📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論祭司職分

論祭司職分 第 4 章 第 1/2 段

希臘文原文.151 節.部分字詞可點開查義.本章太長已分段,此段為 4:1–4:151(全章共 224 節)

← 第 3 章第 5 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
4:1
Ὅτι οὐ μόνον οἱ σπουδάζοντες ἐπὶ κλῆρον ἐλθεῖν, ἀλλὰ καὶ οἱ ἀνάγκην ὑπομένοντες ἐν οἷς ἂν ἁμάρτωσι σφόδρα κολάζονται Ταῦτα ὁ Βασίλειος ἀκούσας καὶ μικρὸν ἐπισχών·
論到不單那些熱切謀求進入聖職的人,連那些被迫承擔的人,在他們所犯的任何罪上也要受重罰。巴西流聽了這些話,略停了一會兒,說:
That not only those who eagerly seek to come to clerical office, but also those who undergo it by compulsion, are severely punished in whatever they sin. When Basil heard these things, he paused a little and said:
4:2
Ἀλλ' εἰ μὲν αὐτὸς ἐσπούδασας, φησί, ταύτην κτήσασθαι τὴν ἀρχήν, εἶχεν ἄν σου λόγον οὗτος ὁ φόβος
『可是,倘若你自己曾熱切謀求得著這職分,』他說,『你這懼怕便有道理。
'But if you yourself had eagerly sought to obtain this office,' he said, 'this fear would have reason on your part.
4:3
Τὸν γὰρ ὁμολογήσαντα ἐπιτήδειον εἶναι πρὸς τὴν τοῦ πράγματος διοίκησιν τῷ σπουδάσαι λαβεῖν, οὐκ ἔστι μετὰ τὸ πιστευθῆναι ἐν οἷς ἂν σφάλληται καταφεύγειν εἰς ἀπειρίαν·
因為一個藉著熱切求取而承認自己適合掌理此事的人,既被託付了,就不能再在所犯的任何過失上以缺乏經驗為托辭;
For the one who, by his eagerness to receive it, has confessed himself fit for the administration of the matter, cannot, after being entrusted with it, take refuge in inexperience for whatever he stumbles in;
4:4
προλαβὼν γὰρ αὐτὸς ἑαυτῷ ταύτην ἀφείλετο τὴν ἀπολογίαν τῷ προσδραμεῖν καὶ ἁρπάσαι τὴν διακονίαν καὶ οὐκέτ' ἂν δύναιτο λέγειν ὁ ἑκὼν καὶ ἐθελοντὴς ἐπὶ τοῦτο ἐλθὼν ὅτι ἄκων τὸ δεῖνα ἥμαρτον καὶ ἄκων τὸν δεῖνα διέφθειρα
因為他既搶先奔向並攫取了這職事,就已先把這申辯從自己手中奪去;那甘心情願就職的人,再不能說:『我在某事上是非出於本意而犯罪,是非出於本意而毀了某人。』
for he himself, by running forward and snatching the ministry, has beforehand robbed himself of this defense, and the one who came to this willingly and of his own accord could no longer say, 'against my will I sinned in this matter, and against my will I ruined that man.'
4:5
Ἐρεῖ γὰρ πρὸς αὐτὸν ὁ ταύτην αὐτῷ τότε δικάζων τὴν δίκην·
因為那時審理此案的,必對他說:
For the one who then sits in judgment of this case will say to him:
4:6
Καὶ τί δήποτε τοσαύτην ἑαυτῷ συνειδὼς ἀπειρίαν καὶ οὐκ ἔχων διάνοιαν ἱκανὴν πρὸς τὸ μεταχειρίσαι τὴν τέχνην ταύτην ἀναμαρτήτως, ἔσπευσας καὶ ἐτόλμησας μείζονα τῆς οἰκείας δυνάμεως ἀναδέξασθαι πράγματα; τίς ὁ καταναγκάσας; τίς ὁ πρὸς βίαν ἑλκύσας ἀποπηδῶντα καὶ φεύγοντα; Ἀλλ' οὐ σύ γε τούτων οὐδὲν ἀκούσῃ ποτέ·
『你既自知如此缺乏經驗,又沒有足夠的見識能無過失地掌理這門技藝,為何竟急切、膽敢承擔超過自己能力的事呢?是誰強迫你?是誰在你跳開逃避時硬把你拖來呢?』但你絕不會聽到這些話;
'And why ever, being conscious to yourself of such great inexperience, and not having understanding sufficient to handle this art without fault, did you hasten and dare to take upon yourself matters greater than your own power? Who compelled you? Who forcibly dragged you as you leapt away and fled?' But you indeed will hear none of these things;
4:7
οὔτε γὰρ ἂν αὐτὸς ἔχοις τοιοῦτόν τι σαυτοῦ καταγνῶναι καὶ πᾶσίν ἐστι καταφανὲς ὅτι οὔτε μέγα οὔτε μικρὸν ὑπὲρ ταύτης ἐσπούδασας τῆς τιμῆς, ἀλλ' ἑτέρων γέγονε τὸ κατόρθωμα καὶ ὅπερ ἐκείνους ἐν τοῖς ἁμαρτήμασιν οὐκ ἀφίησιν ἔχειν συγγνώμην, τοῦτό σοι πολλὴν παρέχει πρὸς ἀπολογίαν ὑπόθεσιν
因為你自己無法給自己定這樣的罪,眾人也都看得明白:你絲毫沒有為這尊榮鑽營過,這事的成就乃是別人所為;那在別人犯罪時使他們無可推諉的事,這同一件事卻給你提供了充分申辯的根據。
for you could not yourself bring such a charge against yourself, and it is plain to all that you sought after this honor neither much nor little, but the accomplishment was others', and the very thing that, in their sins, leaves others without excuse, this very thing furnishes you with ample ground for defense.
4:8
Πρὸς ταῦτα ἐγὼ κινήσας τὴν κεφαλὴν καὶ μειδιάσας ἠρέμα, ἐθαύμαζόν τε αὐτὸν τῆς ἁπλότητος καὶ πρὸς αὐτὸν ἔλεγον·
我聽了這話,搖搖頭,輕輕一笑,一面驚奇他的純樸,一面對他說:
To this I, shaking my head and smiling gently, both marveled at his simplicity and said to him:
4:9
{ΙΩ.} Ἐβουλόμην καὶ αὐτὸς ταῦτα οὕτως ἔχειν, ὡς ἔφης, ὦ πάντων ἀγαθώτατε σύ, οὐχ ἵνα δέξασθαι δυνηθῶ τοῦτο ὅπερ ἔφυγον νῦν·
約翰:『至善的人哪,我自己也巴不得事情正如你所說的那樣——並非為叫我如今能接受這我所逃避的職分;
JOHN: 'I too could have wished these things were so, as you say, O best of all men—not that I might be able to accept now this thing which I have fled;
4:10
εἰ γὰρ καὶ μηδεμία μοι προὔκειτο κόλασις ὡς ἔτυχε καὶ ἀπείρως ἐπιμελουμένῳ τῆς ποίμνης τοῦ Χριστοῦ, ἀλλ' ἐμοὶ πάσης τιμωρίας χαλεπώτερον ἦν αὐτὸ τὸ πιστευθέντα πράγματα οὕτω μεγάλα περὶ τὸν πιστεύσαντα οὕτω φανῆναι κακόν
因為縱然我這隨意而無經驗地牧養基督羊群的人,沒有任何刑罰存留給我,這一件事對我仍比任何刑罰更難堪——就是受託了這麼重大的事,竟在那託付者面前顯為如此卑劣。
for even if no punishment were laid up for me as one who tends the flock of Christ haphazardly and without skill, yet to me this very thing was harder than any punishment—that, having been entrusted with affairs so great, I should appear so base toward the One who entrusted them.
