📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 勸勉希臘人

勸勉希臘人 第 1 章 第 3/7 段

希臘文原文.193 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:394–1:586(全章共 1127 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:394
οὐδὲ γὰρ οὐδὲ ὀνομάτων ὑμῖν πενία πρὸς τὰς τῆς ἀσεβείας συνθέσεις
因為你們在編造褻瀆的名號上,實在從不缺辭彙。
For indeed you are at no loss for names to compound your impieties.
1:395
Φέρε δὴ οὖν καὶ τοῦτο προσθῶμεν, ὡς ἀπάνθρωποι καὶ μισάνθρωποι δαίμονες εἶεν ὑμῶν οἱ θεοὶ καὶ οὐχὶ μόνον ἐπιχαίροντες τῇ φρενοβλαβείᾳ τῶν ἀνθρώπων, πρὸς δὲ καὶ ἀνθρωποκτονίας ἀπολαύοντες·
那麼再加上這一點吧:你們的神乃是慘無人道、仇恨人類的精靈,他們不僅以人的瘋狂為樂,而且還貪嗜屠戮人命。
Come then, let us add this too: that your gods are inhuman and man-hating daemons, who not only delight in the madness of men but moreover take pleasure in human slaughter.
1:396
νυνὶ μὲν τὰς ἐν σταδίοις ἐνόπλους φιλονικίας, νυνὶ δὲ τὰς ἐν πολέμοις ἀναρίθμους φιλοτιμίας ἀφορμὰς σφίσιν ἡδονῆς ποριζόμενοι, ὅπως ὅτι μάλιστα ἔχοιεν ἀνθρωπείων ἀνέδην ἐμφορεῖσθαι φόνων·
他們時而藉競技場中持械的角鬥,時而藉戰場上無數的爭勝廝殺,為自己製造享樂的由頭,好讓自己能盡情無度地飽嘗人命的血。
Now they provide for themselves occasions of pleasure in the armed contests in the stadiums, now in the countless rivalries of wars, that they may be able to glut themselves to the full and without restraint on human bloodshed.
1:397
ἤδη δὲ κατὰ πόλεις καὶ ἔθνη, οἱονεὶ λοιμοὶ ἐπισκήψαντες, .. σπονδὰς ἀπῄτησαν ἀνημέρους
在此之前,他們也曾像瘟疫一般撲向各城邦各民族,索求野蠻的奠祭。
And ere now, falling upon cities and nations like plagues, they have demanded savage libations.
1:398
Ἀριστομένης γοῦν ὁ Μεσ σήνιος τῷ Ἰθωμήτῃ Διὶ τριακοσίους ἀπέσφαξεν, τοσαύτας ὁμοῦ καὶ τοιαύτας καλλιερεῖν οἰόμενος ἑκατόμβας·
至少那墨西尼亞人阿里斯托墨涅斯,為伊托墨的宙斯宰殺了三百人,以為獻上這麼多、這樣的百牲祭,就能得吉兆。
Aristomenes the Messenian, at any rate, slaughtered three hundred men to Zeus of Ithome, supposing that so many and such hecatombs would yield favourable omens.
1:399
ἐν οἷς καὶ Θεόπομπος ἦν Λακεδαιμονίων βασιλεύς, ἱερεῖον εὐγενές
其中竟有拉刻代蒙人的王忒俄彭波斯,一個出身高貴的祭牲。
Among them was even Theopompus, king of the Lacedaemonians, a noble victim.
1:400
Ταῦροι δὲ τὸ ἔθνος, οἱ περὶ τὴν Ταυρικὴν χερρόνησον κατοικοῦντες, οὓς ἂν τῶν ξένων παρ' αὑτοῖς ἕλωσι, τούτων δὴ τῶν κατὰ θάλατταν ἐπταικότων, αὐτίκα μάλα τῇ Ταυρικῇ καταθύουσιν Ἀρτέμιδι·
陶洛伊人,那住在陶里克半島一帶的民族,凡擄獲落在他們手中的外鄉人——就是那些在他們海岸遭船難的人——立刻就把他們獻給陶里克的阿耳忒彌斯。
And the Tauri, the nation dwelling around the Tauric peninsula, whenever they capture any of the strangers among them—namely those who have been shipwrecked upon their coast—straightway sacrifice them to the Tauric Artemis.
1:401
ταύτας σου τὰς θυσίας Εὐριπίδης .. ἐπὶ σκηνῆς τραγῳδεῖ
你們這等祭祀,歐里庇得斯曾搬上舞台,編成悲劇。
These sacrifices of yours Euripides represents in tragedy upon the stage.
1:402
Μόνιμος δ' ἱστορεῖ ἐν τῇ Τῶν Θαυμα σίων Συναγωγῇ ἐν Πέλλῃ τῆς Θετταλίας Ἀχαιὸν ἄνθρωπον .. Πηλεῖ καὶ Χείρωνι καταθύεσθαι·
莫尼摩斯在其《奇事彙編》中記述,在色薩利的佩拉,有一個亞該亞人被獻給珀琉斯和喀戎為祭。
And Monimus relates, in his Collection of Marvels, that at Pella in Thessaly an Achaean man is sacrificed to Peleus and Chiron.
1:403
Λυκτίους γὰρ ( Κρητῶν δὲ ἔθνος εἰσὶν οὗτοι) Ἀντικλείδης ἐν Νόστοις ἀποφαίνεται ἀνθρώπους ἀποσφάττειν τῷ Διί, καὶ Λεσβίους Διονύσῳ τὴν .. ὁμοίαν προσάγειν θυσίαν Δωσίδας λέγει·
安提克勒得斯在其《歸返記》中宣稱,呂克托斯人(這是克里特的一個族群)曾以人獻給宙斯為祭;多西達斯又說,勒斯波斯人也向狄俄倪索斯獻上同樣的祭。
For Anticleides, in his Returns, declares that the Lyctians (these are a Cretan people) used to slay men in sacrifice to Zeus; and Dosidas says that the Lesbians offered a like sacrifice to Dionysus.
1:404
Ἐρεχθεὺς δὲ ὁ Ἀττικὸς καὶ Μάριος ὁ Ῥωμαῖος τὰς αὑτῶν ἐθυσάτην θυγατέρας·
雅典人厄瑞克透斯與羅馬人馬略,各自獻祭了自己的女兒。
And Erechtheus the Athenian and Marius the Roman each sacrificed their own daughters.
1:405
ὧν ὃ μὲν τῇ Φερεφάττῃ, ὡς Δημάρατος ἐν πρώτῃ Τραγῳδουμένων, ὃ δὲ τοῖς Ἀποτροπαίοις, ὁ Μάριος, ὡς Δωρόθεος ἐν τῇ τετάρτῃ .. Ἰταλικῶν ἱστορεῖ
據得馬拉托斯在《悲劇題材》第一卷所說,前者把女兒獻給了珀爾塞福涅;又據多羅特俄斯在《義大利史》第四卷所記,後者馬略則把女兒獻給了「驅災諸神」。
Of these the one sacrificed his to Pherephatta (Persephone), as Demaratus says in the first book of his Tragic Themes, and the other, Marius, to the Averting Gods, as Dorotheus records in the fourth book of his Italian History.
1:406
Φιλάνθρωποί γε ἐκ τούτων καταφαίνονται οἱ δαίμονες·
由這一切看來,這些精靈顯得何等「博愛人類」啊!
How philanthropic, then, the daemons appear from all this!
1:407
πῶς δὲ οὐχ ὅσιοι ἀναλόγως οἱ δεισιδαίμονες; Οἳ μὲν σωτῆρες εὐφημούμενοι, οἳ δὲ σωτηρίαν αἰτούμενοι παρὰ τῶν ἐπιβούλων σωτηρίας
而那些迷信的人豈不也照樣顯得「虔誠」嗎?一方被尊頌為拯救者,另一方卻向那些謀害他們性命的傢伙乞求拯救。
And how are the superstitious not correspondingly “holy”? The one party being hailed as saviours, the other begging for salvation from those who plot against their salvation.
1:408
Καλλιερεῖν γοῦν τοπάζοντες αὐτοῖς σφᾶς αὐτοὺς λελήθασιν ἀποσφάττοντες ἀνθρώπους
無論如何,他們自以為在向這些精靈獻上蒙悅納的祭,卻不知不覺地一直在屠殺活人。
At any rate, fancying they are offering acceptable sacrifices to them, they have unwittingly been slaughtering human beings.
1:409
Οὐ γὰρ οὖν παρὰ τὸν τόπον ἱερεῖον γίνεται ὁ φόνος, οὐδ' εἰ Ἀρτέμιδί τις καὶ Διὶ ἐν ἱερῷ δῆθεν χωρίῳ μᾶλλον ἢ ὀργῇ καὶ φιλαργυρίᾳ, ἄλλοις ὁμοίοις δαίμοσιν, ἐπὶ βωμοῖς ἢ ἐν ὁδοῖς ἀποσφάττοι τὸν ἄνθρωπον, [ ἱερὸν] ἱερεῖον ἐπιφη μίσας, ἀλλὰ φόνος ἐστὶ καὶ ἀνδροκτασία ἡ τοιαύτη θυσία
因為兇殺絕不會因地點而變成聖潔的祭物;即使有人在所謂的聖地、在祭壇上或在路途中宰殺一個人,名義上是獻給阿耳忒彌斯和宙斯,而非出於對其他同類精靈的暴怒與貪財,並把這勾當稱作「聖祭」——這樣的祭祀仍舊是謀殺、是殺人流血。
For the murder does not become a sacred offering by reason of the place; nor, if someone slays a man supposedly to Artemis and Zeus in a sacred spot rather than out of wrath and avarice (to other daemons of like sort), whether upon altars or in the roads, calling the deed a “sacred offering”—even so, such a sacrifice is murder and manslaughter.
1:410
Τί δὴ οὖν, ὦ σοφώτατοι τῶν ἄλλων ζῴων ἄνθρωποι, τὰ μὲν θηρία περιφεύγομεν τὰ ἀνήμερα, κἄν που περιτύ χωμεν ἄρκῳ ἢ λέοντι, ἐκτρεπόμεθα, ὡς δ' ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, ἄψ τ' ἀνεχώρησεν·
那麼,人哪——你們這在一切動物中號稱最有智慧的——為何我們躲避那些兇猛的野獸,若在何處撞見熊或獅子便閃避一旁,「正如一個人在山谷裡瞥見蛇便驚退,戰兢抓住四肢,又往後縮去」?
Why then, O men, wisest of all the other animals, do we flee from the savage beasts, and if anywhere we chance upon a bear or a lion we turn aside—“as when a man, catching sight of a serpent, starts back in the glens of a mountain, and trembling seizes his limbs, and he draws back again”?
1:411
δαίμονας δὲ ὀλεθρίους καὶ ἀλιτηρίους ἐπιβούλους τε καὶ μισανθρώπους καὶ λυμεῶνας ὄντας προαισθόμενοι καὶ .. συνιέντες οὐκ ἐκτρέπεσθε οὐδὲ ἀποστρέφεσθε; Τί δ' ἂν καὶ ἀληθεύσαιεν οἱ κακοί, ἢ τίνα ἂν ὠφελήσαιεν; Αὐτίκα γοῦν ἔχω σοι βελτίονα, τῶν ὑμεδαπῶν τούτων θεῶν, τῶν δαιμό νων, ἐπιδεῖξαι τὸν ἄνθρωπον, τοῦ Ἀπόλλωνος τοῦ μαντικοῦ .. τὸν Κῦρον καὶ τὸν Σόλωνα
然而你們明知並覺察那些精靈是毀滅性的、害人的、是陰謀者、仇人類者、敗壞者,為何不躲開他們,不轉身離開呢?那些惡者又能說出什麼真話,又能使誰得益呢?事實上,我立刻就能向你指出一個勝過你們這些神、這些精靈的人——一個勝過那賜神諭的阿波羅的人:居魯士和梭倫。
Yet, foreknowing and perceiving that the daemons are destructive and baneful, plotters and man-haters and ruiners, why do you not turn aside from them nor turn away? What truth could the wicked ones ever speak, or whom could they benefit? Indeed, I can at once show you a man better than these gods of yours, these daemons—one better than Apollo the diviner: Cyrus and Solon.
1:412
Φιλόδωρος ὑμῶν ὁ Φοῖβος, ἀλλ' οὐ φιλάνθρωπος
你們的福波斯(阿波羅)愛禮物,卻不愛人類。
Your Phoebus is a lover of gifts, but no lover of mankind.
1:413
Προὔδωκε τὸν Κροῖσον τὸν φίλον καὶ τοῦ μισθοῦ ἐκλαθόμενος (οὕτω φιλόλοξος ἦν) ἀνήγαγε τὸν Κροῖσον διὰ τοῦ Ἅλυος ἐπὶ τὴν πυράν
他出賣了自己的朋友克洛伊索斯,竟把酬金都忘了(他是這般貪慕虛名),把克洛伊索斯領過哈呂斯河,送上了火堆。
He betrayed his friend Croesus, and forgetting the fee (so fond of glory was he), he led Croesus across the Halys to the pyre.
1:414
Οὕτω φιλοῦντες .. οἱ δαίμονες ὁδηγοῦσιν εἰς τὸ πῦρ
這些精靈就是這般「愛人」——把人引向火裡。
Thus loving, the daemons lead men into the fire.
1:415
Ἀλλ', ὦ φιλανθρωπότερε καὶ ἀληθέστερε τοῦ Ἀπόλλωνος ἄνθρωπε, τὸν ἐπὶ τῆς πυρᾶς οἴκτειρον δεδεμένον, καὶ σὺ μέν, ὦ Σόλων, μάντευσαι τὴν ἀλήθειαν, σὺ δέ, ὦ Κῦρε, κέλευσον ἀποσβεσθῆναι τὴν πυράν
然而,比阿波羅更有愛心、更誠實的人哪,可憐那被綁在火堆上的人吧;梭倫啊,求你預言真理;居魯士啊,求你下令把火澆滅。
But, O man more loving and more truthful than Apollo, pity him bound upon the pyre; and you, O Solon, prophesy the truth, and you, O Cyrus, command the fire to be quenched.
