作為人、由女子而出——卻有從亙古、從太初而來的根源。
Is not the saying clear? For he says full well that the Bethlehemite, as a man and from a woman, has His goings forth from of old, from the days of eternity.
1:471
Ἐν ἀρχῇ γὰρ ἦν καὶ πρὸ παντὸς αἰῶνος ὁ ἐνανθρωπήσας Λόγος, καὶ αὐτὸς ἦν ἡ πέτρα δεδιψηκότα τὸν Ἰσραὴλ τοῖς παρ' ἐλπίδα καὶ ἀδοκήτοις ἐκμεθύσκων νάμασι, καίτοι γεννηθεὶς κατά γε τὴν σάρκα καὶ τὸ ἀνθρώπινον ἐν ἐσχάτοις καιροῖς, καὶ κεχρισμένος εἰς τὴν εἰς κόσμον ἀποστολὴν παρὰ τοῦ Θεοῦ καὶ Πατρός
因為那成了人的道,在太初、在萬世之先就有,祂自己就是那磐石,以出人意外、不可指望的活水使乾渴的以色列暢飲;縱然祂按肉身、按人性在末後的時候被生,又被父神所膏,差遣到世上來。
For in the beginning, and before every age, was the Word who became man, and He Himself was the Rock who made the thirsting Israel drunk with unhoped-for and unexpected streams, although He was begotten according to the flesh and the humanity in the last times, and was anointed for the mission into the world by God the Father.
1:472
Κατωνόμασται γὰρ οὐχ ἑτέρου του χάριν ἀλλ' ἢ διὰ τοῦτο Χριστός·
因為祂被稱為基督,正是為了這緣故,並無別的:
For He has been named Christ for no other reason than this:
1:473
Χριστὸς δὲ ἦν ἡ πέτρα, κατὰ τὸν Παῦλον
照保羅所說:「那磐石就是基督。」
and "the Rock was Christ," according to Paul.
1:474
Ἦ ἐνδοιαστὸν τὸ χρῆμα ἐρεῖς; { Β} Οὐδαμῶς
或者你要說這事是可疑的嗎?{乙}絕不。
Or will you say the matter is doubtful? {B} By no means.
1:475
{ Α} Ἐπαγωνιεῖται δὲ αὖ καὶ συναθλήσει τῷ λόγῳ καὶ ὁ σοφὸς Ἰωάννης μονονουχὶ καὶ συναγείρων τὰς φύσεις, καὶ μισγάγκειαν ἄγων τῶν ἑκατέρᾳ πρεπόντων ἰδιωμάτων τὴν δύναμιν
{甲}智慧的約翰也要再次為這道理爭辯、與之並肩奮戰,幾乎是把二性收聚起來,將那合乎各性之屬性的能力匯流為一。
{A} And again the wise John will contend for and strive together with the argument, all but gathering together the natures and bringing into a confluence the power of the properties that befit each.
1:476
Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν
「論到從起初原有的生命之道,就是我們所聽見、所看見、親眼看過、親手摸過的;這生命已經顯現出來,我們也看見過,現在又作見證,將原與父同在、且顯現與我們那永遠的生命,傳給你們。」
"That which was from the beginning, which we have heard, which we have seen with our eyes, which we have looked upon, and our hands have handled, of the Word of life; and the life was manifested, and we have seen it, and bear witness, and declare unto you that eternal life, which was with the Father, and was manifested unto us."
1:477
Ἰδοὺ τὸν ὄντα ἀπ' ἀρχῆς ὦφθαί τέ φησιν ἐναργῶς, ὑπομεῖναι δὲ καὶ ἁφήν
看哪,他說那從起初就有的,不但清楚被看見,甚至甘受撫摸。
Behold, he says that the One who is from the beginning was both clearly seen and even submitted to touch.
1:478
Ὁ Κύριός μου καὶ ὁ Θεός μου, ἀναμετρήσας δακτύλῳ πλευράν τε τὴν σώματος καὶ τὰς διατρήσεις τῶν ἥλων
「我的主,我的神」——他用指頭量度那身體的肋旁與釘子的傷痕。
"My Lord and my God," measuring with his finger both the side of the body and the piercings of the nails.
1:479
Γεγενῆσθαι δέ φησι τοὺς ἁγίους ἀποστόλους καὶ ὁ θεῖος ἡμῖν Λουκᾶς αὐτόπτας τε καὶ ὑπηρέτας τοῦ Λόγου
我們神聖的路加也說,眾聖使徒成了道的目擊者與執事。
And our divine Luke also says that the holy apostles became eyewitnesses and ministers of the Word.