4:11
Τίνος οὖν ἕνεκεν ηὐχόμην τὴν δόξαν σου ταύτην μὴ διαπεσεῖν; Ἵνα τοῖς ἀθλίοις καὶ ταλαιπώροις –οὕτω γὰρ δεῖ καλεῖν τοὺς οὐχ εὑρόντας καλῶς ταύτης προστῆναι τῆς πραγματείας, κἂν μυριάκις αὐτοὺς πρὸς ἀνάγκην ἦχθαι λέγῃς καὶ ἀγνοοῦντας ἁμαρτεῖν–, ἵνα τούτοις διαφυγεῖν γένηται τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον καὶ τὸ σκότος τὸ ἐξώτερον καὶ τὸν σκώληκα τὸν ἀτελεύτητον καὶ τὸ διχοτομηθῆναι καὶ μετὰ τῶν ὑποκριτῶν ἀπολέσθαι
那麼,我為何巴不得你這看法不至落空呢?乃是為那些可憐困苦的人——那些不曉得如何善理此業的人正當這樣稱呼,縱然你千萬次說他們是被迫就職、是無知而犯罪——好叫這些人能逃脫那不滅的火、外面的黑暗、不死的蟲、被砍成兩段、與假冒為善的人一同滅亡。
For what reason, then, was I wishing that this opinion of yours might not fall to the ground? That for the wretched and miserable—for so must one call those who have not found how to preside well over this business, even if you should say ten thousand times that they were brought to it by compulsion and sinned in ignorance—that for these there might come the escaping of that unquenchable fire, and the outer darkness, and the undying worm, and the being cut asunder, and the perishing with the hypocrites.
4:12
Ἀλλὰ τί σοι πάθω; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι
可是我該如何對你說呢?事情並非如此,並非如此。
But what am I to do for you? It is not so, it is not so.
4:13
Καί, εἰ βούλει γε, ἀπὸ τῆς βασιλείας πρῶτον ἧς οὐ τοσοῦτος ὅσος τῆς ἱερωσύνης τῷ Θεῷ λόγος παρέξω σοι τούτων ὧν εἶπον τὴν πίστιν
你若願意,我就先從君王之職說起——這職在神面前所要交的賬,並不如祭司之職那樣重大——把我所說之事的憑據給你。
And, if you will, beginning first from kingship—of which the account before God is not so great as that of the priesthood—I will furnish you the proof of the things I have said.
4:14
Ὁ Σαοὺλ ἐκεῖνος, ὁ τοῦ Κεῖς υἱός, οὐκ αὐτὸς σπουδάσας ἐγένετο βασιλεύς, ἀλλ' ἀπῆλθε μὲν ἐπὶ τὴν τῶν ὄνων ζήτησιν καὶ ὑπὲρ τούτων ἐρωτήσων τὸν προφήτην ἤρχετο, ὁ δὲ αὐτῷ περὶ τῆς βασιλείας διελέγετο
那基士的兒子掃羅,並非靠自己熱切謀求作了王,乃是出去尋找驢,為這事來求問先知,先知卻對他講論國度的事。
That Saul, the son of Kish, did not become king by his own eager seeking, but went out in search of the donkeys, and came to ask the prophet concerning these, while the other spoke to him about the kingship.
4:15
Καὶ οὐδὲ οὕτως ἐπέδραμε, καίτοι παρὰ ἀνδρὸς ἀκούων προφήτου, ἀλλὰ καὶ ἀνεδύετο καὶ παρῃτεῖτο λέγων·
縱然他從先知口中聽見,仍不奔向前去,反倒退縮推辭,說:
And not even so did he run forward, although he heard it from a prophet, but drew back and declined, saying:
4:16
Τίς εἰμι ἐγὼ καὶ τίς ὁ οἶκος τοῦ πατρός μου; Τί οὖν; ἐπειδὴ κακῶς ἐχρήσατο τῇ παρὰ τοῦ Θεοῦ δοθείσῃ τιμῇ, ἴσχυσεν αὐτὸν ἐξελέσθαι ταῦτα τὰ ῥήματα τῆς τοῦ βασιλεύσαντος ὀργῆς; Καίτοι γε ἐνῆν λέγειν πρὸς τὸν Σαμουὴλ ἐγκαλοῦντα αὐτῷ·
『我是誰?我父的家算甚麼呢?』然則如何?他既惡用神所賜他的尊榮,這話豈能搭救他脫離向那作王者所發的忿怒嗎?其實他原可對那責備他的撒母耳說:
'Who am I, and what is my father's house?' What then? Since he used wickedly the honor given him by God, did these words have power to deliver him from the wrath against the one who reigned? And yet he might have said to Samuel, when he accused him:
4:17
Μὴ γὰρ αὐτὸς ἐπέδραμον τῇ βασιλείᾳ; μὴ γὰρ ἐπεπήδησα ταύτῃ τῇ δυναστείᾳ; Τὸν τῶν ἰδιωτῶν ἐβουλόμην βίον ζῆν τὸν ἀπράγμονα καὶ ἡσύχιον, σὺ δέ με ἐπὶ τοῦτο εἵλκυσας τὸ ἀξίωμα
『難道是我自己奔向王位嗎?難道是我跳上這權位嗎?我本想過平民那種無憂安靜的生活,是你把我拉到這尊位上來的。
'For did I run forward to the kingship myself? Did I leap upon this dominion? I wished to live the life of private men, the untroubled and quiet life, but you drew me to this dignity.
4:18
Ἐν ἐκείνῃ μένων τῇ ταπεινότητι, εὐκόλως ἂν ταῦτα ἐξέκλινα τὰ προσκρούματα·
我若仍留在那卑微的地位,便容易躲開這些過犯了;
Had I remained in that lowliness, I should easily have avoided these offenses;
4:19
οὐ γὰρ δήπου τῶν πολλῶν εἷς ὢν καὶ ἀσήμων, ἐπὶ τοῦτο ἂν ἐξεπέμφθην τὸ ἔργον, οὐδ' ἂν ἐμοὶ τὸν πρὸς τοὺς Ἀμαληκίτας πόλεμον ἐνεχείρισεν ὁ Θεός·
因為我若不過是眾人中無名的一個,斷不會被差去作這工,神也不會把攻打亞瑪力人的爭戰交付給我;
for surely, being one of the many and obscure, I should not have been sent out to this work, nor would God have committed to me the war against the Amalekites;
4:20
ἐγχειρισθεὶς δέ, οὐκ ἄν ποτε ταύτην ἥμαρτον τὴν ἁμαρτίαν
既不被交付,我也斷不會犯這罪了。』
and not being so committed, I should never have committed this sin.'