1:416
Σωφρόνησον ὕστατον γοῦν, ὦ Κροῖσε, τῷ πάθει μεταμαθών·
克洛伊索斯啊,你終於該醒悟了,藉著所受的苦難學了智慧。
Come to your senses at last, O Croesus, taught wisdom by your suffering.
1:417
ἀχάριστός ἐστιν ὃν προσκυνεῖς, λαμβάνει τὸν μισθὸν καὶ μετὰ τὸ χρυσίον ψεύδεται πάλιν
你所崇拜的那位是忘恩負義的:他收了酬金,得了金子之後,卻又再次撒謊。
He whom you worship is ungrateful: he takes the fee, and after the gold he lies again.
1:418
Τέλος ὅρα οὐχ ὁ δαίμων, ἀλλὰ ὁ ἄνθρωπός σοι λέγει
且看那結局:把真相告訴你的,不是那精靈,乃是那人。
Look to the end: not the daemon, but the man, tells it to you.
1:419
Οὐ λοξὰ μαν τεύεται Σόλων·
梭倫不說模稜兩可的預言。
Solon does not prophesy obliquely.
1:420
τοῦτον εὑρήσεις ἀληθῆ μόνον, ὦ βάρβαρε, τὸν χρησμόν·
蠻族人哪,你會發現惟有這一句神諭是真的。
This oracle alone, O barbarian, you will find to be true.
1:421
τοῦτον ἐπὶ τῆς πυρᾶς δοκιμάσεις
這一句,你將在火堆上親自驗證。
This one you will test upon the pyre.
1:422
Ὅθεν ἔπεισί μοι θαυμάζειν τίσι ποτὲ φαντασίαις ἀπαχθέντες οἱ πρῶτοι πεπλανημένοι δεισιδαιμονίαν ἀνθρώ ποις κατήγγειλαν, δαίμονας ἀλιτηρίους νομοθετοῦντες σέβειν, εἴτε Φορωνεὺς ἐκεῖνος ἦν εἴτε Μέροψ εἴτε ἄλλος τις, οἳ νεὼς καὶ βωμοὺς ἀνέστησαν αὐτοῖς, πρὸς δὲ καὶ θυσίας .. παραστῆσαι πρῶτοι μεμύθευνται
由此我不禁驚奇:究竟是何等幻象引誘那些最早受惑的人走入歧途,使他們向人類傳揚迷信,立法去崇拜害人的精靈——無論那人是福羅紐斯,還是墨羅普斯,或是別的某人,是他們為這些精靈設立廟宇祭壇,並且據傳說還是頭一個設立祭祀的人。
Hence it comes over me to wonder by what fantasies the first deluded men were led astray, who proclaimed superstition to mankind, legislating the worship of baneful daemons—whether it was that Phoroneus, or Merops, or some other, who set up temples and altars to them, and who, moreover, are fabled to have been the first to institute sacrifices.
1:423
Καὶ γὰρ δὴ καὶ κατὰ χρόνους ὕστερον ἀνέπλαττον θεούς, οἷς προσκυνοῖεν
因為的確,連在後來的世代,人們也不斷地為自己捏造出可供崇拜的神來。
For indeed, in later times too, men kept fashioning gods for themselves to worship.
1:424
Ἀμέλει τὸν Ἔρωτα τοῦτον ἐν τοῖς πρεσβυτάτοις τῶν θεῶν εἶναι λεγόμενον ἐτίμα πρότερον οὐδὲ εἷς πρὶν ἢ Χάρμον μειράκιόν τι ἑλεῖν καὶ βωμὸν ἱδρύσασθαι ἐν Ἀκαδημίᾳ χαριστήριον ἐπιτελοῦς γενομένης ἐπιθυμίας·
就拿厄洛斯來說,他號稱是最古老的神之一——可是在卡爾摩斯擄獲某個少年作他的所愛、並在阿卡德米學園立壇作為情慾得遂的謝恩祭以前,竟沒有一個人敬奉過他。
Take Eros, for instance, who is said to be among the most ancient of the gods—yet not a single person honoured him before Charmus took a certain youth as his beloved and set up an altar in the Academy as a thank-offering for the fulfilment of his desire.
1:425
καὶ τῆς νόσου τὴν ἀσέλγειαν Ἔρωτα κεκλήκασι, θεοποιοῦντες ἀκόλαστον ἐπιθυμίαν
他們竟把這病態的淫蕩稱作「厄洛斯」(愛),把放縱無度的情慾奉為神明。
And they have called the wantonness of disease “Eros,” deifying unbridled lust.
1:426
Ἀθηναῖοι δὲ οὐδὲ τὸν Πᾶνα ᾔδεσαν ὅστις ἦν, πρὶν ἢ Φιλιπ πίδην εἰπεῖν αὐτοῖς
雅典人甚至不知道潘是誰,直到斐利庇得斯告訴了他們。
And the Athenians did not even know who Pan was, until Philippides told them.
1:427
Εἰκότως ἄρα ἀρχήν ποθεν ἡ δεισιδαι μονία λαβοῦσα κακίας ἀνοήτου γέγονε πηγή·
那麼合理的是:迷信一旦在某處起了頭,就成了愚妄之惡的泉源。
Reasonably, then, superstition, once it had gotten its start somewhere, became a fountain of senseless wickedness.
1:428
εἶτα δὲ μὴ ἀνακοπεῖσα, ἀλλ' εἰς ἐπίδοσιν ἐλθοῦσα καὶ πολλὴ δὴ ῥυεῖσα, δημιουργὸς πολλῶν καθίσταται δαιμόνων, ἑκατόμβας θύουσα καὶ πανηγύρεις ἐπιτελοῦσα καὶ ἀγάλματα ἀνιστᾶσα καὶ .. νεὼς ἀνοικοδομοῦσα, τοὺς δή–οὐ γὰρ οὐδὲ τούτους σιωπή σομαι, πρὸς δὲ καὶ αὐτοὺς ἐξελέγξω–νεὼς μὲν εὐφήμως ὀνομαζομένους, τάφους δὲ γενομένους [ τουτέστι τοὺς τάφους νεὼς ἐπικεκλημένους]
後來它非但未被遏止,反而日益滋長、氾濫成災,自命為眾多精靈的製造者,獻百牲祭、辦盛大節慶、立偶像、建廟宇——這些建築(我連這些也不會默不作聲,倒要一併揭穿它們)被冠以「廟宇」的美名,實際上卻已成了墳墓(也就是被稱作「廟宇」的那些墳墓)。
Then, not being checked, but coming to increase and flowing on abundantly, it set itself up as the maker of many daemons, sacrificing hecatombs, holding festivals, erecting statues, and building temples—which (for I will not pass even these over in silence, but will refute them too) are euphemistically named “temples,” but have really become tombs (that is, the tombs that have been styled “temples”).
1:429
Ὑμεῖς δὲ ἀλλὰ κἂν νῦν δεισιδαιμονίας ἐκλάθεσθε, τοὺς τάφους τιμᾶν αἰσχυνόμενοι
可是你們——至少如今——當忘掉你們的迷信,以敬奉墳墓為恥。
But you—even now, at least—forget your superstition, being ashamed to honour tombs.
1:430
Ἀθήνησιν δὲ ἐν ἀκροπόλει Κέκροπος, ὥς φησιν Ἀντίοχος ἐν τῷ ἐνάτῳ τῶν Ἱστοριῶν
據安提俄科斯在其《歷史》第九卷所說,在雅典衛城上有刻克洛普斯的墳墓。
At Athens, on the Acropolis, is the tomb of Cecrops, as Antiochus says in the ninth book of his Histories.
1:431
Τί δὲ Ἐριχθόνιος; Οὐχὶ ἐν τῷ νεῲ τῆς Πολιάδος κεκήδευται; Ἰμμάραδος δὲ ὁ Εὐμόλπου καὶ Δαείρας οὐχὶ ἐν τῷ περιβόλῳ τοῦ Ἐλευσινίου τοῦ ὑπὸ τῇ ἀκροπόλει; Αἱ δὲ Κελεοῦ .. θυγατέρες οὐχὶ ἐν Ἐλευσῖνι τετάφαται; Τί σοι καταλέγω τὰς Ὑπερβορέων γυναῖκας; Ὑπερόχη καὶ Λαοδίκη κέκλησθον, ἐν τῷ Ἀρτεμισίῳ ἐν Δήλῳ κεκήδευσθον, τὸ δὲ ἐν τῷ Ἀπόλλωνος τοῦ Δηλίου ἐστὶν ἱερῷ
厄里克托尼俄斯又如何呢?他豈不是葬在護城雅典娜的廟中?歐摩爾波斯與達伊拉之子伊瑪拉斯,豈不是葬在衛城下厄琉息斯廟的圍牆之內?刻勒俄斯的眾女兒,豈不是埋在厄琉息斯?我又何必向你列舉那些許珀耳玻瑞亞的婦女呢?她們名叫許珀洛刻和拉俄狄刻,葬在得洛斯的阿耳忒彌斯廟內,而這廟正在得洛斯阿波羅的聖所之中。
And what of Erichthonius? Is he not buried in the temple of Athena Polias? And Immarus the son of Eumolpus and Daeira—is he not buried within the precinct of the Eleusinion below the Acropolis? And the daughters of Celeus—are they not interred at Eleusis? Why should I recount to you the Hyperborean women? Hyperoche and Laodice they are called; they are buried in the Artemisium at Delos, which is within the sanctuary of the Delian Apollo.
1:432
Λεάνδριος δὲ Κλέοχον .. ἐν Μιλήτῳ τεθάφθαι ἐν τῷ Διδυμαίῳ φησίν
勒安德里俄斯又說,克勒俄科斯葬在米利都的狄狄瑪廟中。
And Leandrius says that Cleochus is buried at Miletus, in the temple of Didyma.
1:433
Ἐνταῦθα τῆς Λευκοφρύνης τὸ μνημεῖον οὐκ ἄξιον παρελθεῖν ἑπομένους Ζήνωνι τῷ Μυνδίῳ,ἣ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος ἐν Μαγνησίᾳ κεκήδευται, οὐδὲ μὴν τὸν ἐν Τελμισσῷ βωμὸν τοῦ Ἀπόλλωνος·
在此,依據明杜斯的芝諾,不該略過琉科弗律涅的墓——她葬在馬格涅西亞的阿耳忒彌斯廟中——也不該略過特爾彌索斯的阿波羅祭壇。
Here it is not right to pass over the monument of Leucophryne, following Zeno of Myndus—she who is buried in the temple of Artemis at Magnesia—nor indeed the altar of Apollo at Telmissus.
1:434
μνῆμα εἶναι καὶ τοῦτον Τελμισσέως τοῦ .. μάντεως ἱστοροῦσιν
因為人們記載,這座祭壇也是先知特爾彌索斯的墳墓。
For they record that this too is the tomb of Telmisseus the seer.
1:435
Πτολεμαῖος δὲ ὁ τοῦ Ἀγησάρχου ἐν τῷ αʹ τῶν περὶ τὸν Φιλοπάτορα ἐν Πάφῳ λέγει ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ Κινύραν τε καὶ τοὺς Κινύρου ἀπογόνους .. κεκηδεῦσθαι
阿革薩爾科斯之子托勒密,在其論斐洛帕托爾的第一卷中說,在帕福斯的阿芙羅狄忒廟裡,葬著基倪拉斯和基倪拉斯的後裔。
And Ptolemy son of Agesarchus, in the first book of his work on Philopator, says that at Paphos, in the temple of Aphrodite, Cinyras and the descendants of Cinyras are buried.
1:436
Ἀλλὰ γὰρ ἐπιόντι μοι τοὺς προσκυνουμένους ὑμῖν τάφους ἐμοὶ μὲν οὐδ' ὁ πᾶς ἂν ἀρκέσῃ χρόνος·
可是說真的,我若要把你們所崇拜的墳墓一一數遍,連所有的時間都不夠我用。
But indeed, were I to go through all the tombs you worship, all time would not suffice me.
1:437
ὑμᾶς δὲ εἰ μὴ ὑπεισέρχεταί τις αἰσχύνη τῶν τολμωμένων, νεκροὶ ἄρα τέλεον ὄντες νεκροῖς ὄντως πεπιστευκότες περιέρχεσθε·
至於你們,倘若對所膽敢行的這些事毫無羞愧之意,那麼你們自己便是徹底死了的人,在生活中竟把信靠放在死人身上而行事。
And as for you, if no shame creeps over you at the deeds you dare, then being utterly dead yourselves, you go about your lives having truly put your trust in the dead.
1:438
ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμῶν εἰλύαται κεφαλαί
「啊,可憐的人哪,你們遭的是何等的禍患?你們的頭都被黑夜籠罩了。」
“Ah, wretched ones, what evil is this you suffer? Your heads are shrouded in night.”
1:439
Εἰ δ' ἔτι πρὸς τούτοις φέρων ὑμῖν τὰ ἀγάλματα αὐτὰ ἐπισκοπεῖν παραθείην, ἐπιόντες ὡς ἀληθῶς λῆρον εὑρήσετε τὴν συνήθειαν, ἔργα χειρῶν ἀνθρώπων ἀναίσθητα προσ .. τρεπόμενοι
倘若除這一切之外,我再把那些偶像本身擺在你面前供你查驗,你逐一審視之下,便會確實發現這風俗純屬荒謬——你們竟向人手所造、毫無知覺之物頂禮膜拜。
And if, in addition to all this, I should bring before you the very images themselves to examine, in going over them you will truly find this custom to be sheer nonsense, in that you reverence works of men’s hands that have no feeling.
