📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 基督教地誌

基督教地誌 第 1 章 第 18/22 段

希臘文原文.159 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2587–1:2745(全章共 3362 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:2587
κρίσεως τὸ τέλειον οὐκ ἐπιστάμεθα, τῷ Θεῷ τὸ δοκοῦν πάντως καλὸν καὶ σοφὸν λογιζόμενοι, ὁμολογοῦντες ἐν τούτῳ τὴν ἡδίστην ἧτταν καὶ στεφανηφοροῦντες ἐπὶ τῇ τοιαύτῃ ἀγνοίᾳ κατὰ τὸν μέγαν ἀπόστολον Παῦλον·
我們不知道審判的完全,只認定神以為美善之事必然全然美善且智慧,在此承認這是最甘美的失敗,並為這樣的無知戴上冠冕,正如偉大的使徒保羅所言:
We do not know the perfection of judgment, reckoning that whatever seems [good] to God is altogether good and wise, confessing in this the sweetest defeat, and wearing a crown for such ignorance, according to the great apostle Paul:
1:2588
Ἐκ μέρους γινώσκομεν, φήσαντος, καὶ ἐκ μέρους προφητεύομεν·
「我們現在所知道的有限,先知所講的也有限;」
'We know in part,' as he said, 'and we prophesy in part;'
1:2589
ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται, τελείως τότε γινωσκόντων ἡμῶν, καθὼς δεῖ γνῶναι, καὶ τελείων πάντων ἀνισταμένων, καθάπερ πάλιν λέγει ὁ Ἀπόστολος·
「等那完全的來到,這有限的必歸於無有了」——那時我們便完全知曉,如所當知的那樣,眾人也都復活成為完全,正如使徒又說:
'but when that which is perfect has come, that which is in part shall be done away' — we then knowing perfectly, as we ought to know, and all rising perfect, just as the Apostle again says:
1:2590
Μέχρις οὗ καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. . Πάλιν δὲ ἀπορήσουσιν ἡμῖν ἐν τούτῳ, πῶς ὁ μικρὸς τῷ σώματι τέλειος ἀνίσταται, καὶ πῶς ὁ πηρὸς καὶ ὁ χωλός, ἢ ὁ ἀποκεκομμένος ἓν τῶν μελῶν, σῶος καὶ πληρέστατος ἀνίσταται·
「直等到我們眾人在真道上同歸於一,認識神的兒子,得以長大成人,滿有基督長成的身量。」對此他們又要向我們提出難題:身量矮小之人如何能復活成為完全?殘疾者、瘸腿者,或缺失肢體之一的人,又如何能復活成為健全而完整?
'Until we all attain to the unity of the faith and of the full knowledge of the Son of God, to a perfect man, to the measure of the stature of the fullness of Christ.' Again they will raise a difficulty for us in this: how does the one small in body rise perfect, and how does the maimed and the lame, or the one deprived of one of [his] limbs, rise sound and most complete?
1:2591
ἀκουσάτω παρ' ἡμῶν καὶ γραφικῶς καὶ φυσικῶς ὅτι ὥσπερ ὁ Θεὸς λαβὼν τὴν πλευρὰν τοῦ Ἀδὰμ σμικρότατον αὐτοῦ μέλος οὖσαν καὶ ᾠκοδόμησεν αὐτὴν εἰς τελείαν γυναῖκα, τὸ περισσὸν ἀπορρήτῳ λόγῳ ἀναπληρώσας, καὶ ὥσπερ συνάπτεται τὸ ἀνδρόγυνον πολλάκις τυφλὸν ὂν ἢ ἀποκεκομμένον καὶ τὸ τικτόμενον ἐξ αὐτῶν σῶον καὶ ὑγιὲς τίκτεται, οὕτω πιστευτέον, ἤτοι καὶ νοητέον, ἐπὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ὡς ἀναγεννωμένων ἡμῶν ἐκ τῶν τάφων κρείττονα γέννησιν ἤπερ ἐκ μήτρας
讓他從我們這裡,按經文並按本性,聽聞:正如神取了亞當的肋骨——那是他極微小的一個肢體——用不可言喻的道理補足其餘,將它建造成一個完全的女人;又正如夫婦結合時縱使一方眼盲或殘缺,由他們所生的孩子仍是完整健全地生下來;照樣,關於死人的復活也當如此相信,甚或當如此理解,即我們從墳墓中重生,得著比從母腹而生更美好的誕生。
Let him hear from us, both according to Scripture and according to nature, that just as God, taking the rib of Adam, being his smallest member, built it into a perfect woman, filling up what was lacking by an ineffable word; and just as the married pair is often joined though blind or maimed, and yet what is born from them is born whole and sound — so one must believe, or rather understand, concerning the resurrection from the dead, that we are regenerated from the tombs to a birth better than that from the womb.
1:2592
Διαγράψω δέ σοι, προσφιλέστατε, καὶ τὸ σχῆμα τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τοῦ κατὰ μεσόθεν στερεώματος, καὶ τὴν σκηνὴν τὴν διὰ Μωϋσέως κατασκευασθεῖσαν, ἣ καὶ ἐκτύπωμα τυγχάνει παντὸς τοῦ κόσμου, ἔτι δὲ καὶ τῶν ἔξωθεν τὴν πολύφημον σφαῖραν, ἵνα γνῷς καὶ δι' αὐτῆς τῆς ὄψεως ὡς ἁρμοδίως τῷ σχήματι καὶ ἡ θεία Γραφὴ καὶ τὸ χριστιανικὸν κήρυγμα διαλέγεται, τῆς δὲ ἔξωθεν σφαίρας παντελῶς ἀπηλλοτρίωται
至親愛的,我要為你描繪天與地的形狀、以及居中的穹蒼的形狀,並摩西所建造的帳幕——它正是整個世界的模型;此外我還要畫出外邦人那眾說紛紜的球體,好使你也藉這視覺本身知道,神聖經文與基督教的宣講如何與那形狀相合無間,而與外邦人的球體卻全然無涉。
And I will describe for you, most beloved, both the shape of heaven and earth and of the firmament in the middle, and the tabernacle constructed through Moses, which is indeed an impression of the whole world, and further also the much-talked-of sphere of those outside, so that you may know, even through this very sight, how fittingly both the divine Scripture and the Christian preaching speak in accordance with the shape, whereas it is entirely estranged from the sphere of those outside.
1:2593
Παραγραφαὶ ἁρμόζουσαι ἐκ τῆς θείας Γραφῆς περὶ τοῦ σχήματος τοῦ οὐρανοῦ καὶ τῆς γῆσ . Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·
論天地之形狀,出自神聖經文中相合的引文。「起初神創造天地。」
Fitting citations from the divine Scripture concerning the shape of heaven and earth. In the beginning God made heaven and earth;
1:2594
τούτων ὡς περιεκτικῶν ἐμνημόνευσε συνσημάνας καὶ ἔσωθεν τούτων τὰ ἅμα αὐτοῖς γενόμενα, καὶ πάλιν·
他提及這兩者,是把它們當作包容萬物者,同時也表明了在它們裡面與它們一同造成的事物;又:
He mentioned these as things that contain, signifying at the same time also the things that came to be inside them along with them; and again:
1:2595
Καὶ συνετελέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν, ὡσανεὶ πάλιν περιεκτικῶν αὐτῶν ὄντων καὶ παντὸς τοῦ κόσμου αὐτῶν ἔνδον αὐτῶν ὑπάρχοντος, καὶ πάλιν·
「天地萬物都造齊了。」彷彿它們又是包容者,而它們的整個世界都存在於它們裡面;又:
And heaven and earth and all their world were finished — as though again they were things that contain, and the whole world of theirs existed within them; and again:
1:2596
Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὡσανεὶ πάλιν ἔνδον αὐτῶν πάντων ὑπαρχόντων καὶ περιεκτικῶν αὐτῶν ὄντων, καὶ πάλιν·
「因為耶和華六日之內造天、地、海,和其中的萬物」——彷彿這一切事物又都存在於它們裡面,而天地是包容它們的;又:
For in six days God made heaven and earth and all things in them — as though again all these things existed within them, and they were things that contain them; and again:
1:2597
Καὶ κατέπαυσεν ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι, ὡσανεὶ ὅτι καὶ ἤρξατο δημιουργεῖν καὶ ἔληξε δημιουργῶν, καὶ πάλιν·
「到第七日,神歇了他一切的工,就安息了」——彷彿說他既開始了創造,也停止了創造;又:
And God rested on the seventh day from all his works which God began to make — as though he both began to create and ceased creating; and again:
1:2598
Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὡσανεί·
「這是天地的來歷」——彷彿是說:
This is the book of the origin of heaven and earth — as it were:
1:2599
Αὕτη ἡ βίβλος διηγεῖται τὴν γένεσιν τοῦ παντὸς κόσμου, ἥτις περιγράφεται ἐν οὐρανῷ καὶ γῇ
這卷書所敘述的,乃是整個世界的來歷,而這世界正是被圈定在天與地之內的。
This book narrates the origin of the whole world, which is circumscribed in heaven and earth.
1:2600
Καὶ πάλιν περὶ τοῦ σχήματός φησιν Ἠσαΐας·
論到形狀,以賽亞又說:
And again, concerning the shape, Isaiah says:
1:2601
Ὁ στήσας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν·
「他立穹蒼如拱頂,展開諸天如可居之帳幕」;
He who set up heaven like a vault, and stretched it out like a tent to dwell in;
1:2602
τὸ μὲν ὡς καμάραν περὶ τοῦ πρώτου, τὸ δὲ διατείνας ὡς σκηνὴν περὶ τοῦ δευτέρου εἰρηκὼς δηλονότι ὡς οἶκον λέγει, ἔνθα οἰκοῦσιν, ἤγουν κατασκηνοῦσί τινες
他就前者說「如拱頂」,就後者說「展開如帳幕」,顯然是把它當作一座房屋來說,是有人居住、或說在其中支搭帳幕安住之處。
having said the one, 'like a vault,' concerning the first, and the other, 'having stretched it out like a tent,' concerning the second — clearly speaking of it as a house, where some dwell, or rather encamp.
1:2603
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν περὶ τοῦ στερεώματος λέγων·
「展開諸天如同幔子」——這是就穹蒼而言:
Stretching out heaven like a skin-covering — speaking concerning the firmament:
1:2604
ὡσεὶ δέρριν δὲ λέγει, ὡσανεὶ τὰ σκεπάσματα τὰ ἄνωθεν σκέποντα τὴν σκηνήν, οἷα δ' ἂν εἶεν, εἴτε τρίχινα εἴτε ἱμάτια·
他說「如同幔子」,意指那些從上覆蓋帳幕的遮蓋物,不論是毛料的還是布料的衣料;
he says 'like a skin-covering,' as meaning the coverings from above that cover the tabernacle, whatever they might be, whether of hair or of cloth garments;
1:2605
δέρριδες γὰρ κυρίως καλοῦνται τὰ ἄνωθεν σκεπάσματα τὰ σκέποντα τὴν σκηνήν, ἀμέλει ἐπιφέρει·
因為那些從上覆蓋帳幕的遮蓋物,本來就被稱為「幔子」;他確實又接著說:
for the coverings that cover the tabernacle from above are properly called 'skin-coverings'; indeed he adds:
1:2606
Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, σαφέστερον καὶ στέγην καὶ περὶ αὐτοῦ τοῦ στερεώματος ἐξειπών
「用水閣樓為蓋」——他這是更清楚地,就穹蒼本身也稱之為「屋頂」。
He who roofs his upper chambers with waters — having spoken more clearly, calling it also 'a roof,' concerning the firmament itself.
1:2607
Περὶ τοῦ κεκολλῆσθαι τὸν οὐρανὸν τῇ γῇ οὕτω φησὶν ἐν τῷ Ἰώβ·
論及天與地相接合,他在《約伯記》中如此說:
Concerning heaven being fastened to earth, he speaks thus in Job:
1:2608
Οὐρανὸν δὲ εἰς γῆν ἔκλινε·
「他使天低垂於地」;
He inclined heaven down to earth;
1:2609
κέχυται δὲ ὥσπερ γῆ κονία·
「它傾瀉如地上的塵土」;
and it is poured out like dust of earth;
1:2610
κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθον κύβον, σημαίνων ὅτι κέκλιται εἰς γῆν καὶ κεκόλληται ὡς κύβος κάτωθεν, ὡσανεὶ τετράγωνος
「我已將它黏合,如同一塊立方之石」——這是指明它向地傾斜,又如立方體般從下方黏合,彷彿是四方形的。
and I have fastened it like a cube stone — signifying that it is inclined toward earth and is fastened like a cube from beneath, as though square.
