📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 基督教地誌

基督教地誌 第 1 章 第 4/22 段

希臘文原文.162 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:419–1:580(全章共 3362 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:419
Εἷς οὖν ἐστι καὶ οὗτος ὁ Πτολεμαῖος τῶν βασιλευσάντων ἐν Ἀλεξανδρείᾳ, ἢ ὁ Φιλομήτωρ, ἢ ὁ νεώτερος Εὐεργέτης, ἢ ὁ πρὸ Κλεοπάτρας τῆς ὑστάτης, ὁ καλούμενος Διονύσου·
是故,此托勒密亦是在亞歷山卓為王之諸位托勒密王中之一位,或為腓羅美托,或為較年輕之歐爾革特斯,或為末代克麗奧佩脫拉之前那位、人稱『狄俄尼索斯』之托勒密。
This Ptolemy, then, is also one of those who reigned in Alexandria, either Philometor, or the younger Euergetes, or the one before the last Cleopatra, who was called of Dionysus.
1:420
οὗτοι γὰρ ὑπερέβησαν βασιλεύοντες τὰ εἰκοσιεπτὰ ἔτη καὶ αὐτοὶ ἀπόγονοί εἰσι τῶν πρώτων βασιλευσάντων Πτολεμαίων, καθὰ καὶ ἐν τῇ εἰκόνι τῇ μαρμαρίνῃ, ᾗ ἐτάξαμεν, ἀναγέγραπται
因為此等諸王在位皆逾二十七年,而彼等本身即是最初為王之諸位托勒密之後裔,正如我等所引之大理石碑上所記載者。
For these exceeded twenty-seven years in reigning, and they themselves are descendants of the first Ptolemies who reigned, just as is also recorded in the marble stele which we have cited.
1:421
Περὶ γὰρ τῶν νῦν βασιλέων οὐδὲν ἐν τῷ προφήτῃ ἀναγέγραπται, καθὰ καὶ αὐτὸς ὁ Κύριος λέγει ὅτι·
因為關於現今的諸王,先知書中並無記載,正如主自己也說:
For concerning the present kings nothing has been written in the prophet, just as the Lord himself also says that:
1:422
Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου προεκήρυξαν
「律法和先知直到約翰為止,豫先傳講。」
"The law and the prophets proclaimed beforehand until John."
1:423
Τοῦ γὰρ Ναβουχοδονόσορ διαλογιζομένου, εἰ ἔχει διαδοχὴν ἡ βασιλεία αὐτοῦ, καὶ τοῦ Δανιὴλ διαλογιζομένου, εἰ ἔχει διαδοχὴν τὰ ἔθη τὰ ἰουδαϊκά, ἀμφοτέροις ἐκ παραλλήλου τὸ αὐτὸ ἀπεκαλύφθη ὅτι·
因為當尼布甲尼撒思忖他的國度是否有承繼之時,但以理也思忖猶太人的規例是否有承繼之時,二人同時各自蒙啟示了同一件事,即:
For when Nebuchadnezzar was pondering whether his kingdom would have succession, and Daniel was pondering whether the Jewish customs would have succession, to both of them, in parallel, the same thing was revealed, namely that:
1:424
Ἐν ἑνὶ χρόνῳ καὶ πᾶσα ἡ διαδοχὴ τῆς βασιλείας σου ἐκλείψει, ἐν ταὐτῷ καὶ τὰ ἰουδαϊκὰ ἔθη καὶ νόμιμα καταλυθήσονται, καὶ ἑτέρα τις κατάστασις ἐπεισαχθήσεται κρείττων, ἥτις αἰώνιος καὶ ἀτελεύτητος ἔσται, ἥτις καὶ ἀρχὴν λήψεται, παυομένων μὲν γὰρ τῶν πρώτων βασιλειῶν καὶ τῶν νομικῶν ἐθῶν, ἀναδεικνυμένης δὲ ὅταν ὁ ταύτης ἀρχηγὸς παραγένηται
「在同一個時候,你國度的一切承繼將要終止,同時猶太人的規例和律法也將被廢止,另一種更美好的體制將被引入,這體制將是永恆而無終的,並且也將於此時開始」,因為當先前的諸國和律法性的規例止息之時,這體制的創始者一旦來臨,它便顯現出來。
"At one and the same time, both the entire succession of your kingdom will cease, and at the same time also the Jewish customs and laws will be abolished, and a certain other, better order will be introduced, which will be eternal and unending, and which will also take its beginning"; for while the former kingdoms and the legal customs cease, it is manifested when its founder appears.
1:425
Περὶ γὰρ τῆς Ῥωμαίων βασιλείας ἐν μὲν τῷ προφήτῃ οὐ φανερῶς γέγραπται·
因為關於羅馬人的國度,先知書中並未明白記載;
For concerning the kingdom of the Romans, it is not written plainly in the prophet;
1:426
διαδοχῆς ἐστι τῶν Μακεδόνων
乃屬馬其頓人的承繼。
it is of the succession of the Macedonians.
1:427
Ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τὸν αἰῶνα οὐ διαφθαρήσεται. Ἐνταῦθα μὲν λέγων περὶ τοῦ Δεσπότου Χριστοῦ, αἰνιγματωδῶς δὲ συμπεριλαμβάνει καὶ τὸ τῶν Ῥωμαίων βασίλειον συνανατεῖλαν τῷ Δεσπότῃ Χριστῷ
「天上的神必興起一國,這國永不敗壞。」在此固然是指主基督而言,但也隱謎式地一併涵蓋了與主基督同時興起的羅馬人的國度。
"The God of heaven will raise up a kingdom, which shall not be destroyed forever." Here indeed he speaks concerning the Lord Christ, but in a riddling way he also includes together the kingdom of the Romans, which arose together with the Lord Christ.
1:428
Τοῦ γὰρ Χριστοῦ ἔτι κυοφορουμένου, κράτος ἐδέξατο παρὰ Θεοῦ ἡ τῶν Ῥωμαίων βασιλεία, ὡς ὑπηρέτις οὖσα τῶν τοῦ Χριστοῦ οἰκονομιῶν·
因為當基督尚在母腹中孕育之時,羅馬人的國度便從神那裡領受了權柄,作為基督救世經綸的婢女;
For while Christ was still being carried in the womb, the kingdom of the Romans received power from God, as being a handmaid of the dispensations of Christ;
1:429
ἐν αὐτῷ γὰρ τῷ καιρῷ καὶ αἰώνιοι Αὔγουστοι προσηγορεύθησαν καὶ εἰς πᾶσαν τὴν γῆν ἀπογραφὴν ὡς κρατοῦντες ἐποιήσαντο
因為正在那時候,他們也被稱為「永恆的奧古斯都」,並且作為統治者,向全地施行了戶口普查。
for at that very time they were also named "eternal Augusti," and, as holding sway, they carried out a census over all the earth.
1:430
Ἀμέλει ἐπισημαίνεται ὁ Εὐαγγελιστὴς ὅτι αὕτη πρώτη ἀπογραφὴ ἐγένετο ἐπὶ Αὐγούστου Καίσαρος, ὅτε καὶ ὁ Δεσπότης Χριστὸς ἐγεννήθη καὶ εἰς τὴν τῶν Ῥωμαίων γῆν καὶ βασιλείαν ἠξίωσεν ἀπογραφῆναι καὶ τέλη δοῦναι
福音書作者確實指出,這是在奧古斯都凱撒治下所行的第一次戶口普查;正是在那時,主基督誕生了,並且屈尊在羅馬人的土地和國度中登記戶口、繳納稅款。
Indeed, the Evangelist notes that this was the first census that took place under Augustus Caesar, when also the Lord Christ was born, and deigned to be registered in the land and kingdom of the Romans, and to pay taxes.
1:431
Μετέχει οὖν ἡ βασιλεία τῶν Ῥωμαίων τῶν ἀξιωμάτων τῆς βασιλείας τοῦ Δεσπότου Χριστοῦ, πάσας ὑπεραίρουσα ὅσον ἐνδέχεται κατὰ τὸν βίον τοῦτον, ἀήττητος διαμένουσα μέχρι τῆς συντελείας
因此,羅馬人的國度分享了主基督國度的尊榮,在今生盡可能地凌駕於一切其他國度之上,直到末日仍保持不敗。
The kingdom of the Romans therefore partakes of the dignities of the kingdom of the Lord Christ, surpassing all others as far as is possible in this life, remaining undefeated until the consummation.
1:432
Εἰς τὸν αἰῶνα γάρ, φησίν, οὐ διαφθαρήσεται. Καὶ ἐπὶ μὲν τοῦ Δεσπότου Χριστοῦ εἰς τὸν αἰῶνα τὸ ἀτελεύτητον σημαίνει, καθὰ καὶ ὁ Γαβριὴλ τῇ Παρθένῳ λέγει·
經上說:「這國永不敗壞。」就主基督而言,「永」字表示無窮無盡,正如加百列對童貞女所說:
"For it shall not be destroyed forever," it says. And in the case of the Lord Christ, "forever" signifies the unending, just as Gabriel also says to the Virgin:
1:433
Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος, ἐπὶ δὲ τῆς Ῥωμαίων βασιλείας ὡς συνανατειλάσης τῷ Χριστῷ, εἰς τὸν αἰῶνα τοῦτον οὐ διαφθαρήσεται
「他必永遠作雅各家的王,他的國也沒有窮盡。」至於羅馬人的國度,因是與基督一同興起,「永不敗壞」則是指這現今的世代而言。
"And he shall reign over the house of Jacob forever, and of his kingdom there shall be no end." But in the case of the kingdom of the Romans, as having risen together with Christ, "it shall not be destroyed" refers to this present age.
1:434
Θαρρῶν γὰρ ἀποφαίνομαι ὅτι, εἰ καὶ διὰ τὰς ἡμετέρας ἁμαρτίας πρὸς παιδείαν ὀλίγον ἐχθροὶ βάρβαροι τῇ Ῥωμανίᾳ ἐπανίστανται, ἀλλὰ τῇ δυνάμει τοῦ διακρατοῦντος ἀήττητος διαμένει ἡ βασιλεία, ἐπὶ τὸ μὴ στενοῦσθαι τὰ τῶν χριστιανῶν, ἀλλὰ πλατύνεσθαι
因為我大膽宣告:即便因我們的罪過,敵對的蠻族一時興起攻擊羅馬帝國以施管教,然而靠著那護持者的能力,這國度仍保持不敗,使基督徒的事業不但不致窘迫,反倒擴展。
For I boldly declare that, even if because of our sins, for a little discipline, hostile barbarians rise up against Romania, yet by the power of him who holds it together, the kingdom remains undefeated, so that the affairs of the Christians are not straitened, but rather enlarged.
1:435
Καὶ γὰρ καὶ πρῶτον βασίλειον ἐπίστευσε Χριστῷ παρὰ τὰ λοιπὰ καὶ αὕτη ἡ βασιλεία ὑπηρέτις ἐστὶ τῶν τοῦ Χριστοῦ οἰκονομιῶν, ἣν διὰ ταῦτα φυλάττει ὁ τῶν ὅλων Δεσπότης Θεὸς ἀήττητον μέχρι τῆς συντελείας
而且,在一切國度中,它也是最先信奉基督的;這國度乃是基督救世經綸的婢女,因此萬有的主宰神保守它直到末日仍不敗。
For indeed, of all the kingdoms, it was also the first to believe in Christ, and this kingdom is a handmaid of the dispensations of Christ, and for these reasons the Master God of all keeps it undefeated until the consummation.
1:436
Τὸ δὲ τῶν Περσῶν βασίλειον οὐκ ἔστιν ἐκ τῶν Περσῶν, οὔτε ἐκ διαδοχῆς τῶν προτέρων, ἀλλ' ἐξ ἄλλης ἀρχῆς νῦν ἀναστάν, τουτέστιν ἐκ τῶν Μάγων
至於波斯人的國度,並非出自波斯人,也不是承繼先前諸國而來,而是如今出自另一個起源,即出自瑪吉人。
But the kingdom of the Persians is not from the Persians, nor from the succession of the former kingdoms, but has now arisen from another origin, that is, from the Magi.