1:440
Πάλαι μὲν οὖν οἱ Σκύθαι τὸν ἀκινάκην, οἱ Ἄραβες τὸν λίθον, οἱ Πέρσαι τὸν ποταμὸν προσεκύνουν, καὶ τῶν ἄλλων ἀνθρώπων οἱ ἔτι παλαιότεροι ξύλα ἱδρύοντο περιφανῆ καὶ κίονας ἵστων ἐκ λίθων·
如此說來,古時候斯基泰人崇拜短刀,阿拉伯人崇拜石頭,波斯人崇拜河流;其餘更古老的人,則豎起顯眼的木樁,立起石柱。
Of old, then, the Scythians used to worship the dagger, the Arabs the stone, the Persians the river; and other men still more ancient set up conspicuous logs and erected pillars of stone.
1:441
ἃ δὴ καὶ ξόανα .. προσηγορεύετο διὰ τὸ ἀπεξέσθαι τῆς ὕλης
這些東西也被稱作「xoana」(雕像),因為它們是從原料上刮削(apexesthai)出來的。
These were also called “xoana” (carved images), because they were scraped (apexesthai) from the raw material.
1:442
Ἀμέλει ἐν Ἰκάρῳ τῆς Ἀρτέμιδος τὸ ἄγαλμα ξύλον ἦν οὐκ εἰργασμένον, καὶ τῆς Κιθαιρωνίας Ἥρας ἐν Θεσπείᾳ πρέμνον ἐκκεκομ μένον·
的確,在伊卡羅斯島,阿耳忒彌斯的像不過是一根未加工的木頭,而忒斯庇埃的喀泰戎赫拉的像,則是一截砍下的樹幹。
Indeed, on Icarus the image of Artemis was an unworked log, and that of Hera Cithaeronia at Thespiae was a lopped tree-trunk.
1:443
καὶ τὸ τῆς Σαμίας Ἥρας, ὥς φησιν Ἀέθλιος, πρότερον μὲν ἦν σανίς, ὕστερον δὲ ἐπὶ Προκλέους ἄρχοντος ἀνδριαντοειδὲς ἐγένετο
據埃特利俄斯說,薩摩斯赫拉的像起初只是一塊木板,後來在執政官普羅克勒斯任內,才被造成人像的模樣。
And the image of Hera of Samos, as Aethlius says, was at first a plank, but later, under the archon Procles, was made into the form of a statue.
1:444
Ἐπεὶ δὲ ἀνθρώποις ἀπεικονίζεσθαι τὰ ξόανα ἤρξατο, βρέτη τὴν ἐκ βροτῶν ἐπωνυμίαν ἐκαρπώ .. σατο
及至那些雕像開始仿照人的形貌而造,它們便取得了「bretê」(偶像)這名稱,是從「brotoi」(凡人)一詞衍生出來的。
But when the xoana began to be made in the likeness of men, they took the name “bretê” (idols) as a derivative from “brotoi” (mortals).
1:445
Ἐν Ῥώμῃ δὲ τὸ παλαιὸν δόρυ φησὶ γεγονέναι τοῦ Ἄρεως τὸ ξόανον Οὐάρρων ὁ συγγραφεύς, οὐδέπω τῶν τεχνιτῶν ἐπὶ τὴν εὐπρόσωπον ταύτην κακοτεχνίαν ὡρμη κότων
據作家瓦羅說,古時候在羅馬,阿瑞斯的雕像不過是一桿矛,那時工匠們還沒有一頭栽進這種徒有其表的劣等技藝。
And at Rome in olden times, the xoanon of Ares was a spear, as Varro the writer says, the craftsmen not having yet rushed into this fair-faced bad artistry.
1:446
Ἐπειδὴ δὲ ἤνθησεν ἡ τέχνη, ηὔξησεν ἡ πλάνη
可是技藝一旦繁盛起來,謬誤也就隨之滋長。
But when the craft flowered, the error grew.
1:447
Ὡς μὲν οὖν τοὺς λίθους καὶ τὰ ξύλα καὶ συνελόντι φάναι τὴν ὕλην ἀγάλματα ἀνδρείκελα ἐποιήσαντο, οἷς ἐπιμορφάζετε εὐσέβειαν συκοφαντοῦντες τὴν ἀλήθειαν, ἤδη μὲν αὐτόθεν δῆλον·
如此說來,他們把石頭、木材——一言以蔽之,就是物質——造成人形的偶像,你們又在其上裝出一副虛假的敬虔模樣,誣枉真理,這事如今已不言自明。
That, then, they made the stones and the wood—and, in a word, matter—into man-like images, upon which you put on a counterfeit show of piety, slandering the truth, is by now plain of itself.
1:448
οὐ μὴν ἀλλὰ καὶ ἀποδείξεως ποσῆς .. ἐπιδεομένου τοῦ τόπου οὐ παραιτητέον
儘管如此,既然這題目需要某種程度的論證,我們就不該推辭。
Nonetheless, since the subject calls for some measure of proof, we must not decline it.
1:449
Τὸν μὲν οὖν Ὀλυμ πίασι Δία καὶ τὴν Ἀθήνησι Πολιάδα ἐκ χρυσοῦ καὶ ἐλέφαντος κατασκευάσαι Φειδίαν παντί που σαφές·
如今,菲狄亞斯用黃金和象牙造了奧林匹亞的宙斯像和雅典的護城雅典娜像,這必是人人皆知的。
Now, that Pheidias fashioned the Zeus at Olympia and the Polias at Athens out of gold and ivory is surely clear to everyone.
1:450
τὸ δὲ ἐν Σάμῳ τῆς Ἥρας ξόανον Σμίλιδι τῷ Εὐκλείδου πεποιῆσθαι Ὀλύμπιχος.. ἐν Σαμιακοῖς ἱστορεῖ
據奧林皮科斯在其《薩摩斯史》中所記,薩摩斯赫拉的雕像,是歐克勒得斯之子斯米利斯所造。
And the xoanon of Hera in Samos was made by Smilis the son of Eucleides, as Olympichus records in his Samian History.
1:451
Μὴ οὖν ἀμφιβάλλετε, εἰ τῶν Σεμνῶν Ἀθήνησι καλουμένων θεῶν τὰς μὲν δύο Σκόπας ἐποίησεν ἐκ τοῦ καλουμένου λυχνέως λίθου, Κάλως δὲ τὴν μέσην αὐταῖν·
那麼你不必懷疑:雅典所謂「莊嚴女神」(塞姆奈)中,有兩尊是斯科帕斯用所謂「燈石」(lychneus)所造,居中的那一尊則是卡洛斯所造。
Do not doubt, then, that of the goddesses called the Venerable Ones (Semnai) at Athens, Scopas made two out of the so-called lychneus stone, and Calos the middle one of them.
1:452
ἱστοροῦντα ἔχω σοι Πολέμωνα δεικνύναι .. ἐν τῇ τετάρτῃ τῶν Πρὸς Τίμαιον·
我可以指給你看波勒蒙在其《駁提麥俄斯》第四卷中記載了此事。
I can point you to Polemon recording this in the fourth book of his work Against Timaeus.
1:453
μηδὲ τὰ ἐν Πατάροις τῆς Λυκίας ἀγάλματα Διὸς καὶ Ἀπόλλωνος <εἰ> Φειδίας πάλιν ἐκεῖνα τὰ ἀγάλματα καθάπερ τοὺς λέοντας τοὺς σὺν αὐτοῖς ἀνακειμένους εἴργασται·
你也不必懷疑:呂基亞帕塔拉的宙斯像和阿波羅像,是否仍是菲狄亞斯所造,正如他也雕了與它們一同奉獻的那些獅子。
Nor should you doubt whether Pheidias again fashioned those images of Zeus and Apollo at Patara in Lycia, just as he wrought the lions dedicated alongside them.
1:454
εἰ δέ, ὥς φασί τινες, Βρυάξιος ἦν τέχνη, οὐ διαφέρομαι·
但若如某些人所說,那是布律阿克西斯的作品,我也不爭辯。
But if, as some say, it was the work of Bryaxis, I do not dispute it.
1:455
ἔχεις καὶ τοῦτον ἀγαλ .. ματουργόν·
你也可以把這位算作一個造像匠。
You have this one too as an image-maker.
1:456
ὁπότερον αὐτοῖν βούλει ἐπίγραφε
你愛刻哪一位的名字都行。
Inscribe whichever of the two you please.
1:457
Καὶ μὴν Τελεσίου τοῦ Ἀθηναίου, ὥς φησι Φιλόχορος, ἔργον εἰσὶν ἀγάλματα ἐννεαπήχη Ποσειδῶνος καὶ Ἀμφιτρίτης ἐν Τήνῳ προσκυνούμενα
再者,據斐羅科洛斯說,忒諾斯島上受人敬拜的那兩尊九肘高的波塞冬和安菲特里忒像,乃是雅典人忒勒西阿斯的作品。
Moreover, the work of Telesias the Athenian, as Philochorus says, are the nine-cubit statues of Poseidon and Amphitrite that are worshipped on Tenos.
1:458
Δημήτριος γὰρ ἐν δευτέρῳ τῶν Ἀργολικῶν τοῦ ἐν Τίρυνθι τῆς Ἥρας ξοάνου καὶ τὴν ὕλην .. ὄγχνην καὶ τὸν ποιητὴν Ἄργον ἀναγράφει
因為得墨特里俄斯在其《阿爾戈斯史》第二卷中,記載了提林斯赫拉雕像的材質——梨木——以及其製作者阿爾戈斯。
For Demetrius, in the second book of his Argolic History, records concerning the xoanon of Hera in Tiryns both its material—pear-wood—and its maker, Argus.
1:459
Παλλάδιον τὸ διοπετὲς καλούμενον, ὃ Διομήδης καὶ Ὀδυσσεὺς ἱστοροῦνται μὲν ὑφελέσθαι ἀπὸ Ἰλίου, παρακαταθέσθαι δὲ Δημοφῶντι, ἐκ τῶν Πέλοπος ὀστῶν κατεσκευάσθαι, καθάπερ τὸν Ὀλύμπιον ἐξ ἄλλων ὀστῶν Ἰνδικοῦ θηρίου
那被稱作「從天而降」的帕拉狄翁——據記載狄俄墨得斯和奧德修斯曾把它從伊利昂偷走、寄存在得摩豐處——其實是用珀羅普斯的骨頭製成的,正如那奧林匹亞的宙斯像是用別的骨頭、即一種印度野獸的骨頭所造。
The Palladium called “fallen from heaven,” which Diomedes and Odysseus are recorded to have stolen from Ilium and deposited with Demophon, was fashioned from the bones of Pelops, just as the Olympian Zeus was made from other bones, those of an Indian beast.
1:460
Καὶ δὴ τὸν ἱστοροῦντα Διονύσιον ἐν τῷ πέμπτῳ μέρει τοῦ Κύκλου παρίστημι
我並援引狄俄倪西俄斯為我的根據,他在其《史詩集成》第五部分中記載了此事。
And indeed I bring forward as my authority Dionysius, who records this in the fifth part of his Cycle.
1:461
Ἀπελλᾶς δὲ ἐν τοῖς Δελφικοῖς δύο φησὶ γεγονέναι τὰ Παλ .. λάδια, ἄμφω δ' ὑπ' ἀνθρώπων δεδημιουργῆσθαι
阿佩拉斯在其《得爾斐記》中說,帕拉狄翁共有兩尊,二者都是人手所造。
And Apellas, in his Delphica, says that there were two Palladia, and that both were fashioned by the hands of men.
1:462
Ἀλλ' ὅπως μηδεὶς ὑπολάβῃ καὶ ταῦτά με ἀγνοίᾳ παρεικέναι, παραθήσομαι τοῦ Μορύχου Διονύσου τὸ ἄγαλμα Ἀθήνησι γεγονέναι μὲν ἐκ τοῦ φελλάτα καλουμένου λίθου, ἔργον δὲ εἶναι Σίκωνος τοῦ Εὐπαλάμου, ὥς φησι Πολέμων ἔν τινι .. ἐπιστολῇ
但為免有人以為連這一件我也是因無知而漏掉,我要補上:雅典的莫律科斯狄俄倪索斯像,是用所謂「斐拉塔」石所造,乃歐帕拉摩斯之子西孔的作品,正如波勒蒙在他的一封書信中所說。
But that no one may suppose that I have passed even this over in ignorance, I will adduce that the statue of Dionysus Morychus at Athens was made out of the stone called phellata, and is the work of Sicon the son of Eupalamus, as Polemon says in one of his letters.
1:463
Ἐγενέσθην δὲ καὶ ἄλλω τινὲ δύο Κρητικὼ οἶμαι ἀνδριαντοποιὼ (Σκύλλις καὶ Δίποινος ὠνομαζέσθην)·
此外還有另兩位雕刻家,我想都是克里特人(他們名叫斯庫利斯和狄波伊諾斯)。
There were also two other sculptors, both Cretan I believe (they were named Scyllis and Dipoenus).
1:464
τούτω δὲ τὰ ἐν Ἄργει τοῖν Διοσκούροιν ἀγάλματα κατεσκευασάτην καὶ τὸν ἐν Τίρυνθι Ἡρακλέους ἀνδριάντα καὶ τὸ τῆς Μου νυχίας Ἀρτέμιδος ξόανον ἐν Σικυῶνι
這二人造了阿爾戈斯的狄俄斯庫里(雙子神)像、提林斯的赫拉克勒斯像,以及西基翁的姆尼基亞阿耳忒彌斯雕像。
These two fashioned the images of the Dioscuri at Argos, and the statue of Heracles at Tiryns, and the xoanon of Artemis Munychia at Sicyon.