1:2611
Περὶ τοῦ μηδὲν εἶναι ὑποκάτω τῆς γῆς οὕτως φησὶν ἐν τῷ Ἰώβ·
論及地之下並無一物,他在《約伯記》中如此說:
Concerning there being nothing beneath the earth, he speaks thus in Job:
1:2612
Ὁ κρεμνῶν τὴν γῆν ἐπ' οὐδενός, ὡσανεὶ μὴ ἔχουσαν ὑποκάτω τι, ὁμοίως πάλιν ἐν αὐτῷ·
「他將地懸在虛空」——意即地下並無承托之物;同書中又:
He who hangs the earth upon nothing — as meaning it has nothing beneath it; likewise again in the same book:
1:2613
Ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν; ὡσανεὶ οὐκ ἔστι τι ὑποκάτω, ἐν ᾧ πέπηγεν
「地的根基安置在何處?」——意即並無任何東西在其下,可供它固定其中。
Upon what are its sockets fastened? — as meaning there is nothing beneath in which it is fixed.
1:2614
Ἐν δὲ τῷ Δαυῒδ οὕτως λέγει·
在《大衛詩篇》中他又如此說:
And in David he speaks thus:
1:2615
θεμελιωθεῖσαν καὶ οὐχὶ ἐπί τινος
「已被建立,並非立於任何之物之上」——
having been founded, and not upon anything —
1:2616
στῦλοι ἓξ ἀπὸ πήχεως μιᾶς ἥμισυ γίνονται πήχεις ἐννέα καὶ δύο στῦλοι εἰς τὰς γωνίας ἀπὸ πήχεως ἥμισυ γίνονται τῶν ὀκτὼ στύλων πήχεις δέκα·
六根柱子,每根相距一腕尺半,共成九腕尺;轉角處另有兩根柱子,各半腕尺,使八根柱子合計成十腕尺:
Six pillars, each a cubit and a half apart, make nine cubits; and two pillars at the corners, each a half cubit, make, of the eight pillars, ten cubits:
1:2617
τοῦτο τὸ πλάτος τῆς σκηνῆς
這就是帳幕的寬度。
This is the width of the tabernacle.
1:2618
) Ἔχουσα βῆλον συρτὸν λεγόμενον ἐπίσπαστρον
) 有一幅可拉動的幔子,稱為「牽拉簾」;
) having a drawn veil, called an 'epispastron' (drawing-curtain);
1:2619
) Μοχλοὶ διὰ τῶν ψαλίδων διϊκνούμενοι
) 諸横閂穿過鉤環而過;
) bars passing through the clasps;
1:2620
) Μοχλὸς μέσος διὰ τῶν σανίδων διϊκνούμενος
) 中間的橫閂穿過板子而過;
) the middle bar passing through the boards;
1:2621
) Μοχλοὶ διὰ τῶν ψαλίδων διϊκνούμενοι
) 諸橫閂穿過鉤環而過。
) bars passing through the clasps.
1:2622
Τύπος οὖν ἐστι πᾶσα ἡ σκηνὴ τοῦ παντὸς κόσμου, καθὰ διηγεῖται ὁ θεῖος Ἀπόστολος, περὶ μὲν τῆς ἐξωτέρας οὕτως λέγων·
整個帳幕,因此,乃是全世界的一個型,正如神聖使徒所述;他就外層帳幕如此說:
The whole tabernacle, then, is a type of the entire world, as the divine Apostle relates, speaking thus concerning the outer one:
1:2623
Εἶχε μὲν γὰρ καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν, κοσμικὸν αὐτὴν φήσας, ὡσανεὶ τοῦ κόσμου τούτου τύπον ὑπάρχουσαν, περὶ δὲ τῆς ἐσωτέρας οὕτω φησίν·
「因為第一層帳幕也有敬拜的禮儀,並屬世界的聖所」——他稱它為「屬世界的」,意即它是這世界的一個型;而就內層帳幕他又如此說:
For the first tabernacle also had ordinances of service, and the worldly sanctuary — calling it 'worldly,' as meaning it was a type of this world; and concerning the inner one he speaks thus:
1:2624
Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, ἀληθινὴν μὲν τὸν οὐρανὸν εἰπών, ἀντίτυπα δὲ τὴν ἐσωτέραν σκηνήν
「因為基督並不是進了人手所造的聖所,那不過是真聖所的副本,乃是進了天堂本身」——他稱天堂為真實者,稱內層帳幕為其副本(型之對應)。
For Christ did not enter into holy places made with hands, antitypes of the true ones, but into heaven itself — calling heaven the true reality, and calling the inner tabernacle the antitype.
1:2625
Κατανοείτω οὖν ὁ ἀναγινώσκων τῷ σχήματι τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῷ ἐκτυπώματι, τουτέστι τὴν σκηνήν, πῶς ἁρμόδια πάντα τυγχάνουσι τῷ δόγματι τῷ χριστιανικῷ, ὅτι δύο χῶροί εἰσι τοῦ παντὸς κόσμου, οὗτος καὶ ὁ ἀνώτερος, ἡτοιμασμένοι ἀπὸ καταβολῆς κόσμου·
讀者當就天地的形狀,以及那模型,即帳幕,來思想這一切事物如何與基督教的教義相合——即整個世界有兩個處所,這一個和那更高的一個,都是從創世以來就已預備好的;
Let the reader, then, consider by the shape of heaven and earth, and by the model, that is, the tabernacle, how all things happen to fit the Christian doctrine — that there are two regions of the whole world, this one and the higher one, prepared from the foundation of the world;
1:2626
οὗτος μὲν ἐν τῇ νῦν καταστάσει δέδοται ἀγγέλοις καὶ ἀνθρώποις, καὶ ὁ ἀνώτερος ἐν τῇ μελλούσῃ καταστάσει ἐξ ἀναστάσεως νεκρῶν δίδοται τοῖς δικαίοις ἀνθρώποις καὶ ἀγγέλοις
這一個處所,在如今的境況中,是賜給天使與世人的;而那更高的一個,在將來的境況中,在死人復活之後,是要賜給義人與天使的。
this one, in the present condition, is given to angels and men, and the higher one, in the coming condition, after the resurrection of the dead, is given to righteous men and angels.
1:2627
Ἡ γὰρ τῶν ἔξωθεν πολύφημος σφαῖρα οὐχ ἁρμόζει καθόλου τῷ χριστιανικῷ κηρύγματι, ἀλλὰ μᾶλλον τούτοις ἁρμόζει τοῖς ἀνάστασιν νεκρῶν μὴ ἐλπίζουσι, μήτε ἑτέραν κατάστασιν παρὰ ταύτην, τοῖς ἀεὶ ἐν γενέσει καὶ φθορᾷ διάγειν τὸν σύμπαντα κόσμον λέγουσιν
因為外邦人那眾說紛紜的球體,根本不合乎基督教的宣講,而更適合那些不指望死人復活、也不指望除此之外另有他境況的人——即那些說整個世界永遠處於生成與朽壞之中的人。
For the much-talked-of sphere of those outside does not fit the Christian preaching at all, but rather it fits those who do not hope for a resurrection of the dead, nor for any condition other than this one — who say that the entire world always continues in generation and corruption.
1:2628
Παραγραφή . Εἰ μὲν εἰς τὴν πρώτην σφαῖραν, ἔνθα ἐστὶν ἡ Σελήνη, λέγουσιν οἱ τῆς πλάνης διδάσκαλοι τὸν Δεσπότην Χριστὸν εἰσιέναι, πρέπον μὲν ἐν πρώτοις τῇ αὐτῶν πλάνῃ ὅτι μετὰ τῆς θεοῦ αὐτῶν λέγουσιν αὐτὸν διάγειν·
附註:若那迷惑人的教師們說,主基督進入了那第一層球體,即月亮所在之處,那麼首先,這正合乎他們自己的迷惑,因為他們說祂與他們的神明同住;
Note. If, on the one hand, the teachers of error say that the Lord Christ enters into the first sphere, where the Moon is, it is fitting, first, to their own error, that they say he dwells together with their god;
1:2629
δεύτερον ὅτι ναστῆς οὔσης τῆς σφαίρας εἰπάτωσαν, εἰ ἅμα τῆς Σελήνης, ὡς ἰχθὺς ἐν ὕδατι, διατέμνει τὸ οὐράνιον σῶμα τὴν ἐναντίαν βαδίζων, ἢ τὴν εὐθεῖαν ἅμα τῷ παντὶ βιαίως κυλίεται, ἅπερ καὶ ταῦτα καταγέλαστα·
其次,既然那球體是實心的,就讓他們說明:祂是像魚在水中一般,隨著月亮,逆向而行、穿透那天體呢?還是與整個球體一同、被強行沿直線捲動呢?這兩者其實都荒謬可笑;
second, since the sphere is solid, let them say whether, together with the Moon, like a fish in water, he cuts through the heavenly body while walking in the opposite direction, or is violently rolled along the straight course together with the whole — both of which are indeed also laughable;
1:2630
τρίτον ὅτι ὑπεράνω αὐτοῦ εἰσιν οἱ ἕτεροι πλανῆται ὑμῶν θεοί, λέγω δὴ Ἑρμῆς, Ἀφροδίτη, Ἥλιος, Ἄρης, Ζεύς, Κρόνος, ὁ πατὴρ τῶν θεῶν ὑμῶν, οἷς δεκαδύο ζῳδίων καὶ οἱ τριάκοντα ἓξ δεκανοί
第三,在祂之上還有你們其餘的行星,你們的諸神——我是說赫耳墨斯、阿芙羅狄蒂、赫利歐斯、阿瑞斯、宙斯,以及你們諸神之父克洛諾斯——並且十二宮與三十六旬星也都屬於他們。
third, that above him are your other planets, your gods — I mean Hermes, Aphrodite, Helios, Ares, Zeus, Cronos the father of your gods — to whom belong the twelve zodiac signs and the thirty-six decans.
1:2631
Καὶ πῶς οὐ ψεύδεται καθ' ὑμᾶς ὁ Ἀπόστολος φάσκων ὑπεράνω αὐτὸν εἶναι πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ Δυνάμεως, καὶ Κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου; . Εἰ δὲ ἐν τῇ δευτέρᾳ σφαίρᾳ φήσουσιν αὐτὸν εἶναι, τὰ αὐτὰ πάλιν αὐτοῖς ἀπαντήσεται, καὶ εἰ ἐν τῇ τρίτῃ καὶ ἐν τῇ τετάρτῃ καὶ ἐν τῇ πέμπτῃ καὶ ἐν τῇ ἕκτῃ καὶ ἐν τῇ ἑβδόμῃ καὶ ἐν τῇ ὀγδόῃ καὶ ἐν τῇ ἐνάτῃ εἴπωσιν αὐτὸν ὑπεράνω πάντων, εὑρεθήσεται ψεῦδος τὸ παρὰ τῷ Ἀποστόλῳ εἰρημένον, ὅτι ἀπὸ τῆς πρώτης σκηνῆς, τουτέστιν ἀπὸ τοῦ κόσμου τούτου, ἐπὶ τὴν δευτέραν εἰσελήλυθεν ὁ Χριστός, τουτέστιν εἰς τὸν οὐράνιον χῶρον, αἰωνίαν λύτρωσιν εὑράμενος, ἐνάτης οὔσης καὶ οὐ δευτέρας
那麼,按你們所說,使徒豈不是在說謊嗎?他說祂遠在一切執政的、掌權的、有能的、有主治之能的,以及一切被稱之名以上。可是,如果他們說祂是在第二層球體,同樣的詰問又會臨到他們;若說在第三層、第四層、第五層、第六層、第七層、第八層、第九層,而他們仍說祂在萬有之上,那麼使徒所說的話就會被證明是虛假的——即基督已從第一層帳幕,也就是從這個世界,進入第二層,也就是進入天上的境域,得了永遠的救贖——因為那其實是第九層,而不是第二層。
And how, then, according to you, is the Apostle not lying when he says that he is far above every Rule and Authority and Power, and Dominion, and every name that is named? But if they say he is in the second sphere, the same objections will again meet them; and if in the third, and in the fourth, and in the fifth, and in the sixth, and in the seventh, and in the eighth, and in the ninth they say he is above all — then what is said by the Apostle will be found false, namely that Christ has entered from the first tabernacle, that is, from this world, into the second, that is, into the heavenly region, having obtained eternal redemption — since it is the ninth sphere and not the second.