4:21
Ἀλλὰ ταῦτα πάντα ἀσθενῆ πρὸς ἀπολογίαν, οὐκ ἀσθενῆ δὲ μόνον, ἀλλὰ καὶ ἐπικίνδυνα, καὶ μᾶλλον ἐκκαίει τοῦ Θεοῦ τὴν ὀργήν
但這一切作為申辯都是軟弱的;不僅軟弱,更是危險的,反倒更加挑旺神的忿怒。
But all these things are weak as a defense; and not only weak, but even dangerous, and rather kindle the wrath of God the more.
4:22
Τὸν γὰρ ὑπὲρ τὴν ἀξίαν τιμηθέντα οὐκ εἰς τὴν τῶν ἁμαρτημάτων ἀπολογίαν χρὴ προβάλλεσθαι τῆς τιμῆς τὸ μέγεθος, ἀλλ' εἰς μείζονα βελτιώσεως προκοπὴν κεχρῆσθαι τῇ πολλῇ περὶ αὐτὸν τοῦ Θεοῦ σπουδῇ
因為一個被高抬過於所配的人,不該拿那尊榮的大來作犯罪的辯解,反該善用神為他所存的極大熱心,更進步、更趨完美。
For the one honored beyond his desert ought not to put forward the greatness of the honor as a defense for his sins, but ought to use the great zeal of God concerning him for a greater advance toward betterment.
4:23
Ὁ δέ, διότι κρείττονος ἔτυχεν ἀξιώματος, διὰ τοῦτο ἁμαρτάνειν αὐτῷ νομίζων ἐξεῖναι, οὐδὲν ἕτερον ἢ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν αἰτίαν τῶν οἰκείων ἁμαρτημάτων ἐπιδεῖξαι ἐσπούδακεν·
但那因得了更高的尊位、便以為自己可以放縱犯罪的人,所成就的無非是把神的慈愛指為自己罪過的根由;
But he who, because he obtained a higher dignity, on that account thinks it allowed him to sin, has been eager to do nothing else than to demonstrate that God's loving-kindness is the cause of his own sins;
4:24
ὅπερ τοῖς ἀσεβέσι καὶ ῥαθύμως τὸν ἑαυτῶν διοικοῦσι βίον λέγειν ἔθος ἀεί
這正是那些不敬虔、懶散度日的人慣常所說的話。
which is the thing the impious, and those who govern their own life in slothfulness, are ever accustomed to say.
4:25
Ἀλλ' οὐχ ἡμᾶς οὕτω διακεῖσθαι χρή, οὐδὲ εἰς τὴν αὐτὴν ἐκείνοις ἐκπίπτειν μανίαν, ἀλλὰ πανταχοῦ σπουδάζειν τὰ παρ' ἑαυτῶν εἰσφέρειν εἰς δύναμιν τὴν ἡμετέραν καὶ εὔφημον καὶ γλῶτταν καὶ διάνοιαν ἔχειν
但我們不可這樣存心,也不可陷入他們那樣的狂亂,反倒要處處竭盡所能獻上自己的本分,使我們的口舌與心思都歸於頌讚。
But we must not be so disposed, nor fall into the same madness as they, but everywhere be zealous to bring our own contribution to the utmost of our power, and to have both a tongue and a mind that bless.
4:26
Οὐδὲ γὰρ ὁ Ἠλί–ἵνα τὴν βασιλείαν ἀφέντες, ἐπὶ τὴν ἱερωσύνην περὶ ἧς ἡμῖν ὁ λόγος ἔλθωμεν νῦν–ἐσπούδασε κτήσασθαι τὴν ἀρχήν
因為以利也並非——讓我們撇下君王之職,現在來到我們所論的祭司之職——熱切謀求得著這職分。
For neither did Eli—that, leaving the kingship, we may come now to the priesthood about which our discourse is—eagerly seek to obtain the office.
4:27
Τί οὖν αὐτὸν τοῦτο, ἡνίκα ἥμαρτεν, ὤνησεν; καὶ τί λέγω, κτήσασθαι; Οὐδὲ διαφυγεῖν μὲν οὖν, εἴπερ ἤθελε, δυνατὸν ἦν αὐτῷ, διὰ τὴν ἀνάγκην τοῦ νόμου·
那麼,當他犯罪時,這事於他有何益處?我又何必說『得著』呢?因著律法的定規,他連想要逃避也不可能;
What then did this profit him when he sinned? And why do I say 'obtain'? It was not even possible for him to escape it, even had he wished, because of the necessity of the law;
4:28
καὶ γὰρ ἦν τῆς Λευῒ φυλῆς καὶ τὴν ἀρχὴν διὰ τοῦ γένους ἄνωθεν καταβαίνουσαν ἔδει δέξασθαι·
因為他是利未支派的,那從上面藉著他的家世傳下來的職分,是他必須承受的;
for he was of the tribe of Levi, and it was necessary to receive the office which came down from above through his lineage;
4:29
ἀλλ' ὅμως καὶ οὗτος τῆς τῶν παίδων παροινίας ἔδωκε δίκην οὐ μικράν
然而這人也為他兒子們的放蕩付出了不小的代價。
but nevertheless this man too paid no small penalty for the wantonness of his sons.
4:30
Τί δὲ αὐτὸς ὁ πρῶτος γενόμενος τῶν Ἰουδαίων ἱερεὺς περὶ οὗ τοσαῦτα διελέχθη ὁ Θεὸς τῷ Μωϋσεῖ; Ἐπειδὴ μὴ ἴσχυσε μόνος πρὸς τοσούτου πλήθους στῆναι μανίαν, οὐ παρὰ μικρὸν ἦλθεν ἀπολέσθαι, εἰ μὴ ἡ τοῦ ἀδελφοῦ προστασία ἔλυσε τοῦ Θεοῦ τὴν ὀργήν
那作猶太人第一任祭司、神向摩西多有論及的那人,又如何呢?他既不能獨自抵擋那麼大群眾的狂亂,幾乎就要滅亡,若非他弟兄的代求平息了神的忿怒。
And what of the very man who became the first priest of the Jews, concerning whom God spoke so much to Moses? Since he had not strength alone to stand against the madness of so great a multitude, he came not far from perishing, had not his brother's protection loosed the wrath of God.
4:31
Ἐπειδὴ δὲ Μωϋσέως ἐμνήσθημεν, καλὸν καὶ ἐκ τῶν ἐκείνῳ συμβεβηκότων δεῖξαι τοῦ λόγου τὴν ἀλήθειαν·
既題到摩西,從他所遭遇的事來印證我們論點的真實,也是美的;
And since we have mentioned Moses, it is well also from the things that befell him to show the truth of our argument;
4:32
αὐτὸς γὰρ οὗτος ὁ μακάριος Μωϋσῆς τοσοῦτον ἀπέσχε τοῦ τὴν προστασίαν ἁρπάσαι τῶν Ἰουδαίων ὡς καὶ διδομένην παρῃτῆσθαι καὶ Θεοῦ κελεύοντος ἀνανεῦσαι καὶ παροξῦναι τὸν προστάττοντα
因為這蒙福的摩西本人,遠不是攫取猶太人的領導權,反倒當這職分賜下時推辭,神吩咐他時又不肯,且惹動那發命令者的怒氣。
for this very blessed Moses was so far from snatching the leadership of the Jews that he both declined it when it was given, and, when God commanded, refused, and provoked the One who was commanding.