1:465
Καὶ τί περὶ ταῦτα διατρίβω, ἐξὸν αὐτὸν τὸν μεγαλο δαίμονα ὑμῖν ἐπιδεῖξαι ὅστις ἦν, ὃν δὴ κατ' ἐξοχὴν πρὸς πάντων σεβασμοῦ κατηξιωμένον ἀκούομεν, τοῦτον ἀχειρο .. ποίητον εἰπεῖν τετολμήκασιν, τὸν Αἰγύπτιον Σάραπιν; Οἳ μὲν γὰρ αὐτὸν ἱστοροῦσιν χαριστήριον ὑπὸ Σινωπέων Πτολεμαίῳ τῷ Φιλαδέλφῳ τῷ Αἰγυπτίων πεμφθῆναι βασιλεῖ, ὃς λιμῷ τρυχομένους αὐτοὺς ἀπ' Αἰγύπτου μετα πεμψαμένους σῖτον [ὁ Πτολεμαῖος] ἀνεκτήσατο, εἶναι δὲ τὸ ξόανον τοῦτο ἄγαλμα Πλούτωνος·
我又何必在這些事上躊躇,明明我能向你們指明那位「大精靈」本身究竟是誰——就是我們聽說被眾人尊為遠超其他、配受敬拜的那一位——他們竟膽敢稱他為「非人手所造」,這就是埃及的薩拉皮斯。原來有人記載,他是辛諾普人作為謝恩之禮,送給埃及王托勒密·斐拉得爾甫斯的;當辛諾普人為饑荒所困時,托勒密曾從埃及運糧去救濟他們;又說這雕像本是普路托(冥王)的像。
And why do I dwell on these things, when I can show you who that great daemon himself really was—the one whom we hear has been pre-eminently deemed worthy of worship by all—whom they have dared to call “not made by human hands,” namely the Egyptian Sarapis? For some record that he was sent as a thank-offering by the people of Sinope to Ptolemy Philadelphus, king of the Egyptians, who, when they were worn out by famine, had restored them by sending for grain from Egypt; and they say this xoanon was an image of Pluto.
1:466
ὅς, δεξάμενος τὸν ἀνδριάντα, καθίδρυσεν ἐπὶ τῆς ἄκρας, ἣν νῦν Ῥακῶτιν καλοῦσιν, ἔνθα καὶ τὸ ἱερὸν τετίμηται τοῦ Σαράπιδος, γειτνιᾷ δὲ τοῖς τόποις τὸ χωρίον
托勒密收下這像後,把它立在如今稱作拉科提斯的岬角上,薩拉皮斯的聖所也在那裡受敬奉;這地方緊鄰前面所說的那些地點。
He, having received the statue, set it up on the promontory now called Rhacotis, where the sanctuary of Sarapis is also honoured; and the spot adjoins those places.
1:467
Βλιστίχην δὲ τὴν παλλα κίδα τελευτήσασαν ἐν Κανώβῳ μεταγαγὼν ὁ Πτολεμαῖος .. ἔθαψεν ὑπὸ τὸν προδεδηλωμένον σηκόν
當托勒密的妾室布利斯提刻在卡諾波斯去世時,他把她的遺體運回,葬在前面所說的那座神龕之下。
And when his concubine Blistiche died at Canopus, Ptolemy had her body brought back and buried beneath the aforementioned shrine.
1:468
Ἄλλοι δέ φασι Ποντικὸν εἶναι βρέτας τὸν Σάραπιν, μετῆχθαι δὲ εἰς Ἀλεξάνδρειαν μετὰ τιμῆς πανηγυρικῆς
但另有人說,薩拉皮斯本是本都地方的偶像,是以盛大節慶的禮儀被遷往亞歷山大城的。
But others say that Sarapis was a Pontic idol, and that it was transferred to Alexandria with festal honour.
1:469
Ἰσίδωρος μόνος παρὰ Σελευκέων τῶν πρὸς Ἀντιοχείᾳ τὸ ἄγαλμα μεταχθῆναι λέγει, ἐν σιτοδείᾳ καὶ αὐτῶν γενομένων καὶ ὑπὸ Πτολεμαίου .. διατραφέντων
惟有伊西多羅斯說,這像是從安提阿附近的塞琉西亞遷來的,那時塞琉西亞人也鬧糧荒,曾受托勒密供養。
Isidorus alone says that the statue was brought from the Seleucians near Antioch, when they too were in a grain-shortage and had been sustained by Ptolemy.
1:470
Ἀλλ' ὅ γε Ἀθηνόδωρος ὁ τοῦ Σάνδωνος ἀρχαΐζειν τὸν Σάραπιν βουληθεὶς οὐκ οἶδ' ὅπως περιέπεσεν, ἐλέγξας αὐτὸν ἄγαλμα εἶναι γενητόν·
可是桑東之子阿特諾多羅斯,本想把薩拉皮斯說成是古老的,卻不知怎地自相矛盾,反倒證明了他是人工製造的偶像。
But Athenodorus the son of Sandon, wishing to make Sarapis out to be ancient, somehow tripped himself up, having proved him to be a manufactured image.
1:471
Σέσωστρίν φησι τὸν Αἰγύπτιον βασιλέα, τὰ πλεῖστα τῶν παρ' Ἕλλησι παραστησάμενον ἐθνῶν, ἐπανελθόντα εἰς Αἴγυπτον ἐπαγαγέσθαι .. τεχνίτας ἱκανούς·
因為他說,埃及王塞索斯特里斯征服了希臘一帶大多數民族後,回到埃及時帶回了足夠多的工匠。
For he says that Sesostris the Egyptian king, having subdued most of the nations among the Greeks, on his return to Egypt brought back with him a sufficient number of craftsmen.
1:472
τὸν οὖν Ὄσιριν τὸν προπάτορα τὸν αὑτοῦ δαιδαλθῆναι ἐκέλευσεν αὐτὸς πολυτελῶς, κατασκευάζει δὲ αὐτὸν Βρύαξις ὁ δημιουργός, οὐχ ὁ Ἀθηναῖος, ἄλλος δέ τις ὁμώνυμος ἐκείνῳ τῷ Βρυάξιδι·
於是他下令把自己的先祖俄西里斯極盡奢華地塑造出來;那工匠布律阿克西斯造了這像——不是那雅典人,而是另一個與那布律阿克西斯同名的人。
He therefore commanded that Osiris, his own forefather, be wrought lavishly; and Bryaxis the craftsman fashioned it—not the Athenian, but another of the same name as that Bryaxis.
1:473
ὃς ὕλῃ κατακέχρηται εἰς δημιουργίαν μικτῇ καὶ ποικίλῃ
他用一種混雜而斑駁的材料來製作此像。
He used a mixed and variegated material for the fashioning of it.
1:474
Ῥίνημα γὰρ χρυσοῦ ἦν αὐτῷ καὶ ἀργύρου χαλκοῦ τε καὶ σιδήρου καὶ μολίβδου, πρὸς δὲ καὶ κασσιτέρου, λίθων δὲ Αἰγυπτίων ἐνέδει οὐδὲ εἷς, σαπφείρου καὶ αἱματίτου θραύσματα σμαράγδου τε, .. ἀλλὰ καὶ τοπαζίου
因為其中有金、銀、銅、鐵、鉛的銼屑,此外還有錫;至於埃及的寶石更是無一缺少——藍寶石、赤鐵礦和綠寶石的碎片,連黃玉也有。
For there were in it filings of gold and silver, of bronze and iron and lead, and besides of tin; and of Egyptian stones not one was lacking—fragments of sapphire and haematite and emerald, and of topaz too.
1:475
Λεάνας οὖν τὰ πάντα καὶ ἀναμίξας ἔχρωσε κυάνῳ, οὗ δὴ χάριν μελάντερον τὸ χρῶμα τοῦ ἀγάλματος, καὶ τῷ ἐκ τῆς Ὀσίριδος καὶ τοῦ Ἄπιος κηδείας ὑπολελειμμένῳ φαρμάκῳ φυράσας τὰ πάντα διέπλασεν τὸν Σάραπιν·
他把這一切磨碎調勻,用深藍色的群青染色,因此那像的顏色偏黑;他又把這一切與防腐俄西里斯和阿庇斯時剩下的香料攪拌在一起,捏塑成薩拉皮斯。
Having ground them all up and mixed them, he tinted them with cyanus (a dark-blue pigment), on account of which the colour of the statue is rather blackish; and kneading it all together with the residue left over from the embalming of Osiris and Apis, he moulded the Sarapis.
1:476
οὗ καὶ τοὔνομα αἰνίττεται τὴν κοινωνίαν τῆς κηδείας καὶ τὴν ἐκ τῆς ταφῆς δημιουργίαν, σύνθετον ἀπό τε Ὀσίριδος καὶ Ἄπιος γενόμενον Ὀσίραπις... Καινὸν δὲ ἄλλον ἐν Αἰγύπτῳ, ὀλίγου δεῖν καὶ παρ' Ἕλλησι, σεβασμίως τεθείακεν θεὸν ὁ βασιλεὺς ὁ Ῥωμαίων τὸν ἐρώμενον ὡραιότατον σφόδρα γενόμενον, Ἀντίνοον, ὃν ἀνιέρωσεν οὕτως ὡς Γανυμήδην ὁ Ζεύς·
而這名字本身就暗示了埋葬上的結合與從墓葬中的製造,它是由俄西里斯與阿庇斯複合而成的:「俄西拉皮斯」。……羅馬皇帝又在埃及,幾乎也在希臘人中,幾近虔誠地敬奉了另一位新神——就是他那位生得極其俊美的所愛安提諾烏斯,他把他奉為神,正如宙斯之於伽倪墨得斯。
And the very name hints at the partnership in burial and the fashioning out of the entombment, being a compound formed from Osiris and Apis: “Osirapis.” ... Yet another, novel god the Roman emperor consecrated almost as reverently in Egypt, and well-nigh among the Greeks too—his beloved, who had become exceedingly beautiful: Antinous, whom he consecrated just as Zeus did Ganymede.
1:477
οὐ γὰρ κωλύεται ῥᾳδίως ἐπιθυμία φόβον οὐκ ἔχουσα·
因為情慾一旦無所畏懼,就不容易加以約束。
For lust, when it has no fear, is not easily restrained.
1:478
καὶ νύκτας ἱερὰς τὰς Ἀντινόου προσκυνοῦσιν ἄνθρωποι νῦν, ἃς αἰσχρὰς ἠπίστατο .. ὁ συναγρυπνήσας ἐραστής
如今人們還敬拜安提諾烏斯的「聖夜」,可那與他同度不眠之夜的情人,自己心裡明白那些夜是何等可恥。
And men now worship the sacred nights of Antinous, which the lover who shared his wakefulness knew to be shameful.
1:479
Τί μοι θεὸν καταλέγεις τὸν πορνείᾳ τετιμημένον; τί δὲ καὶ ὡς υἱὸν θρηνεῖσθαι προσέ ταξας; τί δὲ καὶ τὸ κάλλος αὐτοῦ διηγῇ; αἰσχρόν ἐστι τὸ κάλλος ὕβρει μεμαραμμένον
你為何把一個因淫亂而受尊崇的人算作神?你為何吩咐人像哀悼兒子一樣為他哀哭?你又為何描述他的美貌?被淫行所摧殘的美,乃是可恥之物。
Why do you reckon as a god one who was honoured by reason of fornication? Why did you ordain that he be mourned as a son? Why too do you describe his beauty? Beauty withered by outrage is a shameful thing.
1:480
μηδὲ ἐνυβρίσῃς ἀνθοῦντι τῷ νέῳ·
不要凌辱那正當青春年華的少年。
Do not outrage the young man in his bloom.
1:481
τήρησον αὐτὸ καθαρόν, ἵναᾖ καλόν
要保守那美純潔,它才得以為美。
Keep it pure, that it may be beautiful.
1:482
Βασιλεὺς τοῦ κάλλους γενοῦ, μὴ τύραννος·
要作美的君王,不要作美的暴君。
Be a king over beauty, not a tyrant.
1:483
τότε σου γνωρίσω τὸ κάλλος, ὅτε καθαρὰν τετήρηκας τὴν εἰκόνα·
及至你保守那形像純潔的時候,我才會認可你的美。
Then will I recognize your beauty, when you have kept the image pure.
1:484
τότε προσκυνήσω τὸ .. κάλλος, ὅτε ἀληθινὸν ἀρχέτυπόν ἐστι τῶν καλῶν
及至那美成為一切美善之真正原型的時候,我才會向那美致敬。
Then will I do reverence to beauty, when it is the true archetype of all that is beautiful.
1:485
Ἤδη δὲ τάφος ἐστὶ τοῦ ἐρωμένου, νεώς ἐστιν Ἀντινόου καὶ πόλις·
可如今那所愛之人的墳墓竟成了廟宇——有一座安提諾烏斯廟,還有一座以他命名的城。
But by now the tomb of the beloved is a temple—there is a temple of Antinous, and a city too.
1:486
καθάπερ δέ, οἶμαι, οἱ ναοί, οὕτω δὲ καὶ οἱ τάφοι θαυμά ζονται, πυραμίδες καὶ μαυσώλεια καὶ λαβύρινθοι, ἄλλοι ναοὶ τῶν νεκρῶν, ὡς ἐκεῖνοι τάφοι τῶν θεῶν
我想,正如廟宇令人歎賞,墳墓也照樣如此——金字塔、陵墓和迷宮——它們可說是死人的另一種廟宇,正如那些廟宇其實是眾神的墳墓。
And just as, I suppose, temples are admired, so too are tombs—pyramids and mausolea and labyrinths—being, as it were, other temples of the dead, just as those are tombs of the gods.
1:487
Διδάσκαλον δὲ ὑμῖν παραθήσομαι τὴν προφῆτιν Σίβυλλαν οὐ ψευδοῦς Φοίβου χρησμηγόρον, ὅν τε μάταιοι ἄνθρωποι θεὸν εἶπον, ἐπεψεύσαντο δὲ μάντιν, ἀλλὰ θεοῦ μεγάλοιο, τὸν οὐ χέρες ἔπλασαν ἀνδρῶν εἰδώλοις ἀλάλοις λιθοξέστοισιν ὅμοιον
我要把女先知西比拉立為你們的教師,她所宣告的並非那虛假的福波斯,「就是虛妄的人稱之為神、謊稱為先知的那一位,乃是偉大的神——他絕非人手仿照那些無聲、石鑿的偶像所造的。」
I will set before you as a teacher the prophetess Sibyl, who is the proclaimer not of a false Phoebus, “whom vain men called a god, and falsely styled a seer, but of the great God, whom no hands of men fashioned in the likeness of speechless, stone-hewn idols.”