1:437
Ἐπὶ γὰρ τῶν καιρῶν τοῦ Χριστοῦ ἡ βασιλεία τῶν Περσῶν καταλυθεῖσα ἦν ἀπὸ τοῦ Μακεδόνος Ἀλεξάνδρου κατὰ τὴν προφητείαν καὶ οἱ διάδοχοι τῆς μακεδονικῆς ἀρχῆς κατεκράτουν τῆς χώρας ἄχρι Ἀντιόχου
因為在基督的時代,波斯人的國度已經照著預言,被馬其頓人亞歷山大所滅,馬其頓政權的繼承者掌控該地,直到安條克為止。
For in the times of Christ, the kingdom of the Persians had been destroyed by Alexander the Macedonian, according to the prophecy, and the successors of the Macedonian rule held sway over the country until Antiochus.
1:438
Λοιπὸν ἔκτοτε Πάρθοι κατὰ μικρὸν ἐτοποκράτουν·
此後,自那時起,帕提亞人便逐漸佔據了該地;
Thereafter, from that time, the Parthians gradually took control of the region;
1:439
ἀμέλει ἐπιρρίψαντες ἐν Ἱεροσολύμοις Ὑρκανὸν τὸν τῶν Ἰουδαίων ἄρχοντα αἰχμάλωτον ἔλαβον πρὸ ὀλίγου χρόνου τοῦ παραγένεσθαι τὸν Δεσπότην Χριστόν
他們確實曾在耶路撒冷攻打猶太人的統治者許爾卡努斯,在主基督降臨前不久將他擄去。
indeed, having attacked Hyrcanus, the ruler of the Jews, in Jerusalem, they took him captive a short time before the Lord Christ came.
1:440
Νῦν γὰρ ὡς πρὸ τετρακοσίων ἐτῶν ἐξηγέρθη αὕτη ἡ βασιλεία τῶν Μάγων, ὡς οἶμαι, καὶ αὕτη δευτερεύουσα μετὰ τοὺς Ῥωμαίους διὰ τὸ τοὺς Μάγους ἀξιώματά τινα λαβεῖν ἐπὶ τοῦ Δεσπότου Χριστοῦ διὰ τὴν πρὸς αὐτὸν προσκύνησιν καὶ τιμήν
照我估計,這瑪吉人的國度大約在四百年前興起,它在羅馬人之後居於第二位,這是因為瑪吉人曾因對主基督的朝拜與敬奉,而在主基督之時獲得了某些尊榮。
For now this kingdom of the Magi arose, as I reckon, about four hundred years ago, and it holds second place after the Romans, because the Magi received certain honors at the time of the Lord Christ, on account of their homage and reverence toward him.
1:441
Ἐν τῇ γὰρ Ῥωμαίων γῇ πρῶτον ἐπὶ τῶν ἀποστόλων διέδραμε τὸ χριστιανικὸν κήρυγμα καὶ εὐθέως πάλιν ἐν Περσίδι διὰ Θαδδαίου τοῦ ἀποστόλου
因為基督徒的宣講,在使徒的時代,首先在羅馬人的土地上傳開,隨即又立刻藉著使徒達太,在波斯傳開。
For in the land of the Romans, first, in the time of the apostles, the Christian preaching ran its course, and then immediately also in Persia, through Thaddaeus the apostle.
1:442
Ἀμέλει καὶ ἐν ταῖς Καθολικαῖς γέγραπται·
確實,在大公書信中也如此記載:
Indeed, it is also written in the Catholic Epistles:
1:443
Ἀσπάζεταί σε ἡ ἐν Βαβυλῶνι Ἐκκλησία. Ἀλλὰ μὴν τὸ τῶν Ῥωμαίων βασίλειον πολλὰπρολήμματα ἔχει ἐν τούτῳ, ὡς καὶ πρῶτον ὂν καὶ πρῶτον πιστεῦσαν εἰς Χριστὸν καὶ ὑπηρετοῦν ἐν πάσῃ τῇ κατὰ Χριστὸν οἰκονομίᾳ
「在巴比倫的教會問候你們。」然而,羅馬人的國度在此事上確實佔有諸多優先之處,因為它既是首要的,又是最先信奉基督的,並且在關乎基督的一切經綸中效力。
"The church that is in Babylon greets you." But indeed, the kingdom of the Romans has many advantages in this respect, as being both the first and the first to believe in Christ, and as serving in every dispensation concerning Christ.
1:444
Ἕτερον δὲ σημεῖον δυναστείας τῶν Ῥωμαίων ὃ αὐτοῖς κεχάρισται ὁ Θεός, λέγω δὴ ὅτι ἐν τῷ νομίσματι αὐτῶν ἐμπορεύονται πάντα τὰ ἔθνη καὶ ἐν παντὶ τόπῳ ἀπ' ἄκρου γῆς ἕως ἄκρου γῆς δεκτόν ἐστι, θαυμαζόμενον παρὰ παντὸς ἀνθρώπου καὶ πάσης βασιλείας, ὅπερ ἑτέρᾳ βασιλείᾳ οὐχ ὑπάρχει τὸ τοιοῦτο
羅馬人統治權的另一個標記,是神所賜給他們的,我是指:萬國都用他們的錢幣進行貿易,而且在各地,從地極到地極,它都被接受,受到每一個人和每一個國度的讚歎——這是任何其他國度都沒有的。
Another sign of the dominion of the Romans, which God has granted them, is this: I mean that all the nations trade with their coinage, and in every place, from one end of the earth to the other, it is accepted, being admired by every man and every kingdom—a thing which does not belong to any other kingdom.
1:445
Λοιπὸν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν
現在讓我們回到本題。
Now let us return to the matter at hand.
1:446
Τὸ κείμενον . Τινὲς γὰρ τῶν παλαιῶν φιλοσόφων σχεδὸν τὴν οἰκουμένην περινοστήσαντες καὶ ἱστοριογραφήσαντες παραπλησίως τῇ θείᾳ Γραφῇ ἔφασαν καὶ αὐτοὶ τὴν θέσιν τῆς γῆς εἶναι καὶ τῶν ἄστρων τὴν περιφορὰν γίνεσθαι
本文。因為古代哲學家中有些人,幾乎遊歷了整個有人居住的世界並加以記載,也和聖經相似地,陳述了他們自己對大地的位置以及星辰運轉的看法。
The Text. For some of the ancient philosophers, having traveled over nearly the whole inhabited world and recorded its history, stated, in agreement with divine Scripture, their own views concerning the position of the earth and the revolution of the stars.
1:447
Παρίτω δὲ εἰς μέσον ἐξ αὐτῶν τις φάσκων οὕτως
讓他們中的一位出來,這樣說道:
Let one of them come forward and speak as follows:
1:448
Ἐφόρου ἐκ τῆς δʹ Ἱστορίασ . Τὸν μὲν γὰρ Ἀπηλιώτην καὶ τὸν ἐγγὺς ἀνατολῶν τόπον Ἰνδοὶ κατοικοῦσι, τὸν δὲ πρὸς Νότον καὶ μεσημβρίαν Αἰθίοπες νέμονται, τὸν δὲ ἀπὸ Ζεφύρου καὶ δυσμῶν Κελτοὶ κατέχουσι, τὸν δὲ κατὰ Βορρᾶν καὶ τὰς ἄρκτους Σκῦθαι κατοικοῦσιν
引自埃弗魯斯《史記》第四卷。因為印度人居住在東風之方及近日出之地,衣索比亞人則佔據南方與正午之地,凱爾特人佔有西風之方及日落之地,斯基泰人則居住在北方及大熊星座之地。
From Ephorus, from the fourth book of his History. For the Indians inhabit the region of the east wind and the area near the sunrise, while the Ethiopians occupy the region toward the south and midday; the Celts hold the region from the west wind and the sunset, while the Scythians inhabit the region toward the north and the Bears.
1:449
τούτων τῶν μερῶν, ἀλλὰ τὸ μὲν τῶν Σκυθῶν καὶ τῶν Αἰθιόπων μεῖζον, τὸ δὲ τῶν Ἰνδῶν καὶ τῶν Κελτῶν ἔλαττον
……這些地區並不相等,斯基泰人與衣索比亞人的地區較大,而印度人與凱爾特人的地區較小。
...of these regions, but that of the Scythians and the Ethiopians is greater, while that of the Indians and the Celts is smaller.
1:450
Καὶ παραπλήσιον ἑκατέρων ἀλλήλοις ἔχει τοῦ τόπου τὸ μέγεθος
而且,每一對彼此地區的大小相近似。
And the size of the territory of each pair is similar to one another.
1:451
Οἱ μὲν γὰρ Ἰνδοί εἰσι μεταξὺ θερινῶν καὶ χειμερινῶν ἀνατολῶν, Κελτοὶ δὲ τὴν ἀπὸ θερινῶν μέχρι χειμερινῶν δυσμῶν χώραν κατέχουσι
因為印度人位於夏至日出點與冬至日出點之間,而凱爾特人則佔有從夏至日落點到冬至日落點之間的地區。
For the Indians are situated between the summer and winter risings, while the Celts occupy the region from the summer to the winter settings.
1:452
Καὶ τοῦτο μὲν ἴσον ἐστὶν ἐκείνῳ τὸ διάστημα καὶ μάλιστά πως ἀντικείμενον
而這段距離與那段距離相等,並且在某種意義上,二者正好完全相對。
And this distance is equal to that one, and is, in a certain way, most directly opposite to it.
1:453
Ἡ δὲ τῶν Σκυθῶν κατοίκησις τοῦ μὲν ἡλίου τῆς περιφορᾶς τὸν διαλείποντα κατέχει τόπον, ἀντίκειται δὲ πρὸς τὸ τῶν Αἰθιόπων ἔθνος, ὃ δοκεῖ παρατείνειν ἀπὸ ἀνατολῶν χειμερινῶν μέχρι δυσμῶν τῶν βραχυτάτων
斯基泰人的居住地佔據著太陽運行所遺留的空缺地帶,並與衣索比亞民族相對,衣索比亞人似乎從冬至日出點延伸到最短的日落點。
The habitation of the Scythians occupies the region left vacant by the circuit of the sun, and lies opposite to the nation of the Ethiopians, which seems to extend from the winter risings to the shortest settings.
1:454
Παραγραφή . Οὗτος ὁ Ἔφορος παλαιός ἐστι συγγραφεύς, φιλόσοφος καὶ ἱστοριογράφος
附註。這位埃弗魯斯是一位古代作家,是哲學家兼史學家。
Note. This Ephorus is an ancient writer, a philosopher and historian.
1:455
Ἀκριβῶς ὁ Ἔφορος καὶ λόγῳ καὶ τῇ καταγραφῇ, ὡς ἡ θεία Γραφή, διηγεῖται τὴν θέσιν τῆς γῆς καὶ τῶν ἄστρων τὴν περιφοράν
埃弗魯斯無論在論述上或是在記載上,都正確地——如同聖經一樣——描述了大地的位置與星辰的運轉。
Ephorus, both in his account and in his written record, describes accurately, just as divine Scripture does, the position of the earth and the revolution of the stars.
1:456
Πυθέας δὲ ὁ Μασαλιώτης φησὶν ἐν τοῖς περὶ Ὠκεανοῦ ὅτι παραγενομένῳ αὐτῷ ἐν τοῖς βορειοτάτοις τόποις ἐδείκνυον οἱ αὐτόθι βάρβαροι τὴν ἡλίου κοίτην, ὡς ἐκεῖ τῶν νυκτῶν ἀεὶ γινομένου παρ' αὐτοῖς
馬賽的皮西阿斯在其《論海洋》一書中說,當他抵達最北方地區時,當地的蠻族向他指出太陽棲息之處,因為在他們那裡,夜晚總是持續發生。
Pytheas of Massalia says in his work On the Ocean that, when he arrived in the northernmost regions, the barbarians there showed him the resting-place of the sun, since night was always occurring there among them.
1:457
Ξενοφάνης δὲ ὁ Κολοφώνιος, ἄπειρον ὑποτιθέμενος εἶναι τὴν γῆν, πρόδηλός ἐστι μὴ δεχόμενος τὴν σφαῖραν
至於科羅豐的克塞諾芬尼,他假定大地是無限的,顯然是不接受球體之說的。
But Xenophanes of Colophon, supposing the earth to be infinite, is clearly one who does not accept the sphere.