4:33
Καὶ οὐ τότε μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα, γενόμενος ἐπὶ τῆς ἀρχῆς, ὑπὲρ τοῦ ταύτης ἀπαλλαγῆναι ἡδέως ἀπέθνησκεν
不單那時如此,後來身居其職時,他也情願死去,好得以脫離這職分。
And not then only, but afterward too, when he was in the office, he would gladly have died in order to be released from it.
4:34
Ἀπόκτεινον γάρ με, φησίν, εἰ οὕτω μοι μέλλεις ποιεῖν. Τί οὖν; ἐπειδὴ ἥμαρτεν ἐπὶ τοῦ ὕδατος, ἴσχυσαν αἱ συνεχεῖς αὗται παραιτήσεις ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ καὶ πεῖσαι τὸν Θεὸν δοῦναι συγγνώμην; καὶ πόθεν ἄλλοθεν τῆς ἐπηγγελμένης ἀπεστερεῖτο γῆς; Οὐδαμόθεν, ὡς ἅπαντες ἴσμεν, ἀλλ' ἢ διὰ τὴν ἁμαρτίαν ταύτην δι' ἣν ὁ θαυμαστὸς ἐκεῖνος ἀνὴρ οὐκ ἴσχυσε τῶν αὐτῶν τοῖς ἀρχομένοις τυχεῖν·
他說:『你若這樣待我,就把我殺了吧。』然則如何?他既在水邊犯了罪,這些連連的推辭豈能替他申辯、勸服神賜下赦免嗎?他又是因甚麼別的緣故被剝奪那應許之地的呢?正如我們眾人所知,別無他故,乃是因這罪,以致那奇妙的人不能得著他所領之百姓所得的;
'Kill me,' he says, 'if you mean to deal thus with me.' What then? Since he sinned at the water, did these continual refusals have power to make defense on his behalf and to persuade God to grant forgiveness? And from what other cause was he deprived of the promised land? From no other, as we all know, but on account of this sin, for which that wondrous man was not able to obtain what those whom he led obtained;
4:35
ἀλλὰ μετὰ τοὺς πολλοὺς χρόνους καὶ τὰς ταλαιπωρίας, μετὰ τὴν πλάνην ἐκείνην τὴν ἄφατον καὶ τοὺς πολέμους καὶ τὰ τρόπαια, ἔξω τῆς γῆς ἀπέθνησκεν ὑπὲρ ἧς τοσαῦτα ἐμόχθησε καὶ τὰ τοῦ πελάγους ὑπομείνας κακά, τῶν τοῦ λιμένος οὐκ ἀπήλαυσεν ἀγαθῶν
反倒在那許多歲月與艱苦之後,在那難以言喻的漂流、爭戰與凱旋之後,死在他為之勞苦這麼多的那地之外,受盡了汪洋的苦楚,卻沒有享受到港口的美福。
but after the many years and the hardships, after that unspeakable wandering and the wars and the trophies, he died outside the land for which he had toiled so much, and, having endured the evils of the open sea, did not enjoy the good things of the harbor.
4:36
Ὁρᾷς ὡς οὐ τοῖς ἁρπάζουσι μόνον, ἀλλ' οὐδὲ τοῖς ἐκ τῆς ἑτέρων σπουδῆς ἐπὶ τοῦτο ἐρχομένοις, λείπεταί τις ἐν οἷς ἂν πταίσωσιν ἀπολογία
你看見了嗎?不單對那些攫取此職的人,連對那些因別人的熱心而就職的人,在他們所跌倒的任何事上,都不留下任何申辯。
Do you see how, not only to those who snatch the office, but not even to those who come to it through the zeal of others, is any defense left in whatever they trip in?
4:37
Ὅπου γὰρ οἱ τοῦ Θεοῦ χειροτονοῦντος παραιτησάμενοι πολλάκις τοσαύτην ἔδωκαν δίκην καὶ οὐδὲν ἴσχυσεν ἐξελέσθαι τοῦ κινδύνου τούτου οὔτε τὸν Ἀαρών, οὔτε τὸν Ἠλί, οὔτε τὸν μακάριον ἐκεῖνον ἄνδρα, τὸν ἅγιον, τὸν προφήτην, τὸν θαυμαστόν, τὸν πρᾶον μάλιστα πάντων τῶν ἐπὶ τῆς γῆς, τὸν ὡς φίλον λαλοῦντα τῷ Θεῷ, σχολῇ γε ἡμῖν τοῖς τοσοῦτον ἀποδέουσι τῆς ἀρετῆς τῆς ἐκείνου δυνήσεται πρὸς ἀπολογίαν ἀρκέσαι τὸ συνειδέναι ἑαυτοῖς μηδὲν ὑπὲρ ταύτης ἐσπουδακόσι τῆς ἀρχῆς, καὶ μάλιστα ὅτε πολλαὶ τούτων τῶν χειροτονιῶν οὐκ ἀπὸ τῆς θείας γίνονται χάριτος, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν ἀνθρώπων σπουδῆς
因為那些在神膏立他們時推辭的人,尚且常常付出這麼大的代價,連亞倫、以利、和那蒙福的人——那聖者、先知、奇妙者、地上最謙和的人、那如同朋友一般與神說話的人——都沒有甚麼能搭救他脫離這危險;那麼我們這遠不及他德行的人,憑著自覺絲毫不曾為這職分鑽營,恐怕難以足夠作我們的申辯,何況這些膏立有許多並非出於神的恩典,乃是出於人的鑽營。
For where those who declined while God was ordaining often paid so great a penalty, and nothing had power to deliver from this danger neither Aaron, nor Eli, nor that blessed man—the holy one, the prophet, the wondrous one, the meekest of all upon the earth, the one who spoke with God as with a friend—scarcely shall the consciousness that we were in no way eager for this office be able to suffice as a defense for us who fall so far short of his virtue, and especially when many of these ordinations come not from divine grace, but also from the eager seeking of men.
4:38
Τὸν Ἰούδαν ὁ Θεὸς ἐξελέξατο καὶ εἰς τὸν ἅγιον ἐκεῖνον κατέλεξε χορὸν καὶ τὴν ἀποστολικὴν ἀξίαν μετὰ τῶν λοιπῶν ἐνεχείρισεν·
神揀選了猶大,把他列在那聖潔的隊伍中,與其餘的人一同把使徒的尊位交付給他;
God chose Judas, and enrolled him in that holy band, and committed to him the apostolic dignity along with the rest;
4:39
ἔδωκε δέ τι καὶ τῶν ἄλλων πλέον αὐτῷ, τὴν τῶν χρημάτων οἰκονομίαν
甚至比別人更多賜給他一樣——就是管理錢財的職分。
and he gave him something even more than the others—the stewardship of the money.