1:488
Αὕτη μέντοι ἐρείπια τοὺς νεὼς προσαγορεύει, τὸν μὲν τῆς Ἐφεσίας Ἀρτέμιδος χάσμασι καὶ σεισμοῖς καταποθήσεσθαι προμηνύουσα οὕτως, ὕπτια δ' οἰμῴξει Ἔφεσος κλαίουσα παρ' ὄχθαις καὶ νηὸν ζητοῦσα τὸν οὐκέτι ναιετάοντα·
的確,她把那些廟宇稱作「廢墟」,並如此預言以弗所阿耳忒彌斯廟將被裂縫與地震所吞沒:「以弗所必仰面哀號,在河岸旁哭泣,尋找那座再也不復存留的廟。」
Indeed, she calls the temples “ruins,” foretelling that the temple of the Ephesian Artemis would be swallowed up by chasms and earthquakes, thus: “Ephesus shall wail prostrate, weeping by the river-banks, and seeking a temple that dwells there no more.”
1:489
τὸν δὲ Ἴσιδος καὶ Σαράπιδος ἐν Αἰγύπτῳ κατενεχθήσεσθαί φησι καὶ ἐμπρησθήσεσθαι·
她又說,埃及伊西斯和薩拉皮斯的廟將被傾覆,被火焚燒。
And she says that the temple of Isis and Sarapis in Egypt will be thrown down and burned with fire.
1:490
Ἶσι, θεὰ τριτάλαινα, μένεις ἐπὶ χεύματα Νείλου μούνη, μαινὰς ἄναυδος ἐπὶ ψαμάθοις Ἀχέροντος, εἶτα ὑποβᾶσα·
「伊西斯啊,三重不幸的女神,你必獨自留在尼羅河的水流邊,作阿刻戎沙岸上一個無聲的狂女;」接著她又說:
“Isis, thrice-wretched goddess, you shall remain alone by the streams of the Nile, a speechless maenad upon the sands of Acheron;” and then, going on:
1:491
καὶ σύ, Σάραπι λίθους ἀργοὺς ἐπικείμενε πολλούς, κεῖσαι πτῶμα μέγιστον ἐν Αἰγύπτῳ τριταλαίνῃ
「薩拉皮斯啊,你被許多毫無生氣的石頭堆壓著,必在三重不幸的埃及,倒臥成一片巨大的廢墟。」
“And you, Sarapis, heaped over with many lifeless stones, shall lie a mighty ruin in thrice-wretched Egypt.”
1:492
Σὺ δὲ ἀλλ' εἰ μὴ προφήτιδος ἐπακούεις, τοῦ γε σοῦ ἄκουσον φιλοσόφου, τοῦ Ἐφεσίου Ἡρακλείτου, τὴν ἀναισθησίαν ὀνειδίζοντος τοῖς ἀγάλμασι·
但你若不肯聽那女先知,至少該聽你自己的哲學家——以弗所的赫拉克利特,他這樣斥責偶像的無知覺:
But if you will not listen to the prophetess, listen at least to your own philosopher, Heraclitus of Ephesus, reproaching the images for their insensibility:
1:493
καὶ τοῖς ἀγάλμασι τουτέοισιν .. εὔχονται, ὁκοῖον εἴ τις δόμοις λεσχηνεύοιτο
「他們向這些偶像禱告,就如同有人對著自家的牆壁喋喋不休一樣。」
“And they pray to these images, as if one were to chatter to the walls of his house.”
1:494
Ἦ γὰρ οὐχὶ τερατώδεις οἱ λίθους προστρεπόμενοι, εἶτα μέντοι καὶ πρὸ τῶν πυλῶν ἱστάντες αὐτοὺς ὡς ἐνεργεῖς; Ἑρμῆν προσ κυνοῦσιν ὡς θεὸν καὶ τὸν Ἀγυιέα θυρωρὸν ἱστάντες
那些向石頭祈求、隨後還把它們立在門前彷彿它們真有效力的人,豈不是怪誕透頂嗎?他們把赫爾墨斯當作神來崇拜,又把「道路之神」(阿古厄烏斯)立作守門人。
For are they not monstrous, those who supplicate stones, and then, moreover, set them up before their gates as though they were efficacious? They worship Hermes as a god, and set up the Way-god (Agyieus) as a doorkeeper.
1:495
Εἰ γὰρ ὡς ἀναισθήτους ὑβρίζουσιν, τί προσκυνοῦσιν ὡς θεούς; Εἰ δὲ αἰσθήσεως αὐτοὺς μετέχειν οἴονται, τί τούτους .. ἱστᾶσι θυρωρούς; Ῥωμαῖοι δὲ τὰ μέγιστα κατορθώματα τῇ Τύχῃ ἀνατιθέντες καὶ ταύτην μεγίστην οἰόμενοι θεόν, φέροντες εἰς τὸν κοπρῶνα ἀνέθηκαν αὐτήν, ἄξιον νεὼν τὸν ἀφεδρῶνα νείμαντες τῇ θεῷ
因為他們若以這些偶像為無知覺而加以侮慢,又為何把它們當神來崇拜呢?他們若以為它們有知覺,又為何把它們立作守門人呢?至於羅馬人,把自己最大的成就歸功於命運女神堤刻,並以她為至大之神,卻把她搬進茅廁安置,把那廁所當作配得這女神的廟宇。
For if they insult them as senseless, why do they worship them as gods? And if they suppose them to partake of perception, why do they set them up as doorkeepers? And the Romans, ascribing their greatest successes to Fortune (Tyche) and reckoning her the greatest god, carried her off to the privy and dedicated her there, assigning the latrine as a worthy temple for the goddess.
1:496
Ἀλλὰ γὰρ ἀναισθήτῳ λίθῳ καὶ ξύλῳ καὶ χρυσίῳ πλουσίῳ οὐθ' ὁτιοῦν μέλει, οὐ κνίσης, οὐχ αἵματος, οὐ καπνοῦ, ᾧ δὴ τιμώμενοι καὶ τυφόμενοι ἐκμελαίνονται·
可是說真的,毫無知覺的石頭、木材和貴重的黃金,對什麼都一概無動於衷——不在乎燔脂的香氣,不在乎血,也不在乎那把它們薰黑的香煙——它們就是在這香煙的尊崇與煙燻中被熏黑的。
But indeed, insensible stone and wood and rich gold care for nothing whatever—not for the savour of fat, nor blood, nor smoke, by which, honoured and fumigated, they are blackened.
1:497
ἀλλ' οὐδὲ τιμῆς, οὐχ ὕβρεως·
它們既不在乎尊榮,也不在乎羞辱。
Nor do they care for honour, nor for insult.
1:498
τὰ δὲ καὶ παντός ἐστιν ἀτιμότερα ζῴου, τὰ .. ἀγάλματα
的確,這些偶像甚至比任何活物都更卑賤。
Indeed, these images are even more dishonourable than any living creature.
1:499
Καὶ ὅπως γε τεθείασται τὰ ἀναίσθητα, ἀπορεῖν ἔπεισί μοι καὶ κατελεεῖν τοὺς πλανωμένους τῆς ἀνοίας ὡς δειλαίους·
至於那些毫無知覺之物是怎樣被奉為神的,我不禁茫然不解,並可憐那些因愚妄而走入歧途的人,視他們為可悲之輩。
And as to how senseless things have come to be deified, it comes over me to be at a loss, and to pity those who go astray for their folly, as wretched creatures.
1:500
εἰ γὰρ καί τινα τῶν ζῴων οὐχὶ πάσας ἔχει τὰς αἰσθήσεις, ὥσπερ εὐλαὶ καὶ κάμπαι καὶ ὅσα διὰ τῆς πρώτης γενέσεως εὐθὺς ἀνάπηρα φαίνεται, καθάπερ οἱ σπάλακες καὶ ἡ μυγαλῆ, ἥν φησιν ὁ Νίκανδρος τυφλήν τε σμερδνήν .. τε·
因為即使有些動物並不具備全部的感官——例如蛆和毛蟲,以及一切從一出生便顯為殘缺的動物,像鼴鼠和鼩鼱(尼坎德爾稱之為「瞎眼而可怕的」)——
For even if some of the animals do not possess all the senses—as worms and caterpillars, and all such as appear maimed from their very first generation, like moles and the shrew-mouse, which Nicander calls “blind and dreadful”—
1:501
ἀλλά γε ἀμείνους εἰσὶ τῶν ξοάνων τούτων καὶ τῶν ἀγαλμάτων τέλεον ὄντων κωφῶν·
牠們至少還勝過這些徹底聾啞的雕像和神像。
yet they are at least better than these xoana and statues, which are utterly deaf.
1:502
ἔχουσιν γὰρ αἴσθησιν μίαν γέ τινα, φέρε εἰπεῖν ἀκουστικὴν ἢ ἁπτικὴν ἢ τὴν ἀναλογοῦσαν τῇ ὀσφρήσει ἢ τῇ γεύσει·
因為牠們至少還有某一種感官——譬如聽覺、觸覺,或是相當於嗅覺、味覺的能力。
For they have at least some one sense—say, of hearing, or of touch, or that which corresponds to smell or taste.
1:503
τὰ δὲ οὐδὲ μιᾶς .. αἰσθήσεως μετέχει, τὰ ἀγάλματα
可那些神像卻連一種感官也沒有。
But the statues partake of not even one sense.
1:504
Πολλὰ δέ ἐστι τῶν ζῴων, ὅσα οὐδὲ ὅρασιν ἔχει οὔτε ἀκοὴν οὔτε μὴν φωνήν, οἷον καὶ τὸ τῶν ὀστρέων γένος, ἀλλὰ ζῇ γε καὶ αὔξεται, πρὸς δὲ καὶ τῇ σελήνῃ συμπάσχει·
有許多動物既無視覺,也無聽覺,甚至無聲音——譬如牡蠣這一類——然而牠們至少還活著、還生長,而且還隨月相而有所感應。
There are many of the animals which have neither sight nor hearing nor even voice—such as the genus of oysters—yet they at least live and grow, and moreover are affected in sympathy with the moon.
1:505
τὰ δὲ ἀγάλματα ἀργά, ἄπρακτα, ἀναίσθητα, προσδεῖται καὶ προσκαθηλοῦται καὶ προσπήγνυται, χωνεύεται, ῥινᾶται, πρίεται, περιξέεται, .. γλύφεται
可那些神像卻是死板、無用、毫無知覺的;它們被釘上、被拼接、被固定;被熔鑄、被銼磨、被鋸割、被四面刮削、被雕鏤。
But the statues are idle, inactive, insensible; they are nailed up, fastened together, and fixed in place; they are cast, filed, sawn, scraped all over, and carved.
1:506
Κωφὴν μὲν δὴ γαῖαν ἀεικίζουσιν οἱ ἀγαλματο ποιοί, τῆς οἰκείας ἐξιστάντες φύσεως, ὑπὸ τῆς τέχνης προσκυνεῖν ἀναπείθοντες·
造像的人就這樣凌辱那不能言語的泥土,把它逐出自己的本性,又藉其技藝勸誘人去崇拜它。
The image-makers thus outrage the dumb earth, driving it out of its own nature, persuading men by their art to worship it.
1:507
προσκυνοῦσιν δὲ οἱ θεοποιοὶ οὐ θεοὺς καὶ δαίμονας κατά γε αἴσθησιν τὴν ἐμήν, γῆν δὲ καὶ τέχνην, τὰ ἀγάλματα ὅπερ ἐστίν
而那些造神的人所崇拜的——依我看來——並不是神和精靈,乃是泥土和技藝,這正是那些神像的本質。
And the god-makers worship—not gods and daemons, by my reckoning—but earth and art, which is just what the statues are.
1:508
Ἔστιν γὰρ ὡς ἀληθῶς τὸ ἄγαλμα ὕλη νεκρὰ τεχνίτου χειρὶ μεμορφωμένη·
因為那神像實在不過是被工匠之手塑造出來的死物質。
For the statue is, in truth, dead matter shaped by a craftsman’s hand.
1:509
ἡμῖν δὲ οὐχ ὕλης αἰσθητῆς αἰσθητόν, νοητὸν δὲ τὸ ἄγαλμά ἐστιν
可是對我們而言,那「形像」並非可感物質中可感的東西,乃是心靈所領會的。
But to us the image is not a perceptible thing of perceptible matter, but a thing of the mind.
1:510
Νοητόν, οὐκ αἰσθητόν ἐστι [τὸ ἄγαλμα] ὁ θεός, ὁ μόνος ὄντως θεός
這形像是可理解的,而非可感知的:它就是神,是惟一真正存在的神。
The image is intelligible, not sensible: it is God, the only God who truly is.
1:511
λίθων προσκυνηταί, ἔργῳ μαθόντες ἀναίσθητον ὕλην μὴ σέβειν, αὐτῆς ἡττώμενοι τῆς χρείας ἀπόλλυνται ὑπὸ δεισιδαιμονίας·
你們這些拜石頭的人,雖已從經驗中學會不該敬奉無知覺的物質,卻反被自己所處的需要壓倒,因迷信而滅亡。
Worshippers of stones, who have learned by experience not to revere senseless matter, being overcome by the very need they were in, perish through superstition.
1:512
καταφρονοῦντες δ' ὅμως τῶν ἀγαλμάτων, φαίνεσθαι δὲ μὴ βουλόμενοι αὐτῶν ὅλως περιφρονοῦντες, ἐλέγχονται ὑπ' αὐτῶν τῶν θεῶν, οἷς δὴ .. τὰ ἀγάλματα ἐπιπεφήμισται
然而他們雖暗自鄙視這些偶像,卻不願顯得對它們全然不屑,結果反被那些以偶像之名所立的「神」所定罪。
Yet though they despise the images, not wishing to appear utterly to disdain them, they are convicted by the very gods to whom these images have been ascribed.