1:458
Καὶ ταῦτα μὲν οἱ ἔξωθεν συμφωνοῦντες τῇ θείᾳ Γραφῇ εὑρίσκονται εἰρηκότες
以上這些,乃是教外之人所說的,卻可見他們與聖經是一致的。
And these things, then, are found to have been said by those outside, in agreement with divine Scripture.
1:459
Τὸ κείμενον . Ἡμεῖς δὲ τῇ ἀκολουθίᾳ χρώμενοι πάλιν ὑποτιθέμεθα λέγοντες τοὺς τέσσαρας ποταμούς, οὓς ἡ θεία λέγει Γραφὴ ἐξέρχεσθαι τοῦ παραδείσου, τὸν Ὠκεανὸν διατέμνουσι καὶ ἀναδίδονται ἐν τῇ γῇ ταύτῃ
本文。我們則依循論述的次序,再次提出主張,即:聖經所說從樂園流出的四條河流,穿越海洋,並在這片大地上重新湧現出來。
The Text. But we, following the sequence of our argument, again propose, saying that the four rivers, which divine Scripture says go out from paradise, cut across the Ocean and re-emerge in this land.
1:460
Ὁ μὲν Φεισὼν ἐν τῇ Ἰνδικῇ χώρᾳ, ὃν καλοῦσί τινες Ἰνδὸν ἢ Γάγγην, ἐκ τῶν μεσογείων που κατερχόμενος πολλὰς ἐκροίας ἔχει ἐν τῷ Ἰνδικῷ πελάγει
比遜河位於印度地方,有人稱之為印度河或恆河;它從內陸某處而下,在印度洋中有許多出海口。
Pishon is in the land of India, which some call the Indus or the Ganges; descending from somewhere in the interior regions, it has many outlets into the Indian Sea.
1:461
Καὶ οὗτος δὲ ὁ ποταμὸς καὶ κιβώρια ἔχει καὶ τὰ καλούμενα νειλαγαθία καὶ φύλλα καὶ λωτάρια καὶ κροκοδείλους καὶ ἕτερα, ἃ ἔχει ὁ Νεῖλος
這條河也有蓮蓬、所謂的尼羅嘉提亞、蓮葉、小蓮、鱷魚,以及尼羅河所具有的其他種種事物。
And this river also has lotus-pods, and the so-called nile-agathia, and leaves, and small lotus-plants, and crocodiles, and other things which the Nile also has.
1:462
Ὁ δὲ Γηὼν ἀπὸ τῶν μερῶν τῆς Αἰθιοπίας διερχόμενος πᾶσαν τὴν Αἰθιοπίαν καὶ Αἴγυπτον τὰς ἐκροίας ἐπὶ τὸν παρ' ἡμῖν κόλπον ἐκπέμπει, ὁ δὲ Τίγρις καὶ Εὐφράτης ἀπὸ τῶν μερῶν τῆς Περσαρμενίας διερχόμενοι μέχρι τοῦ Περσικοῦ κόλπου
基訓河則從衣索比亞地方而來,流經整個衣索比亞和埃及,將其出海口注入我們這邊的海灣;底格里斯河與幼發拉底河則從波斯亞美尼亞地方流出,直到波斯灣。
Gihon, passing through the regions of Ethiopia, traverses all of Ethiopia and Egypt, and sends forth its outlets into the gulf near us; while the Tigris and Euphrates, passing through the regions of Persarmenia, flow as far as the Persian Gulf.
1:463
Καὶ ταῦτα μὲν ἡμεῖς περὶ τούτων
以上就是我們關於這些事情所要說的。
And these things, then, we have said concerning these matters.
1:464
Παραγραφή . Σημᾶναι βουλομένη ἡ θεία Γραφὴ τὴν διάμετρον τοῦ παραδείσου, ὡς μεγάλη ἐστὶ καὶ ἐκτεταμένη ἐν γῇ ἀνατολῶν, ἐμνήσθη τῶν τεσσάρων τούτων ποταμῶν μόνων, ὡς ἐκ τῆς πηγῆς τῆς ἐν Ἐδὲμ ἀναδιδομένης καὶ ποτιζούσης τὸν παράδεισον τὸ ὑπόλοιπον ὕδωρ εἰς τοὺς τέσσαρας τούτους ποταμοὺς ἀφορίζεται·
附註。聖經想要表明樂園的廣袤,即它在東方之地是何等宏大而延展,因此只提及這四條河流,因為從伊甸中湧出並灌溉樂園的那泉源,其餘的水便分為這四條河;
Note. Divine Scripture, wishing to indicate the diameter of paradise, how great it is and how extended in the land of the east, mentioned only these four rivers, since, from the spring that arises in Eden and waters paradise, the remaining water is divided into these four rivers;
1:465
καὶ διαπεροῦντες ἐν τῇ γῇ ταύτῃ πολλὴν γῆν πάλιν ποτίζουσιν
並且,穿越這片大地之後,它們又再度灌溉了廣大的土地。
and, passing through this land, they again water much land.
1:466
Τὸ κείμενον . Τούτῳ οὖν τῷ τρόπῳ διατρεχόντων τῶν φωστήρων καὶ ποιούντων νύκτας καὶ ἡμέρας καὶ καιροὺς καὶ χρόνους, καὶ εἰς σημεῖα τοῖς πλέουσι πελάγη ἢ ὁδοιποροῦσιν ἔρημον ὄντων, καὶ φαινόντων ἐπὶ τῆς γῆς, οὐ τῇ περιφορᾷ τοῦ οὐρανοῦ αὐτὰ φήσομεν κινεῖσθαι, ἀλλὰ μᾶλλον διὰ Δυνάμεων λογικῶν καθάπερ λαμπαδηφόρων τινῶν, ὡς δείξομεν τὴν θείαν Γραφὴν δηλοῦσαν
本文。既然這些光體以此方式運行,造成晝夜、季節與時期,並且對於航海或穿越曠野之人成為記號,又照耀在大地之上,那麼我們要說,它們並非因天的旋轉而運動,而是藉由某些如同持炬者一般的理性大能而運動,正如我們將指明聖經所顯示的那樣。
The Text. In this manner, then, as the luminaries run their course and make nights and days, seasons and times, and serve as signs for those sailing the seas or journeying through the desert, and shine upon the earth, we shall say that they are moved not by the revolution of the heaven, but rather by rational Powers, like certain torch-bearers, as we shall show divine Scripture to indicate.
1:467
Φησὶ γὰρ περὶ τοῦ Ἀντικειμένου διδάσκων ὁ θεῖος Ἀπόστολος, τί ἦν αὐτοῦ τὸ ἔργον ἐξ ἀρχῆς, οὕτως·
因為神聖的使徒,在教導關於那敵對者從起初以來的所作所為時,這樣說道:
For the divine Apostle, teaching concerning the Adversary what his work was from the beginning, says thus:
1:468
Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, σαφῶς ἄρχοντα τῆς ἐξουσίας τοῦ κινεῖν τὸν ἀέρα καὶ μεταβάλλειν αὐτὸν εἶναι πρώην διδάξας, νυνὶ δὲ ἐκριφέντα μηκέτι ταύτην ἔχειν τὴν ἀξίαν, ἀλλὰ μᾶλλον ἐνεργεῖν ἐκ κακίας ἐπὶ τοὺς ἁμαρτωλούς, ὡς δῆλον ἐκ τούτου ὅτι οὐ μόνος τοῦτο ποιεῖν ἐξίσχυεν, ἀλλὰ καὶ ἄλλοι πολλοὶ σὺν αὐτῷ
「照著空中掌權者的首領,就是現今在悖逆之子心中運行的邪靈」——藉此清楚教導:他原先曾是掌有運行、變動空氣之權柄的首領,但如今既已被摔出,便不再擁有這尊位,反倒出於惡意向罪人施行作為;由此可見,並非唯獨他一人能行此事,還有許多其他的與他一同行事。
"According to the ruler of the authority of the air, the spirit that now works in the sons of disobedience"—thereby clearly teaching that he was formerly a ruler with authority to move the air and to change it, but that now, having been cast out, he no longer holds this dignity, but rather acts out of malice against sinners; from which it is evident that he alone was not able to do this, but many others also together with him.
1:469
Οἱ μὲν γὰρ τῶν ἀγγέλων τὸν ἀέρα κινεῖν ἐπετρέποντο, οἱ δὲ τὸν ἥλιον, οἱ δὲ τὴν σελήνην, ἄλλοι τὰ ἄστρα, ἕτεροι νέφελας καὶ βροχὰς ἐργαζόμενοι, καὶ ἕτερα πολλά·
因為天使中有些被託付運行空氣,有些運行太陽,有些運行月亮,另一些運行星辰,還有一些負責造雲降雨,以及許多其他事務;
For some of the angels were entrusted with moving the air, others the sun, others the moon, others the stars, others with producing clouds and rains, and many other things;
1:470
τοῦτο γὰρ ἔργον καὶ νόμος τῶν ἀγγελικῶν ταγμάτων τε καὶ Δυνάμεών ἐστι, τὸ διακονεῖν πρὸς εὐεργεσίαν καὶ τιμὴν τῆς εἰκόνος τοῦ Θεοῦ, τουτέστι τοῦ ἀνθρώπου, καὶ κινεῖν πάντα, ὡς ὑπήκοοι στρατιῶται τοῦ βασιλέως
因為這正是天使各品位與諸大能的職責與律法:為要造福並尊榮神的形象——也就是人——而供職,並運行萬有,如同君王順服的兵士一般。
for this is the work and law of the angelic orders and Powers, to minister for the benefit and honor of the image of God, that is, of man, and to move all things, as obedient soldiers of the King.
1:471
Τοῦτο γὰρ τὸ ἔργον τῇ τετάρτῃ ἡμέρᾳ ἐκελεύσθησαν ποιεῖν, ὅτε καὶ τὸν οὐρανὸν τοῖς ἄστροις κατεκόσμησεν
因為他們是在第四日被命令行這職事,那時他也用星辰裝飾了諸天。
For they were commanded to do this work on the fourth day, when he also adorned the heaven with the stars.
1:472
Ἔργον δὲ τῶν ἀντικειμένων δαιμόνων τὰ πρὸς βλάβην τῆς εἰκόνος, ὡς ἀνταρτῶν, ποιεῖν·
至於那些敵對的邪魔,其職事則是——如同叛逆者一般——行那些傷害這形象的事;
But the work of the opposing demons is to do the things that harm the image, as rebels;
1:473
Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; διαρρήδην πάντας εἰπὼν εἰς δια κονίαν τεταγμένους τῶν ἀνθρώπων
「天使豈不都是服役的靈,奉差遣為那將要承受救恩的人效力嗎?」——明確地說,一切天使都是被指派來服事世人的。
"Are they not all ministering spirits, sent out to minister for the sake of those who are about to inherit salvation?"—expressly saying that all are appointed for the service of men.
1:474
Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται
「因為受造之物切望等待神的眾子顯出來。」
"For the earnest expectation of the creation eagerly awaits the revelation of the sons of God."
1:475
Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ' ἐλπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ, κτίσιν καλῶν ἐνταῦθα τοὺς ἀγγέλους, υἱοὺς δὲ Θεοῦ, τοὺς ἀνθρώπους, ἀποκαραδοκίαν δέ, τὸ ἀπὸ τοῦ κάρα ἐκτείνειν καὶ μακρόθεν ὁρᾶν τε καὶ ἐλπίζειν τι χρήσιμον περὶ τῶν ἀνθρώπων
「因為受造之物服在虛空之下,不是自己願意,乃是因那叫他如此服的;因為受造之物仍然指望脫離敗壞的轄制,得享神兒女自由的榮耀。」——在此,他稱天使為「受造之物」,稱人為「神的眾子」;而所謂「切望」,是指從頭部伸展出去、遠望,並對人的事懷抱某種有益的盼望。
"For the creation was subjected to futility, not willingly, but on account of him who subjected it, in hope that the creation itself also will be set free from the bondage of corruption into the freedom of the glory of the children of God"—here he calls the angels "creation," and men "sons of God," and by "earnest expectation" he means the stretching out from the head, looking from afar, and hoping for something beneficial concerning men.