4:40
Τί οὖν; ἐπειδὴ τούτοις ἀμφοτέροις ἐναντίως ἐχρήσατο καὶ ὃν ἐπιστεύθη κηρύττειν προὔδωκε καὶἃ καλῶς διοικεῖν ἐνεχειρίσθη ταῦτα ἀνήλωσε κακῶς, ἐξέφυγε τὴν τιμωρίαν; Δι' αὐτὸ μὲν οὖν
然則如何?他既把這兩樣都反其道而行,出賣了他所受託去傳揚的主,又惡意揮霍了他所受託要善加經理的,他逃脫了刑罰嗎?斷乎沒有,正是為此
What then? Since he used both of these contrariwise, and betrayed Him whom he was entrusted to proclaim, and wasted wickedly the things he was committed to administer well, did he escape the punishment? Nay, for this very
4:41
τοῦτο καὶ χαλεπωτέραν ἑαυτῷ τὴν δίκην εἰργάσατο καὶ μάλα γε εἰκότως
(接上節)緣故,他反為自己招來更重的判決,且是極公正的。
reason he wrought for himself a more grievous sentence, and that quite justly.
4:42
Οὐ γὰρ εἰς τὸ τῷ Θεῷ προσκρούειν δεῖ κατακεχρῆσθαι ταῖς παρὰ τοῦ Θεοῦ διδομέναις τιμαῖς, ἀλλ' εἰς τὸ μᾶλλον ἀρέσκειν αὐτῷ
因為人不可濫用神所賜的尊榮以致觸犯神,反當用以更加討神的喜悅。
For one must not abuse the honors given by God so as to offend God, but rather so as to please Him the more.
4:43
Ὁ δὲ ἐπειδὴ πλέον τετίμηται, διὰ τοῦτο ἀξιῶν ἀποφυγεῖν ἐν οἷς ἂν κολάζεσθαι δέῃ, παραπλήσιον ποιεῖ ὥσπερ ἂν εἴ τις καὶ τῶν ἀπίστων Ἰουδαίων ἀκούσας τοῦ Χριστοῦ λέγοντος ὅτι Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον, καί·
但那因被更高地尊崇、便以此要求在當受罰之處得以脫罪的人,正如同一個不信的猶太人,聽見基督說:『我若沒有來教訓他們,他們就沒有罪』,又說:
But he who, because he has been more highly honored, on this account claims to escape wherever he ought to be punished, does much the same as if someone of the unbelieving Jews, having heard Christ saying, 'If I had not come and spoken to them, they would not have had sin,' and,
4:44
Εἰ μὴ τὰ σημεῖα ἐποίουν ἐν αὐτοῖςἃ μηδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἶχον, ἐγκαλοίη τῷ σωτῆρι καὶ εὐεργέτῃ λέγων·
『我若沒有在他們中間行別人未曾行的事,他們就沒有罪』——就如同這人竟控告那救主與恩主,說:
'If I had not done among them the works which no one else did, they would not have had sin'—as if such a one should bring a charge against the Savior and Benefactor, saying:
4:45
Τί γὰρ ἤρχου καὶ ἐλάλεις; τί δὲ ἐποίεις σημεῖα, ἵνα μειζόνως ἡμᾶς κολάσῃς; Ἀλλὰ μανίας τὰ ῥήματα ταῦτα καὶ τῆς ἐσχάτης παραπληξίας·
『那麼你為何來教訓人?為何行神蹟,使我們受更重的刑罰呢?』但這些話乃是出於狂亂、出於極度的錯亂;
'Why then did you come and speak? And why did you do signs, that you might punish us the more grievously?' But these words are of madness and of the utmost derangement;
4:46
ὁ γὰρ ἰατρὸς οὐχ ἵνα σε κατακρίνῃ μᾶλλον ἦλθε θεραπεύσων, ἀλλ' ἵνα ἀπαλλάξῃ τῆς νόσου τέλεον
因為那醫生來,並非要定你的罪,乃是要醫治你,使你完全脫離疾病。
for the physician came not rather to condemn you, but in order to heal you, that he might wholly free you from the disease.
4:47
Σὺ δὲ σαυτὸν ἑκὼν ἀπεστέρησας τῶν ἐκείνου χειρῶν·
但你卻甘心情願使自己脫離了他的手;
But you of your own will deprived yourself of his hands;
4:48
δέχου τοίνυν χαλεπωτέραν τὴν τιμωρίαν
所以你要承受更重的刑罰。
receive therefore the more grievous punishment.
4:49
Ὥσπερ γὰρ εἰ εἶξας τῇ θεραπείᾳ καὶ τῶν προτέρων ἂν ἀπηλλάγης κακῶν, οὕτως ἐπειδὴ παραγινόμενον ἰδὼν ἔφυγες, οὐκέτι ἀπονίψασθαι ταῦτα δυνήσῃ, μὴ δυνάμενος δὲ καὶ τούτων δώσεις τὴν τιμωρίαν καὶ ἀνθ' ὧν αὐτῷ ματαίαν τὴν σπουδὴν ἐποίησας, τό γε μέρος τὸ σόν
因為正如你若順服那醫治,便能脫離從前的惡疾;照樣,你既見他臨近卻逃避了,就再不能洗去這些,既不能洗去,便要連這些一同受罰,並要為使他向你所存的熱心歸於徒然——至少在你那一分上——而受報應。
For just as, had you yielded to the treatment, you would have been freed from your former evils, so, since on seeing him approach you fled, you can no longer wash these away, and being unable to do so, you will pay the penalty for these too, and in return for having made his zeal toward you vain—at least your own part of it.
4:50
Διὰ ταῦτα οὐκ ἴσην πρὸ τοῦ τιμηθῆναι παρὰ τοῦ Θεοῦ καὶ μετὰ τὰς τιμὰς τὴν βάσανον ὑπομένομεν, ἀλλὰ πολλῷ σφοδροτέραν ὕστερον·
因這緣故,我們在蒙神尊崇之前與蒙尊崇之後所受的查驗並不相同,乃是後來的遠為嚴厲;
For these reasons we do not undergo an equal trial before being honored by God and after the honors, but a far more vehement one afterward;
4:51
ὁ γὰρ μὴ τῷ παθεῖν εὖ γενόμενος ἀγαθὸς πικροτέρως δίκαιος ἂν εἴη κολάζεσθαι
因為一個連蒙厚待也不變為良善的人,受更嚴厲的刑罰乃是公義的。
for he who has not become good even by being treated well would justly be punished more bitterly.
4:52
Ἐπεὶ οὖν ἀσθενὴς ἡμῖν αὕτη ἡ ἀπολογία δέδεικται καὶ οὐ μόνον οὐ σώζει τοὺς εἰς αὐτὴν καταφεύγοντας, ἀλλὰ καὶ προδίδωσι πλέον, ἑτέραν ἡμῖν ποριστέον ἀσφάλειαν
既然這申辯已顯為軟弱,不單不能搭救那逃避到它裡面的人,反倒更出賣他們,我們就必須為自己另尋穩妥。
Since, then, this defense has been shown to be weak, and not only does not save those who flee to it, but even betrays them the more, we must procure for ourselves another security.