1:513
Διονύσιος μὲν γὰρ ὁ τύραννος ὁ νεώτερος θοἰμάτιον τὸ χρύσεον περιελόμενος τοῦ Διὸς ἐν Σικελίᾳ προσέταξεν αὐτῷ ἐρεοῦν περιτεθῆναι, χαριέντως φήσας τοῦτο ἄμεινον εἶναι τοῦ χρυσίου, καὶ θέρους κουφό .. τερον καὶ κρύους ἀλεεινότερον
因為那小僭主狄俄倪西俄斯,在西西里剝去了宙斯的金袍,吩咐給他換上一件羊毛袍,還詼諧地說這比金的更好,夏天較涼爽,禦寒時也較暖和。
For Dionysius the younger, the tyrant, in Sicily stripped off the golden cloak from Zeus and ordered a woollen one to be put on him instead, wittily remarking that this was better than the gold, being cooler in summer and warmer against the cold.
1:514
Ἀντίοχος δὲ ὁ Κυζικηνὸς ἀπορούμενος χρημάτων τοῦ Διὸς τὸ ἄγαλμα τὸ χρυσοῦν, πεντεκαίδεκα πηχῶν τὸ μέγεθος ὄν, προσέταξε χωνεῦσαι καὶ τῆς ἄλλης τῆς ἀτιμοτέρας ὕλης ἄγαλμα παραπλήσιον ἐκείνῳ .. πετάλοις κεχρυσωμένον ἀναθεῖναι πάλιν
庫齊科斯的安提俄科斯因缺錢,便下令把那尊十五肘高的黃金宙斯像熔掉,另用一種較廉賤的材料造一尊與之相似、貼上金箔的像,重新立在原處。
And Antiochus of Cyzicus, being short of money, ordered the golden statue of Zeus, fifteen cubits in size, to be melted down, and a statue resembling that one, gilded with leaf of some other, baser material, to be set up again in its place.
1:515
Αἱ δὲ χελιδόνες καὶ τῶν ὀρνέων τὰ πλεῖστα κατεξερῶσιν αὐτῶν τῶν ἀγαλμάτων εἰσπετόμενα, οὐδὲν φροντίσαντα οὔτε Ὀλυμπίου Διὸς οὔτε Ἐπιδαυρίου Ἀσκληπιοῦ οὐδὲ μὴν Ἀθηνᾶς Πολιάδος ἢ Σαράπιδος Αἰγυπτίου·
燕子和大多數的鳥都飛進去,在這些神像本身上拉糞,根本不把奧林匹亞的宙斯、埃皮道羅斯的阿斯克勒庇俄斯,乃至護城雅典娜或埃及的薩拉皮斯放在眼裡。
And the swallows and most of the birds fly in and defecate upon the very statues, caring nothing for the Olympian Zeus, nor the Epidaurian Asclepius, nor indeed Athena Polias, nor the Egyptian Sarapis.
1:516
παρ' ὧν οὐδὲ αὐτῶν τὴν ἀναισθησίαν .. τῶν ἀγαλμάτων ἐκμανθάνετε
可你們連從這些飛禽身上,都學不會這些神像是何等毫無知覺。
Yet not even from these creatures do you learn the insensibility of the statues.
1:517
Ἀλλ' εἰσὶ μὲν κακοῦργοί τινες ἢ πολέμιοι ἐπιθέμενοι, οἳ δι' αἰσχροκέρδειαν ἐδῄωσαν τὰ ἱερὰ καὶ τὰ ἀναθήματα ἐσύλησαν ἢ καὶ αὐτὰ ἐχώνευσαν .. τὰ ἀγάλματα
然而確有一些作惡之人,或是來犯的仇敵,出於卑鄙的貪婪而劫掠聖所、搶奪供物,甚至把那些神像本身熔掉。
But there are indeed certain evildoers, or enemies launching an attack, who out of base greed have ravaged the sanctuaries, plundered the votive offerings, or even melted down the statues themselves.
1:518
Καὶ εἰ Καμβύσης τις ἢ Δαρεῖος ἢ ἄλλος μαινόμενος τοιαῦτα ἄττα ἐπεχείρησεν καὶ εἰ τὸν Αἰγύπτιόν τις ἀπέκτεινεν Ἆπιν, γελῶ μὲν ὅτι τὸν θεὸν ἀπέκτεινεν αὐτῶν, ἀγανακτῶ δὲ εἰ κέρδους χάριν ἐπλημμέλει
倘若有岡比西斯、大流士或別的瘋子幹過這等勾當,又倘若有人殺了埃及的阿庇斯,我固然好笑他殺了他們的神,但我也憤慨他竟是為了利益而犯下此罪。
And if a Cambyses or a Darius or some other madman attempted such things, and if anyone killed the Egyptian Apis, I laugh that he killed their god, but I am indignant if he transgressed for the sake of gain.
1:519
Ἑκὼν οὖν ἐκλήσομαί τι τῆσδε τῆς κακουργίας, πλεονεξίας ἔργα, οὐχὶ δὲ ἀδρανείας τῶν εἰδώλων ἔλεγχον νομίζων
因此我情願忘掉這惡行的一部分,把它算作貪婪所為,而不算作偶像無能的證明。
Willingly, then, I shall forget some part of this villainy, reckoning it the work of greed, and not a proof of the impotence of the idols.
1:520
Ἀλλ' οὔτι γε τὸ πῦρ καὶ οἱ σεισμοὶ κερδαλέοι, οὐδὲ μὴν φοβοῦνται ἢ δυσωποῦνται οὐ τοὺς δαίμονας, οὐ τὰ ἀγάλματα, οὐ μᾶλλον ἢ τὰς ψηφῖδας τὰς παρὰ τοῖς αἰγιαλοῖς .. σεσωρευμένας τὰ κύματα
可是火災與地震卻絕非為謀利而來;它們既不懼怕,也不敬畏那些精靈或神像,正如海浪絕不畏懼堆積在岸邊的那些卵石。
But fire and earthquakes, surely, are not gain-seeking; nor do they fear or stand in awe of the daemons or the statues, any more than the waves do of the pebbles heaped up along the shores.
1:521
Οἶδα ἐγὼ πῦρ ἐλεγκτικὸν καὶ δεισιδαιμονίας ἰατικόν·
我知道有一種火,能定迷信的罪,並能醫治迷信。
I know a fire that is convicting and curative of superstition.
1:522
εἰ βούλει παύσασθαι τῆς ἀνοίας, φωταγωγήσει σε τὸ πῦρ
你若願意脫離你的愚妄,這火必引你進入光明。
If you are willing to cease from your folly, the fire will lead you to the light.
1:523
Τοῦτο τὸ πῦρ καὶ τὸν ἐν Ἄργει νεὼν σὺν καὶ τῇ ἱερείᾳ κατέφλεξεν Χρυσίδι, καὶ τὸν ἐν Ἐφέσῳ τῆς Ἀρτέμιδος δεύτερον μετὰ Ἀμαζόνας καὶ τὸἐν Ῥώμῃ Καπιτώλιον ἐπινενέμηται πολλάκις·
這火也燒毀了阿爾戈斯的廟連同其女祭司克律西斯;又燒毀了以弗所的阿耳忒彌斯廟——就是亞馬遜時代那座之後重建的第二座;它還屢次吞噬了羅馬的卡庇托利歐。
This fire also consumed the temple in Argos along with its priestess Chrysis; and the temple of Artemis at Ephesus, the second after the one in the time of the Amazons; and it has repeatedly fed upon the Capitol in Rome.
1:524
οὐκ ἀπέσχετο .. δὲ οὐδὲ τοῦ ἐν Ἀλεξανδρέων πόλει Σαράπιδος ἱεροῦ
它甚至連亞歷山大城裡薩拉皮斯的聖所也不放過。
Nor did it spare even the sanctuary of Sarapis in the city of the Alexandrians.
1:525
Ἀθήνησι γὰρ τοῦ Διονύσου τοῦ Ἐλευθερέως κατήρειψε τὸν νεών, καὶ τὸν ἐν Δελφοῖς τοῦ Ἀπόλλωνος πρότερον ἥρπασεν θύελλα, ἔπειτα ἠφάνισε πῦρ σωφρονοῦν
因為它在雅典傾覆了「自由者」狄俄倪索斯的廟;而得爾斐的阿波羅廟,先是被一場風暴所襲,繼而被一場行使懲戒的火所吞滅。
For at Athens it cast down the temple of Dionysus Eleuthereus, and the temple of Apollo at Delphi a tempest first seized, and then a chastening fire made it vanish away.
1:526
Τοῦτό σοι προοίμιον ἐπιδείκνυται ὧν ὑπισχνεῖται τὸ πῦρ
這向你顯明的,乃是那火所應許之事的前奏。
This is shown to you as a foretaste of what the fire promises.
1:527
Οἱ δὲ τῶν ἀγαλμάτων δημιουργοὶ οὐ δυσωποῦσιν ὑμῶν τοὺς ἔμφρονας τῆς ὕλης καταφρονεῖν;Ὁ μὲν Ἀθηναῖος Φειδίας ἐπὶ τῷ δακτύλῳ τοῦ Διὸς τοῦ Ὀλυμπίου ἐπιγράψας Παντάρκης καλός·
難道那些造像的人,不會使你們當中明理的人感到羞愧,從而鄙視物質嗎?那雅典人菲狄亞斯曾在奧林匹亞宙斯像的指頭上刻著:「潘塔爾刻斯真美。」
And do not the makers of the statues shame those of you who are sensible into despising matter? The Athenian Pheidias inscribed on the finger of the Olympian Zeus: “Pantarces is fair.”
1:528
οὐ γὰρ καλὸς αὐτῷ ὁ Ζεύς, ἀλλ' ὁ .. ἐρώμενος ἦν·
因為在他看來,那美的並不是宙斯,乃是他的所愛。
For it was not Zeus that was fair to him, but his beloved.
1:529
ὁ Πραξιτέλης δέ, ὡς Ποσίδιππος ἐν τῷ περὶ Κνίδου διασαφεῖ, τὸ τῆς Ἀφροδίτης ἄγαλμα τῆς Κνιδίας κατασκευάζων τῷ Κρατίνης τῆς ἐρωμένης εἴδει παραπλήσιον πεποίηκεν αὐτήν, ἵν' ἔχοιεν οἱ δείλαιοι τὴν Πραξιτέλους .. ἐρωμένην προσκυνεῖν
正如波西迪波斯在其《論克尼多斯》中所說,普拉克西特勒斯在造克尼多斯的阿芙羅狄忒像時,把她造得極像他所愛的克拉提涅的模樣,好讓那些可憐人有普拉克西特勒斯的情婦可供崇拜。
And Praxiteles, as Posidippus makes clear in his work On Cnidus, when fashioning the statue of the Cnidian Aphrodite, made her closely resemble the form of his beloved Cratine, so that the wretched might have Praxiteles’ mistress to worship.
1:530
Φρύνη δὲ ὁπηνίκα ἤνθει ἡ ἑταίρα ἡ Θεσπιακή, οἱ ζωγράφοι πάντες τῆς Ἀφροδίτης εἰκόνας πρὸς τὸ κάλλος ἀπεμιμοῦντο Φρύνης, ὥσπερ αὖ καὶ οἱ λιθοξόοι τοὺς Ἑρμᾶς Ἀθήνησι πρὸς Ἀλκιβιάδην ἀπείκαζον
當忒斯庇埃的名妓芙律涅正當盛年時,所有畫家都仿照芙律涅的美貌來繪製阿芙羅狄忒的像,正如雕刻家們又仿照亞西比德的相貌來塑造雅典的赫爾墨斯柱像。
And when Phryne the Thespian courtesan was in her bloom, all the painters used to copy the beauty of Phryne for their images of Aphrodite, just as, again, the sculptors fashioned the Hermae at Athens after the likeness of Alcibiades.
1:531
Ὑπλείπεται τῆς σῆς κρίσεως τὸ ἔργον ἐπάξαι, εἰ βούλει καὶ τὰς ἑταίρας προσκυνεῖν
至於要不要連那些名妓也一併崇拜,這結論就留待你自己去判斷了。
It remains for your judgement to draw the conclusion, whether you are willing to worship even the courtesans.
1:532
Ἐντεῦθεν, οἶμαι, κινηθέντες οἱ βασιλεῖς οἱ παλαιοί, καταφρονοῦντες τῶν μύθων τούτων, ἀνέδην διὰ τὸ ἐξ ἀνθρώπων ἀκίνδυνον σφᾶς αὐτοὺς θεοὺς ἀνηγόρευον, ταύτῃ κἀκείνους διὰ τὴν δόξαν ἀπηθανατίσθαι διδάσκοντες·
我想,正是受此驅使,古時的列王鄙視這些神話,便肆無忌憚地——因為從人那裡並無此危險——宣告自己為神,藉此教導人:那些先前的「神」也不過是因聲名而被奉為不朽的。
Moved by this, I suppose, the kings of old, despising these myths, recklessly—because there was no danger of it from men—proclaimed themselves gods, thereby teaching that those former ones too had been immortalized on account of their fame.
1:533
Κῆυξ μὲν ὁ Αἰόλου Ζεὺς ὑπὸ τῆς Ἀλκυόνης τῆς γυναικός, Ἀλκυόνη .. δὲ αὖθις ὑπὸ τοῦ ἀνδρὸς Ἥρα προσαγορευομένη
埃俄羅斯之子刻宇克斯被他妻子阿爾庫俄涅稱作宙斯,阿爾庫俄涅反過來又被她丈夫稱作赫拉。
Ceyx the son of Aeolus was addressed as Zeus by his wife Alcyone, and Alcyone in turn was called Hera by her husband.
1:534
Πτολεμαῖος δὲ ὁ τέταρτος Διόνυσος ἐκαλεῖτο·
托勒密四世被稱作狄俄倪索斯。
And Ptolemy the Fourth was called Dionysus.
1:535
καὶ Μιθριδάτης ὁ Ποντι κὸς Διόνυσος καὶ αὐτός·
本都的米特里達梯本人也被稱作狄俄倪索斯。
And Mithridates of Pontus was himself also called Dionysus.