1:2632
Ὁ ἀγαπῶν οὖν χριστιανὸς εἶναι τῇ θείᾳ Γραφῇ ἕπεται, καὶ οὐχὶ τῇ ἀπάτῃ τῶν ἔξωθεν ἐπιστηρίζεται, τῇ πολυθεΐαν καὶ ἰσοθεΐαν διδασκούσῃ καὶ ὄλεθρον ταῖς ψυχαῖς ἐμποιούσῃ
因此,那愛慕作基督徒的人,是跟從神聖經文的,並不倚靠外邦人那教人多神論與自視與神同等、並使人靈魂遭受毀滅的欺騙。
He, then, who loves to be a Christian follows the divine Scripture, and does not rely upon the deceit of those outside, which teaches polytheism and equality with God, and brings destruction to souls.
1:2633
Τὸ κείμενον . Πασῶν οὖν τῶν σφαιρῶν κατὰ τὸ συνεχὲς κειμένων καὶ ναστῶν οὐσῶν, πῶς ἐνδέχεται νοεῖν ἐν αὐτῷ τῷ σχήματι ἀνάστασιν νεκρῶν ἔσεσθαι καὶ ἄνοδον αὐτῶν γίνεσθαι ἐν οὐρανῷ καὶ βασιλεύειν ἐν οὐρανῷ τοὺς ἀνθρώπους, τουτέστιν ἐν τῇ δευτέρᾳ σκηνῇ, ἔνθα καὶ τὸν Χριστὸν λέγει ἡ Γραφὴ ἤδη εἰσιέναι πρῶτον πάντων, καὶ τὰ ἄλλα πάντα ὅσα προείρηται; Ἀκολούθως γὰρ οἱ ἔξωθεν τὴν σφαῖραν δοξάζοντες οὔτε ἀνάστασιν νεκρῶν ὁμολογοῦσιν, οὔτε τὴν ἄνοδον αὐτῶν τὴν εἰς τὸν οὐρανὸν λέγουσιν, οὔτε ὕδατα λέγουσιν εἶναι ἐπάνω τοῦ οὐρανοῦ, οὔτε ἀλλάσσεσθαι λέγουσι τὸ σχῆμα τοῦ κόσμου τούτου, τουτέστι τὴν περιφορὰν τῶν ἄστρων καὶ τῶν καθεξῆς, οὔτε ὅτι τις ἀνῆλθε μετὰ σώματος παντελῶς εἰς τὸν οὐρανόν, οὔτε ἀνέρχεται
正文:既然所有的球體都是依序相連、且是實心的,那麼,在這樣的架構之中,又怎能設想死人會復活、他們的升天會發生、世人會在天上作王——也就是在第二層帳幕之中,經文說基督已首先進入其中——以及前面所說的其餘一切事呢?因為,凡尊崇外邦人球體之說者,順理成章地既不承認死人復活,也不談他們升天,也不說天上有水,也不說這世界的形狀,即眾星的運行及其後續,會有所改變,也不說有誰曾整個身體升入天上,也沒有誰升上去;
The text. Since, then, all the spheres are situated in continuous succession and are solid, how is it possible to conceive, within this very scheme, that there will be a resurrection of the dead, and that their ascent will take place into heaven, and that men will reign in heaven — that is, in the second tabernacle, where Scripture says Christ has already entered first of all — and all the other things aforesaid? For, consistently, those who glorify the sphere of those outside neither confess a resurrection of the dead, nor speak of their ascent into heaven, nor say there are waters above heaven, nor say that the shape of this world is changed, that is, the revolution of the stars and what follows, nor that anyone has ascended bodily at all into heaven, nor does anyone ascend;
1:2634
ὁρᾶν ἤτοι γινώσκειν πάντα λέγουσιν, οἱ δὲ καὶ μετενσωμάτωσιν βούλονται, ἄλλοι καὶ προβιοτὴν ἀσπάζονται·
卻說靈魂仍能看見,或者說仍能知曉,萬有一切;有些人還嚮往靈魂轉世投胎,另有些人則擁抱靈魂先在之說;
instead, they say [the soul continues] to see, or rather to know, all things; some also desire transmigration of bodies, while others also embrace a pre-existence [of the soul];
1:2635
οἷς καὶ ἕπεται λέγειν ἐξ ἀκολουθίας καταλύεσθαι τὴν σφαῖραν, ἤτοι πάσας, καὶ πᾶσαν σωματικὴν φύσιν ἀπόλλυσθαι καὶ ὑποστρέφειν εἰς τὴν ἀρχαίαν τάξιν τὰς ψυχάς, ὥσπερ καὶ οἱ περὶ τὸν θαυμάσιον Ὠριγένην δοξάζουσι·
對這些人而言,隨之而來的必然結論便是:那球體會被消滅——或者說一切球體都會如此——一切形體的本性都會消亡,靈魂則要歸回其原本的次序,正如那令人讚嘆的俄利根一派人所主張的那樣;
for whom it also follows, as a consequence, to say that the sphere is dissolved — or rather, all of them — and that every bodily nature perishes, and that souls return to their original order, just as also those around the admirable Origen hold;
1:2636
ἕτεροι δὲ ἀεὶ ἄναρχον καὶ ἀτελεύτητον αὐτὸν τὸν οὐρανόν φασιν εἶναι καὶ ἐν γενέσει καὶ ἐν φθορᾷ ἀεὶ διάγειν τὸν κόσμον, οἷς συνάγεται χαιρεσίκακον μᾶλλον ἢ ἀδύναμον ἢ φθονερὸν τὸν Θεὸν λέγειν, ἤγουν παντελῶς ἀθεΐαν δοξάζειν·
另有些人則說,天本身永遠無始無終,而世界永遠處於生成與朽壞之中——由此可推知,他們必須說神是幸災樂禍的,而非無能或善妒的,或者說,他們其實是全然主張無神論;
others say that heaven itself is always without beginning and without end, and that the world always continues in generation and corruption — from which it follows that they must call God malicious rather than powerless or envious, or rather that they must hold to atheism entirely;
1:2637
ἀνοίκειον γὰρ τὸ οὕτως πάντοτε μένειν τὸν κόσμον ἐν γενέσει καὶ φθορᾷ, καὶ ἕτερα πάμπολλα ἄπορα αὐτοῖς πᾶσιν ἀνακύπτει
因為世界竟永遠這樣停留在生成與朽壞之中,是不相稱的;並且,還有極多其他難以解決的困境,也隨之向他們眾人湧現。
for it is unfitting that the world should thus always remain in generation and corruption, and very many other insoluble difficulties arise for all of them.
1:2638
Μόνοι δὲ τέλειοι χριστιανοὶ ὑπάρχουσιν ὡς στάχυες εὐσεβείας μέσον ἀκανθῶν καὶ ζιζανίων ὄντες, οἱ πιστεύοντες πάσῃ τῇ θείᾳ Γραφῇ, Παλαιᾷ τε καὶ Καινῇ Διαθήκῃ, καὶ μήτε πρὸ ταύτης τῆς καταστάσεως εἶναι ἑτέραν λέγοντες, μήτε μετὰ τὴν μέλλουσαν ἑτέραν ἀποφαινόμενοι, ἀλλὰ τὰς δύο μόνας, ἃς καὶ ἡ καταγραφὴ ἁρμοδίως δείκνυσιν, ὅτι ἐκ ταύτης τῆς καταστάσεως ἐπὶ τὴν μέλλουσαν καὶ οὐράνιον μετερχόμεθα καὶ πάλιν τότε σὺν Κυρίῳ διάγομεν, καθάπερ πᾶσα ἡ θεία Γραφὴ διαλέγεται, ἀρξάμενον μὲν τὸν Θεὸν δημιουργεῖν, ποιήσαντα δὲ τοὺς δύο χώρους, καὶ παυσάμενον τῆς δημιουργίας κατὰ τὸν ἄνωθεν αὐτοῦ καὶ ἐξ ἀρχῆς σκοπόν
唯有那些真正純全的基督徒,才如同虔敬的麥穗長在荊棘與稗子之間——他們相信整部神聖經文,無論舊約新約,並且既不說在此境況之前另有一個境況,也不宣稱在將來的境況之後還有另一個,而只承認那兩個,這也正是經文的記載恰如其分所顯示的:即我們是從這個境況,過渡到那將來的、天上的境況,之後便與主同住——正如整部神聖經文所述,神起初創造,造了那兩個處所,並依照祂從上、從起初就有的旨意,止息了祂的創造之工。
Only perfect Christians exist as ears of piety in the midst of thorns and tares — those who believe the whole divine Scripture, both Old and New Testament, and who say that there is neither another condition before this one, nor declare another after the one to come, but only the two, which the record also fittingly shows: that we pass from this condition into the coming and heavenly one, and again then dwell together with the Lord — just as the whole divine Scripture relates, God having begun to create, having made the two regions, and having ceased from creation according to his purpose from above and from the beginning.
1:2639
Ἀλλόκοτα τοίνυν συνέγραψεν, ὦ βέλτιστε, ὃν εἴρηκας πεπλασμένον μᾶλλον χριστιανόν, τοὺς οὐρανοὺς καταλύεσθαι λέγων, οὓς καὶ σφαιροειδεῖς δοξάζει κατὰ τὴν ὑποθήκην τῶν ἔξωθεν, καὶ τούτους ἀεὶ περιστρέφεσθαι, μύθους μᾶλλον γραώδεις ἀναγραψάμενος ἢ χριστιανικὰ δόγματα, οὐδενὶ τὸ σύνολον ἀκολουθήσας, εἰ μὴ ἐκ μέρους τῷ χρηστῷ Ὠριγένῃ·
因此,他所寫的實在荒誕不經,至善之人啊,這位你稱之為徒有其表的基督徒——他一面說諸天將被消滅,一面又依照外邦人的說法認定諸天是球形的、且永遠在旋轉——他所記下的,與其說是基督教教義,不如說是老嫗的荒誕傳說,全然不跟從任何人,唯獨部分跟從了那位可敬的俄利根;
Strange things, then, has he written, O best of men, this man whom you have called a rather counterfeit Christian, saying that the heavens are dissolved, which he also holds to be spherical according to the doctrine of those outside, and that they are always revolving — having composed old wives' fables rather than Christian doctrines, following no one at all except in part the worthy Origen;
1:2640
τῆς γὰρ δόξης τῶν χριστιανῶν παντελῶς ἠλλοτρίωνται τὰ παρ' αὐτοῦ συγγραφέντα
因為他所寫下的一切,都全然背離了基督徒的信仰。
for the things written by him are entirely estranged from the belief of the Christians.
1:2641
Ὑμέτερον δὲ ἂν εἴη λοιπὸν κρῖναι καὶ συγκρῖναι ἕκαστον δόγμα καὶ σχῆμα καὶ σκοπῆσαι ποίῳ δόγματι καὶ σχήματι χρὴ τὸν ἀληθῶς χριστιανὸν τὸν εὐσεβεῖν βουλόμενον προστεθῆναι
因此,餘下的便是要由你來判斷、比較每一種教義與架構,並考量真正的基督徒——那願意敬虔度日的人——應當依從何種教義與架構。
It would then remain for you to judge and compare each doctrine and scheme, and to consider to which doctrine and scheme the true Christian who wishes to live piously ought to adhere.
1:2642
Πολλὴν γὰρ ἀπάτην ὁρῶ καὶ δόλον τοῦ συγγραψαμένου τοὺς μύθους, καὶ τῷ οὐρανῷ τὸ σφαιρικὸν σχῆμα δωρουμένου καὶ πάλιν τοῦτον καταλύεσθαι λέγοντος
因為我看出,那寫下這些荒誕傳說之人,其中有極多的欺詐與詭詐——他一面將球形賦予諸天,一面又說諸天將被消滅。
For I see much deceit and guile in the one who wrote the fables — both bestowing upon heaven the spherical shape, and again saying that it is dissolved.