4:53
Ποίαν δὴ ταύτην, ὁ Βασίλειος ἔφη, ὡς ἔγωγε οὐδὲ ἐν ἐμαυτῷ δύναμαι εἶναι νῦν, οὕτω με ἔμφοβον καὶ ἔντρομον τοῖς ῥήμασι κατέστησας τούτοις
巴西流說:『這是怎樣的穩妥呢?因為就我而言,我如今連魂不守舍,你這些話使我滿了懼怕戰兢。』
'What sort is this?' said Basil. 'For I, for my part, cannot even be within myself now, so full of fear and trembling have you made me by these words.'
4:54
{ΙΩ.} Μή, δέομαι, ἔφην, καὶ ἀντιβολῶ, μὴ τοσοῦτον καταβάλῃς σαυτόν·
約翰說:『我求你、懇切地求你,』我說,『不要這樣將自己貶得這麼低;
JOHN: 'Do not, I beg and entreat,' I said, 'do not cast yourself down so far;
4:55
Τοῖς μὲν ἀσθενέσιν ἡμῖν, τὸ μηδέποτε ἐμπεσεῖν, ὑμῖν δὲ τοῖς ἰσχυροῖς, τὸ τὰς ἐλπίδας τῆς σωτηρίας εἰς ἕτερον μὲν ἀνηρτῆσθαι μηδὲν μετὰ τὴν τοῦ Θεοῦ χάριν ἀλλ' ἢ εἰς τὸ μηδὲν ἀνάξιον πράττειν τῆς δωρεᾶς ταύτης καὶ τοῦ δεδωκότος αὐτὴν Θεοῦ
對我們這軟弱的人而言,穩妥就是全然不陷入其中;但對你們這剛強的人而言,得救的指望除了神的恩典以外,並不繫於別的,乃在於不行任何有負這恩賜、有負那賜恩之神的事。
for us, the weak, the not falling into it at all; but for you, the strong, the fact that the hopes of salvation hang upon nothing else, after the grace of God, than upon doing nothing unworthy of this gift and of the God who gave it.
4:56
Μεγίστης μὲν γὰρ ἂν εἶεν κολάσεως ἄξιοι οἱ μετὰ τὸ δι' οἰκείας σπουδῆς ταύτης ἐπιτυχεῖν τῆς ἀρχῆς ἢ διὰ ῥαθυμίαν ἢ διὰ πονηρίαν ἢ καὶ δι' ἀπειρίαν κακῶς κεχρημένοι τῷ πράγματι·
因為那些藉著自己的鑽營得了這職分、卻或因懶散、或因邪惡、或甚至因缺乏經驗而惡用此事的人,誠然該受最大的刑罰;
For they indeed would be worthy of the greatest punishment who, after obtaining this office through their own eager seeking, have used the matter wickedly, whether through slothfulness, or through wickedness, or even through inexperience;
4:57
οὐ μὴν διὰ τοῦτο τοῖς οὐκ ἐσπουδακόσι καταλείπεταί τις συγγνώμη, ἀλλὰ καὶ οὗτοι πάσης ἀπολογίας ἐστέρηνται
然而並不因此就有甚麼赦免留給那些未曾熱切謀求的人,這些人同樣被剝奪了一切的申辯。
yet not on this account is any forgiveness left to those who did not seek it eagerly, but these too are deprived of every defense.
4:58
Δεῖ γάρ, οἶμαι, κἂν μυρίοι καλῶσι καὶ καταναγκάζωσι, μὴ πρὸς ἐκείνους ὁρᾶν, ἀλλὰ πρότερον τὴν ἑαυτοῦ βασανίσαντα ψυχὴν καὶ πάντα διερευνησάμενον ἀκριβῶς, οὕτως εἶξαι τοῖς βιαζομένοις
因為我想,縱有千萬人呼召強逼,也不該看他們,乃要先察驗自己的心、細細查究一切,然後才順從那些逼迫的人。
For one must, I think, even if ten thousand call and compel, not look to them, but, having first tested one's own soul and searched out everything exactly, so yield to those who constrain.
4:59
Νῦν δὲ οἰκίαν μὲν οἰκοδομήσασθαι οὐδεὶς ἂν ὑποσχέσθαι τολμήσειε τῶν οὐκ ὄντων οἰκοδομικῶν, οὐδὲ σωμάτων ἅψασθαι νενοσηκότων ἐπιχειρήσειεν ἄν τις τῶν ἰατρεύειν οὐκ εἰδότων, ἀλλὰ κἂν πολλοὶ οἱ πρὸς βίαν ὠθοῦντες ὦσι, παραιτήσεται καὶ οὐκ ἐρυθριάσει τὴν ἄγνοιαν
然而事實上,凡不是工匠的,沒有人敢答應去建造房屋;凡不曉得醫治的,也沒有人敢動手去診治患病的身體,縱有許多人強逼,他也必推辭,並不以承認自己的無知為恥。
But as it is, no one of those who are not builders would dare to undertake to build a house, nor would any of those who do not know how to heal attempt to lay hands on diseased bodies, but, even if there be many who push them by force, he will decline and will not be ashamed of his ignorance.
4:60
Ψυχῶν δὲ ἐπιμέλειαν μέλλων πιστεύεσθαι τοσούτων, οὐκ ἐξετάσει πρότερον ἑαυτόν, ἀλλὰ κἂν ἁπάντων ἀπειρότατος ᾖ, δέξεται τὴν διακονίαν ἐπειδὴ ὁ δεῖνα κελεύει καὶ ὁ δεῖνα βιάζεται καὶ ἵνα μὴ προσκρούσῃ τῷ δεῖνι; Καὶ πῶς οὐκ εἰς προὖπτον ἑαυτὸν μετ' ἐκείνων ἐμβαλεῖ κακόν; Ἐξὸν γὰρ αὐτῷ σώζεσθαι καθ' ἑαυτὸν καὶ ἑτέρους προσαπόλλυσι μεθ' ἑαυτοῦ
但一個將要受託照管這麼多靈魂的人,豈不該先察驗自己嗎?難道竟因某人吩咐、某人逼迫、又為免得罪某人,便接受這職事——縱然他是眾人中最缺乏經驗的?這樣,他豈不是與他們一同投入明顯的禍患中嗎?因為他原可以獨自得救,如今卻連別人也與自己一同毀了。
But when one is about to be entrusted with the care of so many souls, will he not first examine himself, but, even if he be the most inexperienced of all, will he accept the ministry because so-and-so commands and so-and-so compels, and that he may not offend so-and-so? And how will he not cast himself, along with them, into manifest evil? For though it were possible for him to be saved by himself, he destroys others as well together with himself.