1:536
ἐβούλετο δὲ καὶ Ἀλέξανδρος Ἄμμωνος υἱὸς εἶναι δοκεῖν καὶ κερασφόρος ἀναπλάττεσθαι πρὸς τῶν ἀγαλματοποιῶν, τὸ καλὸν ἀνθρώπου πρόσωπον .. ὑβρίσαι σπεύδων κέρατι
亞歷山大也想被人當作阿蒙的兒子,並要雕刻家把他塑成長角的模樣,一心要用犄角去糟蹋人那俊美的面容。
And Alexander too wished to be thought the son of Ammon, and to be modelled with horns by the sculptors, eager to outrage the fair face of man with a horn.
1:537
καὶ ἰδιῶται θείαις προσηγορίαις σφᾶς αὐτοὺς ἐσέμνυνον, ὡς Μενεκράτης ὁ ἰατρός, Ζεὺς οὗτος ἐπικεκλημένος
甚至連平民百姓也用神的稱號來抬高自己,如醫生墨涅克拉特斯,就被冠以宙斯的綽號。
And even private men dignified themselves with divine titles, as Menecrates the physician, who was nicknamed Zeus.
1:538
Τί με δεῖ καταλέγειν Ἀλέξαρχον ( γραμματικὸς οὗτος τὴν ἐπιστήμην γεγονώς, ὡς ἱστορεῖ Ἄριστος ὁ Σαλαμίνιος, αὑτὸν κατεσχη .. μάτιζεν εἰς Ἥλιον); Τί δεῖ καὶ Νικαγόρου μεμνῆσθαι (Ζελείτης τὸ γένος ἦν κατὰ τοὺς Ἀλεξάνδρου γεγονὼς χρόνους·
我又何必細數亞歷克薩爾科斯呢(據薩拉米斯的阿里斯托斯所記,這人是個以教文法為業的人,竟把自己裝扮成赫利俄斯)?又何必提及尼卡戈拉斯呢(他出身澤勒亞,生於亞歷山大的時代;
Why need I recount Alexarchus (a man who became a grammarian by profession, as Aristus of Salamis records, and who styled himself as Helios)? Why need I mention Nicagoras (he was a Zeleian by birth, who lived in the times of Alexander;
1:539
Ἑρμῆς προσηγορεύετο ὁ Νικαγόρας καὶ τῇ .. στολῇ τοῦ Ἑρμοῦ ἐκέχρητο, ὡς αὐτὸς μαρτυρεῖ), ὅπου γε καὶ ὅλα ἔθνη καὶ πόλεις αὔτανδροι, κολακείαν ὑποδυόμεναι, ἐξευτελίζουσιν τοὺς μύθους τοὺς περὶ τῶν θεῶν, ἰσοθέους ἄνθρωποι κατασχηματίζοντες ἑαυτούς, ὑπὸ δόξης πεφυση μένοι, ἐπιψηφιζόμενοι τιμὰς ἑαυτοῖς ὑπερόγκους; Νῦν μὲν τὸν Μακεδόνα τὸν ἐκ Πέλλης τὸν Ἀμύντου Φίλιππον ἐν Κυνοσάργει νομοθετοῦντες προσκυνεῖν, τὸν τὴν κλεῖν κατεαγότα καὶ τὸ σκέλος πεπηρωμένον, ὃς ἐξεκόπη τὸν .. ὀφθαλμόν·
尼卡戈拉斯被稱作赫爾墨斯,並穿戴赫爾墨斯的衣飾,這是他自己所見證的)——既然整個整個的民族、整座整座的城(連人帶城)都鑽進諂媚裡,貶損關於眾神的神話,人竟把自己塑造成與神同等,被虛榮鼓脹,投票給自己加封過分的尊榮,我還何須多說?他們一時立法要人在庫諾薩革斯敬奉那來自佩拉的馬其頓人、阿敏塔斯之子腓力——那個鎖骨斷裂、腿瘸了、又被打瞎了一隻眼的人;
Nicagoras was styled Hermes and used the dress of Hermes, as he himself testifies)—when whole nations and entire cities, men and all, slinking into flattery, debase the myths about the gods, men fashioning themselves as the equals of gods, puffed up by vainglory, voting themselves extravagant honours? At one time they legislated that the Macedonian Philip from Pella, the son of Amyntas, be worshipped in the Cynosarges—the man with the broken collarbone and the maimed leg, who had had his eye knocked out;
1:540
αὖθις δὲ τὸν Δημήτριον θεὸν καὶ αὐτὸν ἀναγο ρεύοντες·
又一時,還宣告得墨特里俄斯也是神。
and at another time, proclaiming Demetrius too a god.
1:541
καὶ ἔνθα μὲν ἀπέβη τοῦ ἵππου Ἀθήναζε εἰσιών, Καταιβάτου ἱερόν ἐστι Δημητρίου, βωμοὶ δὲ πανταχοῦ·
他進雅典城下馬的那地方,就有一座「降臨者」得墨特里俄斯的聖所,到處都是祭壇。
And where he dismounted from his horse on entering Athens, there is a sanctuary of Demetrius the “Descender,” and altars everywhere.
1:542
καὶ γάμος ὑπὸ Ἀθηναίων αὐτῷ ὁ τῆς Ἀθηνᾶς ηὐτρεπίζετο·
雅典人還為他籌備一樁與雅典娜的婚事。
And a marriage to Athena was being arranged for him by the Athenians.
1:543
ὁ δὲ τὴν μὲν θεὸν ὑπερηφάνει, τὸ ἄγαλμα γῆμαι μὴ δυνά μενος·
他卻輕慢那女神,因為他根本無法迎娶一尊像。
But he scorned the goddess, being unable to marry the statue.
1:544
Λάμιαν δὲ τὴν ἑταίραν ἔχων εἰς ἀκρόπολιν ἀνῄει καὶ τῷ τῆς Ἀθηνᾶς ἐνεφυρᾶτο παστῷ, τῇ παλαιᾷ παρθένῳ τὰ τῆς νέας ἐπιδεικνὺς ἑταίρας σχήματα
他反倒帶著名妓拉彌亞上到衛城,玷污了雅典娜的新房,把那新來名妓的種種姿態,展示在那古老的處女神面前。
Instead, taking Lamia the courtesan with him, he went up to the Acropolis and defiled the bridal chamber of Athena, displaying to the ancient virgin the postures of the new courtesan.
1:545
Οὐ νέμεσις τοίνυν οὐδὲ Ἵππωνι ἀπαθανατίζοντι τὸν θάνατον τὸν ἑαυτοῦ·
那麼即使希蓬把自己的死「永垂不朽」,也沒什麼可氣憤的了。
There is no cause for indignation, then, even at Hippo for immortalizing his own death.
1:546
ὁ Ἵππων οὗτος ἐπιγραφῆναι ἐκέλευσεν τῷ μνήματι τῷ ἑαυτοῦ τόδε τὸ ἐλεγεῖον·
這位希蓬吩咐人在他自己的墳上刻下這首輓歌對句:
This Hippo ordered the following elegiac couplet to be inscribed upon his own tomb:
1:547
Ἵππωνος τόδε σῆμα, τὸν ἀθανάτοισι θεοῖσιν ἶσον ἐποίησεν Μοῖρα καταφθίμενον
「這是希蓬的墳墓,命運在他死時使他與不朽的眾神同等。」
“This is the tomb of Hippo, whom Fate made equal to the immortal gods in his death.”
1:548
Εὖ γε, Ἵππων, ἐπιδεικνύεις ἡμῖν τὴν ἀνθρωπίνην πλάνην
幹得好,希蓬,你向我們展示了人的謬誤。
Well done, Hippo, you display to us the human error.
1:549
Εἰ γὰρ καὶ λαλοῦντί σοι μὴ πεπιστεύκασι, νεκροῦ γενέσθωσαν μαθηταί
因為他們若不信你活著時所說的,就讓他們去作一個死人的門徒吧。
For if they did not believe you while you spoke, let them become the disciples of a dead man.
1:550
Χρησμὸς οὗτός ἐστιν Ἵππωνος·
這就是希蓬的「神諭」。
This is the oracle of Hippo.
1:551
Οἱ προσκυνούμενοι παρ' ὑμῖν, ἄνθρωποι γενόμενοί ποτε, εἶτα μέντοι τεθνᾶσιν·
在你們當中受崇拜的那些,從前都是人,後來自然也都死了。
Those who are worshipped among you were once men, and then, of course, they died.
1:552
τετίμηκεν δὲ αὐτοὺς ὁ μῦθος καὶ ὁ χρόνος
只是神話與時間把他們抬高了。
But myth and time have honoured them.
1:553
Φιλεῖ γάρ πως τὰ μὲν παρόντα συνηθείᾳ καταφρο νεῖσθαι, τὰ δὲ παρῳχηκότα τοῦ παραυτίκα ἐλέγχου κεχω ρισμένα χρόνων ἀδηλίᾳ τετιμῆσθαι τῷ πλάσματι, καὶ τὰ .. μὲν ἀπιστεῖσθαι, τὰ δὲ καὶ θαυμάζεσθαι
因為眼前之物往往因熟悉而遭輕視,而過往之事既因年代久遠、不容當下查驗,便被虛構抬舉而受尊崇——以致有些被人不信,有些反倒被人驚歎。
For somehow present things tend, through familiarity, to be despised, while things past, being removed from immediate scrutiny by the obscurity of the ages, come to be honoured by fiction—so that some are disbelieved, and others even marvelled at.
1:554
Αὐτίκα γοῦν οἱ παλαιοὶ νεκροὶ τῷ πολλῷ τῆς πλάνης χρόνῳ σεμνυνόμενοι τοῖς ἔπειτα νομίζονται θεοί
無論如何,那些古時的死人,因這謬誤歷時長久而被高舉,竟被後世的人當作神了。
At any rate, the ancient dead, exalted by the long span of the delusion, are reckoned gods by later generations.
1:555
Πίστις ὑμῖν τῶνδε αὐτὰ ὑμῶν τὰ μυστήρια, αἱ πανηγύρεις, δεσμὰ καὶ τραύματα καὶ δακρύοντες θεοί·
證明這些事的,正是你們自己的奧祕禮——那些節慶、那些捆綁與創傷,以及那些哭泣的神。
The proof of these things is your own mysteries—the festivals, the bonds and wounds, and the weeping gods.
1:556
ὤ μοι ἐγώ, ὅτε μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν μοῖρ' ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι
「我真悲哀啊,我所最愛的薩耳珀冬,竟命定要死在墨諾提俄斯之子帕特洛克羅斯手下。」
“Woe is me, that it is fated for Sarpedon, dearest of men to me, to be slain by Patroclus the son of Menoetius.”
1:557
Κεκράτηται τὸ θέλημα τοῦ Διὸς καὶ ὁ Ζεὺς ὑμῖν διὰ Σαρπηδόνα οἰμῴζει νενικημένος
宙斯的意旨被勝過了,宙斯既已戰敗,竟向你們為薩耳珀冬而哀號。
The will of Zeus is overcome, and Zeus, vanquished, wails to you over Sarpedon.
1:558
Εἴδωλα γοῦν εἰκότως αὐτοὺς καὶ δαίμονας ὑμεῖς αὐτοὶ κεκλήκατε, ἐπεὶ καὶ τὴν Ἀθηνᾶν αὐτὴν καὶ τοὺς ἄλλους θεοὺς κακίᾳ τιμήσας Ὅμηρος δαίμονας προσηγόρευσεν·
那麼合理的是,你們自己也稱他們為「偶像」(eidola)和「精靈」,因為連荷馬在以一個帶貶意的名稱來「尊崇」雅典娜本身和其餘眾神時,也稱他們為精靈:
It is reasonable, then, that you yourselves have called them “idols” (eidola) and “daemons,” since even Homer, honouring Athena herself and the other gods with a name of reproach, called them daemons:
1:559
ἡ δ' Οὐλυμπόνδε βεβήκει δώματ' ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους
「她便往奧林匹斯去了,到了那執神盾的宙斯之家,列在其餘的精靈之中。」
“And she went off to Olympus, to the house of aegis-bearing Zeus, among the other daemons.”
1:560
Πῶς οὖν ἔτι θεοὶ τὰ εἴδωλα καὶ οἱ δαίμονες, βδελυρὰ ὄντως καὶ πνεύματα ἀκάθαρτα, πρὸς πάντων ὁμολογούμενα γήινα καὶ δεισαλέα, κάτω βρίθοντα, περὶ τοὺς τάφους καὶ τὰ μνημεῖα καλινδούμενα, περὶἃ δὴ καὶ ὑποφαίνονται ἀμυ δρῶς σκιοειδῆ φαντάσματα; .. Ταῦθ' ὑμῶν οἱ θεοὶ τὰ εἴδωλα, αἱ σκιαὶ καὶ πρὸς τούτοις χωλαὶ ἐκεῖναι καὶ ῥυσαί, παραβλῶπες ὀφθαλμῶν, αἱ Λιταὶ αἱ Θερσίτου μᾶλλον ἢ Διὸς θυγατέρες, ὥστε μοι δοκεῖν χαριέντως φάναι τὸν Βίωνα, πῶς ἂν ἐνδίκως οἱ ἄνθρωποι παρὰ τοῦ Διὸς αἰτήσονται τὴν εὐτεκνίαν, ἣν .. οὐδ' αὑτῷ παρασχεῖν ἴσχυσεν; Οἴμοι τῆς ἀθεότητος·
那麼,這些偶像和精靈又怎能算作神呢——它們其實是可憎、污穢的靈,眾所公認是屬地、骯髒的,往幽深處沉墜,在墳墓與冢塋間徘徊,並在其周圍隱約現出影影綽綽的鬼影?……你們的神就是這等貨色——那些偶像、那些幽影,此外還有那些瘸腿多皺、斜視的「禱告女神」(利泰),與其說是宙斯之女,不如說是忒耳西忒斯之女;故此在我看來,比翁說得詼諧:人怎能合理地向宙斯求兒女滿堂的福分,連他自己都無力得到的福分呢?唉,這何等的無神啊!