1:476
Ἁμαρτήσαντος γὰρ τοῦ ἀνθρώπου καὶ λαβόντος τὴν ἀπόφασιν τοῦ θανάτου, πάνυ ἐλελύπηντο οἱ ἄγγελοι ἀφελπιστίαν τοῦ παντὸς ἀναλογιζόμενοι, ὡς συνδέσμου ὄντος τοῦ ἀνθρώπου πάσης τῆς κτίσεως καὶ εἰκόνος Θεοῦ τυγχάνοντος, καὶ ἐκ τῆς ἀποφάσεως ἀφελπιστίαν καὶ ἑαυτῶν καὶ τοῦ παντὸς λογιζόμενοι διακονεῖν καὶ ὑπηρετεῖν ἔτι ὑπὲρ αὐτοῦ ματαίως οὐκ ἠβούλοντο·
因為當人犯罪,領受死亡的判決之後,天使們極其憂傷,思量著全體受造之物將要陷入絕望,因為人乃是全體受造之物的聯結,並且正是神的形象;他們從這判決思量到自身與全體都將陷入絕望,於是不再願意徒然地繼續為人服事效力;
For when man had sinned and received the sentence of death, the angels were greatly grieved, reckoning the despair of the whole, since man was the bond of all creation and happened to be the image of God; and, reckoning from that sentence the despair both of themselves and of the whole, they were unwilling to go on ministering and serving in vain any longer on his behalf;
1:477
ἀλλά, φησί, διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι, ὡσανεί·
然而,經上說:「乃是因那叫他如此服的,仍存著盼望」,其意彷彿是說:
"but," it says, "on account of him who subjected it, in hope"—as if to say:
1:478
Οὐκ εἴασεν ὁ Θεὸς τὴν βουλὴν αὐτῶν γενέσθαι, ἀλλὰ δέδωκεν αὐτοῖς ἐλπίδα τινά, ὥστε μὴ ἀπογνῶναι, ἀλλ' ἐλπίζειν τι χρήσιμον ἔσεσθαι μετὰ καιροῦ τοῖς ἀνθρώποις
神並未容讓他們的意圖成就,反倒賜給他們某種盼望,使他們不致絕望,而是盼望到了時候,將有益處臨到世人。
God did not allow their intention to come to pass, but gave them a certain hope, so that they would not despair, but would hope that in due time something beneficial would come to men.
1:479
Παραγραφή . Τῇ ἕκτῃ ἡμέρᾳ θεωρῶν ὁ μισόκαλος δαίμων τὸν ἄνθρωπον τιμηθέντα καὶ πολλῆς ἐπιμελείας ἀξιωθέντα, φθονήσας συγκατασπᾶν ἐπειρᾶτο
附註。在第六日,那憎恨美善的邪魔看見人受尊榮,且被視為配得諸般眷顧,便心生嫉妒,企圖將人一同拖下深淵。
Note. On the sixth day, the demon who hates the good, seeing man honored and deemed worthy of much care, out of envy tried to drag him down with himself.
1:480
Ἀγνοῶν δὲ πόθεν αὐτῷ προσβάλλει, ἐθεώρει τὰ μὲν ἄλογα εὐθέως εἰς τροφὴν προσδραμόντα, αὐτὸν δὲ τέως εἰς ὄρεξιν μὴ κινηθέντα, ἀλλὰ περισκοποῦντα τὰ κάλλη τῶν φυτῶν δένδρων, καὶ ἐλογίσατο νόμον αὐτὸν εἰληφέναι παρὰ Θεοῦ
他不知道該從何處下手攻擊人,便觀察到那些無理性的動物立刻奔向食物,而人卻暫且不為食慾所動,反倒環顧觀看草木花卉之美;於是他便推想,人必是從神那裡領受了某條律法。
But not knowing from what point to attack him, he observed that the irrational animals immediately ran to their food, whereas man, for the time being, was not moved toward appetite, but was looking around at the beauty of the plants and trees; and he reasoned that man had received some law from God.
1:481
Ἐλθὼν δὲ πλησίον διὰ τοῦ ὄφεως πειρᾶται μαθεῖν τὸν νόμον καὶ τεχναζόμενός φησι·
於是他便藉著蛇靠近前來,試圖探知這律法,並用計謀說道:
So, coming near through the serpent, he tries to learn the law, and, contriving a plan, he says:
1:482
Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; Ἡ γυνὴ δέ, ὡς ἀρτιγενὴς οὖσα καὶ πολὺ βραδυτέρα ἐκείνου περὶ τὸ νοεῖν ὑπάρχουσα, ἐξεῖπεν αὐτῷ τὸν νόμον
「園中所有的樹,你們都不可吃嗎?」那女人,因為是剛被造成的,且在悟性上遠比那人遲鈍,便將這律法告訴了他。
"Shall you not eat of every tree of the garden?" And the woman, being newly created and much slower than he in understanding, told him the law.
1:483
Τότε δῆθεν ὡς ἤδη εἰδὼς ἤρξατο τὸν Θεὸν διαβάλλειν ὡς φθονερὸν καὶ γαργαλίζειν τὸν ἄνθρωπον πρὸς τροφὴν καὶ συμβουλεύειν μᾶλλον ὑπακοῦσαι αὐτοῦ καὶ γενέσθαι δῆθεν ὡς θεοί, τὴν ἰδίαν αὐτοῖς νόσον προστρίβων
於是,他便彷彿早已知情一般,開始毀謗神為嫉妒的,並挑動人對食物的慾望,勸誘他們寧可聽從自己,好使他們彷彿能成為神明——他把自己的病症轉嫁到他們身上。
Then, as though already knowing, he began to slander God as envious, and to titillate man toward food, and to counsel them rather to obey him and to become, supposedly, like gods, imputing to them his own disease.
1:484
Καὶ δὴ πεισθεὶς τὸ δειλινὸν αὐτῇ τῇ ἡμέρᾳ ἐκβάλλεται ὁ ἄνθρωπος ἐκ τοῦ παραδείσου, ὥσπερ καὶ αὐτὸς εὐθέως ἁμαρτήσας κατερρίφη ἐκ τοῦ οὐρανοῦ
於是,人受了引誘,就在當日傍晚被逐出樂園,正如那邪魔自己犯罪之後,也立刻被摔出天界一般。
And so, having been persuaded, man is cast out of paradise at evening on that very day, just as he himself also, immediately after sinning, was cast down from heaven.
1:485
Ἐδέξατο δὲ ὁ ἄνθρωπος καὶ τὴν ἀπόφασιν τοῦ θανάτου ἀκούσας·
人也領受了死亡的判決,因為他聽見了:
And man also received the sentence of death, having heard:
1:486
Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. . Τοῦτο τοὺς ἀγγέλους πάνυ ἐλύπει·
「你是塵土,仍要歸於塵土。」這事使天使們極其憂傷;
"You are earth, and to earth you shall go." This grieved the angels greatly;
1:487
ἠθύμουν μὲν γὰρ καὶ ἐπὶ τοῖς ἐξ αὐτῶν παραβεβηκόσι, πλὴν ἐξαιρέτως διὰ τὸν ἄνθρωπον, ὡς συνδουμένης ἐν αὐτῷ πάσης τῆς κτίσεως καὶ ἐνεχύρου ὄντος φιλίας παντὸς τοῦ κόσμου·
因為他們固然也為自己同類中犯罪墮落者而沮喪,但更是特別為著人的緣故,因為全體受造之物都在人裡面互相聯結,人乃是全世界友誼的質押;
for they were despondent also over those of their own number who had transgressed, but especially, and above all, on account of man, since in him the whole of creation was bound together, and he was the pledge of friendship of the whole world;
1:488
τοῦ γὰρ συνδέσμου τούτου δῆθεν διαλυομένου, ἀνάγκη τὸ πᾶν διαλύεσθαι
因為這聯結一旦彷彿解開,全體便必然隨之解體。
for, this bond being, as it were, dissolved, it was necessary that the whole should be dissolved.
1:489
Ἐθρήνουν τοίνυν καὶ ἑαυτῶν καὶ τοῦ παντὸς τὴν διάλυσιν, ὥστε καὶ διακονεῖν ἔτι ματαίως ὑπὲρ αὐτοῦ οὐκ ἠνείχοντο
於是他們哀悼自身與全體的解體,以致再也不能忍受繼續徒然地為人效力。
They therefore lamented the dissolution both of themselves and of the whole, so that they could no longer bear to go on ministering in vain on his behalf.
1:490
Τοῦ δὲ εὐσπλάγχνου Θεοῦ διὰ τῆς ἐπιμελείας πάλιν τοῦ ἀνθρώπου καὶ τῆς ὑπερθέσεως τῆς τιμωρίας εὐέλπιδας τούτους καταστήσαντος, προθύμως ἐπ' ἐλπίδι διηκόνουν
然而,那滿有憐憫的神,藉著再次眷顧人,並延緩懲罰,使他們重新充滿盼望,於是他們便懷著盼望,殷勤地效力。
But when the compassionate God, through his renewed care for man and the postponement of the punishment, made them full of good hope, they ministered eagerly, in hope.
1:491
Καθ' ἑκάστην δὲ γενεὰν ἐπιδόξους τοὺς δικαίους ἐργαζόμενος ὁ Θεὸς τούτους προθυμοτέρους καθίστησι καὶ ἐλπίδας ἀνακτίσεως καὶ ἀνακλήσεως καὶ ἀνακαινίσεως αὐτοῖς καταβάλλεται
神在每一代都使義人得榮耀,藉此使他們更加熱切,並將重造、召回、更新的盼望置於他們心中。
In each generation, God, making the righteous glorious, renders them more eager, and lays down for them hopes of re-creation, recall, and renewal.
1:492
Ἀμέλει ἐπὶ τῇ γενέσει τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα ἡ πληθὺς πᾶσα τῶν ἀοράτων Δυνάμεων θεωρήσασα τεχθέντα, δι' οὗ γίνεται τοῦ θανάτου ἡ κατάλυσις καὶ τῆς ἀνακτίσεως καὶ ἀναστάσεως ἡ ἀρχὴ καὶ αὐτῶν ἡ ἐλευθερία, τὸν Θεὸν τὸν πάντων αἴτιον ἀνυμνοῦντες ἐβόων·
果然,在主基督按肉身誕生之時,全體無形大能的眾多天使看見他降生──藉著他,死亡得以廢除,重造與復活的開端由此而來,他們自己也得著自由──就頌讚萬有的因由神,高聲喊道:
Indeed, at the birth of the Master Christ according to the flesh, the whole multitude of the invisible Powers, beholding him born — through whom comes the destruction of death and the beginning of re-creation and resurrection and their own freedom — hymning God the cause of all things, cried out:
1:493
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, τὴν λύπην ἐκείνην καὶ τὴν κατήφειαν τὴν πάλαι διὰ τὸν ἄνθρωπον τέλεον ἀποβαλλόμενοι, καὶ χαίροντες ἐπὶ τῇ τοῦ δευτέρου Ἀδὰμ γενέσει
『在至高之處榮耀歸於神,在地上平安,在人間喜悅』──他們就此完全拋開了昔日因人的緣故而有的憂傷與沮喪,並因第二亞當的誕生而歡喜,
"Glory to God in the highest, and on earth peace, good will among men" — casting off completely that ancient grief and dejection because of man, and rejoicing at the birth of the second Adam,
1:494
αὐτὸν κατηκόντισεν, ἐν πολλῇ χαρᾷ χαίροντες διηκόνουν προθύμως, ὡς γέγραπται, ὡσανεὶ οὐκ ἔτι ἐπ' ἐλπίδι τινί, ἀλλ' αὐταῖς ὄψεσι θεασάμενοι τὴν νίκην τοῦ δευτέρου Ἀδάμ, προθύμως μετὰ χαρᾶς προσελθόντες διηκόνουν αὐτῷ
他便將牠擊倒;他們就以極大的喜樂歡欣,殷勤伺候,正如經上所記──彷彿不再只是懷著某種盼望,而是親眼看見了第二亞當的得勝,便懷著喜樂殷勤上前伺候他。
he hurled him down; and they, rejoicing with much joy, eagerly ministered, as it is written — as though no longer resting on some mere hope, but having beheld with their own eyes the victory of the second Adam, they came forward eagerly with joy and ministered to him.
