📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 導師

導師 第 1 章 第 1/15 段

希臘文原文.184 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:184(全章共 3025 節)

下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
Τί ἐπαγγέλλεται ὁ παιδαγωγός
導師所應許的。
What the Instructor promises.
1:2
Συγκεκρότηται κρηπὶς ἀληθείας, ὦ παῖδες ὑμεῖς, ἡμῖν αὐτοῖς, ἁγίου νεὼ μεγάλου θεοῦ θεμέλιος γνώσεως ἀρραγής, προτροπὴ καλή, δι' ὑπακοῆς εὐλόγου ζωῆς ἀιδίου ὄρεξις, νοερῷ καταβληθεῖσα χωρίῳ
孩子們哪,真理的根基已為我們自己築成了,這是偉大聖殿、神之知識堅不可摧的根基,是美好的勸勉,是藉著合理的順從而對永生的渴慕,已栽植於理性的境地中。
A firm foundation of truth has been laid for us, O you children, our very selves—the unbreakable groundwork of the knowledge of God, the holy and great temple, a noble exhortation, a yearning for eternal life through reasonable obedience, planted within the region of the intellect.
1:3
Τριῶν γέ τοι τούτων περὶ τὸν ἄνθρωπον ὄντων, ἠθῶν, πράξεων, παθῶν, ὁ προτρεπτικὸς εἴληχεν τὰ ἤθη αὐτοῦ, θεοσεβείας καθηγεμών, ὁ τροπιδίου δίκην ὑποκείμενος λόγος εἰς οἰκοδομὴν πίστεως, ἐφ' ᾧ μάλα γανύμενοι καὶ τὰς παλαιὰς ἀπομνύμενοι δόξας πρὸς σωτηρίαν νεάζομεν, ψαλλούσῃ συνᾴδοντες προφητείᾳ ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ θεός, τοῖς εὐθέσιν ... τῇ καρδίᾳ, πράξεών τε ἁπασῶν λόγος ἐπιστατεῖ ὁ ὑποθετικός, τὰ δὲ πάθη ὁ παραμυθητικὸς ἰᾶται, εἷς ὢν πᾶς ὁ αὐτὸς οὗτος λόγος, τῆς συντρόφου καὶ κοσμικῆς συνηθείας ἐξαρπά ζων τὸν ἄνθρωπον, εἰς δὲ τὴν μονότροπον τῆς εἰς τὸν θεὸν ... πίστεως σωτηρίαν παιδαγωγῶν
既然關乎人的有這三樣——品格、行為、情慾——那勸勉的道便取了人的品格為其份,作敬虔的引導者;這道如龍骨般奠下,為要建立信心,我們因此大大歡喜,棄絕了從前的舊見,得以更新而趨向救恩,與那歌唱的預言一同和諧地唱道:「神實在恩待以色列,恩待那些心裡正直的人」;那訓誨的道掌管我們一切的行為,那安慰的道醫治我們的情慾——這一切都是同一位道,將人從那積習已久、屬世的習慣中奪出,引領他歸入那專一仰賴神之信心的救恩。
Since these three things pertain to man—his character, his actions, and his passions—the exhortatory Word took as its portion his character, being the leader unto godliness; it is the word laid down like a keel for the building up of faith, in which we greatly rejoice, and renouncing our old opinions we are renewed unto salvation, singing in harmony with the prophecy that chants, "How good is God to Israel, to the upright in heart"; the preceptive word presides over all our actions, while the consoling word heals the passions—all this being one and the same Word, which snatches man away from the customary and worldly habit and trains him toward the single-minded salvation of faith in God.
1:4
Ὁ γοῦν οὐράνιος ἡγεμών, ὁ λόγος, ὁπηνίκα μὲν ἐπὶ σωτηρίαν παρεκάλει, προτρεπτικὸς ὄνομα αὐτῷ ἦν ἰδίως οὗτος ὁ παρορμητικὸς ἐκ μέρους τὸ πᾶν προσαγορευόμενος λόγος·
這位屬天的引導者,就是道,當祂呼召人歸向救恩時,便特別稱為「勸勉者」——這激勵人的稱號是以局部代表全體的。
Now this heavenly Leader, the Word, when He summoned men to salvation, bore the name "Exhortatory"—this term denoting the whole from a part, namely the spurring-on Word.
1:5
προτρεπτικὴ γὰρ ἡ πᾶσα θεοσέβεια, ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης ὄρεξιν ἐγγεννῶσα τῷ συγγενεῖ ... λογισμῷ·
因為一切敬虔都是勸勉性的,在那與之同類的理性中生發出對今生與來生的渴慕。
For all godliness is exhortatory, engendering in the kindred reason a yearning for the present life and for that which is to come.
1:6
νυνὶ δὲ θεραπευτικός τε ὢν καὶ ὑποθετικὸς ἅμα ἄμφω, ἑπόμενος αὐτὸς αὑτῷ, παραινεῖ τὸν προτετραμμένον, κεφάλαιον τῶν ἐν ἡμῖν παθῶν ὑπισχνούμενος τὴν ἴασιν
如今這道既是醫治的,又同時是訓誨的,與自己始終如一,祂勸誡那已蒙勸勉的人,應許要醫治我們裡面情慾的根源。
But now, being both healing and preceptive at the same time, consistent with Himself, He admonishes the one who has already been exhorted, promising the cure as the chief remedy of the passions within us.
1:7
Κεκλήσθω δ' ἡμῖν ἑνὶ προσφυῶς οὗτος ὀνόματι παιδαγωγός, προακτικός, οὐ μεθοδικὸς ὢν ὁ παιδαγωγός, ᾗ καὶ τὸ τέλος αὐτοῦ βελτιῶσαι τὴν ψυχήν ἐστιν, οὐ διδάξαι, σώφρονός τε, ... οὐκ ἐπιστημονικοῦ καθηγήσασθαι βίου
讓我們合宜地以一個名稱呼祂,就是「導師」——祂是實踐性的,而非方法論性的;正因如此,祂的目的是改善靈魂,而非教導靈魂,是引導人過自制的生活,而非通曉學問的生活。
Let Him be fittingly called by us by one name, the Instructor (Paedagogus)—being practical rather than theoretical; in keeping with this, His aim is to improve the soul, not to teach it, and to guide it to a temperate, not a scientific, manner of life.
1:8
Καίτοι καὶ διδασκαλικὸς ὁ αὐτός ἐστι λόγος, ἀλλ' οὐ νῦν·
然而這同一位道也是教師——只是現在還不是教導的時候。
And yet this same Word is also a teacher—but not now.
1:9
ὃ μὲν γὰρ ἐν τοῖς δογματικοῖς δηλωτικὸς καὶ ἀποκαλυπτικός, ὁ διδασκαλικός, πρακτικὸς δὲ ὢν ὁ παιδαγωγὸς πρότερον μὲν εἰς διάθεσιν ἠθοποιίας προὐτρέψατο, ἤδη δὲ καὶ εἰς τὴν τῶν δεόντων ἐνέργειαν παρακαλεῖ, τὰς ὑποθήκας τὰς ἀκηράτους παρεγγυῶν καὶ τῶν πεπλανημένων πρότερον τοῖς ὕστερον ἐπιδεικνὺς τὰς εἰκόνας
因為在教義之事上,那教導的道是宣告性、啟示性的;但那實踐性的導師,先是勸勉人預備一種陶冶品格的心志,如今更呼召人實際去行當行之事,吩咐人遵守純全的訓誨,並把從前迷失之人的鑑戒指示給後來的人。
For in matters of doctrine the teaching Word is declarative and revelatory; but the Instructor, being practical, first exhorted unto a disposition for the forming of character, and now also summons unto the actual doing of what is required, enjoining undefiled counsels and displaying to those who come after the examples of those who erred before.
1:10
Ἄμφω δὲ ὠφελιμώτατα, τὸ μὲν εἰς ὑπακοήν, τὸ παραινετικὸν εἶδος, τὸ δὲ ἐν εἰκόνος μέρει παραλαμβανόμενον διττὸν καὶ αὐτὸ παραπλησίως τῇ προτέρᾳ συζυγίᾳ, τὸ μὲν αὐτοῦ ἵνα μιμώμεθα αἱρούμενοι τὸ ἀγαθόν, τὸ δὲ ὅπως ἐκτρεπώμεθα ... παραιτούμενοι τὸ φαῦλον τῆς εἰκόνος
二者都極有益處:一是勸誡的方式,引人順從;另一是以鑑戒的形式而用的,這本身也像前一對一樣是雙重的——一方面使我們選擇善而效法之,另一方面使我們避開那鑑戒中所呈現的惡而棄絕之。
Both are most beneficial: the one, the admonitory kind, leading unto obedience; the other, employed in the form of an example, is itself also twofold in a manner similar to the former pair—the one that we may imitate it by choosing the good, the other that we may turn away, declining the evil presented in the example.
1:11
Ἴασις οὖν τῶν παθῶν ἐνθένδε ἕπεται, κατὰ τὰς παραμυθίας τῶν εἰκόνων ἐπιρρωννύντος τοῦ παιδαγωγοῦ τὰς ψυχὰς καὶ ὥσπερ ἠπίοις φαρμάκοις ταῖς ὑποθήκαις ταῖς φιλανθρώποις εἰς τὴν παντελῆ τῆς ἀληθείας γνῶσιν τοὺς κάμνοντας διαιτωμένου
如此,情慾的醫治便由此而來:導師藉著鑑戒的安慰堅固人的靈魂,又如以溫和的藥劑,藉著祂仁慈的訓誨調養患病的人,使他們得進入對真理完全的認識。
Thus from this point follows the healing of the passions, the Instructor by the consolations of the examples strengthening the souls, and as with gentle remedies, by His benevolent counsels nourishing the sick unto the perfect knowledge of the truth.
1:12
Ἴσον δ' οὐκ ἔστιν ὑγίεια καὶ γνῶσις, ἀλλ'ἣ μὲν μαθήσει,ἣ δὲ ἰάσει περι... γίνεται
然而健康與知識並不相同:知識藉著學習得來,健康則藉著醫治而來。
But health and knowledge are not the same thing: the one comes about by learning, the other by healing.
1:13
Οὐκ ἂν οὖν τις νοσῶν ἔτι πρότερόν τι τῶν διδασκαλικῶν ἐκμάθοι πρὶν ἢ τέλεον ὑγιᾶναι·
所以人若仍在患病中,斷不會在完全痊癒以先,先去學習任何教義。
No one, then, while still sick would first learn anything of the teachings before being completely healed.
1:14
οὐδὲ γὰρ ὡσαύτως πρὸς τοὺς μανθάνοντας ἢ κάμνοντας ἀεὶ τῶν παραγγελμάτων ἕκαστον λέγεται, ἀλλὰ πρὸς οὓς μὲν εἰς γνῶσιν, πρὸς οὓς δὲ ... εἰς ἴασιν
因為各樣的訓誡並非總以相同的方式對學習者與患病者述說,乃是對前者為使其得知識,對後者為使其得醫治。
For each precept is not always spoken in the same way to learners as to the ailing, but to the former it is given for knowledge, to the latter for healing.
1:15
Καθάπερ οὖν τοῖς νοσοῦσι τὸ σῶμα ἰατροῦ χρῄζει, ταύτῃ καὶ τοῖς ἀσθενοῦσι τὴν ψυχὴν παιδαγωγοῦ δεῖ, ἵν' ἡμῶν ἰάσηται τὰ πάθη, εἶτα δὲ εἰς διδασκάλου ὃς καθηγήσηται, καθαρὰν πρὸς γνώσεως ἐπιτηδειότητα εὐτρεπίζων τὴν ψυχήν, δυναμένην χωρῆσαι τὴν ἀποκάλυψιν τοῦ λόγου
正如身體患病的人需要醫生,照樣,靈魂軟弱的人也需要導師,好叫祂醫治我們的情慾,然後交給一位能引導我們的教師,使靈魂預備妥當,潔淨而適於領受知識,能夠容納道的啟示。
Just as, then, those who are sick in body have need of a physician, so likewise those who are weak in soul have need of an Instructor, that He may heal our passions, and then commit us to a teacher who may guide us, having prepared the soul, pure and fit for knowledge, able to receive the revelation of the Word.
1:16
Σπεύδων δὲ ἄρα τελειῶσαι σωτηρίῳ ἡμᾶς βαθμῷ, καταλλήλῳ εἰς παίδευσιν ἐνεργῆ τῇ καλῇ συγχρῆται οἰκονομίᾳ ὁ πάντα φιλάνθρωπος λόγος, προτρέπων ἄνωθεν, ἔπειτα παιδαγωγῶν, ἐπὶ πᾶσιν ἐκδιδάσκων
於是這全然仁慈的道,急切要藉著拯救的進程使我們得以完全,便運用一種美好的安排,合宜地施行有效的教養:起初勸勉,繼而管教如導師,在凡事上施教。
Hastening, then, to perfect us by a saving advance, the Word who is altogether benevolent makes use of a good economy fitted for effective discipline, exhorting from the first, then instructing, and in all things teaching.