1:480
Γέγονε γὰρ ἐμφανὴς ὁ ἀσώματος, καὶ ἁπτὸς ὁ ἀναφής, οὐκ ὀθνεῖον ἔχων ἔτι περίβλημα τὴν ἀπὸ γῆς σάρκα, ἀλλ' ἴδιον αὐτὴν ποιησάμενος ναόν, καὶ σὺν αὐτῇ γνωριζόμενος ὡς Θεὸς καὶ Κύριος
因為那無形體的成了可見的,那不可摸的成了可摸的——不再以那從地而出的肉身為外來的衣袍,乃以它為祂自己的殿,並與它一同被認識為神、為主。
For the bodiless became visible, and the intangible touchable—no longer having the flesh from earth as an alien garment, but having made it His own temple, and being known together with it as God and Lord.
1:481
Γεγραφότα δὲ οἶσθά που τὸν ἱερώτατον Παῦλον·
我想你知道,至聖的保羅曾寫道:
And you know, I suppose, that the most holy Paul has written:
1:482
Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει
「我們沒有一個人為自己活,也沒有一個人為自己死。
"For none of us liveth to himself, and no man dieth to himself.
1:483
Ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τῷ Κυρίῳ ἀποθνήσκομεν
我們若活著,是為主而活;若死了,是為主而死。
For whether we live, we live unto the Lord; and whether we die, we die unto the Lord.
1:484
Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν
所以我們或活或死,總是主的人。
Whether we live therefore, or die, we are the Lord's.
1:485
Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ
因此基督死了,又活了,為要作死人並活人的主。」
For to this end Christ both died and lived, that He might be Lord both of the dead and of the living."
1:486
Ἄραρεν οὖν ὅτι κεκυρίευκεν ἀληθῶς νεκρῶν τε καὶ ζώντων ὁ μὴ ἑτέρου του χάριν ἢ ὅτι τοῦδε καὶ μόνου τεθνεὼς καὶ ἐγηγερμένος
那麼可確定的是:祂真已成為死人與活人的主——這位除這緣故、且唯獨這緣故以外,並非為別的而死、而復活。
It is established, then, that He has truly become Lord of both the dead and the living—He who died and was raised for no other reason than this and this alone.
1:487
{ Α} Τίνα δὴ οὖν, ὦ γενναῖε, φαμὲν ὡς ὑπέδυ μὲν θάνατον, ἀνεβίω δὲ αὖ; { Β} Τὸν Υἱὸν δηλονότι
{甲}那麼,高貴的朋友啊,我們說那受死、卻又復活的是誰呢?{乙}顯然是子。
{A} Whom then, noble friend, do we say underwent death, but again came back to life? {B} The Son, obviously.
1:488
{Α} Ἀλλ' ὅτι μὲν τὸν Υἱόν, εὖ λέγεις, ἐπαινέσομαι γὰρ οὖν
{甲}你說是子,這話很好,我確要稱讚你。
{A} Well, that you say it is the Son, I shall commend you indeed.
1:489
Ἐθέλοιμι δ' ἄν σου διαμαθεῖν πότερα θνητὸς καὶ φθορᾷ κάτοχος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ἢ πέρα θανάτου καὶ φθορᾶς ἀμείνων ὡς ζωή; {Β} Οὕτω φημί
但我願從你詳細得知:那從父神而出的道是會死、受制於朽壞的呢,還是超乎死與朽壞、作為生命而更美的呢?{乙}我說是後者。
But I should like to learn thoroughly from you whether the Word from God the Father is mortal and subject to corruption, or beyond death and corruption, being better, as life. {B} I say the latter.
1:490
{Α} Εἶτα πῶς γέγονεν ἐν νεκροῖς καὶ ἐλεύθερος κατὰ τὰς Γραφάς; Τεθναίη γὰρ ἂν οὔτι που καθ' ἑαυτὸν ὁ Λόγος
{甲}那麼,照經上所說,祂怎能在死人中又得自由呢?因為那道斷不能單就祂自己而死。
{A} Then how has He come to be among the dead and free, according to the Scriptures? For the Word would in no way die in and of Himself.
1:491
{Β} Ὅτι τεθνεώσης αὐτοῦ τῆς σαρκός, αὐτὸς τοῦτο λέγεται παθεῖν
{乙}因為當祂的肉身死了,據說祂自己便承受了此事。
{B} Because, when His flesh had died, He Himself is said to have suffered this.
1:492
{ Α} Ὀρθότατά τε καὶ ἀπλανῶς
{甲}說得最為正確,毫無謬誤。
{A} Most rightly and without error.