1:495
Ἡ δὲ τῶν ἐναντίων πληθὺς ἀντιστρόφως νῦν ἐπένθει καὶ ὠδύρετο, αἰσχυνομένη ἐπὶ τῇ νίκῃ τοῦ δευτέρου Ἀδάμ
而敵對者的眾多,卻反倒此時哀傷哭泣,因第二亞當的得勝而蒙羞。
But the multitude of the adversaries, conversely, now mourned and lamented, being ashamed at the victory of the second Adam.
1:496
Ὅθεν μὴ δυνηθεὶς ὁ αὐτῆς πρωτοστάτης τοῦτον καταβαλεῖν, ἐπιβουλεύειν ἤρξατο διὰ τῶν Ἰουδαίων, καὶ δὴ τὴν πληθὺν αὐτῶν διεγείρας καὶ σταυρώσας καὶ θανατώσας ἐδόκει τούτου ἀπαλλάττεσθαι
因此,他們的首領既不能將他打倒,便開始藉猶太人設下陰謀;他鼓動猶太眾人,將他釘上十字架、處死,自以為就此擺脫了他。
Hence, their leader, not being able to cast him down, began to plot through the Jews; and indeed, having stirred up their multitude and having crucified and put him to death, he supposed he was rid of him.
1:497
Μετ' οὐ πολὺ δὲ τῆς ἀναστάσεως γενομένης, θαυμαστῆς τε καὶ ἐνδόξου καὶ παραδόξου καὶ δυνατῆς, μηκέτι θάνατον ὑποδεχόμενος ἢ ἕτερόν τι καθ' ὅλου πάθος, ἀλλὰ σὺν τῇ ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ καὶ τὴν ἀτρεπτότητα τῆς ψυχῆς κομισάμενος καὶ πάλιν εἰς οὐρανὸν ἀναφερόμενος καὶ διὰ τῆς νεφέλης ἐποχούμενος καὶ ὡς ἐν θριάμβῳ νικηφόρος ἀναφερόμενος ἔσωθεν τοῦ στερεώματος εἰσῆλθε, πρῶτος πάντων ἐγκαινίσας ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν
復活既已發生──奇妙、榮耀、超乎尋常且大有能力──未過多久,他不再承受死亡或任何其他苦難,反倒連同不朽壞、不死、以及靈魂的不變性一併獲得;他又被接上升天,乘雲而行,如同得勝者在凱旋中被高舉,進入穹蒼之內,是萬人中第一位為我們開闢了一條嶄新而活潑之道路的那一位。
Not long after, the resurrection having taken place — wondrous, glorious, paradoxical, and powerful — no longer receiving death nor any other suffering at all, but having obtained, together with incorruptibility and immortality, also the unchangeableness of the soul, and being carried up again into heaven, and being borne upon the cloud, and being lifted up as a victor in triumph, he entered within the firmament, being the first of all to inaugurate for us a new and living way.
1:498
Καὶ οἱ μὲν ἄγγελοι λευχειμονοῦντες συνηυφραίνοντο τοῖς ἀνθρώποις, εὐαγγελιζόμενοι τοὺς μαθητὰς καὶ τὰς γυναῖκας
眾天使身穿白衣,與世人一同歡欣,向門徒和婦女們報喜信。
And the angels, clothed in white, rejoiced together with mankind, bringing good news to the disciples and the women.
1:499
Οἱ δὲ ἐναντίοι θεώμενοι ἑαυτῶν τε καὶ πάσης τῆς κτίσεως ἀνωτέραν γενομένην τὴν ἀνθρωπείαν φύσιν, ἥν ποτε μὲν ὑπεσκέλισαν, νυνὶ δὲ καταβληθέντες ὑπ' αὐτῆς, ἐννεοὶ μεμενηκότες καὶ ἀχανεῖς τελείως κατῃσχύνοντο
反之,那些敵對者眼見人性已超越了他們自己和一切受造之物──那人性他們昔日曾使其絆倒,如今卻反被它擊倒,啞口無言、完全失聲──便徹底蒙羞了。
But the adversaries, beholding human nature having become superior both to themselves and to all creation — which they had once tripped up, but now, having been cast down by it, remained mute and utterly speechless — were completely shamed.
1:500
Διὰ τοῦτο καὶ ὁ Κύριος ἐβόα τοῖς μαθηταῖς·
為此,主也向門徒呼喊道:
For this reason the Lord also cried out to the disciples:
1:501
Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον, καὶ πάλιν·
『你們可以放心,我已經勝了世界。』又說:
"Be of good courage, I have overcome the world." And again:
1:502
Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, ἵνα εἴπῃ·
『看哪,我已賜給你們權柄,可以踐踏蛇和蠍子,又勝過仇敵一切的能力。』為要說明:
"Behold, I have given you authority to tread upon serpents and scorpions, and over all the power of the enemy" — so that he might say:
1:503
Πάλαι μὲν ἁμαρτήσαντος τοῦ ἀνθρώπου, ἡνίκα ὁ ὄφις ἐν παραδείσῳ συνέβαλε πρὸς αὐτόν, ἐρρέθη αὐτῷ·
昔日人犯罪之時,當那蛇在樂園中與他交鋒之際,有話對他說:
Long ago, when man sinned, at the time when the serpent joined battle with him in paradise, it was said to him:
1:504
Τηρήσει σου πτέρναν καὶ σὺ αὐτοῦ κεφαλήν, ὡσανεί·
『牠必伺伏你的腳跟,你也必伺伏牠的頭。』意即:
"He will watch for your heel, and you for his head" — as though to say:
1:505
Ἔχθραν διαιρέσεως πρὸς ἀλλήλους ἔβαλε, τοῦ μὴ πείθεσθαι αὐτῷ τὸν ἄνθρωπον
他在他們彼此之間置下分裂的仇恨,使人不再被牠說服。
He placed a hostile division between them, so that man would not be persuaded by him.
1:506
Καὶ ἦν ἡ πάλη τότε ἴση, ἀλλήλους δυναμένων βλάψαι, ὅτι ὁ μὲν ὄφις ἐπιτηρῶν τὴν πτέρναν τοῦ ἀνθρώπου, ὡσανεὶ τὴν ὁδὸν αὐτοῦ, εἰ εὕροι αὐτὸν ἔξω τῆς ὁδοῦ, βλάψαι αὐτὸν ὡς ἕρπων περὶ τὴν πτέρναν ἠδύνατο, ὁ δὲ ἄνθρωπος, ὡς ὄρθιον σχῆμα ἔχων, προσέχων ἑαυτῷ καὶ μὴ πλανώμενος τὴν ὁδόν, τὴν κεφαλὴν τοῦ ὄφεως ἠδύνατο θλᾶσαι
當時這場搏鬥是勢均力敵的,彼此都有能力傷害對方:蛇伺伏著人的腳跟,彷彿伺伏著他所行的路,若發現他偏離了道路,便能如爬行之物般在腳跟附近傷害他;而人因有直立的形體,只要謹慎自守、不偏離道路,便能夠踏碎蛇的頭。
And the struggle then was equal, each being able to harm the other: for the serpent, watching for man's heel, as though it were his path, if it should find him off the path, was able to harm him, creeping about the heel; while man, having an upright form, taking heed to himself and not straying from the path, was able to crush the serpent's head.
1:507
Νυνὶ δὲ νικήσαντός μου τὸν ὄφιν καὶ καταισχύναντος εἰς τέλος, καὶ ὑπὲρ παντὸς τοῦ γένους ἀδίκως δι' αὐτοῦ τὸν θάνατον ὑπομείνας, καὶ ἐν τῷ σταυρῷ τὸ χειρόγραφον προσηλώσας καὶ ἐξαλείψας, ἀνέστην τριήμερος τὴν νίκην ἔχων κατὰ τοῦ θανάτου καὶ πάσῃ τῇ ἀνθρωπείᾳ φύσει πρόξενος τῆς νίκης γεγένημαι, δι' ἐμοῦ εἰς πᾶσαν τὴν ἀνθρωπότητα τῆς νίκης διαδραμούσης
『然而如今,我既已戰勝了蛇,使牠徹底蒙羞;又為全人類的緣故,因牠之故而無辜承受死亡;並將那手寫的字據釘在十字架上、塗抹除去;我在第三日復活,得勝了死亡,並且成為全人類獲得這勝利的中介──這勝利藉著我傳遍全人類。'
"But now, I having conquered the serpent and utterly put him to shame, and having endured death unjustly on behalf of the whole race because of him, and having nailed to the cross and blotted out the handwriting, I rose on the third day, having the victory over death, and I have become for all human nature the procurer of victory, the victory having run through me to all mankind.
1:508
Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οὐκέτι, φησίν, οὐδὲ τὴν πτέρναν ὑμῶν δύναται βλάψαι, ὑποκάτω τῶν ποδῶν ὑμῶν καταπατούμενος
『看哪,我已賜給你們權柄,可以踐踏蛇和蠍子,又勝過仇敵一切的能力。』他說:牠如今甚至再也不能傷害你們的腳跟了,因牠已被踐踏在你們腳下。
'Behold, I have given you authority to tread upon serpents and scorpions, and over all the power of the enemy.' No longer, he says, can he even harm your heel, being trampled underneath your feet.
1:509
Ὥσπερ οὖν ἐν τῇ ἕκτῃ ἡμέρᾳ ἡμαρτηκὼς ὁ Ἀδάμ, γευσάμενος περὶ μεσημβρίαν τοῦ ξύλου, ἐξεβλήθη τὸ δειλινόν, οὕτως καὶ τῇ ἕκτῃ ἡμέρᾳ, ὥρᾳ ἕκτῃ, τὸν σωτήριον σταυρὸν ὁ Δεσπότης Χριστὸς κατὰ σάρκα ὑπὲρ αὐτοῦ ὑπέμεινε
正如亞當在第六日犯罪,約在正午時分嘗了那樹上的果子,到傍晚便被逐出;照樣,主基督也在第六日、第六時辰,按肉身為他的緣故忍受了那拯救人的十字架。
Just as, then, on the sixth day Adam, having sinned by tasting of the tree around midday, was cast out in the evening, so also on the sixth day, at the sixth hour, the Master Christ, according to the flesh, endured the saving cross on his behalf.
1:510
Καὶ ὥσπερ ἀπὸ τῆς παραβάσεως ἕως τῆς ἐκβολῆς τοῦ παραδείσου πάντες οἱ ἄγγελοι ἠθύμουν σφόδρα, μηδὲν ἐλπίζοντες ἕτερον ἢ διάλυσιν τοῦ ἀνθρώπου καὶ ἑαυτῶν καὶ τοῦ παντός, οὕτως καὶ ἐπὶ τοῦ πάθους ἀπὸ ὥρας ἕκτης ἕως ἐννάτης ἡ κτίσις πᾶσα ἐμελανειμόνει, τῷ σκότῳ περιβεβλημένη ἐπὶ τῷ γενομένῳ ἀδίκῳ
又正如從犯罪到被逐出樂園之間,眾天使都極度沮喪,除了人、他們自己以及萬有的消亡之外別無所盼;照樣,在受難之時,從第六時辰到第九時辰,一切受造之物都披上黑衣,因所發生的不義之事而被黑暗籠罩。
And just as, from the transgression until the expulsion from paradise, all the angels were greatly despondent, hoping for nothing else than the dissolution of man and of themselves and of the whole, so also at the Passion, from the sixth hour until the ninth, all creation was clothed in black, being wrapped in darkness on account of the injustice that had occurred.
1:511
Καὶ ὥσπερ ἐννάτην ὥραν οἱ δύο ἐξεβλήθησαν τοῦ παραδείσου, ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, οὕτως καὶ ὥραν ἐννάτην ὁ Δεσπότης Χριστὸς κατὰ τὴν ψυχὴν καὶ ὁ λῃστὴς εἰσέβησαν ἐν τῷ παραδείσῳ
又正如在第九時辰,亞當和夏娃二人被逐出樂園;照樣,在第九時辰,主基督按靈魂與那強盜一同進入了樂園。
And just as at the ninth hour the two were cast out of paradise, both Adam and Eve, so also at the ninth hour the Master Christ, according to the soul, and the thief entered into paradise.