1:17
Ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ὁ παιδαγωγὸς ἐπιστατεῖ
論到導師之所以管理我們,乃是因著我們的罪。
That it is on account of our sins that the Instructor presides over us.
1:18
Ἔοικεν δὲ ὁ παιδαγωγὸς ἡμῶν, ὦ παῖδες ὑμεῖς, τῷ πατρὶ τῷ αὑτοῦ τῷ θεῷ, οὗπέρ ἐστιν υἱός, ἀναμάρτητος, ἀνεπίληπτος καὶ ἀπαθὴς τὴν ψυχήν, θεὸς ἐν ἀνθρώπου σχήματι ἄχραντος, πατρικῷ θελήματι διάκονος, λόγος θεός, ὁ ἐν τῷ πατρί, ὁ ἐκ ... δεξιῶν τοῦ πατρός, σὺν καὶ τῷ σχήματι θεός·
孩子們哪,我們的導師正像祂自己的父神——祂是神的兒子,無罪、無可指責、靈裡不為情慾所動;祂是取了人形的神,毫無玷污,順服父旨意的僕役,是道,是神,住在父裡面,坐在父的右邊,連同祂所取的人形也是神。
Now our Instructor, O you children, is like His own Father, God, whose Son He is—sinless, blameless, and impassible in soul; God in human form, undefiled, a minister to the Father's will, the Word who is God, who is in the Father, who is at the right hand of the Father, and even in His human form is God.
1:19
οὗτος ἡμῖν εἰκὼν ἡ ἀκηλίδωτος, τούτῳ παντὶ σθένει πειρατέον ἐξομοιοῦν τὴν ψυχήν·
祂是我們無瑕的形像,我們當竭盡全力,努力使自己的靈魂效法祂。
He is for us the unstained Image, to whom we must with all our strength endeavor to make our soul like.
1:20
ἀλλ' ὃ μὲν ἀπόλυτος εἰς τὸ παντελὲς ἀνθρωπίνων παθῶν, διὰ τοῦτο γὰρ καὶ μόνος κριτής, ὅτι ἀναμάρτητος μόνος·
祂全然脫離人的情慾;正因如此,惟有祂是審判者,因為惟有祂是無罪的。
But He is altogether free from human passions; and for this very reason He alone is Judge, because He alone is without sin.
1:21
ἡμεῖς δέ, ὅση δύναμις, ὡς ὅτι ἐλάχιστα ἁμαρτάνειν πειρώμεθα·
至於我們,總要盡己所能,竭力使所犯的罪愈少愈好。
We, however, as far as we are able, must strive to sin as little as possible.
1:22
κατεπείγει γὰρ οὐδὲν τοσοῦτον ὡς ἡ τῶν παθῶν καὶ νοσημάτων ἀπαλλαγὴ πρῶτον, ἔπειτα δὲ καὶ ἡ κώλυσις τῆς ... εἰς τὴν συνήθειαν τῶν ἁμαρτημάτων εὐεμπτωσίας
因為再沒有比這更迫切的事了:首先是脫離情慾與疾病,其次是防止輕易陷入犯罪的習慣。
For nothing is so urgent as, first, deliverance from passions and diseases, and then the prevention of any easy slipping into the habit of sins.
1:23
Ἄριστον μὲν οὖν τὸ μηδ' ὅλως ἐξαμαρτάνειν κατὰ μηδένα τρόπον, ὃ δή φαμεν εἶναι θεοῦ·
所以最美的,乃是全然不以任何方式犯罪——我們說這是惟獨屬乎神的。
Best of all, then, is never to sin at all in any way whatsoever—which we say belongs to God.
1:24
δεύτερον δὲ τὸ μηδενὸς τῶν κατὰ γνώμην ἐφάψασθαί ποτε ἀδικημάτων, ὅπερ οἰκεῖον σοφοῦ·
其次是從不故意犯任何過錯——這是智慧人所當有的。
Second is never to commit any deliberate wrongdoing—which is proper to the wise man.
1:25
τρίτον δὲ τὸ μὴ πάνυ πολλοῖς τῶν ἀκουσίων περιπεσεῖν, ὅπερ ἴδιον παι δαγωγουμένων εὐγενῶς·
第三是不多陷入那些非出於本意的罪——這是受過良好教養之人的特徵。
Third is not to fall into many of the involuntary sins—which is characteristic of those who are nobly instructed.
1:26
τὸ δὲ μὴ ἐπὶ μήκιστον διατρῖψαι τοῖς ἁμαρτήμασι τελευταῖον τετάχθω·
至於不在罪中久久停留——可算為末等。
But not to persist a very long time in sins—let this be ranked last.
1:27
ἀλλὰ καὶ τοῦτο δὲ τοῖς εἰς ... μετάνοιαν ἀνακαλουμένοις ἀναμαχέσασθαι σωτήριον
然而這對那些被召歸於悔改的人也是有救恩的,使他們得以重新奮鬥。
Yet this too is saving for those who are recalled unto repentance, that they may renew the struggle.
1:28
Καί μοι δοκεῖ παγκάλως διὰ Μωσέως φάσκειν ὁ παιδαγωγός ἐάν τις ἀποθάνῃ ἐπ' αὐτῷ αἰφνίδιον, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ καὶ ξυρήσεται, τὴν ἀκούσιον ἁμαρτίαν αἰφνίδιον θάνατον προσειπών·
在我看來,導師藉著摩西說得極美:「若有人在他旁邊忽然死了,他離俗的頭立時就玷污了,他必剃頭」——祂把非出於本意的罪稱為「忽然的死」。
And it seems to me that the Instructor speaks most excellently through Moses: "If anyone die suddenly beside him, immediately the head of his vow shall be defiled, and he shall shave it"—calling involuntary sin a sudden death.
1:29
μιαίνειν δὲ αὐτὸν λέγει κηλιδοῦντα τὴν ψυχήν·
祂說人玷污自己,乃是因玷污了自己的靈魂。
And He says that a man defiles himself by staining his soul.
1:30
διὸ καὶ τὴν θεραπείαν ᾗ τάχος ὑποτίθεται ξυρᾶσθαι παραχρῆμα τὴν κεφαλὴν συμβουλεύων, τὰς ἐπισκιαζούσας τῷ λογισμῷ τῆς ἀγνοίας κόμας ἀποψήξασθαι παραινῶν, ὡς γυμνὸν δασείας καταλειφθέντα ὕλης, τῆς κακίας, τὸν λογισμόν, ἐνθρονίζεται δὲ οὗτος ἐν ἐγκεφάλῳ, ἐπὶ τὴν μετάνοιαν ... παλινδρομῆσαι
因此祂吩咐人盡快醫治,勸他立即剃頭,囑咐他刮去那遮蔽理性、屬無知的頭髮,好叫心思脫去那茂密叢生的惡的灌木,得以在腦中登位掌權,並重新奔回到悔改裡。
Therefore He prescribes the cure as quickly as possible, counseling him to shave his head at once, exhorting him to scrape off the hair of ignorance that overshadows the reason, so that the mind, left bare of the thick undergrowth of vice, may be enthroned in the brain, and may run back again unto repentance.
1:31
Ἔπειτα ὀλίγα προσειπὼν ἐπιφέρει αἱ δὲ ἡμέραι αἱ πρότεραι ἄλογοι, δι' ὧν δῆλον ὅτι αἱ ἁμαρτίαι μηνύονται αἱ μὴ γεγονυῖαι κατὰ λόγον
接著祂又說了幾句,便補充道:「從前的日子是無理性可言的」——由此可見,祂所指的是那些不按理性而行的罪。
Then, after saying a few more things, He adds: "But the former days are without reason"—by which it is plain that He signifies the sins which were not done according to reason.
1:32
Καὶ τὸ μὲν ἀκούσιον αἰφνίδιον προσεῖπεν, τὸ δὲ ἁμαρτάνειν ἄλογον
祂把非出於本意的稱為「忽然的」,把犯罪本身稱為「無理性的」。
And the involuntary He called "sudden," but the sinning He called "without reason."
1:33
Οὗ δὴ χάριν ὁ λόγος ὁ παιδαγωγὸς τὴν ἐπιστασίαν εἴληχεν εἰς τὴν ἀλόγου κώλυσιν ... ἁμαρτίας
正因如此,那道,那導師,便領受了管理的職分,為要防止那無理性的罪。
For this very reason the Word, the Instructor, has received the office of presiding, unto the prevention of unreasoning sin.
1:34
Σκόπει δὲ ἐνθένδε ἀπὸ τῆς γραφῆς διὰ τοῦτο τάδε λέγει κύριος·
你且從這段經文思想:「因此,主如此說。」
Consider, then, from this passage of Scripture: "For this cause thus says the Lord."
1:35
τὸ ἁμάρτημα ἐλεγκτικῶς τὸ προυπάρξαν διὰ τῆς ἑπομένης δείκνυται ῥήσεως, καθὸ ἡ δικαία κρίσις ἕπεται, καὶ τοῦτο ἐμφανῶς διὰ τῶν προφητῶν καταφαίνεται, ὡς, εἰ μὴ ἥμαρτες, λεγόντων, οὐκ ἂν τάδε ἠπείλησεν, καὶ διὰ τοῦτο οὕτως λέγει κύριος καὶ ἀνθ' ὧν οὐκ ἠκούσατε τῶν λόγων τούτων, διὰ τοῦτο τάδε λέγει κύριος καὶ διὰ τοῦτο ἰδοὺ λέγει κύριος
那先前所犯的罪,藉著隨後的話被責備地指明出來,因為公義的審判隨之而至;這藉著眾先知也清楚顯明,如他們所說:「你們若沒有犯罪,祂就不會這樣威嚇」;故此「主如此說」,又「因你們不聽這些話,所以主如此說」,並「故此,看哪,主說」。
The preexisting sin is reprovingly pointed out by the words that follow, inasmuch as the righteous judgment ensues; and this is plainly shown through the prophets, as when they say, "If you had not sinned, He would not have threatened these things"; and therefore "thus says the Lord," and "because you did not hearken to these words, therefore thus says the Lord," and "therefore, behold, says the Lord."
1:36
Διὰ τοῦτο γὰρ ἡ προφητεία, δι' ὑπακοὴν καὶ παρακοήν, δι' ἣν μὲν ἵνα σωθῶμεν, δι' ἣν δὲ ἵνα παιδευθῶμεν
因為預言的目的正在於此:為著順從與不順從——藉著順從使我們得救,藉著不順從使我們受教養。
For this is the purpose of prophecy: on account of obedience and disobedience—through the one that we may be saved, through the other that we may be disciplined.
1:37
Ἔστιν οὖν ὁ παιδαγωγὸς ἡμῶν λόγος διὰ παραινέσεων θεραπευτικὸς τῶν παρὰ φύσιν τῆς ψυχῆς παθῶν
所以我們的導師就是道,祂藉著勸誡醫治靈魂中那違反本性的情慾。
Our Instructor, then, is the Word, who by admonitions heals the unnatural passions of the soul.
1:38
Κυρίως μὲν γὰρ ἡ τῶν τοῦ σώματος νοσημάτων βοήθεια ἰατρικὴ καλεῖται, τέχνη ἀνθρωπίνῃ σοφίᾳ διδακτή
因為嚴格說來,醫治身體疾病的稱為「醫術」,乃是由人的智慧所教導的技藝。
For properly speaking, the relief of the body's diseases is called medicine, an art taught by human wisdom.
1:39
Λόγος δὲ ὁ πατρικὸς μόνος ἐστὶν ἀνθρωπίνων ἰατρὸς ἀρρωστημάτων παιώνιος καὶ ἐπῳδὸς ἅγιος νοσούσης ψυχῆς
惟有父的道,才是醫治人類疾病的神聖醫師,是患病靈魂的聖潔施咒醫治者。
But the Father's Word alone is the divine physician of human infirmities and the holy enchanter of the ailing soul.
1:40
Σῶσον τὸν δοῦλόν σου, φησίν, ὁ θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σοί·
經上說:「我的神啊,求你拯救這倚靠你的僕人。」
"Save Your servant," it says, "O my God, who hopes in You."
1:41
ἐλέησόν με, κύριε, ὅτι πρὸς ... σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν
「主啊,求你憐憫我,因為我終日向你呼求。」
"Have mercy on me, O Lord, for to You will I cry all the day long."
1:42
Ἰατρικὴ μὲν γὰρ κατὰ Δημόκριτον σώματος νόσους ἀκέεται, σοφίη δὲ ψυχὴν παθῶν ἀφαιρεῖται·
因為按德謨克利圖所說:「醫術醫治身體的疾病,智慧卻除去靈魂的情慾。」
For according to Democritus, "Medicine heals the diseases of the body, but wisdom removes the soul of its passions."