4:61
Πόθεν γὰρ ἔστιν ἐλπίσαι σωτηρίαν; πόθεν συγγνώμης τυχεῖν; τίνες ἡμᾶς ἐξαιτήσονται τότε; οἱ βιαζόμενοι νῦν ἴσως καὶ πρὸς ἀνάγκην ἕλκοντες; αὐτοὺς δὲ τούτους τίς κατ' ἐκεῖνον διασώσει τὸν καιρόν; καὶ γὰρ καὶ αὐτοὶ προσδέονται ἑτέρων, ἵνα διαφύγωσι τὸ πῦρ
因為從哪裡能指望得救呢?從哪裡能蒙赦免呢?那時誰要為我們代求呢?是如今那些逼迫、強拉我們的人嗎?但在那日,誰又能搭救這些人呢?因為他們自己也需要別人,好使他們逃脫那火。
For whence is it possible to hope for salvation? Whence to obtain forgiveness? Who will plead for us then? Those who now perhaps compel us and drag us by force? But who will save these same ones in that day? For they too need others, that they may escape the fire.
4:62
Ὅτι οἱ χειροτονοῦντες ἀναξίους τῆς αὐτῆς αὐτοῖς εἰσιν ὑπεύθυνοι τιμωρίας, κἂν ἀγνοῶσι τοὺς χειροτονουμένουσ Ὅτι δέ σε οὐ δεδιττόμενος ταῦτα λέγω νῦν, ἀλλ' ὡς ἔχει τὸ πρᾶγμα ἀληθείας, ἄκουε τί τῷ μαθητῇ φησιν ὁ μακάριος Παῦλος Τιμοθέῳ, τῷ γνησίῳ τέκνῳ καὶ ἀγαπητῷ
論到那些膏立不配之人的人,要與被膏立者擔當同樣的刑罰,縱然他們不認識所膏立的人。要知道我如今說這些話並非要嚇唬你,乃是照事情真實的光景;你且聽蒙福的保羅對他的門徒、他真實親愛的兒子提摩太所說的話:
That those who ordain unworthy men are liable to the same punishment as they, even if they are ignorant of those they ordain. That I do not say these things now to terrify you, but as the matter truly stands, hear what the blessed Paul says to his disciple Timothy, his genuine and beloved child:
4:63
Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ
『給人按手不可急促,也不可
'Lay hands hastily on no one, neither
4:64
κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Εἶδες ὅσης τοὺς μέλλοντας ἡμᾶς ἐπὶ τοῦτο παράγειν, οὐ μέμψεως μόνον, ἀλλὰ καὶ τιμωρίας, τό γε ἡμέτερον ἀπηλλάξαμεν μέρος
(接上節)在別人的罪上有分。』你看見了嗎?對那些將要推舉我們就職的人,我們已經在自己那一分上,不單脫去了責備,也脫去了刑罰。
partake in others' sins.' Do you see how, from those who are to bring us forward to this, we have freed our own part, not from blame only, but also from punishment?
4:65
Ὥσπερ γὰρ τοῖς αἱρεθεῖσιν οὐκ αὔταρκες πρὸς ἀπολογίαν τὸ λέγειν·
因為正如那被揀選的人,不能以這話作申辯,說:
For just as it is not sufficient for those who are chosen to say as a defense:
4:66
Οὐκ αὐτόκλητος ἦλθον, οὐδὲ προειδὼς οὐκ ἀπέφυγον, οὕτως οὐδὲ τοὺς χειροτονοῦντας ὠφελῆσαί τι δύναται, εἰ λέγοιεν τὸν χειροτονηθέντα ἀγνοεῖν·
『我不是不請自來的,也不是預先知道卻不推辭的』;照樣,那些膏立人的,若說他們不認識所膏立的人,這話對他們也毫無益處;
'I did not come self-invited, nor did I refuse without foreknowing,' so neither can it profit those who ordain at all if they should say that they did not know the one ordained;
4:67
ἀλλὰ διὰ τοῦτο καὶ μεῖζον τὸ ἔγκλημα γίνεται ὅτι ὃν ἠγνόουν παρήγαγον καὶ ἡ δοκοῦσα εἶναι ἀπολογία αὔξει τὴν κατηγορίαν
反倒正因這緣故,罪責更加增重,因為他們推舉了一個自己不認識的人,那看似的申辯反而加重了控告。
but on this very account the charge becomes even greater, that they brought forward one whom they did not know, and the seeming defense increases the accusation.
4:68
Πῶς γὰρ οὐκ ἄτοπον ἀνδράποδον μὲν πρίασθαι βουλομένους καὶ ἰατροῖς ἐπιδεικνύναι καὶ τῆς πράσεως ἐγγυητὰς ἀπαιτεῖν καὶ γειτόνων πυνθάνεσθαι καὶ μετὰ ταῦτα πάντα μηδέπω θαρρεῖν, ἀλλὰ καὶ χρόνον πολὺν πρὸς δοκιμασίαν αἰτεῖν, εἰς δὲ τοσαύτην λειτουργίαν μέλλοντάς τινα ἐγγράφειν, ἁπλῶς καὶ ὡς ἔτυχεν, ἂν τῷ δεῖνι δόξῃ πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν ἑτέρων μαρτυρῆσαι, ἐγκρίνειν, μηδεμίαν ποιουμένους ἑτέραν ἐξέτασιν; Τίς οὖν ἡμᾶς ἐξαιτήσεται τότε, τῶν ὀφειλόντων προστῆναι καὶ αὐτῶν προστατῶν δεομένων; Δεῖ μὲν οὖν καὶ τὸν χειροτονεῖν μέλλοντα πολλὴν ποιεῖσθαι τὴν ἔρευναν, πολλῷ δὲ πλείονα τούτου τὸν χειροτονούμενον·
豈不荒唐麼?人要買一個奴隸,尚且把他帶給醫生察看、為這買賣索取保人、又向鄰舍打聽,作了這一切之後仍不放心,還要求許久的時間考察他;然而當要把人列入這麼大的職事時,竟簡簡單單、隨隨便便,只要某人為著情面或仇怨樂意作見證,便認可他,再不作別的察驗?那麼,當那些本該作主領的人自己也需要保人時,誰要為我們代求呢?所以那將要膏立人的,固然必須多多查究,而那被膏立的人,更要遠勝於此;
For how is it not absurd that those wishing to buy a slave both show him to physicians and demand guarantors for the sale, and inquire of neighbors, and after all this still do not take courage, but ask even a long time for proving him; yet when about to enroll someone in so great a ministry, simply and as it chances, they should approve him—if it should seem good to so-and-so to testify for the favor or for the enmity of others—making no other examination? Who then will plead for us then, when those who ought to preside themselves stand in need of patrons? It is necessary, therefore, both that the one who is to ordain make much inquiry, and much more than this that the one ordained do so;
4:69
εἰ γὰρ καὶ κοινωνοὺς ἔχει τῆς κολάσεως τοὺς ἑλομένους ἐν οἷς ἂν ἁμάρτῃ, ἀλλ' ὅμως οὐδὲ αὐτὸς ἀπήλλακται τῆς τιμωρίας, ἀλλὰ καὶ μείζονα δίδωσι, μόνον εἰ μὴ διά τινα ἀνθρωπίνην αἰτίαν παρὰ τὸ φανὲν αὐτοῖς εὔλογον ἔπραξαν οἱ ἑλόμενοι
因為他縱有那些揀選他的人,在他所犯的任何罪上作他刑罰的分擔者,他自己卻仍不得免去刑罰,反要受更重的刑罰,除非那揀選他的人乃是因某種人意的緣故、超乎他們所認為合理的範圍而行。
for even if he has those who chose him as sharers in the punishment for whatever he sins, nevertheless not even he himself is freed from the penalty, but gives even a greater one, unless those who chose him acted for some human cause beyond what appeared reasonable to them.