1:2643
Ἐγὼ γάρ, ὦ προσφιλέστατε, οὕτως κατὰ τὴν θείαν Γραφὴν φρονῶ, θαρρῶ δὲ καὶ σὲ τοιοῦτον εἶναι οἷος κἀγώ, χριστιανὸν ἑπόμενον ταῖς θείαις Γραφαῖς καὶ τῇ παραδόσει τῆς ἁγίας Ἐκκλησίας φασκούσῃ·
因為我,至親愛的,是按神聖經文如此思想的;我也相信你亦如同我一般,是一位跟從神聖經文與聖教會傳統的基督徒,這傳統宣告說:
For I, most beloved, think thus according to the divine Scripture, and I trust that you also are such as I am — a Christian following the divine Scriptures and the tradition of the holy Church, which declares:
1:2644
Πιστεύω εἰς ἕνα Θεόν, τουτέστι Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον, καὶ εἰς σαρκὸς ἀνάστασιν, εἰς μίαν ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν, ὡς καὶ αὐτὸ τὸ Σύμβολον λέγει·
「我信獨一神,即父、子、聖靈,同質的三一,並信肉身復活,信獨一、聖而公、從使徒傳下來的教會」——正如信經本身也如此說:
'I believe in one God, that is, Father and Son and Holy Spirit, a consubstantial Trinity, and in the resurrection of the flesh, in one holy, catholic and apostolic Church' — as the Creed itself also says:
1:2645
πιστεύω ἀνάστασιν ἔσεσθαι νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος
「我信死人復活,並來世的生命。」
'I believe there will be a resurrection of the dead, and the life of the age to come.'
1:2646
Καὶ ὡς οἱ ἱερεῖς ὁμοίως εὔχονται περὶ μὲν τῶν προσφερόντων οὕτως λέγοντες·
眾祭司也照樣禱告,就那些獻祭之人如此說:
And as the priests likewise pray, speaking thus concerning those who make offerings:
1:2647
Τὸ εὐχαριστήριον τῶν δούλων σου πρόσδεξαι εἰς τὸ οὐράνιον καὶ ἐλλόγιμόν σου θυσιαστήριον, εἰς τὰ μεγέθη σου τῶν οὐρανῶν, ἀποδιδοὺς αὐτοῖς ἀντὶ φθαρτῶν ἄφθαρτα, ἀντὶ προσκαίρων αἰώνια, ἀντὶ ἐπιγείων οὐράνια, περὶ δὲ τῶν κεκοιμημένων οὕτως·
「求你悅納你眾僕人的感謝祭,收納於你那屬天、可稱頌的祭壇上,於你諸天的偉大之中,以不朽壞的代替朽壞的,以永遠的代替暫時的,以屬天的代替屬地的賜給他們」——而就那些已安息之人,則如此說:
'Receive the thank-offering of your servants unto your heavenly and reasonable altar, unto the greatnesses of your heavens, rendering to them incorruptible things instead of corruptible, eternal instead of temporal, heavenly instead of earthly' — and concerning those who have fallen asleep, thus:
1:2648
Τὴν ψυχὴν τοῦδε ἀνάπαυσον συνανεγείρων καὶ τὴν σάρκα αὐτοῦ ἐν ᾗ ἂν ἡμέρᾳ ὥρισας κατὰ τὰς ἀληθεῖς καὶ ἀψευδεῖς σου ἐπαγγελίας, οἷς κἀγὼ ἐπισυνάπτω ἐπευχόμενος ἅμα αὐτοῖς τὸ ὑπόλοιπον λέγων·
「求你使此人的靈魂安息,並照你真實無偽的應許,在你所定的日子,使他的靈魂與他的肉身一同復起」——對此我也附加自己的祈求,與他們同聲祈禱,說出其餘的話:
'Give rest to the soul of this one, raising it up together with his flesh on whatever day you have appointed, according to your true and unlying promises' — to which I too add my own petition, praying together with them, saying the remainder:
1:2649
Ἡμῖν δὲ χριστιανὰ τὰ τέλη καὶ εὐάρεστα ἐνώπιόν σου χάρισαι, εἰς τοὺς αἰῶνας
「也求你賜給我們基督徒的結局,是在你面前蒙悅納的,直到永遠。」
'And grant to us also a Christian end, one well-pleasing before you, unto the ages.'
1:2650
Χριστιανοῦ πρὸς Ἀναστάσιον περὶ οὐρανοῦ, τοῦ γραμματικοῦ αἰτησαμένου Ἀνατολίου
一位基督徒致阿納斯塔修:論天——應文法家阿納托利烏之請而作。
By a Christian, to Anastasius, concerning heaven, at the request of Anatolius the grammarian.
1:2651
τ ΛΟΓΟΣ Ηʹ Εἰς τὴν ᾠδὴν Ἐζεκίου, βασιλέως τῆς Ἰουδαίας,καὶ εἰς τὸν ἀναποδισμὸν τοῦ ἡλίου . Εὖ εἰδώς, ὦ φίλε Πέτρε, τὸ δυσάρεστον τῶν ἀνθρώπων γένος ὄκνῳ πολλῷ κατειχόμην ἐπὶ τῇ ὑμετέρᾳ κελεύσει
第八篇講論。論猶大王希西家之頌歌,並論日頭之退轉。彼得吾友啊,我深知世人這難以取悅的族類,因此對你的吩咐,我一直心懷極大的猶豫遲疑。
Discourse 8. On the Ode of Hezekiah, King of Judea, and on the Turning-back of the Sun. Knowing well, O friend Peter, the ill-pleased race of men, I was held back by much reluctance concerning your command.
1:2652
Οἱ μὲν γὰρ τῶν ἀνθρώπων αὐτὸ τοῦτο τοὺς συγγράφειν τι ἐθέλοντας ψέγουσιν ὡς εἰς πράγματα καθιέντας ἑαυτούς, ἐξὸν αὐτοῖς ἀπηλλάχθαι καμάτου καὶ ἡσύχου διατριβῆς ἀπολαύειν·
因為有些人正是為此責備那些願意寫些什麼的人,彷彿他們是自尋煩擾,明明他們大可擺脫勞苦、安享清靜的生活;
For some men blame this very thing — those who wish to write something — as though they were involving themselves in troubles, when it is possible for them to be freed from toil and to enjoy a quiet way of life;
1:2653
οἱ δὲ καὶ τὰ ἐπίπονα, ὡς μηδὲν λογιζόμενοι τὴν γραφήν, ἐν κρυπτῷ θέντες ἠρεμοῦσιν·
另有些人,即便費力寫成,也將之視為毫無價值,把它藏起來,便安然無為;
and others, reckoning even laborious writing as nothing, have laid it aside in secret and remain idle;
1:2654
ἕτεροι δὲ πόθῳ μὲν ἄρχονται τῆς ἀναγνώσεως, εἶτα κατολιγωρήσαντες τῶν τετραπόδων τὸ μέτρον ποιοῦνται·
還有些人,起初懷著熱切之心開始閱讀,隨後卻怠惰輕忽,將之視同四足牲畜之標準;
and others begin the reading with eagerness, but then, growing negligent, make it the measure of four-footed beasts;
1:2655
παρευδοκιμεῖσθαι γὰρ ἡγούμενοι τῇ τῶν νέων συγγραφῇ οὐδὲ προσέχειν αὐτῇ ἀξιοῦσιν, εἰ καὶ λίαν γενναίως συγγράφοιντο οἱ συγγραφόμενοι·
因為他們自認早已被今人的著作所超越,所以縱使那些撰文之人寫得極為出色,他們仍不屑一顧、不肯留意;
for, thinking themselves outdone by the writing of the moderns, they do not even deem it worthy to pay it attention, even if those who write should write very nobly;
1:2656
πᾶς δὲ ἰδιώτης ἀγνοίᾳ φερόμενος καὶ τὰ καλῶς λεγόμενα ψέγει, καὶ ἁπλῶς εἰπεῖν, πάντων εὔπορος ἡ διαβολὴ καὶ πολλὰς ὕλας τοῦ σκώπτειν ἔχουσα πρὸς τὴν τῶν ψόγων κατασκευήν, ἣν ὁ φθόνος ἀφθόνως χορηγεῖ
而每一個無知之人,被自己的愚昧所驅使,連說得好的話也要加以指責;簡而言之,毀謗在萬事上都善於取材,有著豐富的譏誚材料,用以捏造種種責難,而嫉妒又毫不吝惜地供應這一切。
and every untrained person, carried along by ignorance, blames even things well said; and, simply put, slander is resourceful in all things, and has many materials for mockery toward the fabrication of blame, which envy supplies ungrudgingly.
1:2657
Ταῦτα κατ' ἐμαυτὸν λογιζόμενος ἀνεβαλλόμην, πολλάκις σου ὀχλήσαντος καὶ τὴν ᾠδὴν τοῦ μακαρίου Ἐζεκίου ἐγγρά φως παρ' ἡμῶν ἑρμηνευθῆναι αἰτήσαντος
我這樣自己反覆思量,便一再拖延,儘管你屢次催促,並要求我們以文字將那位蒙福的希西家之頌歌加以詮釋。
Reckoning these things with myself, I kept delaying, though you had often pressed me and requested that the ode of the blessed Hezekiah be interpreted by us in writing.
1:2658
Ἀλλ' οὐκ οἶδ' ὅπως αὐτὸς νενίκηκας νῦν, ὦ θαυμασιώτατε, καὶ τὸν ὄκνον ἀφείλου τὸν ἡμέτερον, τοὺς τὸ πονεῖν προῃρημένους μὴ λείπειν φάσκων ἐν τῷ βίῳ, οἷς σπουδὴ τὰ πάντων ἀναγινώσκειν καὶ δοκιμάζειν τὰ διαφέροντα κατὰ τὸν θεῖον Ἀπόστολον, ὧν εἷς τυγχάνεις καὶ αὐτός
但我不知你,至可敬佩的人啊,如今究竟是如何說服了我,並除去了我的猶豫,你宣稱那些立志勞苦的人,在今生是不會缺乏的——正如神聖使徒所言,那些人一心要察驗萬事、辨別其中有分別之處,而你自己也正是其中一人。
But I do not know how you yourself have now prevailed, O most admirable one, and have taken away our reluctance, declaring that those who have chosen to labor ought not to be lacking in this life — those for whom it is a concern to read all things, and to test what differs, according to the divine Apostle, of whom you yourself also happen to be one.
1:2659
Ἄξιον γὰρ καὶ τοῦτο τῆς σῆς φιλοπονίας, μαθεῖν βουλόμενος, εἴ τι χρήσιμόν ἐστι λαβεῖν ἐξ αὐτῆς·
因為這也配得上你那勤勉不倦的精神,你渴望知道,是否能從其中獲得什麼益處;
For this too is worthy of your love of labor, wishing to learn whether there is something useful to gain from it;
1:2660
τό τε γὰρ πεπεῖσθαι ὡς οὐδὲ τὸ σμικρότατον εἶναι δοκοῦν τῆς θείας Γραφῆς ὀλίγην τινὰ παρέχειν τὴν ὠφέλειαν δύναται τῆς σῆς ἂν εἴη περὶ ταῦτα συνέσεως, καὶ μὴν καὶ τὸ διὰ σπουδῆς ἔχειν περὶ ἁπάντων μανθάνειν τί τὸ ἐν αὐτοῖς χρήσιμον οὐ πόρρω καθέστηκε τῆς σῆς φιλοπονίας
因為深信就連神聖經文中看似最微小的部分,也絕不會只帶來些微益處,這樣的洞察本就屬於你對這類事物的理解;而且,殷勤地就萬事學習其中有益之處,也與你那勤勉不倦的精神相去不遠。
for the conviction that not even what seems the smallest part of the divine Scripture can afford but little benefit would belong to your own understanding concerning these matters; and indeed, to be earnest about learning, concerning all things, what is useful in them, stands not far removed from your love of labor.
1:2661
Ἐγὼ μὲν οὖν, ἐπειδὴ τὴν τοῦ Ἄσματος τῶν ᾀσμάτων ἑρμηνείαν σὺν Θεῷ ἤμελλον πληροῦν, ἣν ὁ κοινὸς καὶ θαυμάσιος φίλος Θεόφιλος ἡμᾶς ᾐτήσατο, ὡς οἶσθα καὶ αὐτός, ἕως τοῦ νῦν ἀνεβαλλόμην·
我,既然靠著上帝的幫助,正要完成《雅歌》的詮釋——這是我們共同且令人欽佩的朋友提阿非羅曾向我們請求的,正如你自己也知道的——直到如今我一直延宕未行;
I, then, since with God's help I was about to complete the interpretation of the Song of Songs, which our common and admirable friend Theophilus had asked of us — as you yourself also know — I kept deferring it until now;
1:2662
νυνὶ δὲ πληρώσας ἄρξομαι καὶ τὴν σὴν αἴτησιν βουλήσει τοῦ ἁγίου Πνεύματος πληροῦν, οὗ ἄνευ οὐδὲν τῶν ἀγαθῶν ἡμῖν ἐγγενέσθαι δυνατόν
但如今既已完成,我將依聖靈的旨意開始成就你的請求;若無聖靈,任何美善之事都不可能在我們裡面產生。
but now, having completed it, I shall begin to fulfill your request also, by the will of the Holy Spirit, without whom it is not possible for any good thing to come to be in us.