1:43
ὁ δὲ ἀγαθὸς παιδαγωγός, ἡ σοφία, ὁ λόγος τοῦ πατρός, ὁ δημιουργήσας τὸν ἄνθρωπον, ὅλου κήδεται τοῦ πλάσματος, καὶ σῶμα καὶ ψυχὴν ἀκεῖται αὐτοῦ ὁ πανακὴς τῆς ... ἀνθρωπότητος ἰατρός
但那美善的導師,那智慧,那父的道,就是那創造人的,顧念人受造的全人,作那醫治萬病、醫治全人類的醫師,醫治人的身體與靈魂。
But the good Instructor, the Wisdom, the Word of the Father, who fashioned man, cares for the whole creature, and as the all-healing physician of humanity He cures both his body and his soul.
1:44
Ὁ σωτὴρ ἀνάστα, φησὶ τῷ παρειμένῳ, τὸν σκίμποδα ἐφ' ὃν κατάκεισαι λαβὼν ἄπιθι οἴκαδε
救主對那癱子說:「起來,拿你所躺臥的褥子,回家去吧。」
"Rise up," says the Savior to the paralytic, "take up the bed on which you lie, and go away home."
1:45
Παραχρῆμα δὲ ὁ ἄρρωστος ἐρρώσθη
那病人立時就健壯了。
And immediately the sick man was made strong.
1:46
Καὶ τῷ τεθνεῶτι Λάζαρε, εἶπεν, ἔξιθι·
祂又對那死了的人說:「拉撒路,出來!」
And to the dead man He said, "Lazarus, come forth."
1:47
ὃ δὲ ἐξῆλθεν τῆς σοροῦ, ὁ νεκρός, ... οἷος ἦν πρὶν ἢ παθεῖν, μελετήσας τὴν ἀνάστασιν
那死人就從棺木裡出來,正如他未經死亡之前的樣子,已預嘗了復活。
And he, the dead man, came out of the coffin, such as he was before he suffered death, having had practice in the resurrection.
1:48
Ναὶ μὴν καὶ καθ' αὑτὴν ἰᾶται τὴν ψυχὴν ἐντολαῖς καὶ χαρίσμασιν, ἀλλὰ ταῖς μὲν ὑποθήκαις τάχα δὴ μέλλει·
誠然,祂也藉著誡命與恩賜,直接醫治靈魂本身;而藉著祂的訓誨,或許祂如今正要施行這醫治。
Yes indeed, He also heals the soul itself by commandments and gifts of grace; but by His counsels He is perhaps about to do so even now.
1:49
σοι αἱ ἁμαρτίαι τοῖς ἁμαρτωλοῖς ἡμῖν λέγει
祂對我們這些罪人說:「你的罪赦免了。」
"Your sins are forgiven you," He says to us sinners.
1:50
Ἡμεῖς δὲ ἅμα νοήματι νήπιοι γεγόναμεν, τὴν ἀρίστην καὶ βεβαιοτάτην τάξιν παρὰ τῆς αὐτοῦ εὐταξίας μεταλαμβάνοντες,ἣ πρῶτον μὲν ἀμφὶ τὸν κόσμον καὶ τὸν οὐρανὸν τάς τε ἡλιακὰς περιδινήσεις κύκλους τε καὶ τῶν λοιπῶν ἄστρων τὰς φορὰς ἀσχολεῖται διὰ τὸν ἄνθρωπον, ἔπειτα δὲ περὶ τὸν ἄνθρωπον ... αὐτόν, περὶ ὃν ἡ πᾶσα σπουδὴ καταγίνεται·
我們在思想之間就成了嬰孩,從祂自己的美好秩序中領受那至善至穩固的次序——這秩序首先為著人的緣故,運行於宇宙、諸天、日輪的旋轉、周天的軌道,以及其餘眾星的運行,然後再運行於人自身,祂一切的關切都集中在人身上。
And we, in the very act of thinking, have become as little children, receiving the best and most steadfast order from His own good ordering—which first concerns itself, on account of man, with the world and the heaven and the sun's revolutions, with the circles and the courses of the rest of the stars, and then concerns itself with man himself, about whom all His care is occupied.
1:51
καὶ τοῦτον ἔργον ἡγουμένη μέγιστον, ψυχὴν μὲν αὐτοῦ φρονήσει καὶ σωφροσύνῃ κατηύθυνεν, τὸ δὲ σῶμα κάλλει καὶ εὐρυθμίᾳ συνεκεράσατο, περὶ δὲ τὰς πράξεις τῆς ἀνθρωπότητος τό τε ἐν αὐταῖς κατορθοῦν καὶ τὸ εὔτακτον ἐνέπνευσεν τὸ αὑτῆς
她以此為最大的工程,用明智與節制引導他的靈魂,以美麗與勻稱調和他的身體,並在人性的種種行為之中,吹入了她自己那正直與有秩序的本性。
And deeming this her greatest work, she directed his soul by prudence and temperance, blended his body with beauty and gracefulness, and into the actions of his humanity she breathed her own rightness and good order.
1:52
Ὅτι φιλάνθρωπος ὁ παιδαγωγός
論導師是愛人類的。
That the Instructor is a lover of mankind.
1:53
Πάντα ὀνίνησιν ὁ κύριος καὶ πάντα ὠφελεῖ καὶ ὡς ἄνθρωπος καὶ ὡς θεός, τὰ μὲν ἁμαρτήματα ὡς θεὸς ἀφιείς, εἰς δὲ τὸ μὴ ἐξαμαρτάνειν παραπαιδαγωγῶν ὡς ἄνθρωπος
主在凡事上都使眾人得益處、得幫助,既以神的身分,又以人的身分——作為神,赦免罪過;作為人,教導我們不再犯罪。
The Lord benefits all and helps all in every way, both as man and as God: as God forgiving sins, and as man training us not to sin.
1:54
Εἰκότως ἄρα φίλος ὁ ἄνθρωπος τῷ θεῷ, ἐπεὶ καὶ πλάσμα αὐτοῦ ἐστιν
因此,人理當作神的朋友,因為他原是神親手所造的。
Fittingly, then, is man a friend of God, since he is also His own handiwork.
1:55
Καὶ τὰ μὲν ἄλλα κελεύων μόνον πεποίηκεν, τὸν δὲ ἄνθρωπον ... δι' αὑτοῦ ἐχειρούργησεν καί τι αὐτῷ ἴδιον ἐνεφύσησεν
其餘的萬物,祂只憑話語吩咐就造成了;惟獨人,祂親手塑造,並向他吹入了某種屬於祂自己的東西。
All other things He made simply by commanding, but man He fashioned with His own hand, and breathed into him something proper to Himself.
1:56
Τὸ οὖν ὑπ' αὐτοῦ καὶ πρὸς αὐτὸν ἀπεικονισμένον ἢ ὡς δι' αὑτὸ αἱρετὸν τῷ θεῷ ὑπ' αὐτοῦ δεδημιούργηται τοῦ θεοῦ ἢ ὡς ἕνεκεν ... ἄλλου αἱρετὸν διαπέπλασται
那由祂、並照著祂自己形像所塑造的,若不是神為其本身而造的、可揀選之物,便是為著別的緣故而被造、可揀選之物。
That which was formed by Him and after His own likeness was either created by God as something chosen for its own sake, or it was fashioned as chosen for the sake of something else.
1:57
Εἰ μὲν οὖν δι' αὑτὸ αἱρετὸν ὁ ἄνθρωπος, ἀγαθὸς ὢν ἀγαθὸν ἠγάπησεν, καὶ τὸ φίλτρον ἔνδον ἐστὶν ἐν τῷ ἀνθρώπῳ, τοῦθ' ὅπερ ἐμφύσημα εἴρηται θεοῦ·
那麼,若人是為其本身而被揀選的,那麼神既是善的,就是愛了一個善的對象;這份愛慕之力存在於人裡面,正是那被稱為「神所吹的氣息」的東西。
If, then, man is chosen for his own sake, God, being good, loved a good thing, and the charm lies within man—this very thing which is called the inbreathing of God.
1:58
εἰ δὲ ἕνεκεν τῶν ἄλλων ὁ ἄνθρωπος αἱρετὸν γέγονεν, οὐκ ἄλλην αἰτίαν ἔσχεν τοῦ ποιεῖν αὐτὸν ὁ θεὸς ἢ ὡς οὐκ ἄνευ αὐτοῦ οἵου τε ὄντος τὸν μὲν γενέσθαι δημιουργὸν ἀγαθόν, τὸν δὲ εἰς γνῶσιν ἀφικέσθαι θεοῦ, οὐ γὰρ ἄλλως ἂν τὸ οὗ ἕνεκεν ἄνθρωπος γέγονεν ἐποίησεν ὁ θεός, εἰ μὴ ἄνθρωπος ἐγεγόνει, καὶ ἣν εἶχεν ἐναποκεκρυμμένην ἰσχύν, τὸ βούλεσθαι, ὁ θεὸς διὰ τῆς ἔξωθεν τοῦ πεποιηκέναι προσανεπλήρωσεν δυνάμεως, λαβὼν παρὰ ἀνθρώπου ὃ πεποίηκεν ἄνθρωπον καὶ ὃ εἶχεν εἶδεν ... καὶ γέγονεν ὃ ἠθέλησεν·
但若人是為著別的緣故而被造為可揀選之物,那麼神造他別無他因,乃因若沒有人,祂便無從使一者成為善的工匠,使另一者得以達到對神的認識;否則,那為其緣故而造人的目的,神若不先造人,也就無從成就。而人裡面所潛藏的那能力,就是「意志」,神藉著祂在外的創造之能加以補足,從人領受了那使人成為人的,又看見了祂所有的……於是祂所願的就成就了。
But if man was made chosen for the sake of other things, God had no other reason for making him than that, apart from man, He could not have brought into being one to become a good craftsman, and another to attain to the knowledge of God; for otherwise God would not have made that for whose sake man came to be, unless man had come into being. And the power that lay hidden within man—namely, the will—God supplemented through the outward power of His creating, receiving from man that which had made him man, and seeing what He had... and there came to pass what He willed.
1:59
οὐδὲν δὲ ὃ μὴ δύναται θεός
凡神所不能的,是沒有的。
And there is nothing that God cannot do.
1:60
Ὁ ἄνθρω πος ἄρα ὃν πεποίηκεν ὁ θεός, δι' αὑτὸ αἱρετόν ἐστιν, τὸ δὲ δι' αὑτὸ αἱρετὸν οἰκεῖόν ἐστιν ὅτῳπερ ἂνᾖ δι' αὑτὸ αἱρετόν, τούτῳ δὲ καὶ ἀσμενιστὸν καὶ φιλητόν
因此,神所造的人,乃是為其本身而被揀選的;而為其本身被揀選之物,對那以其本身為可揀選者而言,乃是親近的,並且是受歡迎、被愛慕的。
Man, therefore, whom God made, is chosen for his own sake; and that which is chosen for its own sake is dear to whomever it is chosen for its own sake by, and to him it is also welcome and beloved.
1:61
Ἀλλὰ καὶ φιλητὸν μέν τί ἐστί τινι, οὐχὶ δὲ καὶ φιλεῖται ὑπ' αὐτοῦ; φιλητὸς δὲ ὁ ἄνθρωπος ἀποδέδεικται, φιλεῖται ἄρα πρὸς τοῦ θεοῦ ὁ ἄνθρω... πος
然而,凡對某人是可愛的,豈不也實在被他所愛麼?既然人已被證明是可愛的,所以人就是被神所愛的。
But is a thing that is lovable to someone not also actually loved by him? Now man has been shown to be lovable; therefore man is loved by God.
1:62
Πῶς γὰρ οὐ φιλεῖται, δι' ὃν ὁ μονογενὴς ἐκ κόλπων πατρὸς καταπέμπεται λόγος τῆς πίστεως; ἡ πίστις ἐκ περιουσίας αὐτὸς σαφῶς ὁ κύριος ὁμολογῶν καὶ λέγων αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πάλιν ὁ αὐτὸς καὶ ἠγάπησας αὐτούς, καθὼς ἐμὲ ἠγάπησας
他怎能不被愛呢?正是為了他的緣故,那獨生的道才從父的懷裡被差下來,就是信心的道。信心更是豐豐富富地作見證;主自己也明明地承認說:「父自己愛你們,因為你們已經愛我」;又同樣說:「你愛他們,如同你愛我一樣。」
For how is he not loved, for whose sake the only-begotten Word is sent down from the bosom of the Father, the Word of faith? And faith bears witness abundantly; the Lord Himself clearly confesses and says, "For the Father Himself loves you, because you have loved Me"; and again the same says, "And You loved them, even as You loved Me."