1:512
Ἐν αὐτῇ οὖν τῇ ἡμέρᾳ, ἐν ᾗ ἐπλάσθη ὁ Ἀδάμ, λέγω δὴ τῇ ἕκτῃ, γέγονε καὶ ἡ παράβασις καὶ ἡ λύπη τῶν ἀγγέλων καὶ ἡ ἀπόφασις τοῦ θανάτου καὶ ἡ ἐκβολὴ τοῦ παραδείσου
正是在亞當受造的那一日──我是指第六日──犯罪、天使的憂傷、死亡的判決以及被逐出樂園,都在其中發生了。
On that same day, then, on which Adam was formed — I mean, of course, the sixth — there occurred both the transgression and the grief of the angels and the sentence of death and the expulsion from paradise.
1:513
Οὕτως καὶ εἰς τὸ πάθος ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐγένετο διὰ ξύλου σταυροῦ ὁ σωτήριος θάνατος καὶ τὸ πένθος τῆς κτίσεως, καὶ τὸ δειλινὸν ἡ ἀπόθεσις τοῦ πένθους καὶ ἡ εἰσβολὴ τοῦ παραδείσου
照樣,在受難之時,也是在同一日,藉著十字架的木頭,發生了拯救性的死亡與受造之物的哀悼;到了傍晚,哀悼便被卸下,並有了進入樂園之事。
So too, at the Passion, on that same day, through the wood of the cross, there occurred the saving death and the mourning of creation, and in the evening, the laying aside of the mourning and the entrance into paradise.
1:514
Ἀμὴν γὰρ λέγω σοι, φησὶν ὁ Σωτὴρ τῶ λῃστῇ, σήμερον μετ' ἐμοῦ εἶ ἐν τῷ παραδείσῳ
救主對那強盜說:『我實在告訴你,今日你要同我在樂園裡了。』
"For truly I say to you," says the Savior to the thief, "today you are with me in paradise."
1:515
Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν
但讓我們回到眼前的主題。
But let us return to the matter at hand.
1:516
Ὅθεν οὐκ ἐπαύσαντο τῆς διακονίας, ἧς ἐποίουν διὰ τοὺς ἀνθρώπους οἱ ἄγγελοι τοὺς φθαρτοὺς καὶ θνητούς·
因此,天使們並未停止他們為著人──那些必朽壞且必死的人──所行的服事:
Hence the angels did not cease from the ministry which they performed for the sake of men, who are corruptible and mortal:
1:517
Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ὡσανεί·
因為受造之物服在虛空之下,並非出於自願,意即:
For creation was subjected to vanity, not willingly, as though to say:
1:518
Ματαίως πονεῖν καὶ διακονεῖν οὐκ ἐβούλοντο·
他們並不願意徒然勞苦、徒然服事;
They did not wish to labor and minister in vain;
1:519
πλήν, φησί, διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι
『然而,』經上說,『是因那使它服在虛空之下的那一位,本於盼望而使然。』
"nevertheless," it says, "because of him who subjected it in hope."
1:520
Ποίᾳ ἐλπίδι; Εὖ δῆλον ὅτι ὁρῶντες μετὰ τὴν παράβασιν τὸν Θεὸν μὴ πρὸς τὴν ἀπειλὴν τῆς ἀποφάσεως ποιήσαντα, ἀλλὰ φιλανθρωπευσάμενον καὶ ἐπιμελούμενον τοῦ ἀνθρώπου καὶ χιτῶνας αὐτῷ κατασκευάζοντα, οὗτοι χρηστοτέρας ἐλπίδας ἐδέχοντο περὶ τοῦ ἀνθρώπου, ὥστε μὴ ἀπειπεῖν, ἀλλὰ διακονεῖν ὑπὲρ αὐτοῦ
本於怎樣的盼望呢?顯然是因為他們看見,人犯罪之後,神並未照著判決的威嚇行事,反倒以仁愛待人、眷顧人,並為人預備衣服;他們因此對人懷有更良善的盼望,以致不肯放棄,反而繼續為人服事。
In what hope? It is quite clear that, seeing after the transgression that God did not act according to the threat of the sentence, but showed loving-kindness and took care of man and prepared garments for him, they received kinder hopes concerning man, so as not to give up, but to minister on his behalf.
1:521
Λοιπὸν πάλιν φησὶν ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ, ὡσανεί·
此外,經上又說,受造之物自己也將從敗壞的奴役中得釋放,進入神兒女那榮耀的自由,意即:
Furthermore, again it says that creation itself will be freed from the bondage of corruption into the freedom of the glory of the children of God, as though to say:
1:522
Ἐλευθερωθήσονται καὶ αὐτοὶ οἱ ἄγγελοι καὶ μετ' αὐτῶν πᾶσα ἡ κτίσις, ὅταν οἱ ἄνθρωποι ἐλευθερῶνται τῆς φθορᾶς καὶ δοξάζωνται ἀθάνατοι καὶ υἱοὶ Θεοῦ καθιστάμενοι ἐν τῇ συντελείᾳ τοῦ κόσμου, ὅταν τὸ σχῆμα τοῦ κόσμου τούτου παράγῃ καὶ ἡ ἀνάστασις τῶν νεκρῶν γίνηται καὶ ἡ τροπὴ ταύτης τῆς καταστάσεως
天使們自己也將得釋放,與他們一同的還有一切受造之物──當人得以從敗壞中釋放、被榮耀為不死不朽、在世界的終末成為神的兒子之時;那時,這世界的樣式將要過去,死人的復活將要發生,這現狀也將發生轉變。
The angels themselves also will be freed, and with them all creation, when men are freed from corruption and are glorified as immortal, becoming sons of God, at the consummation of the world — when the form of this world passes away, and the resurrection of the dead takes place, and the change of this present condition.
1:523
Τῶν γὰρ ἄστρων πιπτόντων κατὰ τὴν θείαν Γραφὴν καὶ δρόμου καὶ νυκτὸς καὶ ἡμέρας παυομένου, καὶ ἐλευθερουμένων τῶν ἀγγέλων τῶν ταῦτα κινούντων διὰ τὸ τοὺς ἀνθρώπους ἔξω τῆς φθορᾶς γίνεσθαι καὶ τούτων ὅλων μὴ χρῄζειν, τί φήσαιεν οἱ καινοὶ νομοθέται, οἱ σφαιρικὸν εἶναι νομίζοντες τὸν οὐρανὸν καὶ κινεῖσθαι καὶ κινεῖν τὰ ἄστρα λέγοντες; Εἰς τί χρήσιμον, εἰπάτωσαν ἡμῖν, τότε ὁ οὐρανὸς περιστραφήσεται, οἵ τε χριστιανοὺς ἑαυτοὺς ὁρίζοντες; Ἀλλ' ἄπαγε τῶν ματαιοπόνων καὶ τῶν ἀβεβαίων
因為既然按照神聖的經文,眾星必墜落,運行、黑夜與白晝必終止,而推動這一切的天使們也必得釋放──因為人將脫離敗壞、全然不再需要這一切了──那麼,那些新立法者,那些認為天是球形、又說天在運轉並推動眾星運轉的人,他們又能說什麼呢?他們既自稱為基督徒,就請他們告訴我們,到那時天究竟還要旋轉何用?唉,這些徒勞無功、反覆無常之人,且由他們去吧!
For since, according to the divine Scripture, the stars fall, and the course of time and night and day cease, and the angels who move these are set free, on account of men coming to be outside of corruption and having no need at all of these things — what would the new lawgivers say, those who think heaven to be spherical and say that it moves and moves the stars? Let them tell us, to what use will heaven then revolve, they who define themselves as Christians? But away with the vain-toilers and the unstable ones!
1:524
Ἔτι γὰρ βοᾷ ὁ Ἀπόστολος ὅτι·
因為使徒仍在呼喊道:
For the Apostle still cries out that:
1:525
Πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν, διὰ τούτου πάλιν δηλώσας πᾶσαν μὲν τὴν κτίσιν, ἐξαιρέτως δὲ αὐτοὺς τοὺς ἀγγέλους, βαρυνομένην ἐν τῷδε τῷ βίῳ, τῇ φθορᾷ δουλευόντων καὶ τῇ τροπῇ
『一切受造之物一同歎息、一同勞苦,直到如今』──藉此再次表明,一切受造之物,尤其是天使自己,在今生都承受著重擔,服役於敗壞與變易之下。
"All creation groans together and travails together until now" — by this again indicating that all creation, but especially the angels themselves, is burdened in this present life, being enslaved to corruption and to change.
1:526
Τρεπτοὶ γὰρ ὄντες καὶ αὐτοὶ κάμνουσιν ἀεὶ τῇ τροπῇ, ἀναλογιζόμενοι καὶ ἐλπίζοντες τὴν ἐλευθερίαν καὶ ἐπιθυμοῦντες ταύτης τυχεῖν, ἧσπερ καὶ τυγχάνουσιν, ὡς εἴρηται, ὅταν οἱ ἄνθρωποι ἐκ νεκρῶν ἀναστῶσιν
因為他們自己也是可變易的,故常因這變易而困乏,反覆思量並盼望著自由,渴慕得著這自由──而正如前面所說,當人從死人中復活之時,他們確實得著了這自由。
For being themselves also changeable, they always grow weary with change, reckoning and hoping for freedom, and desiring to attain it — which indeed they do attain, as has been said, when men rise from the dead.
1:527
Οὐκ ἂν γάρ τινες ἐξ αὐτῶν παρέβησαν, εἰ μὴ τοῦτον τὸν νόμον εἰλήφεισαν παρὰ τοῦ Θεοῦ·
因為,若非他們曾從神領受了這律法,他們當中就不會有人犯罪違逆:
For some of them would not have transgressed, if they had not received this law from God:
1:528
ὅθεν οἱ παραβάντες ἐπὶ τὴν γῆν ἐκ τοῦ ὕψους κατερρίφησαν
因此,那些犯罪違逆的,就從高處被摔落到地上。
whence those who transgressed were cast down from the height to the earth.
1:529
Ἐθεώρουν γάρ, φησὶν ὁ Κύριος, τὸν Σατανᾶν ἐκ τοῦ οὐρανοῦ πεσόντα ὡς ἀστραπήν
主說:『我曾看見撒但從天上墜落,像閃電一樣。』
"For I beheld," says the Lord, "Satan falling from heaven like lightning."
1:530
Εἰ γὰρ μὴ ἔλαβον καὶ αὐτοὶ νόμον, τί δεῖ ποιεῖν καὶ τί μὴ ποιεῖν, οὐκ ἂν ὑπὸ ἁμαρτίαν ἔπιπτον
因為,倘若他們自己也未曾領受一條律法──指明當行何事、不當行何事──他們就不會陷入罪中。
For if they too had not received a law as to what they must do and what they must not do, they would not have fallen under sin.
1:531
Χωρὶς γὰρ νόμου ἀδύνατον παραβῆναι, ὥς φησιν ὁ Ἀπόστολος·
因為沒有律法,就不可能有違犯,正如使徒所說:
For without law it is impossible to transgress, as the Apostle says:
1:532
Οὗ δὲ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις, καί·
『哪裡沒有律法,哪裡就沒有過犯。』又說:
"Where there is no law, neither is there transgression." And:
1:533
Χωρὶς νόμου ἁμαρτία νεκρά, ὥστε κατὰ πάντα τρόπον καὶ αὐτοὶ δέονται τυχεῖν τῆς ἐλευθερίας τοῦ νόμου καὶ τῆς τροπῆς·
『沒有律法,罪是死的』──因此,無論從哪個角度看,他們自己也需要獲得脫離律法與變易的自由:
"Apart from law, sin is dead" — so that in every way they too need to attain the freedom from the law and from change:
1:534
ἡ δὲ παρουσία τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ ταύτης αἰτία γέγονε καὶ ἔτι γενήσεται
而我們的主耶穌基督的降臨,已成為這自由的成因,並且將來仍要成為其成因。
and the coming of our Master Jesus Christ has become the cause of this, and will still become its cause.