1:493
Οὐκοῦν, οὐ δίχα σαρκός, σὺν αὐτῇ δὲ μᾶλλον καὶ μετ' αὐτῆς, τὴν τῆς κυριότητος ἀνεδήσατο δόξαν ὁ νόμῳ σαρκὸς καὶ φύσει τῇ καθ' ἡμᾶς τεθνεὼς καὶ ἐγηγερμένος
所以,那位按肉身的律、按我們的本性死而復活的,並非離了肉身,乃是同著肉身、與肉身一起,將那主權的榮耀加於自己身上。
Therefore, not apart from flesh, but rather with it and together with it, did He who by the law of the flesh and by our nature died and was raised bind upon Himself the glory of lordship.
1:494
Ἀνθρώπινον μὲν τὸ τεθνάναι πάθος, ἐνέργημα δὲ θεϊκὸν τὸ ἀναβιῶναι δεικνύς, ἵνα δι' ἀμφοῖν γνωρίζηται, καθ' ἡμᾶς τε ἅμα καὶ ὑπὲρ ἡμᾶς ὡς Θεὸς καὶ τῶν ὅλων < Κύριος>, καὶ μεθ' ἡμῶν γεγονὼς ὁρῷτο μετὰ Πατρός
祂顯明:死乃是屬人的受苦,復活卻是屬神的運作,使祂藉著這二者被認識為:既與我們相同,又超乎我們,乃是神、是萬有的<主>,並被看見與我們同在,同著父在一起。
Showing that to die is a human passion, but to come back to life a divine operation, so that through both He might be known to be at once like us and above us, as God and <Lord> of all, and might be seen to have come to be with us, together with the Father.
1:495
Οὕτως αὐτὸν ὁ Ναθαναὴλ ἐπιγινώσκων ἔφασκε·
拿但業就這樣認出祂來,說:
Thus Nathanael, recognizing Him, said:
1:496
Αὐτὸς δὲ τοῖς ἑαυτοῦ μαθηταῖς·
祂自己也對祂自己的門徒說:
And He Himself to His own disciples:
1:497
Ἔργῳ δὲ αὐτὸ πιστούμενος, ἀνίησι μὲν ἁμαρτίας, ἐξουσίαν δὲ δέδωκε κατὰ πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ
祂又以行為證實此事,赦免罪過,又賜下權柄制伏污靈,把牠們趕出去,並醫治百姓中各樣的疾病。
And confirming it by deed, He remits sins, and gave authority over unclean spirits so as to cast them out, and to heal every sickness and every disease among the people.
1:498
Ἦ οὐκ ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου τεθεράπευται μὲν ὁ τὼ πόδε λελωβημένος καὶ τῇ ὡραίᾳ προσιζάνων πύλῃ; Ἀρρωστίαν δὲ τὴν οὕτω μακρὰν ἀπεσείσατο, καὶ κομιδῇ δυσδιάφυκτον διέδρα νόσον Αἰνέας, πρὸς ὃν ὁ Θεσπέσιος ἔφη [Παῦλος]·
那雙腳殘廢、坐在美門口的人,豈不是奉拿撒勒人耶穌基督的名得了醫治嗎?以尼雅也甩脫了如此長久的病弱,逃離了那極難擺脫的疾病;受默示的【保羅】對他說:
Was it not in the name of Jesus Christ of Nazareth that the man lame in both feet, who sat at the Beautiful Gate, was healed? And Aeneas shook off so long an infirmity, and escaped a disease most hard to flee, to whom the inspired [Paul] said:
1:499
Ἀινέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός
「以尼雅,耶穌基督醫好你了。」
"Aeneas, Jesus the Christ healeth thee."
1:500
Ὅσον γὰρ οὕτω δοξάζουσι περιέσται τὸ κέρδος, σαφηνιεῖ λέγων ὁ Χριστοῦ μαθητής·
至於那樣榮耀祂的人將得著何等大的益處,基督的門徒要說明,他說:
For how great the gain that will accrue to those who glorify Him thus, the disciple of Christ will make clear, saying:
1:501
Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ
「凡認耶穌為神兒子的,神就住在他裏面,他也住在神裏面。」
"Whosoever shall confess that Jesus is the Son of God, God dwelleth in him, and he in God."
1:502
Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ
「我們也知道神的兒子已經來到,且將悟性賜給我們,使我們認識那位真實的;我們也在那位真實的裏面,就是在祂兒子耶穌基督裏面。
"And we know that the Son of God is come, and hath given us an understanding, that we may know the true God, and we are in the true One, even in His Son Jesus Christ.
1:503
Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος, καὶ δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων
這是真神,也是永生。」願藉著祂、並同著祂,將榮耀歸與父神,同著聖靈,直到世世代代。
This is the true God and life eternal." And through Him and together with Him, to God the Father be the glory, with the Holy Spirit, unto the ages of ages.
← 上一段
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。