1:63
Τί μὲν οὖν ὁ παιδαγωγὸς βούλεται καὶ τί ἐπαγγέλλεται, ἐν ἔργῳ καὶ λόγῳ διακείμενος καὶ ὑπαγορεύσει μὲν τῶν πρακτέων, ἀπαγορεύσει δὲ τῶν ἐναντίων, ἤδη που δῆλον
那麼,這位導師所願的是甚麼、所應許的是甚麼——祂以行為和言語並行,既吩咐當行的事,又禁止相反的事——如今想必已經明顯了。
What, then, the Instructor wills and what He promises—standing ready in deed and word, both in enjoining what is to be done and in forbidding the contrary—is by now surely plain.
1:64
Σαφὲς δὲ ὡς ἄρα θάτερον εἶδος τῶν λόγων, τὸ διδασκαλικόν, ἰσχνόν τέ ἐστι καὶ πνευματικόν, ἀκριβολογίας ἐχόμενον, τὸ ἐποπτικόν, ὃ δὴ ὑπερ... κείσθω τὰ νῦν
顯然,另一種話語,就是教導性的話語,乃是樸實而屬靈的,講求精確的論說;至於那默觀性(奧祕觀照)的話語,如今且讓它擱置在上,留待日後。
And it is clear that the other kind of discourse, the didactic, is plain and spiritual, holding to precise statement; while the contemplative kind, let it for the present be set above and reserved.
1:65
Καθήκει δ' ἡμῖν ἀνταγαπᾶν μὲν τὸν καθηγούμενον ἀγαπητικῶς ἀρίστου βίου, βιοῦν δὲ πρὸς τὰ διατάγματα τῆς αὐτοῦ προαιρέσεως, οὐ μόνον ἐπιτελοῦντας τὰ προσταττόμενα ἢ παραφυλάττοντας τὰ ἀπαγορευόμενα, ἀλλὰ καὶ τῶν εἰκόνων τὰς μὲν ἐκτρεπομένους, τὰς δὲ ὡς ἔνι μάλιστα μιμουμένους ἐπιτελεῖν καθ' ὁμοίωσιν τὰ ἔργα τοῦ παιδαγωγοῦ, ἵνα ... δὴ τὸ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν πληρωθῇ
我們理當以愛慕至善生命之心,回報那引導我們的主,並照著祂旨意的命令而活:不單成就所吩咐的、防避所禁止的,更要在眾樣式中躲避一些、盡力效法另一些,照著相似的樣式去成就導師的工作,好叫那「照著神的形像、按著神的樣式」得以成全。
It befits us to love in return our Guide, in a manner befitting the love of the best life, and to live according to the ordinances of His will: not only fulfilling what is commanded or guarding against what is forbidden, but also turning away from some of the images and, as far as possible, imitating the others, accomplishing the works of the Instructor in His likeness, so that the "according to the image and likeness" may be fulfilled.
1:66
Ὡς γὰρ ἐν σκότῳ βαθεῖ ἀλώμενοι τῷ βίῳ ἀπταίστου καὶ ἀκριβοῦς καθο δηγοῦ δεόμεθα
因為我們好像在深沉黑暗中漂泊的人,在此生需要一位毫無差錯、確實可靠的引路者。
For as those who wander in deep darkness, in this life we have need of an unerring and exact Guide.
1:67
Ὁδηγὸς δὲ ἄριστος οὐχὶ ὁ τυφλός, καθά φησιν ἡ γραφή, τυφλοὺς εἰς τὸ βάραθρον χειραγωγῶν, ὀξὺ δὲ ὁ ... βλέπων καὶ διορῶν τὰ ἐγκάρδια λόγος
至上的引路者並非那瞎眼的——正如經上所說,「瞎子拉著瞎子的手領進坑裡」——乃是那目光銳利、能洞察人心中之事的道。
Now the best guide is not the blind one—as the Scripture says, "the blind leading the blind by the hand into the pit"—but the Word, who sees keenly and discerns the things of the heart.
1:68
καὶ εἰς σωτηρίαν καθο... δηγεῖ
並且祂引導我們進入救恩。
And He guides us into salvation.
1:69
Ἀγαπῶμεν οὖν τὰς ἐντολὰς δι' ἔργων τοῦ κυρίου, καὶ γὰρ ὁ λόγος αὐτὸς ἐναργῶς σὰρξ γενόμενος τὴν αὐτὴν ἀρετὴν πρακτικὴν ἅμα καὶ θεωρητικὴν ἐπιδεικνύς, καὶ δὴ νόμον ὑπολαμβάνοντες τὸν λόγον, τὰς ἐντολὰς καὶ τὰς ὑποθημοσύνας αὐτοῦ ὡς συντόμους ὁδοὺς καὶ συντόνους εἰς ἀιδιότητα γνωρίσωμεν·
所以,讓我們藉著行為來愛主的誡命;因為道自己既明明地成了肉身,便將同一種德行顯為既是實行的、又是默觀的。於是,我們既以道為律法,就當認定祂的誡命和勸誡,乃是通往永恆的捷徑與直路。
Let us, then, love the commandments of the Lord through deeds; for the Word Himself, having manifestly become flesh, displayed the same virtue as both practical and contemplative. And so, taking the Word as our law, let us recognize His commandments and counsels as short and direct roads to eternity.
1:70
πειθοῦς γὰρ ἀνάπλεω, οὐ φόβου, τὰ προστάγματα
因為祂的命令滿了勸勉,並非出於懼怕。
For His injunctions are full of persuasion, not of fear.
1:71
Ὅτι ἐπ' ἴσης ἀνδρῶν καὶ γυναικῶν ὁ λόγος παιδαγωγός ἐστιν
論這道一樣是男人和女人的導師。
That the Word is equally the Instructor of men and of women.
1:72
Ταύτην τοίνυν πλέον τὴν ἀγαθὴν ἀσπασάμενοι πειθαρχίαν σφᾶς αὐτοὺς ἐπιδῶμεν κυρίῳ, τὸν βεβαιότατον τῆς πίστεως αὐτοῦ ἐξαψάμενοι κάλων, τὴν αὐτὴν ἀρετὴν ἀνδρὸς καὶ ... γυναικὸς εἶναι νενοηκότες
因此,讓我們更加歡喜地接受這美好的順從,將自己交給主,緊緊抓住那最穩固的信心之纜,並明白男人與女人的德行原是同一的。
Let us, then, all the more gladly embrace this good obedience, and give ourselves to the Lord, holding fast to the most secure cable of faith in Him, having understood that the virtue of man and of woman is one and the same.
1:73
Εἰ γὰρ ἀμφοῖν ὁ θεὸς εἷς, εἷς δὲ καὶ ὁ παιδαγωγὸς ἀμφοῖν
因為若二者的神是一位,那麼二者的導師也是一位。
For if the God of both is one, the Instructor of both is also one.
1:74
Μία ἐκκλησία, μία σωφροσύνη, αἰδὼς μία, ἡ τροφὴ κοινή, γάμος συζύγιος, ἀναπνοή, ὄψις, ἀκοή, γνῶσις, ἐλπίς, ὑπακοή, ἀγάπη, ὅμοια πάντα·
一個教會,一樣的節制,一樣的羞恥之心;食物是共有的,婚姻是同負一軛的結合,呼吸、視覺、聽覺、知識、盼望、順從、愛——這一切都是一樣的。
One Church, one temperance, one modesty; the food is common, marriage is a yoking together, breath, sight, hearing, knowledge, hope, obedience, love—all are alike.
1:75
ὧν δὲ κοινὸς μὲν ὁ βίος, κοινὴ δὲ ἡ χάρις, κοινὴ δὲ καὶ ἡ σωτηρία, κοινὴ ... τούτων καὶ ἡ ἀρετὴ καὶ ἡ ἀγωγή
凡是生活共有、恩典共有、救恩也共有的人,他們的德行與行事為人也照樣是共有的。
And those whose life is common, whose grace is common, and whose salvation is common—of these the virtue and the manner of conduct are likewise common.
1:76
Ἐν γὰρ τῷ αἰῶνι τούτῳ, φησίν, γαμοῦσι καὶ γαμίσκονται, ἐν ᾧ δὴ μόνῳ τὸ θῆλυ τοῦ ἄρρενος διακρίνεται, ἐν ἐκείνῳ δὲ οὐκέτι, ἔνθα τοῦ κοινωνικοῦ καὶ ἁγίου τούτου βίου τοῦ ἐκ συζυγίας τὰ ἔπαθλα οὐκ ἄρρενι καὶ θηλείᾳ, ἀνθρώπῳ δὲ ἀπόκειται ἐπιθυμίας διχαζούσης αὐτὸν κεχωρισμένῳ
祂說:「在今世,人有娶有嫁」——惟有在今世,女性才與男性有所分別;但在那來世,卻不再如此,那裡所存留的、這出於婚配的共同而聖潔生活的賞賜,並非為男與女,乃是為那脫離了那使他分裂之情慾、合而為一的「人」所預備的。
"For in this age," He says, "they marry and are given in marriage"—in which alone the female is distinguished from the male; but in that age it is no longer so, where the rewards of this communal and holy life arising from wedlock are laid up, not for male and female, but for the human being, separated from the desire that divides him.
1:77
Κοινὸν οὖν καὶ τοὔνομα ἀνδράσιν ... καὶ γυναιξὶν ὁ ἄνθρωπος
因此,「人」這名稱,原是男人和女人所共有的。
The name "man" (anthropos), therefore, is common to men and women.
1:78
Ταύτῃ μοι δοκοῦσιν οἱ Ἀττικοὶ παιδάριον ἐπικοίνως οὐ μόνον τὸ ἄρρεν ἀλλὰ καὶ τὸ θῆλυ κεκληκέναι, εἴ τῳ πιστὸς καταφαίνεται ὁ κωμικὸς ἐν Ῥαπιζομένῃ Μένανδρος ὧδέ πως λέγων τοὐμὸν θυγάτριον
在我看來,雅典人正是這樣,用「小孩」(paidarion)一詞通稱男孩,也通稱女孩——倘若那喜劇詩人米南德在人看來是可信的,他在《被掌摑的少女》一劇中大致這樣說:「我的小女兒」。
In this way it seems to me that the Athenians called "little child" (paidarion) in common not only the male but also the female—if the comic poet Menander appears trustworthy to anyone, who in his play "The Girl Who Is Slapped" speaks somehow thus: "my little daughter."
1:79
πάνυ γάρ ἐστι τῇ φύσει φιλάνθρωπον τὸ παιδάριον σφόδρα
「因為這小孩生來就非常親愛人。」
"For by nature the little child is exceedingly fond of mankind."
1:80
Ἄρνες δὲ δὴ ἐπίκοινόν ἐστιν ἀφελείας ὄνομα ἄρρενός τε καὶ θήλεος ζῴου·
「羊羔」(arnes)一詞也是如此,由於它的質樸無華,乃是雄性與雌性牲畜所共用的名稱。
And "lambs" (arnes) is likewise, by reason of simplicity, a name common to both the male and the female animal.
1:81
αὐτὸς δὲ ἡμᾶς ὁ κύριος ποιμαίνει εἰς τοὺς αἰῶνας, ἀμήν
主自己直到永遠牧養我們,阿們。
And the Lord Himself shepherds us unto the ages, Amen.
1:82
Ἄνευ δὲ ποιμένος οὔτε πρόβατα οὔτε ἄλλο οὐδέν πω βιωτέον, οὐδὲ δὴ παῖδας ἄνευ τοῦ παιδαγωγοῦ, οὐδὲ μὴν οἰκέτας ἄνευ τοῦ δεσπότου
沒有牧人,無論是羊或別的甚麼,都不該活著;正如孩童不可沒有導師,僕人不可沒有主人一樣。
Without a shepherd neither sheep nor anything else ought to live, nor indeed children without the instructor, nor servants without the master.
1:83
Ὅτι πάντες οἱ περὶ τὴν ἀλήθειαν καταγινόμενοι παῖδες παρὰ τῷ θεῷ
論凡專注於真理的人,在神面前都是孩童。
That all who are occupied with the truth are children in the sight of God.
1:84
Ὅτι μὲν οὖν ἡ παιδαγωγία παίδων ἐστὶν ἀγωγή, σαφὲς ἐκ τοῦ ὀνόματος·
「教導」(paidagogia)乃是引領孩童(paides)之意,這從這名稱本身就明顯了。
That instruction (paidagogia) is the leading of children (paides), then, is clear from the very name.
1:85
λοιπὸν δέ ἐστι τοὺς παῖδας ἐπιθεωρῆσαι, οὓς αἰνίττεται ἡ γραφή, εἶτα τὸν παιδαγωγὸν αὐτοῖς ἐπιστῆσαι
其次,就要察看經上所暗指的那些孩童,然後將那導師立在他們之上。
It remains, then, to consider the children whom the Scripture hints at, and then to set the Instructor over them.