1:2663
Τὸν σκοπὸν δὲ δι' ὃν τὴν ᾠδὴν ἐξεῖπε προλέγω πρῶτον, εἶθ' οὕτω τὴν κατὰ μέρος ἑρμηνείαν·
我將首先預先陳明他吟詠此頌歌的用意,然後才逐節加以詮釋;
I shall first set forth beforehand the purpose for which he uttered the ode, and then thus proceed to the interpretation part by part;
1:2664
ἅμα δὲ καὶ τί τὸ ἐν αὐτοῖς χρήσιμον διαγγελῶ·
同時我也將宣明其中所含的益處;
and at the same time I shall also declare what benefit is contained in them;
1:2665
οὕτω γὰρ σαφεστέρα τῶν λεγομένων ἡ δύναμις γενήσεται
因為如此一來,所言之義理將更為清晰。
for thus the force of what is said will become clearer.
1:2666
Ἐζεκίας τοίνυν ὁ μακάριος τῶν Ἰουδαίων βασιλεὺς ὑπάρχων, εὐσεβὴς πάνυ γενόμενος καὶ ἐνάρετος καὶ τῷ Θεῷ μεμελημένος, ἐθεώρει τὸν μακαρίτην Δαυῒδ πολλοὺς ψαλμοὺς εἰς αὐτὸν προειρηκότα, ὧν εἷς τυγχάνει ὁ ἐννεακαιδέκατος καὶ ὁ εἰκοστὸς ὁμοίως καὶ ἕτεροι πλεῖστοι, ἔτι δὲ καὶ τὴν ἐπὶ τοῦ πατρὸς αὐτοῦ Ἀχὰζ γενομένην ὑπὸ Ἠσαΐου προφητείαν, τὴν ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, εἰς ἑαυτὸν ἑλκύσας καὶ ἀνθρώπινόν τι παθὼν ἐπήρθη τῷ λογισμῷ, οἰόμενος ἑαυτὸν εἶναι τὸν προφητευόμενον χριστόν
於是,那蒙福的猶太人之王希西家,本是極為敬虔、有德、且蒙上帝眷顧之人,他觀察到蒙福的大衛曾預先為他作了許多詩篇,其中一篇恰是第十九篇,同樣還有第二十篇,以及其他許多篇;此外還有以賽亞在其父亞哈斯在位時所作的預言,即「看哪,童女必懷孕生子」,他將此預言引到自己身上,並因人性的軟弱,其心思被高舉,自以為自己就是那被預言的基督。
Hezekiah, then, the blessed king of the Jews, being a man of great piety and virtue and cared for by God, observed that the blessed David had foretold many psalms concerning him, of which one is the nineteenth, and likewise the twentieth, and very many others; and moreover also the prophecy made by Isaiah in the time of his father Ahaz — 'behold, the virgin shall conceive in her womb and shall bear a son' — drawing this to himself and suffering something human, was lifted up in his reasoning, supposing himself to be the christ who was prophesied.
1:2667
Ὅθεν τὰ πρῶτα κοινωνῆσαι βίῳ οὐχ εἵλετο διὰ τὸ ἑτέραν ὑπόνοιαν εἶναι ἐν Ἰουδαίοις, ὅτι ὁ χριστὸς ὅταν ἔρχεται οὐδέποτε ἀποθνῄσκει, ἀλλὰ μένει εἰς τὸν αἰῶνα, ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ ἔλεγον·
因此,他起初並不選擇與人共度婚姻生活,因為猶太人中有另一種見解,認為基督一旦降臨,便永不死亡,而是存留到永遠,正如他們在福音書中所說:
Wherefore at first he chose not to share in married life, because there was another supposition among the Jews, that the christ, whenever he comes, never dies, but remains forever, as they also said in the Gospel:
1:2668
Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα. Ταύτης οὖν τῆς δόξης ὢν ὁ Ἐζεκίας οὐ κατεδέξατο σύμβιον λαβεῖν καὶ ποιῆσαι διαδοχὴν γένους, τουτέστι τέκνα, ἀεὶ ζῆν νομίζων
「我們從律法上聽見,基督是永存的。」希西家既持此見解,便不肯娶妻以延續後嗣,即生育兒女,因他自以為將永遠活著。
'We have heard from the Law that the Christ remains forever.' Being, then, of this opinion, Hezekiah did not consent to take a wife and to produce a succession of offspring, that is, children, thinking that he would live forever.
1:2669
Ὅτε δὲ συνέβη τὸν Σεναχηρεὶμ τὸν τῶν Ἀσσυρίων βασιλέα πολεμῆσαι τὴν Ἰουδαίαν, ἀνελθεῖν δὲ καὶ ἐν Ἱερου σαλὴμ πορθῆσαι αὐτήν, ἀκούσας τὰ παρὰ τοῦ θεομάχου Ῥαψάκου λελεγμένα ὁ Ἐζεκίας, ἔτι δὲ καὶ τὰ παρ' αὐτοῦ τοῦ Σεναχηρεὶμ γραφέντα αὐτῷ, διαρρήξας τὴν βασιλικὴν ἐσθῆτα καὶ ἐνδυσάμενος σάκκον καὶ χοῦν πασάμενος εἰσῆλθεν ἐν τῷ ναῷ, ἱκετεύων τὸν Θεὸν ῥυσθῆναι ἐκ τῶν Ἀσσυρίων
但當亞述王西拿基立起兵攻打猶大,上來圍困耶路撒冷之時,希西家聽見那與神為敵的拉伯沙基所說的話,又聽見西拿基立親自寫給他的信,便撕裂王袍,披上麻衣,撒灰於身,進入聖殿,懇求上帝拯救他們脫離亞述人之手。
But when it happened that Sennacherib, king of the Assyrians, made war upon Judea, and went up and besieged it in Jerusalem, Hezekiah, having heard the things spoken by the God-fighting Rabshakeh, and moreover also the things written to him by Sennacherib himself, tore his royal garment and put on sackcloth and sprinkled himself with dust, and entered into the temple, imploring God to be delivered from the Assyrians.
1:2670
Εἰσακουσθέντος δὲ αὐτοῦ, καὶ ἀναιρεθέντων ἐν μιᾷ νυκτὶ διὰ τοῦ ἀγγέλου ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων ἐκ τῆς βοηθείας τῶν Ἀσσυρίων, καὶ νίκης αὐτῷ παραδόξου καὶ τηλικαύτης γενομένης ὑπὸ τοῦ Θεοῦ, ἐπεβεβαίωσεν ἐπὶ πλέον τὴν ὑπόνοιαν, ἣν εἶχε πρότερον, ἑαυτὸν πάντως εἶναι λέγων τὸν προφητευόμενον χριστόν
既然他的祈求蒙了垂聽,一夜之間,天使便擊殺了亞述援軍中十八萬五千人,如此奇妙而偉大的勝利既由上帝所賜,他便更加堅信他先前所持的見解,聲稱自己必定就是那被預言的基督。
And since he was heard, and one hundred eighty-five thousand of the Assyrian relief force were destroyed in a single night by the angel, and so wondrous and so great a victory was granted him by God, he confirmed all the more the supposition which he had held before, saying that he was assuredly the christ who was prophesied.
1:2671
Ὅθεν πάλιν ἐκ τῆς ἐπάρσεως τοῦ λογισμοῦ φαντασθεὶς ὑπὲρ ἑαυτὸν οὐκ εἰσῆλθε μετὰ τὴν νίκην ἐν τῷ ναῷ, κατὰ τὸ δέον, εὐχαριστῆσαι καὶ δοῦναι δόξαν τῷ Θεῷ, ἀλλὰ μεγάλα ἐφρόνει καθ' ἑαυτόν, ὡς γέγραπται ἐν ταῖς Παραλειπομέναις ὅτι·
於是,他因心思的高傲而再度陷入超乎自身的幻想,戰勝之後並未依當盡的本分進入聖殿感恩、歸榮耀於上帝,反而心中自高自大,正如《歷代志》所記載:
Whence again, being deluded by the elation of his reasoning beyond himself, he did not enter the temple after the victory, as was fitting, to give thanks and give glory to God, but he thought great things of himself, as it is written in Chronicles, that:
1:2672
Ἐταπεινώθη Ἐζεκίας ἀπὸ ὕψους καρδίας αὐτοῦ, καί·
「希西家從他心裡的高傲自卑下來」,又說:
'Hezekiah humbled himself from the pride of his heart,' and:
1:2673
Κατέλιπεν αὐτὸν Κύριος τοῦ πειρᾶσαι αὐτόν, εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ
「耶和華離開他,為要試驗他,要知道他心裡如何。」
'The Lord left him, to test him, to know the things in his heart.'
1:2674
ὑπώπτευσεν, ἔτι δὲ καὶ μνησθεὶς αὐτοῦ τῶν ἀρετῶν, οὐκ εἰς τέλος εἴασε καταπεσεῖν, ἀλλὰ πέμπει αὐτῷ ἀρρωστίαν εἰς ἀπόγνωσιν ἄγουσαν θανάτου
上帝雖察覺此情,但也念及他的美德,不容他全然墮落,卻使一場疾病臨到他身上,使他陷入必死無疑的絕望。
He suspected this, yet also remembering his virtues, did not let him fall utterly, but sends him a sickness bringing him to despair of death.
1:2675
Καί φησιν Ἠσαΐας ὁ προφήτης εἰσελθὼν πρὸς αὐτόν·
先知以賽亞進去見他,說:
And Isaiah the prophet, having entered to him, says:
1:2676
Τάξαι περὶ τοῦ οἴκου σου·
「你當為你的家立遺命;」
'Set your house in order;'
1:2677
ἀποθνῄσκεις γὰρ σὺ καὶ οὐ ζήσῃ, ὁμοῦ τὰς δύο δόξας ἀνελὼν ἀπ' αὐτοῦ
「因為你必死,不能活。」——如此同時廢去了關乎他的兩種見解。
'for you shall die and shall not live' — thereby doing away with both opinions concerning him at once.
1:2678
Οἱ μὲν γὰρ τῶν Ἰουδαίων ἔλεγον μηδέποτε τὸν χριστὸν ἀποθνῄσκειν, οἱ δὲ ὅτι ἀποθνῄσκει μέν, ἀνίσταται δὲ ἀπὸ νεκρῶν
因為猶太人中有些人說基督永不死亡,另一些人則說他確實會死,但要從死人中復活。
For some of the Jews said that the christ never dies, while others said that he does die, but rises from the dead.
1:2679
Τῷ οὖν εἰπεῖν ὅτι ἀποθνῄσκεις σὺ ἀνεῖλεν ἀπ' αὐτοῦ τὴν μίαν, δι' ἧς ἐνόμιζεν ἑαυτὸν μὴ ἀποθνῄσκειν ποτέ, τῷ δὲ προσθεῖναι καὶ εἰπεῖν καὶ οὐ ζήσῃ ἀνεῖλε καὶ τὴν ἑτέραν, δι' ἣν ἕτεροι ἔλεγον ὅτι ἀνίσταται ἀπὸ νεκρῶν·
因此,藉著說「你必死」,便從他身上廢去了那一種見解,即他自以為永不會死的那種;又藉著加上並說「你也不能復生」,也廢去了另一種見解,即別人所說他要從死人中復活的那種;
By saying, then, 'you shall die,' he did away from him with the one opinion, by which he supposed that he would never die; and by adding and saying 'and you shall not live,' he did away also with the other, by which others said that he rises from the dead;
1:2680
δι' ἑκατέρων γὰρ ἐδιδάχθη μὴ εἶναι ὁ χριστός, ὡς ὑπώπτευσεν ἑαυτόν
因為藉著這兩者,他便被教導明白:他並非基督,不如他自己所猜想的那樣。
for by both he was taught that he was not the christ, as he had suspected himself to be.