1:535
Ἀνακεφαλαιώσασθαι γὰρ τὰ πάντα ἐν τῷ Χριστῷ, φησὶν ἡ θεία Γραφή, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, καί·
神聖的經文說:『使天上地上一切所有的,都在基督裡同歸於一。』又說:
"For to sum up all things in Christ," says the divine Scripture, "both the things in heaven and the things on earth." And:
1:536
Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις
『若有人在基督裡,他就是新造的人。』
"If anyone is in Christ, [he is] a new creation."
1:537
Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. . Τῆς οὖν ἐλπίδος ταύτης προκειμένης τοῖς χριστιανοῖς, ὥστε καὶ ἀγγέλους καὶ ἀνθρώπους καὶ πᾶσαν τὴν κτίσιν ἀνακαινίζεσθαι εἰς κρείττονα καὶ μακαρίαν κατάστασιν, τίς οὕτω βάσκανος καὶ ἀντίθεος ταύτην καταλιπεῖν καὶ τῇ καινῇ καὶ ἀπατηλῇ τῶν ἔξωθεν ἐπιστηρίζεσθαι ματαιότητι; Ἀκούσεται γὰρ παρὰ τοῦ Κριτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ·
『舊的已經過去,看哪,一切都變成新的了。』既然這樣的盼望已擺在基督徒面前──使天使、世人以及一切受造之物,都要更新進入一個更美好、蒙福的境地──那麼,誰會如此惡毒、如此敵擋神,竟捨棄這盼望,反而倚靠外邦人那新奇而虛妄的欺誑呢?因為在那日,他必從審判者那裡聽見:
"The old things have passed away; behold, all things have become new." This hope, then, being set before Christians — that both angels and men and all creation are to be renewed into a better and blessed state — who is so malicious and opposed to God as to abandon this and to lean instead upon the new and deceitful vanity of those outside? For he will hear from the Judge on that day:
1:538
Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς
『我實在告訴你們,我不認識你們。』
"Truly I say to you, I do not know you."
1:539
Ἀποχωρεῖτε ἀπ' ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Ἀνομία γὰρ ὄντως μεγάλη τὸ ἀθετεῖν τὰ λόγια τοῦ Θεοῦ καὶ ἄντικρυς αὐτῶν τὸ σφαιρικὸν σχῆμα τῷ οὐρανῷ δωρεῖσθαι
『你們這些作惡的人,都離開我去吧。』因為,棄絕神的話語,並公然與之相反,硬要賦予天以球形之狀,實在是極大的不法。
"Depart from me, all you workers of lawlessness." For indeed it is a great lawlessness to reject the sayings of God, and, in direct opposition to them, to bestow upon heaven a spherical shape.
1:540
Οἱ τοιοῦτοι γὰρ οὐ δύνανται προσδέχεσθαι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, οὔτε βούλονται ἀκοῦσαι μετὰ πιστῶν ἐξ ὕψους προσκαλουμένου τοῦ Δεσπότου Χριστοῦ·
因為這樣的人,不能等候那可稱頌的盼望,以及我們至大的神和救主耶穌基督──祂為我們捨了自己──榮耀的顯現;他們也不願與信徒一同聽見主基督從高處呼召說:
For such people cannot look forward to the blessed hope and the appearing of the glory of our great God and Savior Jesus Christ, who gave himself for us; nor do they wish to hear, together with the faithful, the Master Christ calling from on high:
1:541
Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου, ἀλλ' ἀεὶ κατὰ τὴν αὐτῶν ὑποθήκην πλανώμενοι ἀστάτῳ φορᾷ περιφέρονται σὺν τῇ ἑαυτῶν σφαίρᾳ, παῦλαν τούτων μὴ ἐλπίζοντες
『你們這蒙我父賜福的,可來承受那創世以來為你們所預備的國。』然而他們卻始終照著自己的假設迷失,隨著自己所主張的天球,以飄忽不定的運動被帶著轉動,對這一切毫無停止的盼望。
"Come, you blessed of my Father, inherit the kingdom prepared for you from the foundation of the world" — but instead, ever erring according to their own supposition, they are carried about with an unstable motion together with their own sphere, hoping for no cessation of these things.
1:542
Ἐν τῇ πρώτῃ ἡμέρᾳ, τουτέστι τῇ κυριακῇ, ἡ καταβολὴ τοῦ κόσμου καὶ ἡ ἀρχὴ τῆς κτίσεως ἐγένετο, ἀφ' ἑσπέρας ἀρξάμενος ὁ Θεὸς κτίζειν τὰ περιεκτικὰ τοῦ παντὸς κόσμου, λέγω δὴ οὐρανὸν καὶ γῆν, συνδημιουργήσας αὐτοῖς καὶ τὸ σκότος καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ τὸ ἐν τῇ γῇ ἀναμεμιγμένον καὶ τοὺς ἀγγέλους, ὑφ' ἓν ταῦτα πάντα παραγαγών
在第一日,也就是主日,世界的奠基和受造之物的起始由此發生;神從傍晚起開始創造包羅整個世界的萬物,我是指天和地,同時還與之一起創造了黑暗、水、空氣,以及混合在地裡的火,還有眾天使,將這一切都一併造出。
On the first day, that is, the Lord's Day, the foundation of the world and the beginning of creation took place, God beginning from the evening to create the things that encompass the whole world, I mean heaven and earth, having together with them also created the darkness and the water and the air and the fire mingled in the earth, and the angels, bringing forth all these things at once.
1:543
Διὰ τοῦτο ἐν αὐτῇ τῇ ἡμέρᾳ καὶ ἐν τῇ αὐτῇ νυκτὶ πάλιν ἡ ἀνάκτισις τοῦ παντὸς κόσμου ἐγένετο
因此,在同一日、同一夜之中,全世界的重造也再次發生了。
For this reason, on that same day and in that same night, again the re-creation of the whole world took place.
1:544
Ὁ πᾶς γὰρ κόσμος ἐν τῷ ἀνθρώπῳ περιγράφεται, ὅτι σύνδεσμός ἐστιν ὁ ἄνθρωπος, ὡς πολλάκις εἴρηται, παντὸς τοῦ κόσμου
因為全世界都被涵括在人之內,因為人,正如屢次所說,乃是全世界的聯結。
For the whole world is circumscribed in man, because man is, as has often been said, the bond of the whole world.
1:545
Ἀναστάντος οὖν τοῦ ἀνθρώπου ἐν αὐτῇ τῇ νυκτὶ τῆς κυριακῆς ἀφθάρτου καὶ ἀθανάτου καὶ ἀτρέπτου, πᾶσαν τὴν κτίσιν ἐγγυᾶται, ὁρατὴν καὶ ἀόρατον, τῶν ὁμοίων τυχεῖν
人既在那主日之夜復活,成為不朽壞、不死、不變易的,他便為一切受造之物──無論可見或不可見的──作了保證,使其同得這些恩典。
Man having risen, then, on that very night of the Lord's Day, incorruptible and immortal and unchangeable, he guarantees to all creation, visible and invisible, that it will attain the same things.
1:546
Διὰ τοῦτο εἶπεν ὁ Ἀπόστολος·
為此,使徒說:
For this reason the Apostle said:
1:547
Ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, καί·
『使天上地上一切所有的,都在基督裡同歸於一。』又說:
"To sum up all things in Christ, both the things in the heavens and the things on the earth." And:
1:548
Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις ἀνακαινίζεται
『若有人在基督裡,就有新造的受造之物被更新。』
"If anyone is in Christ, a new creation is renewed."
1:549
Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε πάντα καινά. Τὰ πάντα εἶπεν, ὅτι ἐν τῷ ἀνθρώπῳ θεωροῦνται ὁρατὰ καὶ ἀόρατα
『舊的已經過去,看哪,一切都變成新的了。』他說『一切』,因為可見與不可見之物,都在人裡面得以彰顯。
"The old things have passed away; behold, all things have become new." He said "all things," because in man both the visible and the invisible are beheld.
1:550
Ὁ ἀθετῶν οὖν τῷ Χριστῷ τὴν ἀνθρωπότητα τελείαν μὴ ὑπάρχειν, οὗτος βέβλαπται μὴ ἐπιστάμενος τὴν μεγάλην οἰκονομίαν τοῦ Θεοῦ καὶ τὸ δόγμα τὸ χριστιανικόν·
因此,那否認基督之人性為完全的人,就是受了虧損,因他不明白神偉大的救贖經綸,以及基督教的教義:
He, then, who denies that Christ's humanity is perfect, this man is harmed, not understanding the great economy of God and the Christian doctrine:
1:551
ὁμοίως καὶ ὁ τὴν θεότητα τελείαν ἀθετῶν, ἔνοχός ἐστι καὶ πάνυ βέβλαπται
照樣,那否認神性為完全的人,也是有罪的,並且大受虧損。
likewise also he who denies that the divinity is perfect is guilty and is greatly harmed.
1:552
Τὸ κείμενον . Κυκλευόντων τοίνυν τῶν ἄστρων διὰ τῶν ἀοράτων Δυνάμεων, κατὰ τὴν θείαν Γραφήν, καὶ διὰ τοῦ βορρᾶ διατρεχόντων καὶ ὑπὸ τὸ ὕψος τῆς γῆς γινομένων, δυνατὸν τῷ τοιούτῳ σχήματι τὰς ἐκλείψεις ἀποτελεῖσθαι, τὰς τῆς σελήνης καὶ τοῦ ἡλίου
本文。眾星既藉著無形的大能而運轉──按照神聖的經文所言──又穿越北方而行,並降到地之高度以下,那麼,藉著這樣的形狀構造,月食與日食便得以形成,是有可能的。
The Text. Since, then, the stars revolve by means of the invisible Powers, according to the divine Scripture, and run their course through the north and come to be below the height of the earth, it is possible, by such a configuration, for the eclipses to be brought about — those of the moon and of the sun.
1:553
Λογικῶς γὰρ καὶ εὐτάκτως καὶ ὀξυτέρως ἡμῶν αἱ ἀγγελικαὶ Δυνάμεις τὰ σχήματα κινοῦσαι ἀποτελοῦσιν, ἔργον αὐτὸ κεκτημέναι νυκτὸς καὶ ἡμέρας ἀπαύστως
因為天使的眾大能,以理性、有秩序,且比我們更為敏捷,推動這些形狀而成就此事;他們日夜不停地以此為己任。
For rationally and in good order and more swiftly than we, the angelic Powers, moving these configurations, accomplish this, having it as their unceasing task night and day.
1:554
Ὅνπερ γὰρ τρόπον οἱ ἔξωθεν λέγουσιν ὑποκάτωθεν τῆς γῆς κυκλεύειν αὐτά, ἀπερισκέπτως, ὡς πρόσθεν ἐδείχθη, μὴ συμβαῖνον τῇ φύσει τῶν πραγμάτων, ἀλλὰ καὶ τῷ Θεῷ ἐναντιούμενοι
至於那些外邦人所說的,眾星在地底下運轉的說法,正如前面已指出的,乃是不經思慮之論,既不符合事物的本性,甚且也是與神相悖的。
For in the manner in which those outside say that they revolve beneath the earth, they speak thoughtlessly, as was shown before — not in accordance with the nature of things, but even opposing God.
1:555
Ἡμεῖς ἀκολουθοῦντες τῇ θείᾳ Γραφῇ, ὀλίγον πλαγιάσαντες τῷ νῷ τὴν περιφοράν, ἤτοι τὴν πορείαν τῶν ἄστρων, διὰ τούτου τοῦ σχήματος ἀποτελεῖσθαι αὐτὰς λέγομεν
我們則遵循神聖的經文,在思想中將這運轉──即眾星的行程──略微傾斜,並依此說明,這〔日月食〕便是藉由這樣的形狀構造而成就的。
We, following the divine Scripture, having in our mind inclined the revolution — that is, the course of the stars — slightly obliquely, say that they are accomplished by means of this configuration.
1:556
Αἱ αὐταὶ γὰρ ἐκλείψεις ἐξ ἀνάγκης ἐπακολουθοῦσι, καὶ οὔτε τῷ Θεῷ ἐναντιούμεθα, οὔτε τῇ φύσει τῶν πραγμάτων
因為同樣的日月食必然由此隨之而生,而我們既不與神相悖,也不與事物的本性相悖。
For these same eclipses necessarily follow, and we neither oppose God nor the nature of things.