1:86
πολλαχῶς δὲ ἡμᾶς ἐξυμνεῖ πολυτρόπως τε ἀλληγορεῖ ὀνόμασι ποικίλοις τὸ ἀφελὲς τῆς πίστεως ἐξαλλάτ... τουσα ἡ γραφή
經上用許多方式、多種樣式地稱讚我們,並用各樣不同的名稱,以諸般方法寓意地表明那信心的樸實,從不同的角度將它陳明出來。
In many ways and manifoldly the Scripture extols us, and by various names allegorizes in diverse fashion the simplicity of faith, setting it forth differently.
1:87
σταθείς, φησίν, ὁ κύριος ἐπὶ τῷ αἰγιαλῷ πρὸς τοὺς μαθητάς–ἁλιεύοντες δὲ ἔτυχον–ἐνεφώνησέν τε, παιδία, μή τι ὄψον ἔχετε; τοὺς ... ἤδη ἐν ἕξει τῶν γνωρίμων παῖδας προσειπών
經上說:「主站在岸上,向祂的門徒——他們正在打魚——呼喊說:『孩子們(paidia),你們有喫的沒有?』」祂稱那些已經處於門徒身分的人為孩子。
"The Lord," it says, "standing on the shore, called out to His disciples—who happened to be fishing—and said, 'Children (paidia), have you any meat?'"—addressing as children those who were already in the condition of disciples.
1:88
Προσήνεγκάν τε αὐτῷ, φησί, παιδία εἰς χειροθεσίαν εὐλογίας, κωλυόντων δὲ τῶν γνωρίμων, εἶπεν ὁ Ἰησοῦς ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με·
經上說:「有人帶著小孩子來見祂,要祂按手為他們祝福;門徒卻責備那些人。耶穌便說:『讓小孩子到我這裡來,不要禁止他們;
"And they brought to Him," it says, "little children that He might lay His hands on them in blessing; but when the disciples rebuked them, Jesus said, 'Let the little children come, and do not forbid them to come to Me;
1:89
τῶν γὰρ τοιούτων ἐστὶν ἡ ... βασιλεία τῶν οὐρανῶν
因為天國正是這樣的人的。』」
for of such is the kingdom of heaven.'"
1:90
Τί βούλεται τὸ λεχθέν, αὐτὸς διασαφήσει ὁ κύριος λέγων ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ τὴν ἀναγέννησιν ἐνταῦθα ἀλληγορῶν, ἀλλὰ τὴν ἐν παισὶν ἁπλότητα εἰς ἐξομοίωσιν παρακατατιθέμενος ἡμῖν
這話的意思,主自己要講明,祂說:「你們若不回轉,變成像這些小孩子一樣,斷不能進天國。」祂在這裡並非寓意地指重生,乃是將孩童裡頭的單純擺在我們面前,叫我們去效法。
What the saying means, the Lord Himself will make clear, saying, "Unless you turn and become as these little children, you shall by no means enter the kingdom of heaven"—not here allegorizing regeneration, but setting before us for imitation the simplicity that is in children.
1:91
Τοὺς παῖδας ἡμᾶς καὶ τὸ προφητικὸν ἐκδέχεται πνεῦμα·
那豫言的靈也接納我們為孩童。
The prophetic Spirit also receives us as children.
1:92
δρεψάμενοι, φησί, κλάδους ἐλαίας ἢ φοινίκων οἱ παῖδες ἐξῆλθον εἰς ὑπάντησιν κυρίῳ καὶ ἐκέκραγον λέγοντες, ὡσαννὰ τῷ υἱῷ Δαβίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, φῶς καὶ δόξα καὶ αἶνος μεθ' ἱκετηρίας τῷ κυρίῳ·
經上說:「孩童們折下橄欖枝或棕樹枝,出去迎接主,喊著說:『和散那歸與大衛的子孫!奉主名來的是應當稱頌的!』」這是向主獻上的光、榮耀、讚美,並懇切的祈求。
"The children," it says, "having plucked branches of olive or of palm trees, went out to meet the Lord and cried out, saying, 'Hosanna to the Son of David! Blessed is He who comes in the name of the Lord!'"—light and glory and praise, with supplication, to the Lord.
1:93
τουτὶ γὰρ ... ἐμφαίνει ἑρμηνευόμενον Ἑλλάδι φωνῇ τὸ ὡσαννά
「和散那」一詞,譯成希臘話,所表明的正是這個意思。
For this is what "Hosanna" signifies when interpreted into the Greek tongue.
1:94
Καί μοι δοκεῖ ἡ γραφὴ ταύτην αἰνιττομένη τὴν προφητείαν τὴν προειρημένην ἐν ὀνείδους μέρει τοῖς ῥᾳθύμοις ἐγκαλεῖν·
在我看來,經上暗指這先前所說的豫言,乃是以責備的方式,控告那些懶惰的人。
And it seems to me that the Scripture, in hinting at this aforementioned prophecy, is bringing a charge by way of reproach against the slothful.
1:95
Οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω ... αἶνον
「你們沒有念過『你從嬰孩和喫奶的口中,完全了讚美』這話麼?」
"Have you never read that out of the mouth of babes and sucklings You have perfected praise?"
1:96
μυωπίζει τοὺς γνωρίμους, προσέχειν αὐτῷ παρορμῶν ὡς ἤδη σπεύδων πρὸς τὸν πατέρα, ὀρεκτικωτέρους παρασκευάζων τοὺς ἀκροατὰς μετ' ὀλίγον ἀπεῖναι προμηνύων, ὡς δέον αὐτοῖς ἀποκαρπίζεσθαι τῆς ἀληθείας ἀφειδέστερον δηλῶν ὅσον ... οὐδέπω ἀπαίροντος εἰς οὐρανὸν τοῦ λόγου
祂激勵祂的門徒,催促他們留意祂,因為祂已經急速地往父那裡去;祂豫先告訴他們,自己過不多時就要離去,使聽眾更加渴慕;祂指明他們必須更加毫不吝惜地收取真理的果子,因為那道如今已幾乎要升到天上去了。
He spurs on His disciples, urging them to give heed to Him, as One already hastening to the Father, making His hearers more eager by foretelling that He will depart after a little while, indicating that they must reap the fruit of the truth all the more unsparingly, inasmuch as the Word was now all but departing into heaven.
1:97
Πάλιν οὖν αὐτοὺς παιδία καλεῖ·
於是,祂再次稱他們為孩子。
Again, then, He calls them children.
1:98
φησὶ γὰρ παιδία, ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι
因為祂說:「孩子們,我還有不多的時候與你們同在。」
For He says, "Children, yet a little while I am with you."
1:99
Αὖθίς τε παιδίοις ὁμοιοῖ τὴν βασιλείαν τῶν οὐρανῶν ἐν ἀγοραῖς καθημένοις καὶ λέγουσιν·
祂又把天國比作坐在街市上的孩童,他們說:
And again He likens the kingdom of heaven to little children sitting in the marketplaces and saying:
1:100
ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε, καὶ ὅσα ἄλλα ... τούτοις οἰκείως ἐπήγαγεν
「我們向你們吹笛,你們不跳舞;我們向你們舉哀,你們不捶胸」——以及凡是與這些話相稱、祂所貼切加上的其餘的話。
"We piped to you, and you did not dance; we mourned, and you did not lament"—and whatever else He fittingly added in keeping with these words.
1:101
Καὶ οὔτί γε μόνον τὸ εὐαγγέλιον ταύτῃ φρονεῖ, ὁμοδοξεῖ δὲ αὐτῷ καὶ ἡ προφητεία
不單福音書持守這個看法,連先知的預言也與它意見相同。
And it is not only the Gospel that holds this view; prophecy too agrees with it in opinion.
1:102
Λέγει γοῦν Δαβὶδ αἰνεῖτε, παῖδες, κύριον, αἰνεῖτε τὸ ὄνομα κυρίου
因此大衛說:「孩童啊,你們要讚美耶和華,要讚美耶和華的名。」
David, for instance, says: "Praise the Lord, O children; praise the name of the Lord."
1:103
Λέγει δὲ καὶ διὰ Ἡσαΐου ἰδοὺ ἐγὼ καὶ τὰ παιδία,ἅ μοι ἔδω... κεν ὁ θεός
祂又藉著以賽亞說:「看哪,我與神所賜給我的兒女。」
And He also says through Isaiah: "Behold, I and the children whom God has given me."
1:104
Θαυμάζεις ἀκούειν τοὺς ἄνδρας τοὺς ἐν ἔθνεσι παῖδας παρὰ κυρίῳ; Οὔ μοι δοκεῖς Ἀττικῆς ἐπαΐειν φωνῆς, παρ' ἧς ἔστιν ἐκμαθεῖν τὰς καλὰς καὶ ὡραίας, ἔτι δὲ καὶ ἐλευθέρας νεάνιδας παιδίσκας καλουμένας, παιδισκάρια δὲ τὰς δούλας, καὶ νεάνιδας δὲ καὶ αὐτάς, πρὸς τὸ εὐθαλὲς τῆς ... παιδικῆς ἡλικίας ὑποκοριστικῶς τιμωμένας
你聽見列國中的男子被主稱為「孩童」就感到驚奇嗎?依我看,你並不通曉雅典的語言;從那語言可以學到,美麗可愛、尤其是自由身分的少女被稱為「少女」和「閨女」,而婢女則被稱為「小婢女」;這些也都是年輕女子,因著青春年華的清新,而以親暱的暱稱受到敬重。
Are you astonished to hear the men among the nations called "children" by the Lord? You do not seem to me to understand the Attic tongue, from which one may learn that the beautiful and lovely, and indeed the free young maidens, are called neanides (girls) and paidiskai (maidens), while the slave-girls are called paidiskaria; and these too are young women, honored with affectionate diminutives on account of the freshness of their youthful age.
1:105
Καὶ τὰ ἀρνία δέ μου, ὅταν λέγῃ, στήτω ἐκ δεξιῶν, τοὺς ἀφελεῖς αἰνίττεται, παῖδας ὡς ἄρνας, οὐκ ἄνδρας ὡς πρόβατα ὄντας κατὰ γένος, τὰ δὲ ἀρνία προνομίας ἠξίωσεν, τὴν ἐν ἀνθρώποις ἁπαλότητα καὶ ἁπλότητα τῆς διανοίας, τὴν ἀκακίαν, προτιμῶν
當祂說「讓我的羊羔站在我右邊」的時候,乃是暗指那些單純的人,將孩童稱為羊羔,而不是把按本性如綿羊的成人這樣稱呼;祂使羊羔得享優先的地位,看重人心中的溫柔、思想的純樸與那無邪的天真。
And when He says, "Let my lambs stand at my right hand," He hints at the simple, calling them "children" as lambs, not men who are sheep by kind; and He counted the lambs worthy of preference, valuing above all the tenderness and simplicity of mind among men, and their guilelessness.
1:106
Αὖθίς τε ... ὅταν φῇ ὡς μοσχάρια γαλαθηνά, ἡμᾶς πάλιν ἀλληγορεῖ, καὶ ὡς περιστερὰν ἄκακον καὶ ἄχολον, πάλιν ἡμᾶς
再者,當祂說「如同吃奶的牛犢」時,又是以比喻指著我們說的;當祂提到「純潔無邪、毫無苦毒的鴿子」時,所指的仍是我們。
Again, when He says "as suckling calves," He once more speaks of us allegorically; and when He speaks of "an innocent and gentle dove," He again means us.
1:107
Νεοττούς τε ἔτι δύο περιστερῶν ἢ τρυγόνων ζεῦγος ὑπὲρ ἁμαρτίας κελεύει διὰ Μωσέως προσφέρεσθαι, τὸ ἀναμάρτητον τῶν ἁπαλῶν καὶ ἄκακον καὶ ἀμνησίκακον τῶν νεοττῶν εὐπρόσδεκτον εἶναι λέγων τῷ θεῷ καὶ τὸ ὅμοιον τοῦ ὁμοίου καθάρσιον ὑφηγούμενος·
祂又藉摩西吩咐獻上兩隻雛鴿或一對斑鳩為贖罪祭,表明這些柔嫩雛鳥的無罪、無邪和不記仇是神所悅納的,並教導人:同類乃是同類的潔淨之物。
And He commands through Moses that two young pigeons or a pair of turtledoves be offered for sin, declaring that the sinlessness, innocence, and freedom from resentment of the tender young birds are acceptable to God, and teaching that like is the purification of like.
1:108
ἀλλὰ καὶ τὸ δειλὸν τῶν τρυγόνων τὴν πρὸς τὰς ... ἁμαρτίας εὐλάβειαν ὑποτυποῦται
並且斑鳩的膽怯,正預表著對罪所當存的謹慎與戒備。
Moreover, the timidity of the turtledoves typifies caution with regard to sins.
1:109
Ὅτι δὲ ἡμᾶς τοὺς νεοττοὺς λέγει, μάρτυς ἡ γραφή·
至於祂稱我們為雛鳥,有聖經為證。
And that He calls us the young birds, Scripture is witness.