1:2681
Εἶτα συνιεὶς ὁ Ἐζεκίας καὶ κλαύσας πικρῶς καὶ μετανοήσας καὶ στραφεὶς ἐν τῇ κλίνῃ ἐπὶ τὸν τοῖχον, ἔνθα συνέβαινεν εἶναι τὸν ναόν, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ποιεῖν, προσέχων δῆθεν τῷ ναῷ τὴν δέησιν ἐποιεῖτο
於是希西家明白了,痛哭流涕,悔改,並在床上轉向聖殿所在的那面牆——依猶太人的習慣如此行——彷彿朝著聖殿專注,獻上他的祈求。
Then Hezekiah, understanding, and weeping bitterly, and repenting, and turning in his bed toward the wall where the temple happened to be, as it is the custom for the Jews to do, made his supplication, giving heed, as it were, toward the temple.
1:2682
Ἐπιστραφεὶς δὲ τοῖς λογισμοῖς καὶ ἀνορθωθεὶς τὴν διάνοιαν, ἅτε δὴ εἰσακουσθεὶς καὶ τῆς ἀρρωστίας ἀπαλλαγεὶς καὶ προσθήκης ζωῆς ἐτῶν δεκαπέντε ἀξιωθεὶς καὶ ἑτέρῳ σημείῳ παραδοξοτέρῳ πιστωθείς, λέγω δὴ τῷ ἀναποδισμῷ τοῦ ἡλίου, οὗ τὴν αἰτίαν μικρὸν ὕστερον ἐρῶ, τότε ᾖσε τὴν ᾠδὴν τῷ Θεῷ δηλῶν ἐν αὐτῇ ἕκαστα τῶν προειρημένων·
他既在思想上回轉,心思也重新扶正,因為他的祈求蒙了垂聽,疾病得以痊癒,又蒙賜十五年壽命的增添,並且藉著另一個更為奇妙的神蹟——即太陽倒退——得了確據(其緣由我稍後再述),於是他向上帝唱了這首頌歌,在其中一一表明前述諸事:
And having turned back in his reasonings and having been set upright in mind, inasmuch as he was heard and released from the illness and deemed worthy of an addition of fifteen years of life, and assured by yet another, more wondrous sign — I mean the turning back of the sun, the cause of which I shall relate a little later — then he sang the ode to God, declaring in it each of the aforesaid things:
1:2683
Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι, ὡσανεί·
「我要在我年日的高峰行走」,意思彷彿是說:
'In the height of my days I shall go,' as if to say:
1:2684
Τοῦτον ἀεὶ τὸν λογισμὸν ἔσῳζον παρ' ἐμαυτῷ λέγων ὅτι ἀεὶ ζῶ καὶ οὐδέποτε τελευτῶ·
「我常在自己心中存著這個念頭,說我永遠活著,永不終結;」
'I always kept this reasoning within myself, saying that I live forever and never come to an end;'
1:2685
τῷ γὰρ εἰπεῖν ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι ἐδήλωσεν ὡς οὐδέποτε κολοβωθήσονται αἱ ἡμέραι αὐτοῦ, καὶ ὥς τινος κατὰ ἀποσιώπησιν αὐτῷ λέγοντος ὅτι·
因為藉著說「我要在我年日的高峰行走」,他表明自己的年日將永不被縮短;又彷彿有人以「欲言又止」(省略法)的方式對他說:
for by saying 'in the height of my days I shall go' he indicated that his days would never be cut short; and as though someone were saying to him, by way of aposiopesis:
1:2686
Ταῦτά σου ἐνθυμουμένου, τί σοι συμβέβηκεν; ἐπάγει καί φησιν·
「你正這樣思想的時候,你遭遇了什麼事呢?」他接著又說:
'While you were thinking these things, what happened to you?' He continues and says:
1:2687
Ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα, ὡσανεί·
「我要在陰間的門前留下我剩餘的年歲」,意思彷彿是說:
'In the gates of Hades I shall leave the remaining years,' as if to say:
1:2688
Τοιαῦτά μου διαλογιζομένου, ἀθρόως ἀρρωστίᾳ δεινῇ περιπεσὼν ἔγνων μηκέτι τοῦ λογισμοῦ τοῦ προτέρου ἔχεσθαι, ἀλλ' ἐν τῷ ᾅδῃ διατρίβειν τὰ ἔτη τὰ ἐπίλοιπα
「正當我如此思想之際,我忽然陷入一場劇烈的疾病,便知道我不能再持守先前的想法,而是要在陰間度過我餘下的歲月。」
'While I was reasoning such things, having suddenly fallen into a terrible illness, I recognized that I could no longer hold to my former reasoning, but that I would spend my remaining years in Hades.'
1:2689
Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ τῆς γῆς·
「我必不再見上帝的救恩在地上;」
'I shall no longer see the salvation of God upon the earth;'
1:2690
τὸ σωτήριον τοῦ Θεοῦ ἐνταῦθα τὸν Χριστὸν σημαίνει·
此處「上帝的救恩」意指基督;
'the salvation of God' here signifies the Christ;
1:2691
οὕτως γὰρ καὶ Συμεὼν ἐν Εὐαγγελίοις δεξάμενος τὸν Χριστὸν εἰς τὰς ἀγκάλας τὸν Θεὸν παρεκάλει ἀπολυθῆναι τῆς ζωῆς, ἐπεὶ ἑωράκασιν οἱ ὀφθαλμοὶ αὐτοῦ τὸ σωτήριον τοῦ Θεοῦ, ὡσανεὶ αὐτὸν τὸν Χριστόν·
因為福音書中西面也是如此,他將基督抱入懷中,便懇求上帝容他脫離此生,因他的眼睛已經看見了上帝的救恩——彷彿說的就是基督本身;
for thus also Simeon in the Gospels, having received the Christ into his arms, entreated God to be released from life, since his eyes had seen the salvation of God — as if saying the Christ himself;
1:2692
ἦν γὰρ αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος μὴ ἰδεῖν θάνατον, ἕως ἴδῃ τὸν Χριστὸν Κύριον
因為聖靈曾啟示他,他必不見死,直到看見主基督為止。
for it had been revealed to him by the Spirit that he would not see death until he should see the Christ, the Lord.
1:2693
Τοῦτο οὖν ἐνταῦθα ὁ Ἐζεκίας βούλεται δηλοῦν λέγων ὅτι·
因此,希西家在此所要表明的正是這一點,他說:
This, then, Hezekiah here wishes to make clear, saying that:
1:2694
Οὐ μόνον ἀπέστην τοῦ λογισμοῦ ἐκείνου καὶ πέπαυμαι τὰ ὑπὲρ ἐμὲ φανταζόμενος, ἀλλ' οὐδὲ αὐτὸν τὸν χριστὸν ἀξιοῦμαι ἰδεῖν ἐπὶ τῆς γῆς, πέντε καὶ δέκα μόνα ἔτη λοιπὰ ἔχων ζῆσαι
「我不僅已離棄那種想法,不再幻想超乎自己本分的事,甚至我連在世上親眼見到基督本人也不配得,因我僅剩十五年可活。」
'Not only have I departed from that reasoning and ceased imagining things beyond myself, but I am not even deemed worthy to see the christ himself upon the earth, having only fifteen years left to live.'
1:2695
Οὐκέτι οὐ μὴ ἴδω ἄνθρωπον ἐκ τῆς συγγενείας μου, ἵνα εἴπῃ·
「我必不再見我親族中的人」——意思是說:
'I shall no longer see a man of my kindred' — as if to say:
1:2696
Μετὰ γὰρ τὰ δεκαπέντε ἔτη τῆς προθεσμίας τῆς ζωῆς, ἧς ἔλαβον παρὰ τοῦ Θεοῦ, τελευτῶν οὐ μόνον ἔτι ἐκεῖνον οὐκ ἀξιοῦμαι ἰδεῖν, ἀλλ' οὐδέ τινα τῶν ἀνθρώπων, οὐδὲ τῆς συγγενείας μου
「因為在我從上帝所領受的十五年壽限期滿之後,我便要離世,不但不再配見到他,甚至連任何人,連我自己的親族也見不到了。」
'For after the fifteen years of the appointed term of life which I received from God, dying, I shall not only no longer be deemed worthy to see him, but not even any of the people, not even of my own kindred.'
1:2697
Κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου, ἵνα εἴπῃ·
「我已撇下我餘剩的生命」——意思是說:
'I have left behind the remainder of my life' — as if to say:
1:2698
Ἀποβαλλόμενος τοίνυν τὸν πρότερον λογισμὸν καὶ τὸ δέον τοῦ λοιποῦ λογισάμενος ἔγνων ὅτι τέλος ζωῆς σχήσω
「因此,我拋棄了先前的想法,此後思想合宜之事,便明白我的生命終將有盡頭。」
'Casting off, then, my former reasoning, and henceforth thinking what is fitting, I recognized that I shall have an end of life.'
1:2699
Ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ' ἐμοῦ, ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, ἵνα εἴπῃ·
「它出去離開了我,如同人搭起帳棚後又將之拆卸」——意思是說:
'It went out and departed from me, like one who, having pitched a tent, takes it down' — as if to say:
1:2700
Καὶ τοσοῦτον ἀπέστη τῆς ἡμετέρας διανοίας ὁ πρότερος τῆς ὑπερηφανίας λογισμός, ὡς ἄν τις πήξας σκηνὴν εὐθέως αὐτὴν καταλύσῃ
「而那先前驕傲的念頭,便如此徹底離開了我的心思,正如人搭起帳棚後隨即將之拆除一般。」
'And the former thought of pride departed so completely from our mind, just as if one, having pitched a tent, should immediately take it down.'
1:2701
Τὸ πνεῦμά μου παρ' ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν, τουτέστι·
「我的氣息在我裡面,如同織女的織物將近被剪斷一般」,意即:
'My spirit became with me as the web of a weaving-woman drawing near to cut it off,' that is:
1:2702
Παρ' ὀλίγον δὲ καὶ αὐτὴ ἡ ψυχή μου κατέλιπέ με, ὥσπερ ἱστὸς γυναικὸς ἐριθευομένης ἕτοιμος τοῦ τμηθῆναι
「我的靈魂本身也幾乎離我而去,如同一位受雇織布的婦人的織物,已備妥待剪。」
'My soul itself, too, all but left me, like the web of a woman weaving for hire, ready to be cut off.'
1:2703
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωῒ ὡς λέοντι, οὕτως συνέτριψε πάντα τὰ ὀστᾶ μου·
「那日我被交付,直到早晨;如同交給獅子一般,牠折斷了我一切的骨頭;」
'On that day I was delivered up until morning; as to a lion, so it broke all my bones;'
1:2704
ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην, ἵνα εἴπῃ·
「因為從白日直到黑夜,我都被交付」——意思是說:
'for from day until night I was delivered up' — as if to say:
1:2705
Ἐν ἐκείνῳ τοίνυν τῷ καιρῷ τῆς ἐμῆς ἀρρωστίας, ὥσπερ λέοντι φοβερῷ συντρίβοντι ὀστᾶ, οὕτως τῷ πυρετῷ παρεδόθην ἀδιαλείπτως, ἀφ' ἕωθεν ἕως ἑσπέρας καὶ ἀπὸ ἑσπέρας ἕως πρωῒ συντριβόμενος ὑπ' αὐτοῦ
「那時,在我患病期間,正如被交給一頭折骨的可怕獅子一般,我便如此不間斷地被交付給熱病,從清晨到黃昏、又從黃昏到清晨,都被它所摧殘。」
'At that time, then, of my illness, just as to a terrible lion that breaks bones, so was I delivered up unceasingly to the fever, being crushed by it from morning until evening and from evening until morning.'
1:2706
Ὡς χελιδών, οὕτω φωνήσω, καὶ ὡς περιστερά, οὕτως μελετήσω, τουτέστιν·
「我要如燕子鳴叫,如鴿子哀鳴」,意即:
'As a swallow, so shall I cry, and as a dove, so shall I mourn,' that is:
1:2707
Τὸ δὲ φωνήσω καὶ μελετήσω ἀντὶ τοῦ ἐφώνησα καὶ ἐμελέτησα κεῖται, χρόνος ἀντὶ χρόνου, ὥσπερ καὶ πολλαχοῦ ἐν τῇ θείᾳ Γραφῇ κεῖται τὸ τοιοῦτον ἰδίωμα, ὡς ὅταν ὁ Ἠσαΐας λέγῃ περὶ τοῦ Δεσπότου Χριστοῦ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἀντὶ τοῦ ἀχθήσεται
「我要鳴叫」與「我要哀鳴」在此是用以代替「我曾鳴叫」與「我曾哀鳴」,即以此時態代替彼時態,正如這種語法習慣在神聖經文中屢見不鮮,好比以賽亞論及主基督時說「他被牽去宰殺,如同羊羔」,乃是用以代替「他將被牽去」。
'I shall cry' and 'I shall mourn' are used in place of 'I cried' and 'I mourned,' tense for tense, just as this idiom also occurs in many places in the divine Scripture, as when Isaiah says concerning the Master Christ, 'he was led as a sheep to the slaughter,' in place of 'he shall be led.'