1:557
Πιστευτέον γὰρ τῷ Θεῷ ὑπὲρ πᾶσαν ἔννοιαν καὶ διδασκαλίαν ἀνθρώπων
因為,我們理當信靠神,勝過人一切的意念與教導。
For God must be believed above every notion and teaching of men.
1:558
Πάλιν περὶ τῶν τεσσάρων στοιχείων λέγομεν ὅτι τὴν γῆν πρῶτον, ξηρὰν οὖσαν, ἑδράσας ὁ Θεὸς θεμέλιον τοῦ παντὸς ὡς βαρεῖαν τέθεικε·
再者,關於四元素,我們說:神首先安定了地──地本是乾的──並將其立為萬有的根基,因其為重;
Again, concerning the four elements, we say that God, having first established the earth — being dry — set it as the foundation of the whole, as being heavy;
1:559
πάλιν τὸ ὕδωρ, τουτέστι τὸ ὑγρόν, ὡς ῥευστὸν ὄν, ἐπάνω τῆς γῆς ἔταξεν·
再者,水,即濕的元素,因其為流動之物,神將其安置在地之上;
again, the water, that is, the moist element, being fluid, he placed above the earth;
1:560
ὡς δὲ ἐναντία ταῖς ποιότησιν ὁμοῦ ἐδικαίωσεν εἶναι διὰ τὴν εὐκρασίαν
而由於這二者性質相反,神便判定它們宜於相合並存,以達成良好的調和。
but since they are opposite in their qualities, he judged it right for them to be together, for the sake of good temperament.
1:561
Πάλιν ἀνώτερον τούτων τὸν ἀέρα ἔταξε ψυχρόν, καὶ πάλιν ἀνώτερον τὸ πῦρ, τουτέστι τὸ θερμόν, ἀμφότερα πάλιν ὡς κουφότερα, ὡς δὲ πάλιν ἐναντία
又,在此之上,祂安排空氣為冷者,又在其上安排火,即熱者;二者又因較輕〔而居上〕,然而彼此又是相反的。
Again, above these he arranged the air as cold, and again above that, fire, that is, the hot; both again as lighter [elements], yet again as opposites [to one another].
1:562
Ὁμοῦ τὰ δύο οὖν μέσα, τό τε ὕδωρ ὡς ὑγρὸν καὶ τὸν ἀέρα ὡς ψυχρόν, πολλὴν συγγένειαν ἔχοντα πρὸς ἄλληλα, τὸ μὲν ῥευστῆς φύσεως ὄν, τὸ δὲ χαύνης, ἀμφότερα δὲ ἁπαλὰ καὶ εὐχερῶς εἰσδεχόμενα εἰς ἑαυτὰ καὶ ἀλλήλων καὶ τῶν ἐναντίων τὰς ποιότητας καὶ ἀλλήλοις μεταδιδόντα καὶ τὸ πᾶν συγκιρνῶντα, τοῖς ἄλλοις δύο μεσάζειν ἐδικαίωσε, τῷ τε ξηρῷ καὶ θερμῷ, ἵνα μὴ τὸ πᾶν διαφθαρῇ καὶ ἀποτεφρωθῇ
於是二者一同居中——水為濕者,空氣為冷者——彼此有極大的親緣關係,一者本質為流動,另一者為疏鬆,二者皆柔軟,且易於在自身之內接納彼此以及相反〔元素〕的性質,並彼此傳遞,調和全體,祂認為理當使這二者居間調停另外兩個元素——即乾者與熱者——之間,免得全體毀壞而化為灰燼。
The two middle [elements] together, then — both water as moist and air as cold — having much kinship with one another, the one being of fluid nature, the other of loose nature, both being soft and readily receiving into themselves both each other's and the opposite [elements'] qualities, imparting these to one another and blending the whole — he deemed it right that these mediate between the other two, the dry and the hot, so that the whole might not be corrupted and reduced to ashes.
1:563
Ἐκ τοῦ γὰρ εὐχερῶς μεταλαμβάνειν ἀλλήλων τὰ δύο μέσα στοιχεῖα πλάνην ὑπέμειναν οἱ ἐκτὸς καὶ ἐξ ἀντιστρόφου τὸν μὲν ἀέρα ὑγρόν, τὸ δὲ ὕδωρ ψυχρὸν προσηγόρευσαν·
因為這兩個居中的元素彼此輕易地互相分享〔性質〕,外邦人便陷入謬誤,反過來稱空氣為濕者,稱水為冷者;
For because the two middle elements readily partake of one another's qualities, those outside [the truth] fell into error, and inversely called the air moist, and the water cold;
1:564
λοιπὸν καὶ ἐκ τούτου δύο ποιότητας τῷ ἑνὶ χαρίζονται, πολλάκις δὲ καὶ τέσσαρας
因此,由此他們也將兩種性質歸給同一〔元素〕,甚或常常歸給四種。
consequently, from this they also attribute two qualities to the one [element], and often even four.
1:565
Τοὺς δὲ ὑετοὺς κατὰ τὸ χρήσιμον ὁ Θεὸς διὰ τῶν ἀγγελικῶν Δυνάμεων ἔταξε γίνεσθαι, ἐξυπηρετούντων καὶ ἀπὸ τῆς θαλάττης ἐπὶ τὰς νεφέλας ἀναγόντων·
至於雨水,神則按照效用,藉著眾天使的能力使其發生,這些能力服事〔神〕,將水從海中帶上雲彩;
But God ordained that the rains occur, according to what is useful, through the angelic Powers, who serve [him] and bring up [water] from the sea onto the clouds;
1:566
καὶ τῷ προστάγματι τῷ θείῳ διακονοῦντες ἐκπέμπουσιν ὁπουδὰν τὸ θεῖον πρόσταγμα κελεύσοι
並且服事神聖的命令,將〔雨水〕差遣到神聖命令所吩咐的任何地方。
and, ministering to the divine command, they send it forth wherever the divine command should order.
1:567
Λέγει γὰρ ἡ Γραφὴ διὰ Ἀμὼς τοῦ προφήτου·
因為經上藉先知阿摩司如此說:
For Scripture says through Amos the prophet:
1:568
Ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς. Ὁμοίως καὶ διὰ Ζαχαρίου οὕτως·
「祂召喚海水,將其傾倒於地面之上。」同樣,藉著撒迦利亞也如此說:
He who calls upon the water of the sea and pours it out upon the face of the earth. Likewise also through Zechariah it says thus:
1:569
Αἰτεῖσθε ὑετὸν παρὰ Κυρίου καθ' ὥραν πρώϊμον καὶ ὄψιμον, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην ἐν ἀγρῷ. Ἐν δὲ ταῖς Βασιλείαις ἐπὶ Ἠλιοὺ οὕτω φησί·
「你們當按時向耶和華求雨,求早雨與晚雨,祂必賜給他們冬雨,使田間各人皆得青草。」而在《列王紀》論以利亞之處則如此說:
Ask for rain from the Lord in [its] season, the early and the late [rain], and he will give them winter rain, to each [man] herbage in the field. And in [the book of] Kingdoms, concerning Elijah, it says thus:
1:570
ἑπτάκις καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ, καὶ ἰδοὺ νεφέλη μικρά, ὡς ἴχνος ἀνδρός, ἀνάγουσα ὕδωρ ἀπὸ θαλάσσης. . Τὸ δὲ σαλευθῆναι τὴν γῆν οὐκ ἀπὸ πνεύματος λέγομενοὐ γὰρ ὡς αὐτοὶ μύθους ὑποτιθέμεθα, ἀλλὰ προστάγματι θείῳ τοῦτο γίνεσθαι λέγομεν ἀπεριέργως
……七次。到了第七次,看哪,有一小片雲,如人的腳跡那麼大,從海上升起水來。至於地被震動,我們並不說是因風〔所致〕——因為我們不像他們那樣編造神話——而是不作煩瑣探究地說,這是因神聖的命令而發生的。
...seven times. And it came to pass at the seventh [time], and behold, a small cloud, like a man's footprint, bringing up water from the sea. But we do not say that the earth is shaken by wind — for we do not, as they do, posit myths — but we say, without over-curious inquiry, that this occurs by divine command.
1:571
Λέγει γὰρ ἡ Γραφὴ διὰ τοῦ Δαυΐδ·
因為經上藉大衛如此說:
For Scripture says through David:
1:572
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. Καὶ ἐπὶ τῶν ἀποστόλων λέγει εἰς τὰς Πράξεις·
「祂垂看大地,使地戰兢。」而論到使徒們,經上在《使徒行傳》中說:
He who looks upon the earth and makes it tremble. And concerning the apostles it says in Acts:
1:573
Καὶ ἐσαλεύθη ὁ τόπος, ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου. Καὶ Ἀμὼς δὲ ὁ προφήτης καὶ αὐτὸς οὕτως λέγει·
「他們聚集的地方震動起來,眾人都被聖靈充滿。」先知阿摩司自己也如此說:
And the place in which they were gathered was shaken, and they were all filled with the Holy Spirit. And Amos the prophet also himself says thus:
1:574
Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν. Καὶ πάλιν ἕτερος προφήτης, Ἀγγαῖος δὲ οὗτος, οὕτως λέγει·
「主神,全能者,祂觸摸大地,使地震動。」另有一位先知,即哈該,又如此說:
The Lord God the Almighty, who touches the earth and shakes it. And again another prophet, this one Haggai, says thus:
1:575
Ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Καὶ πάλιν Ἠσαΐας·
「還有一次,我不僅要震動地,也要震動天。」以賽亞又說:
Yet once more I will shake not only the earth, but also heaven. And again Isaiah:
1:576
Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. . Περὶ δὲ ἀντιπόδων οὔτε εἰπεῖν ἢ ἀκοῦσαι περὶ τούτων τῶν μύθων ἀνέχεται ἡ θεία Γραφή
「你若裂天而降,群山必因你戰慄。」至於對蹠地〔對足之人〕,神聖的經典既不容許論及,也不容許聽聞這些神話。
If you should open the heaven, trembling would seize the mountains before you. But concerning the antipodes, divine Scripture does not permit either speaking or hearing about these myths.
1:577
Ἐποίησε γάρ, φησίν, ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς. Οὐκ ἐπὶ ἀντιπροσώπου τῆς γῆς εἶπεν, ἀλλ' ἐπὶ προσώπου
經上說:「祂從一本造出萬族的人,住在全地的面上。」經文並非說「在地的對面」,而是說「在地的面上」。
For he made, it says, from one [stock] every nation of men to dwell upon the whole face of the earth. It did not say 'upon the opposite face' of the earth, but 'upon the face.'
1:578
Καταχθονίους δὲ τοὺς νεκροὺς τοὺς τεθαμμένους ἐν τῇ γῇ καλεῖ, οἷόν ἐστι τό·
而經上稱那些葬在地裡的死人為「地底之人」,例如:
And it calls the dead who are buried in the earth 'those under the earth,' as in the [passage]:
1:579
Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, ἵνα εἴπῃ ἀγγέλων ὡς οὐρανίων, ἀνθρώπων ὡς ἐπιγείων, καταχθονίων ὡς ἐν τῇ γῇ τεθαμμένων
「叫一切在天上的、地上的和地底下的,因耶穌的名無不屈膝」——意即天上者指天使,地上者指人,地底下者指那葬在地裡的人。
That at the name of Jesus every knee should bow, of those in heaven, and those on earth, and those under the earth — that is to say, of angels as heavenly [beings], of men as earthly, of those under the earth as those buried in the earth.
1:580
Τοῦτο γὰρ ἔφη ἐπὶ τῆς ἀναστάσεως γίνεσθαι, ὅτε πάντες οἵ τε κατ' οὐρανὸν ἄγγελοι, οἵ τε κατὰ γῆν ἄνθρωποι καὶ οἱ ἐν τῇ γῇ τεθαμμένοι νεκροί, ἀνιστάμενοι πάντες, γόνυ κλίνουσιν ἐν τῷ ὀνόματι Ἰησοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ
因為他說這是指復活之時將要發生的事,那時所有的——無論是天上的天使、地上的人,或是葬在地裡的死人——都要一同復起,在神的兒子耶穌的名下屈膝。
For he said this occurs at the resurrection, when all — both the angels in heaven, and the men on earth, and the dead buried in the earth — all rising, bow the knee in the name of Jesus the Son of God.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。