1:110
Ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας αὐτῆς, οὕτως ἐσμὲν νεοττοὶ κυρίου, θαυ... μαστῶς πάνυ καὶ μυστικῶς τοῦ λόγου τὴν ἁπλότητα τῆς ψυχῆς εἰς ἡλικίαν ὑπογραφομένου παιδικήν
「正如母雞把小雞聚集在翅膀底下」,我們也照樣是主的雛鳥;道何等奇妙又奧秘地,以孩童年歲為象徵,描繪出靈魂的純樸。
"As a hen gathers her chicks under her wings," so are we the young of the Lord; the Word most wonderfully and mystically describing the simplicity of the soul under the figure of childhood's age.
1:111
Πῇ μὲν γὰρ παῖδας ἡμᾶς καλεῖ, πῇ δὲ νεοττούς, ἔσθ' ὅτε δὲ νηπίους, υἱοὺς δὲ ἀλλαχόθι καὶ τέκνα πολλάκις καὶ λαὸν νέον καὶ λαὸν καινόν·
因為祂有時稱我們為孩童,有時稱雛鳥,有時稱嬰孩,別處又稱兒子,也屢次稱為兒女、新民與新百姓。
For in one place He calls us children, in another young birds, sometimes infants, and elsewhere sons, and often children, and a new people, and a fresh people.
1:112
τοῖς δὲ δούλοις μου, φησί, κληθήσεται ὄνομα καινόν, νέον ... ὄνομα λέγει τὸ καινὸν καὶ ἀίδιον, ἄχραντον καὶ ἁπλοῦν καὶ νήπιον καὶ ἀληθινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς
祂說:「我的僕人必稱為新名」——祂所指的乃是那新而永恆的名,那無玷污、純樸、像孩童般又真實的名,這名要在地上蒙福。
"For my servants," He says, "shall be called by a new name"—He speaks of the new and eternal name, the undefiled and simple and childlike and true name, which shall be blessed upon the earth.
1:113
Ἀλληγορῶν δὲ αὖθις ἡμᾶς πώλους καλεῖ, τοὺς ἀζυγεῖς κακίᾳ, τοὺς ἀδαμάστους πονηρίᾳ, ἀφελεῖς δὲ καὶ πρὸς αὐτὸν μόνον τὸν πατέρα σκιρτητικούς, οὐχὶ τοὺς ἐπὶ ταῖς τῶν πλησίον γυναιξὶν χρεμετίζοντας ἵππους, τοὺς ὑποζυγίους καὶ θηλυμανεῖς, ἀλλὰ τοὺς ἐλευθέρους καὶ νεογνούς, τοὺς γαύρους διὰ τὴν πίστιν, τοὺς εἰς ἀλήθειαν εὐδρόμους, τοὺς ταχεῖς πρὸς σωτηρίαν, τοὺς καταπατοῦντας καὶ κροαίνοντας τὰ ... κοσμικά
祂又以比喻稱我們為馬駒,是未被惡軛束縛、未被邪惡馴服的,是單純、單單向著父歡躍的——不是那些向鄰舍之妻嘶鳴、馱重而縱慾癲狂的馬匹,乃是自由初生的馬駒,因信而昂揚,向著真理疾馳,向著救恩奔跑迅捷,將世俗之事踐踏蹂躪在腳下。
Again, speaking allegorically, He calls us colts, unyoked to evil, untamed by wickedness, simple and frisking toward the Father alone—not horses that neigh after their neighbors' wives, beasts of burden and frenzied with lust, but free and newborn ones, proud through faith, swift runners toward the truth, quick toward salvation, who trample and stamp underfoot the things of the world.
1:114
Χαῖρε σφόδρα, θύγατερ Σιών·
「錫安的女子啊,應當大大喜樂!」
"Rejoice greatly, O daughter of Zion!"
1:115
κήρυσσε, θύγατερ Ἱερουσαλήμ·
「耶路撒冷的女子啊,應當宣揚!」
"Proclaim it aloud, O daughter of Jerusalem!"
1:116
ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων, καὶ αὐτὸς πρᾶος καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον
「看哪,你的王來到你這裡,是公義的,並且施行拯救;祂是溫柔的,騎著馱獸,騎著驢駒。」
"Behold, your King comes to you, righteous and bringing salvation; He is gentle, and riding upon a beast of burden and a young colt."
1:117
Οὐκ ἤρκει τὸ πῶλον εἰρηκέναι μόνον, ἀλλὰ καὶ τὸ νέον προσέθηκεν αὐτῷ, τὴν ἐν Χριστῷ νεολαίαν τῆς ἀνθρωπότητος καὶ ἀγήρω μετὰ ἁπλότητος ἀιδιότητα ἐμφαίνων
祂單說「驢駒」還不夠,又加上「年幼的」一詞,藉此表明人在基督裡的青春活力,以及那與純樸相連、不會衰老的永恆。
It was not enough to have said "colt" alone, but He added to it "young," thereby showing the youthfulness of humanity in Christ, and an ageless eternity joined with simplicity.
1:118
Τοιούτους δὲ ἡμᾶς νέους πώλους τοὺς νηπίους ὁ θεῖος ἡμῶν πωλοδάμνης ἀνατρέφει
我們那位神聖的馴駒者,就是這樣養育我們這些年幼的馬駒,就是嬰孩。
Such young colts—the infants—does our divine Colt-tamer rear up.
1:119
Εἰ δὲ καὶ ὄνος εἴη ὁ νέος ἐν τῇ γραφῇ, πλὴν ἀλλὰ πῶλος ὄνος καὶ οὗτος
縱然聖經中那年幼的乃是一頭驢,這也仍是一匹駒,就是驢駒。
And even if the young one in Scripture be an ass, yet this one too is a colt, the foal of an ass.
1:120
Καὶ τὸν πῶλον, φησί, προσέδησεν ἀμπέλῳ, τὸν ἁπλοῦν τοῦτον καὶ νήπιον λαὸν τῷ λόγῳ προσδήσας, ὃν ἄμπελον ἀλληγορεῖ·
經上說:「祂把驢駒拴在葡萄樹上」,乃是將這純樸像孩童的百姓拴繫在道上,而祂以比喻稱道為葡萄樹。
"And He tied the colt," it says, "to the vine," binding this simple and childlike people to the Word, which He allegorically calls a vine.
1:121
φέρει γὰρ οἶνον ἡ ἄμπελος, ὡς αἷμα ὁ λόγος, ἄμφω δὲ ἀνθρώποις ποτὸν εἰς σωτηρίαν, ὁ μὲν οἶνος τῷ σώματι, τὸ δὲ αἷμα τῷ πνεύματι
因為葡萄樹結出酒來,正如道流出血來;二者都是賜給人、叫人得救的飲料——酒是給身體的,血是給靈的。
For the vine bears wine, as the Word bears blood; and both are a drink for men unto salvation—the wine for the body, and the blood for the spirit.
1:122
Ὡς δὲ καὶ ἄρνας ἡμᾶς λέγει, ἐχέγγυος μάρτυς διὰ Ἡσαΐου τὸ πνεῦμα·
至於祂也稱我們為羊羔,那靈藉以賽亞作了可靠的見證,
And that He calls us lambs as well, the Spirit is a trustworthy witness through Isaiah,
1:123
προβάτων εἰς ἀφέλειαν ἄρνας ἀλληγορῶν
以比喻論到羊羔,藉此表明綿羊的純樸無邪。
speaking allegorically of lambs to denote the simplicity of sheep.
1:124
Ἀμέλει καὶ ἡμεῖς τὰ κάλλιστα καὶ τελεώτατα τῶν ἐν τῷ βίῳ κτημάτων παιδικῇ προσηγορίᾳ τιμήσαντες παιδείαν καὶ παιδαγωγίαν κεκλήκαμεν
確實,我們也以孩童的稱呼來尊崇人生中最美好、最完全的產業,將它稱為「教養」與「導師之工」。
Indeed, we too, honoring the finest and most perfect of life's possessions with the appellation of childhood, have called it "instruction" (paideia) and "the work of the instructor" (paidagogia).
1:125
Παιδαγωγίαν δὲ ὁμολογοῦμεν εἶναι ἀγωγὴν ἀγαθὴν ἐκ παίδων πρὸς ἀρετήν
我們承認,導師之工乃是從孩提時起,把孩童引向德行的美善引導。
And we confess that the work of the instructor is a good leading of children toward virtue from childhood.
1:126
Ἐμφαντικώτερον δ' οὖν ἡμῖν ἀποκαλύπτων ὁ κύριος τὸ σημαινόμενον ἐκ τῆς παιδίον προσηγορίας γενομένης ζητήσεως ἐν τοῖς ἀποστόλοις, ὅστις αὐτῶν εἴη μείζων, ἔστησεν ὁ Ἰησοῦς ἐν μέσῳ παιδίον εἰπών·
當使徒中間起了爭論,論到他們中間誰為大時,主便更鮮明地向我們啟示「孩童」這稱呼所表明的意思,祂叫一個小孩子站在他們當中,說:
And the Lord, revealing to us more vividly what is signified by the appellation "child," when a question arose among the apostles as to which of them was greatest, set a child in their midst and said:
1:127
ὃς ἐὰν ἑαυτὸν ταπεινώσῃ ὡς τὸ παιδίον τοῦτο, οὗτος ... μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν
「凡自己謙卑像這小孩子的,他在天國裡就是較大的。」
"Whoever shall humble himself like this child, he is the greater in the kingdom of heaven."
1:128
Οὐκ ἄρα κατακέχρηται τῇ τῶν παιδίων προσηγορίᾳ ὡς ἀλογίστων ἡλικίᾳ, ᾗ τισιν ἔδοξεν, οὐδ' ἂν εἴπῃ ἢν μὴ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐκ εἰσελεύσεσθε εἰς τὴν βασιλείαν τοῦ θεοῦ, ἀμαθῶς ... ἐκδεκτέον
由此可見,祂用「孩童」這稱呼,並非如某些人所以為的那樣,指著沒有理性的年歲;當祂說「你們若不變成像這些小孩子,斷不得進神的國」時,也不該以無知的方式去領會。
He does not, then, misuse the appellation of children as denoting an irrational age, as has seemed to some; nor, when He says, "Unless you become as these children, you shall not enter the kingdom of God," is it to be understood in an ignorant way.
1:129
Οὐκ ἄρ' ἔτι κυλιόμεθα οἱ νήπιοι χαμαὶ οὐδὲ ἕρπομεν ὡς τὸ πρόσθεν ἐπὶ γῆς ὄφεων δίκην, ὅλῳ τῷ σώματι περὶ τὰς ἀνοήτους ἐπιθυμίας ἰλυσπώμενοι, ἀνατεινόμενοι δὲ ἄνω τῇ ἐννοίᾳ, κόσμῳ καὶ ἁμαρτίαις ἀποτεταγμένοι, ὀλίγῳ ποδὶ ἐφαπτόμενοι τῆς γῆς, ὅσον ἐν κόσμῳ εἶναι δοκεῖν, σοφίαν μεταδιώκομεν ἁγίαν·
因此我們這些嬰孩不再在地上翻滾,也不再像從前那樣如蛇般在地上爬行,全身環繞著愚妄的情慾扭動掙扎;反倒在悟性上向上伸展,棄絕了世界與罪惡,僅以一隻小腳輕觸地面——不過是為要顯得仍在世上——我們乃是追求那聖潔的智慧。
We infants, then, no longer roll on the ground, nor creep as before upon the earth like serpents, wallowing with our whole body about foolish lusts; but reaching upward in our understanding, having renounced the world and sins, touching the earth with but a small foot—only so far as to seem to be in the world—we pursue after holy wisdom.
1:130
μωρία δὲ αὕτη τοῖς εἰς πανουργίαν ἠκο... νημένοις δοκεῖ
然而這在那些被磨練得詭詐精明的人看來,卻是愚拙。
But this seems folly to those who have been whetted toward cunning.
1:131
Παῖδες οὖν εἰκότως οἱ θεὸν μόνον πατέρα ἀφελεῖς καὶ νήπιοι καὶ ἀκέραιοι, οἱ κεράτων μονοκερώτων ἐρασταί
所以那些單認神為父的人,理所當然地被稱為孩童——他們是單純的、像孩童的、毫無詭詐的,是愛慕獨角獸之角的人。
Children, then, with good reason are those who acknowledge God alone as Father—the simple, the childlike, the guileless, the lovers of the horns of the unicorns.
1:132
Τοῖς γοῦν προβεβηκόσιν ἐν τῷ λόγῳ ταύτην ἐπεκήρυξεν τὴν φωνήν, ἀφροντιστεῖν κελεύων τῶν τῇδε πραγμάτων καὶ μόνῳ προσέχειν τῷ πατρὶ παραινῶν μιμουμένους τὰ ... παιδία
因此,對那些在道上有長進的人,祂宣告了這話,吩咐他們不要為今生的事掛慮,並勸他們效法孩童,單單仰望父。
To those, accordingly, who had advanced in the Word, He proclaimed this saying, bidding them be unconcerned with the affairs of this life and exhorting them to attend to the Father alone, in imitation of children.