1:2708
Ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ ἀπὸ τοῦ βλέπειν με εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν Κύριον, ὃς ἐξείλετό με καὶ ἀφείλετό μου τὴν ὀδύνην τῆς ψυχῆς
「因為我的眼睛因仰望高天、朝向主而疲乏——祂拯救了我,除去了我靈魂的痛苦。」
'For my eyes failed from looking up to the height of heaven toward the Lord, who delivered me and took away the anguish of my soul.'
1:2709
Κύριε, καὶ περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, ἵνα εἴπῃ·
「主啊,因為關乎此事也已向你稟明」——意思是說:
'Lord, for concerning it also it was declared to you' — as if to say:
1:2710
Καὶ τοσοῦτον ἀνέτεινον τὸ ὄμμα τῆς διανοίας ἀποβλέπων εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, πρὸς σὲ τὸν τῶν ὅλων Σωτῆρα Θεὸν ἀνατιθέμενος τὴν τῆς ἐμῆς ψυχῆς ὀδύνην, ἣν καὶ ἀφείλου παρ' ἐμοῦ ἀντιστρέψας τὸ τῆς ὑπερηφανίας εἶδος εἰς ταπείνωσιν καὶ ὑπακοὴν θεοσεβείας, ὑπὲρ ἧς καὶ διαπαντός, ὦ Δέσποτα, εὐχαριστῶ σοι
「我如此高舉我心思的眼目,仰望高天,將我靈魂的痛苦呈獻於你——那萬有的救主上帝,而你已將這痛苦從我身上除去,把驕傲的樣式轉變為謙卑與敬虔的順從;為此,主啊,我要永遠向你感謝。」
'And so far did I lift up the eye of my mind, looking toward the height of heaven, laying before you, the Savior God of all, the anguish of my soul, which you also took away from me, turning the form of pride into humility and the obedience of piety, for which also, O Master, I give you thanks forever.'
1:2711
Καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα·
「你興起了我的氣息,我便得了安慰而活;」
'And you raised up my breath, and being comforted I lived;'
1:2712
εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου, ἵνα εἴπῃ·
「因為你揀選了我的靈魂,使它不至滅亡,又將我一切的罪都拋在我身後」——意思是說:
'for you chose my soul, that it should not perish, and you cast behind me all my sins' — as if to say:
1:2713
Ἐξήγειρας γάρ μου τὴν πνοὴν τῇ σῇ παρακλήσει καὶ ἔζησα, ἐπέστρεψάς μου τὴν ψυχὴν ἀπολλυμένην, ἧς τὰς ἁμαρτίας εἰς τοὐπίσω ἀπέστρεψας, μὴ ἐάσας ἔτι ταύτας ἐπεκτείνεσθαι ἔμπροσθέν μου
「你藉著你的安慰興起了我的氣息,我便得以存活;你使我瀕臨滅亡的靈魂回轉,並將它的罪過都轉到背後,不再容這些罪過延展於我面前。」
'For you raised up my breath by your comfort and I lived; you turned back my perishing soul, whose sins you turned back behind, no longer allowing them still to extend before me.'
1:2714
Οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου·
「因為陰間的人不能讚美你,死人也不能稱頌你,陰間的人也不能仰望你的憐憫;」
'For those in Hades will not praise you, neither will the dead bless you, nor will those in Hades hope for your mercy;'
1:2715
οἱ ζῶντες εὐλογήσουσί σε, ὃν τρόπον κἀγώ, ἵνα εἴπῃ·
「唯有活人能稱頌你,正如我也是如此」——意思是說:
'the living will bless you, in the manner that I also do' — as if to say:
1:2716
Εἰ γὰρ οὐ συνεχώρησάς με τοῦ ζῆν ἔτι, πῶς ἂν εἶχον ἐπιστρέψαι, ἢ μετανοῆσαι καὶ σωθῆναι, ἢ ἐλπίσαι τὸ παρὰ σοῦ ἔλεος, τῶν ἐν ᾅδου νεκρῶν οὐ δυναμένων τοιοῦτό τι ποιῆσαι; Ἀλλά σου μᾶλλον τῇ σῇ εὐσπλαγχνίᾳ χαρισαμένου μοι τὸ ζῆν εὐλογήσω καὶ δοξάσω σε διὰ παντός, ὥσπερ καὶ πᾶς ζῶν ὀφειλέτης ἐστὶ ταῦτα ποιεῖν
「因為若你不容我仍然活著,我怎能回轉,或悔改得救,或仰望從你而來的憐憫呢?畢竟陰間的死人是不能做這樣的事的。但既然你以你的慈悲恩賜我生命,我便要永遠稱頌並榮耀你,正如每一個活著的人都有義務如此行一般。」
'For if you had not permitted me to live still, how could I have turned back, or repented and been saved, or hoped for the mercy from you, since the dead in Hades are not able to do any such thing? But rather, since you in your compassion have granted me life, I shall bless and glorify you forever, just as every living person is obliged to do these things.'
1:2717
Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελεῖ τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου. Ἀλλὰ καὶ ἀπὸ τοῦ νῦν, φησίν, οὐκέτι ἐμαυτὸν ἀπατήσω τὰ ὑπὲρ ἐμὲ φανταζόμενος
「從今日起,我要生養兒女,他們必要宣揚你的公義,我救恩的主啊。」他又說:「而且從此以後,我不再欺哄自己,幻想超乎自己本分的事了。」
'For from this day I shall beget children, who shall declare your righteousness, O Lord of my salvation.' 'But also from now on,' he says, 'I shall no longer deceive myself by imagining things beyond myself.'
1:2718
Λαμβάνω γὰρ σύμβιον καὶ ποιήσω τέκνα καὶ ταῦτα διδάξω τοῖς σοῖς δικαιώμασιν ἕπεσθαι
「因為我要娶妻生子,並教導他們遵行你的律例。」
'For I shall take a wife and beget children, and I shall teach them to follow your ordinances.'
1:2719
Καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ Θεοῦ, ἵνα εἴπῃ·
「我要不住地用琴瑟稱頌你,終我一生的年日,在上帝的殿前」——意思是說:
'And I shall not cease blessing you with the psaltery all the days of my life, before the house of God' — as if to say:
1:2720
Οὐ μόνον δὲ τὰ τέκνα διδάξω τοῖς σοῖς προστάγμασιν ἕπεσθαι, ἀλλὰ καὶ ἐμαυτὸν κανονίσω παρ' ὅλον τὸν τῆς ζωῆς μου χρόνον εἰς σὴν αἴνεσιν σπεύδειν καὶ κολλᾶσθαι διὰ παντὸς τῷ σῷ ναῷ, μὴ ἀφιστάμενος ἢ ἀμελῶν ἔτι ἐν τοῖς αὐτόθι παραγίνεσθαι
「我不僅要教導兒女遵行你的誡命,也要在我一生的整個歲月中約束自己,急切追求對你的頌讚,並永遠緊緊依附於你的聖殿,不再離棄或疏忽前去那裡。」
'And not only shall I teach my children to follow your commandments, but I shall also discipline myself throughout the whole time of my life to hasten to your praise and to cleave forever to your temple, no longer departing or neglecting to come there still.'
1:2721
Ταῦτα εἰπὼν ἐν τῇ ᾠδῇ ὁ Ἐζεκίας καὶ διεγερθεὶς ἐκ τῆς ἀρρωστίας, λαβὼν καὶ τῶν δεκαπέντε ἐτῶν τὴν προσθήκην τῆς ζωῆς ἔγημεν εὐθέως καὶ ἐγέννησε τὸν Μανασσῆν, ὃν δώδεκα ἐτῶν ἐάσας πλήρη διάδοχον τὸν βίον ὑπεξῆλθε κατὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ, πληρώσας ἐν τῇ βασιλείᾳ μετὰ τὴν ἀρρωστίαν τὰ τῆς προσθήκης τοῦ Θεοῦ ἔτη δεκαπέντε
希西家在頌歌中如此說完之後,便從疾病中康復,又領受了上帝所加添的十五年壽命,隨即娶妻,並生下瑪拿西;當瑪拿西十二歲、足堪繼承之時,他便依上帝的應許離世,在患病之後於王位上滿足了上帝所加添的十五年歲月。
Having said these things in the ode, Hezekiah, and having been raised up from the illness, and having received also the addition of fifteen years of life, married immediately and begot Manasseh, whom, having left him as a full successor at twelve years of age, he departed from life according to God's promise, having fulfilled in his kingship, after the illness, the fifteen years added by God.
1:2722
Καὶ ταῦτα μὲν περὶ τῆς ᾠδῆς·
以上便是關乎這首頌歌的事;
And these things, then, concerning the ode;
1:2723
ἅπερ καὶ δῆλα τυγχάνουσι τὰ προειρημένα ἐν τῷ προοιμίῳ ἐκ τῆς κατὰ μέρος ἑρμηνείας, ὡς τὸν προειρημένον λογισμὸν ἀπέσῳζεν ὁ Ἐζεκίας
藉此,前言中先前所述之事,也透過這逐節的詮釋而變得清楚明白,亦即希西家如何一直存守著前述那種心思。
and by which the things aforesaid in the preface become clear also from the interpretation part by part, namely how Hezekiah had been preserving the aforementioned reasoning.
1:2724
Ἀρκτέον δὲ λέγειν, ὡς ἐπήγγελμαι, περὶ τοῦ ἀναποδισμοῦ τοῦ ἡλίου, τῆς θείας χάριτος καὶ ἐν τούτῳ ὁδηγούσης ἡμᾶς
現在,我必須依照所應許的,開始論及太陽倒退之事,在此亦有神聖的恩典引導我們。
Now I must begin to speak, as I promised, concerning the turning back of the sun, divine grace guiding us in this matter also.
1:2725
Πρῶτον μὲν πῶς συμβέβηκεν εἶναι τὸν οἶκον Ἐζεκίου, καὶ ὅτι δείλης ὀψία ἦν, ὡς ὥρα ἐνάτη, ὅτε τὸ σημεῖον ἐγένετο, καὶ τίς ἡ αἰτία τοῦ τοιούτου σημείου καὶ τί τὸ ἐξ αὐτοῦ κέρδος γενόμενον
首先,論希西家的宮室究竟如何座落,以及此神蹟發生之時,乃是傍晚時分,約在第九時辰;又論此神蹟的緣由為何,以及由此所生的益處為何。
First, how the house of Hezekiah happened to be situated, and that it was late afternoon, about the ninth hour, when the sign occurred, and what the cause of such a sign was, and what benefit resulted from it.
1:2726
Ἡ θύρα τοίνυν τοῦ οἴκου Ἐζεκίου ἔνθα ἦσαν οἱ δέκα ἀναβαθμοὶ ἐπὶ τὴν ἀνατολὴν προσεῖχε·
希西家宮室的門——即那設有十級臺階之處——是朝向東方的;
The door of the house of Hezekiah, then, where the ten steps were, faced toward the east;
1:2727
κλίναντος οὖν τοῦ ἡλίου ἐπὶ δυσμὰς περὶ ὥραν ἐνάτην τῆς ἡμέρας, ἀνάγκῃ κατῆλθεν ἡ σκιά, τοῦ οἴκου δυτικωτέρου ὑπάρχοντος τῶν ἀναβαθμῶν, ἕως τοῦ ἐσχάτου τῶν δέκα ἀναβαθμῶν
既然太陽約在白日第九時辰向西傾斜,影子便必然地下降——因宮室之位置較臺階更偏西——一直降到那十級臺階中最末的一級。
Since, then, the sun inclined toward the west about the ninth hour of the day, the shadow necessarily descended — the house being further to the west than the steps — as far as the last of the ten steps.