How, then, can the idols and the daemons still be gods—being in truth abominable and unclean spirits, by all confessed to be earthbound and filthy, weighed down toward the depths, hovering about the tombs and graves, around which they faintly appear as shadowy phantoms? ... Such are your gods, the idols, the shades, and besides these those lame and wrinkled ones, the squint-eyed Litai (Prayers), daughters rather of Thersites than of Zeus; so that Bion, it seems to me, spoke wittily, asking how men could justly beg of Zeus the blessing of fair children, which he had not had the power to bestow even on himself. Alas for the godlessness!
1:561
τὴν ἀκήρατον οὐσίαν, τὸ ὅσον ἐφ' ὑμῖν, κατορύττετε καὶ τὸ ἄχραντον ἐκεῖνο καὶ τὸ ἅγιον τοῖς τάφοις ἐπικεχώκατε, .. τῆς ἀληθῶς ὄντως οὐσίας συλήσαντες τὸ θεῖον
你們竭盡所能地把那無玷污的本體埋葬,又把那純潔聖潔的一位堆壓在墳墓之下,從那真實存在的本體中奪去了神性。
As far as in you lies, you bury the undefiled essence, and you have heaped upon the tombs that pure and holy One, robbing the divine of its truly real essence.
1:562
ἔκγονα, τῆς γῆς, τὰ πάντα ταῦτα ὅσα ὁρᾷς; Τί δὴ οὖν, ὦ μάταιοι καὶ κενόφρονες (πάλιν γὰρ δὴ ἐπαναλήψομαι), τὸν ὑπερουράνιον βλασφημήσαντες τόπον εἰς τοὔδαφος κατεσύρατε τὴν εὐσέβειαν, χθονίους ὑμῖν ἀναπλάττοντες θεοὺς καὶ τὰ γενητὰ ταῦτα πρὸ τοῦ ἀγενήτου μετιόντες .. θεοῦ βαθυτέρῳ περιπεπτώκατε ζόφῳ; Καλὸς ὁ Πάριος λίθος, ἀλλ' οὐδέπω Ποσειδῶν·
你所看見的這一切,豈不都是大地的產物嗎?那麼,虛妄而頭腦空洞的人哪(我要再重申一次),你們既褻瀆了那超天的境界,為何把敬虔拽到地上,為自己捏造屬地的神,又因追逐這些受造之物而非那非受造的神,墜入了更深的幽暗呢?帕羅斯的大理石固然美,卻還不是波塞冬。
Are not all these things which you see offspring of the earth? Why then, O vain and empty-minded ones (for I will resume once more), having blasphemed the supra-heavenly realm, have you dragged piety down to the ground, fashioning for yourselves earthbound gods, and, by pursuing these created things rather than the uncreated God, fallen into a deeper darkness? Fair is the Parian marble, yet it is not yet Poseidon.
1:563
καλὸς ὁ ἐλέφας, ἀλλ' οὐδέπω Ὀλύμπιος·
象牙固然美,卻還不是那奧林匹亞的宙斯。
Fair is the ivory, yet it is not yet the Olympian.
1:564
ἐνδεὴς ἀεί ποτε ἡ ὕλη τῆς τέχνης, ὁ θεὸς δὲ ἀνενδεής
物質永遠需要技藝,神卻一無所需。
Matter is always in need of art, but God is in need of nothing.
1:565
Προῆλθεν ἡ τέχνη, περιβέβληται τὸ σχῆμα ἡ ὕλη, καὶ τὸ πλούσιον τῆς οὐσίας πρὸς μὲν τὸ κέρδος ἀγώγιμον, μόνῳ δὲ τῷ σχήματι γίνεται σεβάσμιον
技藝一登場,物質便披上了形貌;那材質的貴重,固然能在市場上換取利潤,卻惟獨因其形貌而成了人敬奉的對象。
Art came forward, matter was clothed with form; and the richness of the substance, while marketable for gain, becomes an object of reverence only by reason of its form.
1:566
Χρυσός ἐστι τὸ ἄγαλμά σου, ξύλον ἐστίν, λίθος ἐστίν, γῆ ἐστιν, ἐὰν ἄνωθεν νοήσῃς, μορφὴν παρὰ τοῦ τεχνίτου προσλαβοῦσα
你的神像不過是金、是木、是石、是土,你若從高處看它,它的形貌不過是從工匠那裡得來的。
Your statue is gold, it is wood, it is stone, it is earth, which, if you consider it from above, has received its form from the craftsman.
1:567
Γῆν δὲ ἐγὼ πατεῖν, οὐ προσκυνεῖν μεμελέ τηκα·
可我所學會的,是踐踏大地,而非崇拜大地。
But I have learned to tread the earth, not to worship it.
1:568
οὐ γάρ μοι θέμις ἐμπιστεῦσαί ποτε τοῖς ἀψύχοις τὰς τῆς ψυχῆς ἐλπίδας
因為我斷不可把我靈魂的盼望,託付給那些沒有生命的東西。
For it is not lawful for me ever to entrust the hopes of my soul to soulless things.
1:569
Ἰτέον οὖν ὡς ἔνι μάλιστα ἐγγυτάτω τῶν ἀγαλμάτων, ὡς οἰκεία ἡ πλάνη κἀκ τῆς προσόψεως ἐλέγχηται·
那麼我們必須盡可能地走近這些神像,好叫它們的謬誤連從外表上也被揭穿。
We must, then, approach as nearly as possible to the statues, so that their error may be exposed even from their very appearance.
1:570
ἐναπο μέμακται γὰρ πάνυ δὴ σαφῶς τὰ εἴδη τῶν ἀγαλμάτων τὴν .. διάθεσιν τῶν δαιμόνων
因為這些神像的形貌,已極其明顯地烙印著那些精靈的性情。
For the forms of the statues have been imprinted, very plainly indeed, with the disposition of the daemons.
1:571
Εἰ γοῦν τις τὰς γραφὰς καὶ τὰ ἀγάλματα περινοστῶν θεῷτο, γνωριεῖ ὑμῶν παραυτίκα τοὺς θεοὺς ἐκ τῶν ἐπονειδίστων σχημάτων, τὸν Διόνυσον ἀπὸ τῆς στολῆς, τὸν Ἥφαιστον ἀπὸ τῆς τέχνης, τὴν Δηὼ ἀπὸ τῆς συμφορᾶς, ἀπὸ τοῦ κρηδέμνου τὴν Ἰνώ, ἀπὸ τῆς τριαίνης τὸν Ποσειδῶ, ἀπὸ τοῦ κύκνου τὸν Δία·
倘若有人四處走動、注視那些畫像與神像,他立刻就能從那些可恥的姿態認出你們的神來——從袍服認出狄俄倪索斯,從技藝認出赫淮斯托斯,從那番苦難認出得墨忒耳(得俄),從頭巾認出伊諾,從三叉戟認出波塞冬,從天鵝認出宙斯;
If anyone, going about and gazing upon the paintings and statues, were to look, he will at once recognize your gods from their shameful attitudes—Dionysus from his robe, Hephaestus from his craft, Demeter (Deo) from her affliction, Ino from her veil, Poseidon from his trident, Zeus from the swan;
1:572
τὸν δὲ Ἡρακλέα δείκνυσιν ἡ πυρά, κἂν γυμνὴν ἴδῃ τις ἀνάγραπτον γυναῖκα, .. τὴν χρυσῆν Ἀφροδίτην νοεῖ
那火堆則指明了赫拉克勒斯;倘若有人看見一個赤身女子的畫像,他便明白那是金色的阿芙羅狄忒。
and the pyre points out Heracles; and if anyone sees a naked woman depicted, he understands her to be the golden Aphrodite.
1:573
Οὕτως ὁ Κύπριος ὁ Πυγ μαλίων ἐκεῖνος ἐλεφαντίνου ἠράσθη ἀγάλματος·
就這樣,那著名的塞浦路斯人皮格馬利翁,竟愛上了一尊象牙像。
Thus that famous Cyprian, Pygmalion, fell in love with an ivory statue.
1:574
τὸ ἄγαλμα Ἀφροδίτης ἦν καὶ γυμνὴ ἦν·
那像是阿芙羅狄忒的,並且是赤身的。
The statue was of Aphrodite, and it was naked.
1:575
νικᾶται ὁ Κύπριος τῷ σχήματι καὶ συνέρχεται τῷ ἀγάλματι, καὶ τοῦτο Φιλοσ τέφανος ἱστορεῖ·
這塞浦路斯人被那形貌所征服,竟與那雕像交合——這是斐羅斯特法諾斯所記載的。
The Cyprian is overcome by its form and unites himself with the statue—and this Philostephanus records.
1:576
Ἀφροδίτη δὲ ἄλλη ἐν Κνίδῳ λίθος ἦν καὶ καλὴ ἦν, ἕτερος ἠράσθη ταύτης καὶ μίγνυται τῇ λίθῳ·
克尼多斯還有另一尊阿芙羅狄忒像是石頭的,並且是美麗的;又有一人愛上了這一尊,竟與那石頭苟合。
And another Aphrodite at Cnidus was of stone, and it was beautiful; another man fell in love with this one and had intercourse with the stone.
1:577
Ποσίδιππος ἱστορεῖ, ὁ μὲν πρότερος ἐν τῷ περὶ Κύπρου, ὁ δὲ ἕτερος ἐν τῷ περὶ Κνίδου
波西迪波斯記載了此事——前一件在其《論塞浦路斯》中,後一件在其《論克尼多斯》中。
Posidippus records it—the former case in his work On Cyprus, the latter in his work On Cnidus.
1:578
Τοσοῦτον ἴσχυσεν ἀπατῆσαι τέχνη προαγωγὸς ἀνθρώποις ἐρωτικοῖς εἰς βάραθρον γενο .. μένη
技藝竟有如此之大的迷惑能力,對好色的人成了把他們拉進毀滅深坑的拉皮條者。
So great was the power of art to deceive, becoming for amorous men a pander into the pit of ruin.
1:579
Δραστήριος μὲν ἡ δημιουργική, ἀλλ' οὐχ οἵα τε ἀπατῆσαι λογικὸν οὐδὲ μὴν τοὺς κατὰ λόγον βεβιωκότας·
工匠的技藝固然有效,卻不足以欺哄一個有理性的人,更不足以欺哄那些照理性而活的人。
Effective indeed is the craftsman’s art, but it is not such as can deceive a rational being, nor indeed those who have lived according to reason.
1:580
ζωγραφίας μὲν γὰρ, δι' ὁμοιότητα σκιαγραφίας περιστερᾶς, προσέπτησαν πελειάδες καὶ ἵπποις καλῶς γεγραμμέναις προσεχρεμέτισαν ἵπποι
因為鴿子曾因那暈染圖畫的逼真而飛向畫中的鴿子,馬也曾向畫得栩栩如生的母馬嘶鳴。
For doves flew toward painted pigeons because of the likeness of the shaded drawing, and horses neighed at well-painted mares.
1:581
Ἐρασθῆναι κόρην εἰκόνος λέγουσιν καὶ νέον καλὸν Κνιδίου ἀγάλματος, ἀλλ' ἦσαν τῶν θεατῶν .. αἱ ὄψεις ἠπατημέναι ὑπὸ τῆς τέχνης
據說有一位少女愛上了一幅畫像,一個俊美的青年愛上了那克尼多斯的雕像——可是這些觀者的眼睛,原是被技藝所欺哄了。
They say that a maiden fell in love with a portrait, and a handsome youth with the Cnidian statue—but the eyes of these spectators had been deceived by art.
1:582
Οὐδὲ γὰρ ἂν θεᾷ τις συνεπλάκη, οὐδ' ἂν νεκρᾷ τις συνετάφη, οὐδ' ἂν ἠράσθη δαίμονος καὶ λίθου ἄνθρωπος σωφρονῶν
因為任何頭腦清醒的人,都不會去擁抱一位女神,不會與屍體同葬,也不會愛上一個精靈和一塊石頭。
For no one in his right mind would have embraced a goddess, nor been buried with a corpse, nor fallen in love with a daemon and a stone.
1:583
Ὑμᾶς δὲ ἄλλῃ γοητείᾳ ἀπατᾷ ἡ τέχνη, εἰ καὶ μὴ ἐπὶ τὸ ἐρᾶν προσάγουσα, ἀλλ' ἐπὶ τὸ τιμᾶν καὶ προσκυνεῖν τά τε ἀγάλματα καὶ τὰς .. γραφάς
可是技藝卻用另一種法術來迷惑你們:即使它不引你們去愛慕,卻引你們去尊崇、膜拜那些神像和畫像。
But art deceives you with another kind of sorcery, even if it does not lead you to love, yet it leads you to honour and worship both the statues and the paintings.
1:584
ἐπαινείσθω μὲν ἡ τέχνη, μὴ ἀπατάτω δὲ τὸν ἄνθρωπον ὡς ἀλήθεια
技藝固然當受稱讚,卻不可冒充真理去欺哄人。
Let art be praised, but let it not deceive man as though it were truth.
1:585
Ἕστηκεν ὁ ἵππος ἡσυχῇ, ἡ πελειὰς ἀτρεμής, ἀργὸν τὸ πτερόν, ἡ δὲ βοῦς ἡ Δαιδάλου ἡ ἐκ τοῦ ξύλου πεποιημένη ταῦρον εἷλεν ἄγριον καὶ κατηνάγκασεν τὸ θηρίον ἡ τέχνη πλανήσασα ἐρώσης ἐπιβῆναι γυναικός
那馬靜靜地站著,鴿子一動不動,翅膀閒置無用;可代達羅斯那頭木造的母牛,卻引來一頭野公牛,逼使那畜生——技藝迷惑了牠,竟強迫牠去爬伏那慾火中燒的女人。
The horse stands still in quietness, the dove unmoving, the wing idle; but the cow of Daedalus, the one made of wood, lured a wild bull and constrained the beast—art, having deluded it, compelled it to mount the woman who lusted.
1:586
Τοσοῦτον οἶστρον αἱ τέχναι κακοτεχνοῦσαι τοῖς ἀνοή τοις ἐνεποίησαν
這些技藝以其邪惡的工巧,在愚人心中竟激起了如此狂亂的慾火。
So great a frenzy did the arts, by their evil artistry, breed in the foolish.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。