1:133
Διὸ κἀν τοῖς ἐχομένοις λέγει μὴ μεριμνᾶτε περὶ τῆς αὔριον·
因此,在接下來的話中祂說:「不要為明天憂慮,
Wherefore also in what follows He says: "Do not be anxious about tomorrow;
1:134
ἀρκετὸν γὰρ τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς
因為一天的難處一天當就夠了。」
for sufficient unto the day is the evil thereof."
1:135
Οὕτως ἀποθεμένους τὰς τοῦ βίου φροντίδας ἐξέχεσθαι μόνου τοῦ πατρὸς ... παραγγέλλει
祂這樣吩咐我們撇下今生的掛慮,單單緊緊依附於父。
Thus He charges us to lay aside the cares of life and to cling to the Father alone.
1:136
Καὶ ὁ πληρῶν τὴν ἐντολὴν ταύτην τῷ ὄντι νήπιός τέ ἐστι καὶ παῖς θεῷ τε καὶ τῷ κόσμῳ, τῷ μὲν ὡς πεπλανημέ νος, τῷ δὲ ὡς ἠγαπημένος
凡遵行這誡命的人,在神面前和在世人面前都確實是嬰孩、是孩童——在世人看是迷失走偏的,在神看卻是蒙愛的。
And he who fulfills this commandment is truly both an infant and a child to God and to the world—to the latter as one gone astray, to the former as one beloved.
1:137
Εἰ δὲ εἷς διδάσκαλος ἐν οὐρανοῖς, ὥς φησιν ἡ γραφή, ὁμολογουμένως οἱ ἐπὶ γῆς εἰκότως ἂν πάντες κεκλήσονται μαθηταί
聖經既說天上只有一位夫子,那麼地上眾人理所當然都該被稱為門徒。
And if there is one teacher in heaven, as Scripture says, then admittedly all those on earth would with good reason be called disciples.
1:138
Ἔχει γὰρ οὕτως τὸ ἀληθές, τὸ μὲν τέλειον εἶναι παρὰ τῷ κυρίῳ τῷ διδάσκοντι ἀεί, τὸ δὲ ... παιδικὸν καὶ νήπιον παρ' ἡμῖν τοῖς ἀεὶ μανθάνουσιν
因為真理本是如此:完全乃在於那常施教導的主,而像孩童、像嬰孩的光景,則在於我們這些常常學習的人。
For thus stands the truth: perfection belongs to the Lord who ever teaches, but the childlike and infant state belongs to us who are ever learning.
1:139
Ταύτῃ τοι ἡ προφητεία τὸ τέλειον τῇ τοῦ ἀνδρὸς τετίμηκεν προσηγορίᾳ καὶ διά γε τοῦ Δαβὶδ ἐπὶ μὲν τοῦ διαβόλου ἄνδρα αἱμάτων φησὶ βδελύσσεται κύριος, ἄνδρα αὐτὸν ὡς τέλειον ἐν κακίᾳ καλεῖ·
如此,先知的預言以「男子」之稱來尊崇完全;並藉著大衛論到魔鬼說:「耶和華憎惡流人血的人」,稱他為男子,是指他在惡上已臻完全。
Thus prophecy has honored perfection with the appellation of "man"; and through David, concerning the devil, it says, "The Lord abhors the man of blood," calling him a man as one perfected in wickedness.
1:140
λέγεται δὲ καὶ ὁ κύριος ἀνὴρ διὰ τὸ ... εἶναι αὐτὸν τέλειον ἐν δικαιοσύνῃ
主也照樣被稱為男子,乃因祂在公義上是完全的。
And the Lord too is called a man, because He is perfect in righteousness.
1:141
Αὐτίκα γοῦν ὁ ἀπόστολος ἐπιστέλλων πρὸς Κορινθίους φησίν·
因此,使徒寫信給哥林多人時說:
Thus indeed the Apostle, writing to the Corinthians, says:
1:142
ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ, εἴτε ὡς ... νηπίους καὶ ἁγίους πλὴν ἀλλὰ τῷ μόνῳ κυρίῳ
「我曾把你們許配一個丈夫,要把你們如同貞潔的童女獻給基督」——無論是作為嬰孩與聖徒,總之都是單單歸於那獨一的主。
"For I betrothed you to one husband, to present you as a pure virgin to Christ"—whether as infants and holy ones, yet still to the one Lord alone.
1:143
Σαφέστατα δὲ Ἐφεσίοις γράφων ἀπεκάλυψεν τὸ ζητούμενον ὧδέ πως λέγων μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν ... εἰς αὐτὸν τὰ πάντα·
他寫信給以弗所人時最清楚地揭示了所探究的事,大致這樣說:「直等到我們眾人在信仰上同歸於一,並且認識神的兒子,得以長大成人,滿有基督長成的身量;使我們不再作嬰孩,被人的詭詐欺騙,隨從異端謬論之風搖動飄盪;惟用愛心說誠實話,凡事長進,連於元首基督。」
And writing most clearly to the Ephesians, he disclosed what is sought, saying somewhat thus: "Until we all attain to the unity of the faith and of the knowledge of God, to a perfect man, to the measure of the stature of the fullness of Christ; that we may no longer be infants, tossed and carried about by every wind of doctrine through the trickery of men, in craftiness toward the scheming of error; but speaking the truth in love, we may grow up in all things into Him."
1:144
ταῦτα λέγων εἰς οἰκοδομὴν τοῦ σώματος Χριστοῦ, ὅς ἐστι κεφαλή καὶ ἀνὴρ ὁ μόνος ἐν δικαιοσύνῃ τέλειος
他說這話,是為要建立基督的身體;基督是元首,是那位男子,是惟一在公義上完全的。
He says this for the building up of the body of Christ, who is the head and the man, the only one perfect in righteousness.
1:145
Ἡμεῖς δὲ οἱ νήπιοι τοὺς παραφυσῶντας εἰς φυσίωσιν φυλαξάμενοι τῶν αἱρέσεων ἀνέμους καὶ μὴ καταπιστεύοντες τοῖς ἄλλους ἡμῖν νομοθετοῦσι πατέρας
但我們這些嬰孩,要防備那些把我們吹得自高自大的異端之風,也不可輕信那些為我們另立別的「父」作律法師的人,
But we who are infants, guarding ourselves against the winds of the heresies that blow us up into pride, and not putting our trust in those who lay down other fathers for us as lawgivers,
1:146
τελειούμεθα τότε, ὅτε ἐσμὲν ἐκκλησία, τὴν κεφαλὴν τὸν Χριστὸν ἀπειληφότες
我們惟有作教會、領受基督為我們的元首時,才得以成全完備。
are then made perfect, when we are the Church, having received Christ as our head.
1:147
Ἐνταῦθα ἐπιστῆσαι δίκαιον τῇ προσηγορίᾳ τοῦ νηπίου, ὅτι οὐκ ἐπὶ ἀφρόνων τάττεται τὸ νήπιον·
在此當細究「嬰孩」這稱呼,因為「嬰孩」一詞並非用來指愚昧的人。
Here it is right to dwell upon the appellation of the infant, for "infant" (nēpios) is not applied to the foolish.
1:148
νηπύτιος μὲν γὰρ οὗτος, νήπιος δὲ ὁ νεήπιος, ὡς ἤπιος ὁ ἁπαλόφρων, οἷον ἤπιος ... νεωστὶ καὶ πρᾶος τῷ τρόπῳ γενόμενος
因為「幼兒」(nēpytios)是指字面意義上的嬰孩,而「嬰孩」(nēpios)乃是「新近溫和者」(neēpios),正如「溫和的」(ēpios)形容心思柔和的人——意即一個新近在性情上變得溫和謙柔的人。
For nēpytios means an infant in the literal sense, but nēpios is the neēpios (the newly gentle), as ēpios (gentle) describes the tender-minded—that is, one who has lately become gentle and meek in disposition.
1:149
Τοῦτό τοι σαφέστατα ὁ μακάριος Παῦλος ὑπεσημήνατο εἰπὼν δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ... ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα
蒙福的保羅最清楚地點明了這一點,他說:「我們作基督的使徒,雖可以叫人尊重,卻在你們中間存心溫柔,如同母親乳養顧惜自己的孩子。」
This indeed the blessed Paul most clearly indicated, saying: "Though we might have been a burden as apostles of Christ, we were gentle among you, even as a nurse cherishes her own children."
1:150
οὖν ὁ νήπιος καὶ ταύτῃ μᾶλλον ἀταλός, ἁπαλὸς καὶ ἁπλοῦς καὶ ἄδολος καὶ ἀνυπόκριτος, ἰθὺς τὴν γνώμην καὶ ὀρθός·
因此那嬰孩,並且在這一點上更顯得稚嫩童真,乃是柔嫩、純樸、毫無詭詐、不虛假,心思正直又端正的。
The infant, then, and in this respect all the more childlike, is tender, simple, and guileless, without pretense, straight in mind and upright.
1:151
τὸ δέ ἐστιν ἁπλότητος καὶ ἀληθείας ὑπόστασις
這正是純樸與真理的根基所在。
And this is the very ground of simplicity and truth.
1:152
Ἐπὶ τίνα γάρ, φησίν, ἐπιβλέψω ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον; Τοιοῦτος γὰρ ὁ παρθένιος λόγος, ἁπαλὸς καὶ ἄπλαστος·
祂說:「我所要眷顧的,豈不是那謙卑安靜的人麼?」因為這純潔之道正是如此,柔嫩而毫無虛假。
"Upon whom," He says, "shall I look, but upon the meek and quiet?" For such is the virgin word, tender and unfeigned.
1:153
διὸ καὶ τὴν παρθένον ἀταλὴν νύμφην καὶ τὸν παῖδα ἀταλάφρονα κεκλῆσθαι ἔθος, ... ἀταλοὶ δὲ ἡμεῖς οἱ ἁπαλοὶ πρὸς πειθὼ καὶ εὐέργαστοι πρὸς ἀγαθωσύνην ἄχολοί τε καὶ ἀνεπίμικτοι κακοφροσύνῃ καὶ σκολιότητι·
因此習慣稱童女為嬌嫩的新婦,稱孩童為心思柔嫩的;……我們便是那柔嫩的人,溫順易於受勸,容易被塑造歸向良善,不發怒,也不沾染惡念與乖僻。
Wherefore it is the custom to call the virgin a tender bride and the boy tender-minded; ... and we are the tender ones, soft and easily led to persuasion, readily wrought unto goodness, free from wrath and unmixed with evil-mindedness and crookedness.
1:154
ἡ μὲν γὰρ γενεὰ ἡ παλαιὰ σκολιὰ καὶ σκληροκάρδιος, χορὸς δὲ νηπίων, ὁ καινὸς ἡμεῖς λαός, τρυφερὸς ὡς παῖς
古時的世代乖僻而心硬;但我們這新民乃是孩童的歌隊,柔嫩如孩童。
For the old generation was crooked and hard of heart; but we, the new people, are a chorus of children, tender as a child.
1:155
Ἐπὶ δὲ ταῖς καρδίαις τῶν ἀκάκων ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ χαίρειν ὁ ἀπόστολος ὁμολογεῖ, καὶ δὴ ὅρον τινὰ νηπίων, ὡς εἰπεῖν, ἀποδίδωσιν εἰπών·
使徒在《羅馬書》中承認,他因那些純真無偽之人的心而歡喜,並且可以說,他給「嬰孩」下了一個界說,說:
And in the Epistle to the Romans the apostle confesses that he rejoices over the hearts of the guileless, and indeed he renders, so to speak, a kind of definition of infants, saying:
1:156
Θέλω δὲ ὑμᾶς σοφοὺς ... μὲν εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν
「我願你們在善上聰明,在惡上愚拙。」
"I would have you wise unto that which is good, but simple concerning evil."
1:157
Καὶ γὰρ οὐδὲ ἔστιν τὸ ὄνομα τοῦ νηπίου κατὰ στέρησιν ἡμῖν νοούμενον, ἐπεὶ τὸ νη στερητικὸν γραμματικῶν νομοθετοῦσιν παῖδες
我們也不可把「嬰孩」(nēpios)這名理解為表示缺乏之意,雖然文法學者們的學童規定「nē」是表示否定的接頭詞。
For neither is the name "infant" (nēpios) to be understood by us as denoting privation, since the grammarians' children lay it down that "nē" is a privative particle.
1:158
Εἰ γὰρ ἄφρονας ἡμᾶς οἱ τῆς νηπιότητος κατατρέχοντες καλοῦσιν, ὁρᾶτε πῶς βλασφημοῦσιν ἐπὶ τὸν κύριον ... τοὺς εἰς θεὸν καταπεφευγότας ἄφρονας ὑπολαμβάνοντες·
因為那些譏笑我們孩子氣的人若稱我們為愚拙,看哪,他們竟褻瀆了主……把那些逃奔投靠神的人當作無知的人。
For if those who disparage our childlikeness call us foolish, see how they blaspheme against the Lord ... in supposing those who have fled for refuge to God to be without understanding.