1:2728
Τοῦ προφήτου οὖν Ἠσαΐου διὰ στόματος τοῦ Θεοῦ εἰπόντος τῷ Ἐζεκίᾳ τὸ μεσημβρινὸν αἰτήσασθαι σημεῖον, ἢ προβῆναι εἰς τὰ ἔμπροσθεν τὴν σκιὰν δέκα ἀναβαθμοὺς ἢ ὑποστρέψαι τὴν σκιὰν δέκα ἀναβαθμούς, ἀπεκρίνατο Ἐζεκίας λέγων·
於是,先知以賽亞奉上帝之口諭吩咐希西家,求那正午的神蹟——或使影子向前進十級臺階,或使影子退後十級臺階——希西家便回答說:
The prophet Isaiah, then, having said to Hezekiah, by the mouth of God, that he should ask for the midday sign — either that the shadow should go forward ten steps, or that the shadow should go back ten steps — Hezekiah answered, saying:
1:2729
Κοῦφον τὴν σκιὰν κλῖναι δέκα ἀναβαθμούς·
「使影子向前偏移十級臺階,這是輕而易舉的;」
'It is a light thing for the shadow to incline forward ten steps;'
1:2730
τοὺς δέκα ἀναβαθμοὺς κατὰ τὸ Γράμμα τὸ ἱερόν
——十級臺階,此乃依照聖經經文所載。
the ten steps, according to the sacred Text.
1:2731
Εἰ γὰρ ἦν τὸ ἔμπαλιν τρίτη ὥρα τῆς ἡμέρας, οὐδὲ ἡ σκιὰ ἤδη δραμοῦσα ἀνέτρεχεν, οὔτε ὁ ἥλιος ἀνεπόδιζεν εἰς τοὐπίσω, εἰ καὶ συνέβη τὴν θύραν καὶ τοὺς ἀναβαθμοὺς τοῦ οἴκου Ἐζεκίου ἐπὶ τὴν δύσιν ὁρᾶν
因為若情形相反,在白日第三時,那已然前行的日影就不會倒退,日頭也不會向後退回,儘管希西家家的門與台階正朝向西方。
For if it were the reverse, at the third hour of the day, the shadow, having already advanced, would not have run back, nor would the sun have retreated backward, even though it happened that the door and the steps of the house of Hezekiah faced toward the west.
1:2732
Καὶ ταῦτα μὲν περὶ τῆς θέσεως τοῦ οἴκου
以上便是關於此屋方位之論述。
So much, then, concerning the position of the house.
1:2733
Ἡ αἰτία δὲ τοῦ τοιούτου σημείου αὕτη ἐστίν, ὅτιπερ τὰ πολλὰ τῶν ἐθνῶν, τάχα δὲ πάντα, τῇ στρατιᾷ τοῦ οὐρανοῦ μᾶλλον δουλεύοντα τὸν ἥλιον τιμῶσιν, ὡς μείζονα πάντων θεὸν καὶ πατέρα φώτων ὄντα
此一異象之緣由如下:大多數異邦人,或許甚至是全部,寧可服事天上萬象,尊崇太陽為眾神中最大者、眾光之父。
The cause of such a sign is this: that most of the nations—indeed perhaps all—being enslaved rather to the host of heaven, honor the sun as being the greatest god of all and father of lights.
1:2734
Τοῦτον οὖν ἀναποδίσαι κελεύσας ὁ Θεὸς ἐδήλωσε πᾶσι τοῖς ἔθνεσιν ἑαυτὸν μὲν εἶναι τοῦ παντὸς Δεσπότην, δοῦλον δὲ τοῦτον ὑπάρχειν καὶ οὐ θεόν·
是以,神命令此日頭倒退,藉此向萬邦顯明:祂自己乃是全宇宙的主宰,而此日頭不過是奴僕,並非神明;
Therefore, by commanding this sun to retreat backward, God made known to all the nations that He Himself is the Master of the universe, and that this sun is a slave and not a god;
1:2735
εἰ γὰρ τὸ τηλικοῦτο στοιχεῖον ἀναποδίσαι παρὰ τὴν συνήθειαν προσέταξε, πόσῳ μᾶλλον τοῖς ἥττοσιν ὡς ἰδίοις δούλοις κεχρημένος κελεύειν δύναται; . Ἐρῶ δὲ σὺν Θεῷ καὶ τί τὸ ἐντεῦθεν κέρδος ἐγένετο
因為,若祂能命令如此偉大之元素違反常規而倒退,祂又豈不更能命令那些較小者,如同使喚自己的奴僕一般?我且藉神之助,敘述由此而生的益處。
for if He commanded so great an element to retreat backward, contrary to its custom, how much more is He able to command the lesser elements, using them as His own slaves? And I shall relate, with God's help, what benefit resulted from this.
1:2736
Ἀναδραμόντος τοίνυν τοῦ ἡλίου, πᾶσι τοῖς ἔθνεσιν ἕως ἐσχάτου τῆς γῆς γνωστὸς γέγονεν, ὥστε καὶ τὸν βαβυλώνιον βασιλέα, Μεωδάχ, υἱὸν τοῦ Λααδάν, πόρρωθεν ὄντα καὶ θεωρήσαντα τὸ σημεῖον εἰς ἔκπληξιν καὶ ἔρευναν ἐλθεῖν τοῦ φοβεροῦ καὶ παραδόξου θαύματος
於是,當日頭倒退之後,此事便傳遍萬邦,直到地極,以致巴比倫王米羅達(巴拉但之子),雖遠在異域,見此異象,也不禁驚駭,並探究這可畏而奇異之奇蹟。
When, then, the sun had run backward, this became known to all the nations even to the ends of the earth, so that even the Babylonian king, Merodach, son of Baladan, being far off and having observed the sign, came to astonishment and inquiry concerning the fearsome and extraordinary wonder.
1:2737
Θάμβος γὰρ καὶ φόβος περιεῖχεν αὐτὸν τὸν βασιλέα καὶ τοὺς αὐτοῦ μεγιστᾶνας μετὰ σπουδῆς ζητοῦντας, περὶ τὴν ἀστρονομίαν πάντας ἐπτοημένους, τοῦ τοιούτου φοβεροῦ καὶ μεγάλου σημείου τὴν αἰτίαν μαθεῖν
驚駭與恐懼籠罩了王本人及其眾大臣,他們急切尋求——眾人皆因天文之事而戰慄——要探知這可畏而重大之異象的緣由。
For astonishment and fear seized the king himself and his nobles, who eagerly sought—all being terrified concerning astronomy—to learn the cause of so fearsome and great a sign.
1:2738
Πολλῆς δὲ ζητήσεως γενομένης, μανθάνει ὡς Ἐζεκίας, ὁ βασιλεὺς τῆς Ἰουδαίας, ἀρρωστίᾳ περιπεσὼν καὶ εἰς ἀπόγνωσιν ἐλθὼν ηὔξατο τὸν Θεόν, καὶ δέδωκεν αὐτῷ ὑγείαν καὶ προσθήκην ζωῆς ἐτῶν δεκαπέντε·
經過多方查究後,他得知猶太王希西家因病重而陷入絕望,遂向神祈求,神便賜他痊癒,並加添他壽命十五年;
After much inquiry had taken place, he learns that Hezekiah, king of Judea, having fallen into sickness and come to despair, prayed to God, and He gave him health and an addition of fifteen years to his life;
1:2739
ἕνεκα τούτου πρὸς πίστωσιν τῆς ἐπαγγελίας ἐποίησεν ὁ Θεὸς τὸ μέγα καὶ φοβερὸν σημεῖον τοῦτο, ὅτι αὐτός ἐστιν ὁ Θεὸς τῶν θεῶν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς
為此,為要確證此應許,神行了這偉大而可畏的異象,以顯明祂乃是眾神之神,是造天地及其中萬物者。
for this reason, as confirmation of the promise, God performed this great and fearsome sign, that He is the God of gods, who made heaven and earth and all things in them.
1:2740
Ταῦτα μαθὼν καὶ παιδευθεὶς ἔργῳ ὁ Βαβυλώνιος αὐτὸν εἶναι Θεὸν τοῦ παντὸς τάχιστα πολλὰ δῶρα καὶ πρεσβείαν τῷ Ἐζεκίᾳ ἀπέστειλεν, ὡς δούλῳ γνησίῳ καὶ ἀγαπωμένῳ παρὰ τοῦ Θεοῦ τῶν ὅλων
巴比倫王得知此事,並由此實事得知祂乃萬有之神,便火速差遣許多禮物及使團前往希西家處,視他為萬有之神所鍾愛的忠實僕人。
Having learned these things and been instructed by the fact itself that He is the God of the universe, the Babylonian very quickly sent many gifts and an embassy to Hezekiah, as to a true servant beloved by the God of all.
1:2741
Ἐν ταὐτῷ δὲ πάλιν διδάσκεται ὡς οὐ σφαῖρα στρεφομένη κατὰ τὴν τῶν Βαβυλωνίων δόξαν, ἣν ὡς ἀπὸ τῆς πυργοποιΐας ἐφ' ὑψηλοῦ ποτε γενόμενοι πρῶτοι ὑπώπτευσαν, ὁ οὐρανὸς ὑπάρχει, ἀλλ' ἱστάμενος καὶ πεπηγὼς εἰς γῆν ὡς καμάρα
同時,此事又教導人:天並非如巴比倫人所主張的那般,是一個旋轉的球體——此說乃是他們昔日因建造巴別塔而登臨高處時,最先臆測出來的——天乃是固定不動、如穹頂般繫附於地上的。
At the same time, again, it is taught that heaven is not a rotating sphere according to the opinion of the Babylonians, which they first conjectured from having once been on high because of the building of the tower, but that it stands fixed and fastened upon the earth like a vault.
1:2742
Εἰ γὰρ ἦν σφαῖρα, οὐκ ἂν τοῦ παντὸς ἐπὶ τὰ πρόσω στρεφομένου ὁ ἥλιος τὴν ἐναντίαν ἐβάδισε μὴ συμπεριφερόμενος τῷ παντί, ὥστε ὡρῶν τριῶν διάστημα, τουτέστι τέταρτον ἡμέρας, ἀναπο δίσαι, καὶ πάλιν ἕτερον τέταρτον, ἕως ὅτε ἦλθεν εἰς τὸν τόπον, ἐξ οὗπερ τὴν ὑποστροφὴν ἐποιήσατο
因為,若天是球體,則當整體向前旋轉之際,日頭斷不能背道而行,不隨整體一同運轉,以致倒退三時之久,亦即一日的四分之一,然後再前行另一個四分之一,直到回到它開始倒退之處為止。
For if it were a sphere, the sun would not, while the whole heaven revolved forward, have walked the opposite way, not being carried around together with the whole, so as to retreat backward for a space of three hours, that is, a quarter of the day, and again another quarter, until it came to the place from which it had made its turning back.
1:2743
Περὶ τούτων δὲ πάντων τῶν σχημάτων ἐν τῇ Χριστιανικῇ καὶ περιεκτικῇ Κοσμογραφίᾳ, ὡς οἶσθα καὶ αὐτός, θαυμάσιε, κατεγράψαμεν, τοῦ θεοφιλοῦς Παμφίλου τοῦ Ἱεροσολυμίτου ἡμᾶς εἰς τοῦτο προτρεψαμένου
關於這一切圖式,正如閣下(可敬者)亦所深知,我們已將之記載於《基督教及全備宇宙誌》一書中,此乃蒙耶路撒冷之愛神者潘菲羅斯敦促所致。
Concerning all these figures, as you yourself also know, admirable friend, we have set them down in the Christian and comprehensive Cosmography, at the urging of the God-loving Pamphilus of Jerusalem, who exhorted us to this task.
1:2744
Αὐτὸς γὰρ ὁ προφήτης, δι' οὗ γέγονεν ὁ ἀναποδισμὸς τοῦ ἡλίου, ἔργῳ ἀνελὼν διὰ τοῦ φοβεροῦ σημείου τὴν ὑπόνοιαν τῶν Βαβυλωνίων ὡς οὐκ ἔστι σφαῖρα στρεφομένη ὁ οὐρανός, ἀλλὰ πεπλασμένην δόξαν δοξάζουσι, μετ' οὐ πολὺ αὐτοῦ τοῦ οὐρανοῦ τὸ σχῆμα λέγει οὕτως·
因為那位先知,藉著他日頭得以倒退,已藉此可畏的異象,實際上推翻了巴比倫人的臆測——證明天並非旋轉之球體,他們所持乃是虛構之見——此後不久,他便如此論及天之形狀:
For the prophet himself, through whom the retreat of the sun took place, having in fact abolished, by the fearsome sign, the supposition of the Babylonians—that heaven is not a rotating sphere, but that they hold a fabricated opinion—not long after speaks thus of the very shape of heaven:
1:2745
Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ πάλιν·
『那立天如穹頂者』;又說:
'He who set up heaven as a vault'; and again:
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。