1:159
εἰ δέ, ὅπερ καὶ μᾶλλον ἐξακουστέον, τοὺς νηπίους καὶ αὐτοὶ ἐπὶ τῶν ἁπλῶν ἐκδέξονται, χαίρωμεν τῇ προσηγορίᾳ·
但若他們也照更恰當的解法,把「嬰孩」當作純樸之意來領會,那麼就讓我們因這稱呼而歡喜罷。
But if—as is the more proper way to hear it—they too take "infants" in the sense of the simple, then let us rejoice in the appellation.
1:160
νήπιαι γὰρ αἱ νέαι φρένες εἰσίν, ἐν παλαιᾷ τῇ ἀφροσύνῃ αἱ νεωστὶ συνεταί, αἱ κατὰ τὴν διαθήκην τὴν καινὴν ἀνατείλασαι
因為那些年輕的心思如同嬰孩,是在舊有的愚昧之中新近得了智慧,是照著新約而新近升起的。
For the young minds are as infants, newly made wise amid the old folly—those minds that have lately arisen according to the new covenant.
1:161
Ἔναγχος γοῦν ἔγνωσται ὁ θεὸς κατὰ τὴν Χριστοῦ παρουσίαν
確實,神是直到近來、在基督降臨之時,才被人所認識。
Indeed, only of late has God been made known at the coming of Christ.
1:162
Θεὸν γὰρ οὐδεὶς ἔγνω, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ
因為「除了子和子所願意指示的人,沒有人認識神。」
For "no one has known God, except the Son, and he to whom the Son shall reveal Him."
1:163
Νέοι τοίνυν ὁ λαὸς ὁ καινὸς πρὸς ἀντιδιαστολὴν τοῦ πρεσβυτέρου λαοῦ, τὰ νέα μαθόντες ἀγαθά
如此,我們這新民相對於那年長的子民乃是「年幼的」,因為我們學了新的善事。
We then, the new people, are "young" in contrast to the older people, having learned the new good things.
1:164
Καὶ ἔστιν ἡμῖν τὸ οὖθαρ τῆς ἡλικίας ἡ ἀγήρως αὕτη νεότης, ἐν ᾗ πρὸς νόησιν ἀεὶ ἀκμάζομεν, ἀεὶ νέοι καὶ ἀεὶ ἤπιοι καὶ ἀεὶ καινοί·
我們生命的盛年就是這不衰老的青春,在其中我們的悟性常常茂盛,常新、常溫和、常更新。
And the prime of our age is this ageless youth, in which we are ever at our height for understanding, ever young and ever gentle and ever new.
1:165
χρὴ γὰρ ... εἶναι καινοὺς τοὺς λόγου καινοῦ μετειληφότας
因為那些已領受新道的人,自己也理當成為新的人。
For it is fitting that those who have partaken of the new word should themselves be new.
1:166
Τὸ δὲ ἀιδιότητος μετειληφὸς ἐξομοιοῦσθαι φιλεῖ τῷ ἀφθάρτῳ, ὡς εἶναι ἡμῖν τῆς παιδικῆς ἡλικίας τὴν προσηγορίαν ἔαρ παντὸς τοῦ ζῆν διὰ τὸ ἀγήρω εἶναι τὴν ἐν ἡμῖν ἀλήθειαν καὶ τῇ ἀληθείᾳ ... ἀνακεχυμένον ἡμῶν τὸν τρόπον
凡有分於永恆的,便愛慕效法那不朽壞的,以致我們孩童時期的稱號乃是我們一生的春天,因為在我們裡面的真理是不衰老的,我們的生命情態也彷彿洋溢於這真理之中。
And that which has partaken of eternity loves to be made like to the incorruptible, so that the title of our childlike age is the springtime of all our life, because the truth that is in us is ageless, and our manner of being is, as it were, diffused throughout that truth.
1:167
Σοφία δὲ ἀειθαλής, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα καὶ οὔποτε μεταβάλλουσα
智慧是常青的,永遠如一,永不改變。
And Wisdom is ever-flourishing, abiding ever the same and in like manner, and never changing.
1:168
Τὰ παιδία, φησίν, αὐτῶν ἐπ' ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται·
祂說:「他們的嬰孩必被人抱在懷裡,搖弄在膝上得安慰。」
"Their little ones," He says, "shall be borne upon the shoulders, and shall be comforted upon the knees."
1:169
ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως κἀγὼ ὑμᾶς παρακαλέσω
「母親怎樣安慰兒子,我也照樣安慰你們。」
"As one whom his mother comforts, so will I also comfort you."
1:170
Ἡ μήτηρ προσάγεται τὰ παιδία καὶ ... ἡμεῖς ζητοῦμεν τὴν μητέρα, τὴν ἐκκλησίαν
母親把她的孩子們引到自己跟前,……我們也尋求我們的母親,就是教會。
The mother draws her little ones to herself, and ... we seek our mother, the Church.
1:171
Τὸ μὲν τοίνυν καὶ ἀσθενὲς καὶ ἁπαλὸν ἅπαν, ἅτε δι' ἀσθένειαν ᾗ βοηθείας δεόμενον, κεχαρισμένον τέ ἐστι καὶ ἡδὺ καὶ τερπνόν, τοῦ θεοῦ μὴ περιισταμένου τῷ τηλικῷδε τὴν βοήθειαν·
凡軟弱柔嫩的,因其軟弱而需要幫助,便是討人喜悅、甘甜而可愛的,因為神並不向這樣的人收回祂的幫助。
Now everything that is weak and tender, inasmuch as through its weakness it stands in need of help, is gracious and pleasant and delightful, since God does not withhold His help from such a one.
1:172
ὡς γὰρ οἱ πατέρες καὶ αἱ μητέρες ἥδιον ὁρῶσιν τῶν μὲν ἵππων τοὺς πώλους, τῶν δὲ βοῶν τὰ μικρὰ μοσχάρια καὶ λέοντος σκύμνον καὶ ἐλάφου νεβρὸν καὶ ἀνθρώπου παιδίον, οὕτως καὶ τῶν ὅλων ὁ πατὴρ τοὺς εἰς αὐτὸν καταπεφευγότας προσίεται καὶ ἀναγεννήσας πνεύματι εἰς υἱοθεσίαν ἠπίους οἶδεν καὶ φιλεῖ τούτους μόνους καὶ βοηθεῖ καὶ ὑπερμαχεῖ καὶ διὰ τοῦτο ὀνομάζει παιδίον
正如父母看馬駒、牛犢、小獅子、小鹿和人的孩子,格外覺得可愛;萬有的父也照樣接納那些逃奔投靠祂的人,並藉著聖靈重生他們,使他們得兒子的名分。祂認得這些溫順的人,惟獨愛這些人,幫助他們、為他們爭戰,因此稱他們為「小孩子」。
For just as fathers and mothers look with greater delight upon the foals of horses, the little calves of oxen, the lion's cub, the deer's fawn, and a man's child, so too the Father of all receives those who have fled for refuge to Him; and having begotten them anew by the Spirit unto adoption, He knows them as gentle, and these alone He loves and helps and fights for, and for this reason He calls them "little child."
1:173
Ἐγὼ καὶ τὸν Ἰσαὰκ εἰς παῖδα ἀναφέρω·
我也把以撒歸於孩童的預表。
I refer Isaac too to the type of a child.
1:174
γέλως ἑρμηνεύεται ὁ Ἰσαάκ
「以撒」翻譯出來就是「喜笑」。
"Isaac" is interpreted "laughter."
1:175
Τοῦτον ἑώρακεν παίζοντα μετὰ τῆς γυναικὸς καὶ βοηθοῦ, τῆς Ῥεβέκκας, ὁ περίεργος βασιλεύς
那好奇查問的王看見以撒與他的妻子、幫助者利百加一同戲玩。
Him the inquisitive king beheld sporting with his wife and helpmeet, Rebecca.
1:176
Βασιλεύς μοι δοκεῖ, Ἀβιμέλεχ ὄνομα αὐτῷ, σοφία τις εἶναι ὑπερκόσμιος, κατασκοποῦσα τῆς παιδιᾶς τὸ μυστήριον·
那王名叫亞比米勒,在我看來,乃是某種超越世界的智慧,俯察那戲玩的奧祕。
The king—Abimelech is his name—seems to me to be a kind of supramundane wisdom, looking down upon the mystery of the play.
1:177
Ῥεβέκκαν δὲ ἑρμη... νεύουσιν ὑπομονήν
他們又把「利百加」解作「忍耐」。
And "Rebecca" they interpret as "patience" (endurance).
1:178
Ὢ τῆς φρονίμου παιδιᾶς, γέλως καὶ δι' ὑπομονῆς βοηθούμενος καὶ ἔφορος ὁ βασιλεύς
何等明智的戲玩啊!喜笑又得忍耐的扶助,而王作監察者。
O what prudent play!—laughter helped also by patience, and the king as overseer.
1:179
Ἀγαλλιᾶται τὸ πνεῦμα τῶν ἐν Χριστῷ παιδίων ἐν ὑπομονῇ πολιτευομένων ... καὶ αὕτη ἡ θεία παιδιά
那些在基督裡、以忍耐度日的孩童,他們的靈歡欣踴躍……這就是那屬神的戲玩。
The spirit of the children in Christ, who order their lives in patience, exults ... and this is the divine play.
1:180
Τοιαύτην τινὰ παίζειν παιδιὰν τὸν ἑαυτοῦ Δία Ἡράκλειτος λέγει
赫拉克利特說,他所信的宙斯也玩著某種這樣的戲玩。
Heraclitus says that his own Zeus plays some such play as this.
1:181
Τί γὰρ ἄλλο εὐπρεπὲς ἔργον σοφῷ καὶ τελείῳ ἢ παίζειν καὶ συνευφραίνεσθαι τῇ τῶν καλῶν ὑπομονῇ καὶ τῇ διοικήσει τῶν καλῶν, συμπανηγυρίζοντα τῷ ... θεῷ; Ἔστι καὶ ἄλλως ὑπολαβεῖν τὸ ὑπὸ τῆς προφητείας μηνυόμενον χαίροντας ἡμᾶς καὶ γελῶντας ἐπὶ σωτηρίᾳ ὡς τὸν Ἰσαάκ
對智慧而完全的人來說,還有甚麼比這更合宜的工作呢——就是戲玩,並在持守美善的忍耐中、在治理美善的事上,一同歡樂,與神一同守節?此外,先知所指明的還可另作一解:就是我們因救恩歡喜喜笑,如同以撒一樣。
For what other becoming work is there for the wise and perfect man than to play and rejoice together in the patient endurance of good things and in the administration of good things, keeping festival together with God? There is also another way to understand what is signified by the prophecy: that we rejoice and laugh over salvation, as did Isaac.
1:182
κἀκεῖνος τοῦ θανάτου λελυμένος, παίζων καὶ ἀγαλλιώμενος σὺν τῇ νύμφῃ τῇ εἰς σωτηρίαν ἡμῶν βοηθῷ, τῇ ἐκκλησίᾳ·
他既得脫離死亡,便與他的新婦,就是那幫助我們得救的教會,一同戲玩歡躍。
And he too, being loosed from death, played and exulted together with his bride, the helper unto our salvation, the Church.
1:183
ᾗ ὑπομονὴ ὄνομα πάγιον τέθειται, ἤτοι ἐπεὶ μόνη αὕτη εἰς τοὺς αἰῶνας μένει χαίρουσα ἀεὶ ἢ ἐξ ὑπομονῆς τῶν πιστευόντων συνέστηκεν, οἵ ἐσμεν μέλη Χριστοῦ·
她得了「忍耐」這穩固的名——或因惟有她存到永遠,常常歡喜;或因她是由眾信徒的忍耐所構成,這些人就是基督的肢體。
To her the firm name "patience" has been given—either because she alone abides unto the ages, ever rejoicing, or because she is composed of the patient endurance of those who believe, who are members of Christ.
1:184
καὶ ἡ τῶν εἰς τέλος ὑπομεινάντων μαρτυρία καὶ ἡ ἐπὶ τούτοις εὐχαριστία, αὕτη δέ ἐστιν ἡ μυστικὴ παιδιὰ καὶ ἡ σὺν τῇ ... σεμνῇ θυμηδίᾳ βοηθοῦσα σωτηρία
那些忍耐到底之人的見證(殉道),以及為他們所獻上的感恩——這就是那奧祕的戲玩,是與那聖潔的歡愉一同帶來幫助的救恩。
And the testimony (martyrdom) of those who have endured unto the end, and the thanksgiving offered over these—this is the mystical play and the salvation that brings help together with that holy gladness.
下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。