4:70
Εἰ γὰρ ἐν τούτῳ φωραθεῖεν καὶ τὸν ἀνάξιον εἰδότες διά τινα πρόφασιν αὐτὸν παρήγαγον, ἐξ ἴσης τὰ τῶν κολαστηρίων αὐτοῖς, τάχα δὲ καὶ μείζονα τῷ τὸν οὐκ ἐπιτήδειον καταστήσαντι·
因為他們若在此事上被察出,明知他不配,卻為某種藉口推舉了他,那刑罰於他們是相等的——不,對那設立不適任之人的,或許更大;
For if they should be found out in this, and, knowing him unworthy, brought him forward for some pretext, the punishments are equal for them—nay, perhaps even greater for the one who appointed the unfit man;
4:71
ὁ γὰρ τὴν ἐξουσίαν παρασχὼν τῷ βουλομένῳ διαφθεῖραι τὴν Ἐκκλησίαν, οὗτος ἂν εἴη τῶν ὑπ' ἐκείνου τολμηθέντων αἴτιος
因為那把權柄給了那存心敗壞教會之人的,這人便是那另一人所敢行之事的根源。
for the one who has granted the power to him who wished to corrupt the Church, this man would be the cause of the things dared by that other.
4:72
Εἰ δὲ τούτων μὲν οὐδενὶ γένοιτο ὑπεύθυνος, ἀπὸ δὲ τῆς τῶν πολλῶν ὑπολήψεως ἠπατῆσθαι λέγοι, ἀτιμώρητος μὲν οὐδὲ οὕτω μένοι, ὀλίγῳ δὲ ἐλάττονα τοῦ χειροτονηθέντος δίδωσι δίκην
但他若不被列入這些之列,反說自己是被眾人的看法所欺哄,他即便如此也不得免罰,只是所受的刑罰比那被膏立的人稍輕。
But if he should be liable to none of these, but should say that he was deceived by the opinion of the many, he would not even so remain unpunished, but gives a penalty a little less than the one ordained.
4:73
Τί δήποτε; Ὅτι τοὺς μὲν ἑλομένους εἰκὸς ὑπὸ δόξης ψευδοῦς ἀπατηθέντας ἐπὶ τοῦτο ἐλθεῖν·
為何如此呢?因為那揀選他的人,很可能是被一個虛假的看法所欺、才這樣行的;
Why ever? Because it is likely that those who chose him came to this deceived by a false opinion;
4:74
ὁ δὲ αἱρεθεὶς οὐκέτ' ἂν δύναιτο λέγειν ὅτι ἠγνόουν ἐμαυτόν, καθάπερ αὐτὸν ἕτεροι
但那被揀選的人卻不能再說『我不認識自己』,如同別人不認識他一樣。
but the one chosen could no longer say, 'I was ignorant of myself,' as others were of him.
4:75
Ὡς οὖν βαρύτερον μέλλοντα κολάζεσθαι τῶν παραγόντων, οὕτως ἀκριβέστερον αὐτῶν χρὴ ποιεῖσθαι τὴν ἑαυτοῦ δοκιμασίαν, κἂν ἀγνοοῦντες ἕλκωσιν ἐκεῖνοι, προσιόντα διδάσκειν ἀκριβῶς τὰς αἰτίας δι' ὧν ἠπατημένους παύσει καὶ ἀνάξιον ἑαυτὸν τῆς δοκιμασίας ἀποδείξας ἐκφεύξεται τοσούτων πραγμάτων ὄγκον
因此,他既將比那些推舉他的人受更重的刑罰,就當比他們更嚴密地察驗自己;縱然他們在無知中強拉他,他也當挺身而出,把那能叫他們止住受欺的緣由詳細教導他們,並既顯明自己不配受這選立,便得以逃脫這麼多事務的重擔。
As one, then, who is to be punished more heavily than those who bring him forward, so he must make the testing of himself more exactly than they; and even if they drag him in ignorance, he must come forward and teach them exactly the reasons by which he will make them cease from being deceived, and, having shown himself unworthy of the appointment, will escape the weight of so many matters.
4:76
Διὰ τί γὰρ περὶ στρατείας καὶ ἐμπορίας καὶ γεωργίας καὶ τῶν ἄλλων τῶν βιωτικῶν βουλῆς προκειμένης, οὔτε ὁ γεωργὸς ἕλοιτ' ἂν πλεῖν, οὔτε ὁ στρατιώτης γεωργεῖν, οὔτε ὁ κυβερνήτης στρατεύεσθαι, κἂν μυρίους τις ἀπειλῇ θανάτους;Ἦ δῆλον ὅτι τὸν ἐκ τῆς ἀπειρίας προορώμενοι κίνδυνον ἕκαστος
因為當人面臨關乎當兵、經商、務農或其他生活之事的抉擇時,為何農夫不肯去航海,士兵不肯去務農,舵手不肯去當兵,縱然有人以千萬死亡相威脅呢?這豈不顯明各人都預見那因缺乏經驗而來的危險麼?
For why is it that, when a decision is set before one concerning soldiering, or trade, or farming, or the other things of life, neither would the farmer choose to sail, nor the soldier to farm, nor the pilot to soldier, even if one should threaten ten thousand deaths? Is it not plain that each foresees the danger arising from inexperience?
4:77
Εἶτα ὅπου μὲν ζημία περὶ μικρῶν, τοσαύτῃ χρησόμεθα προνοίᾳ καὶ οὐκ ἂν εἴξομεν τῇ τῶν βιαζομένων ἀνάγκῃ·
那麼,在虧損僅關乎小事之處,我們尚且用這樣大的謹慎,不肯屈服於那些逼迫我們之人的強逼;
Then, where the loss concerns small things, we will use such great forethought, and would not yield to the constraint of those who compel us;
4:78
ὅπου δὲ ἡ κόλασις αἰώνιος τοῖς οὐκ εἰδόσι μεταχειρίζειν ἱερωσύνην, ἁπλῶς καὶ ὡς ἔτυχε τοσοῦτον ἀναδεξόμεθα κίνδυνον, τὴν ἑτέρων προβαλλόμενοι βίαν; Ἀλλ' οὐκ ἀνέξεται τότε ὁ ταῦτα κρίνων ἡμῖν
難道在那些不曉得如何掌理祭司職分之人要受永刑之處,我們反倒簡簡單單、隨隨便便地承擔這麼大的危險,以別人的強逼為托辭嗎?但那審判這些事的主,到那時必不容忍我們。
but where the punishment is eternal for those who do not know how to handle the priesthood, shall we, simply and as it chances, take on so great a danger, putting forward the violence of others? But the One who judges these things will not bear with us then.
4:79
Ἔδει μὲν γὰρ καὶ πολλῷ πλείω τῶν σαρκικῶν περὶ τὰ πνευματικὰ τὴν ἀσφάλειαν ἐπιδείξασθαι, νῦν δὲ οὐδὲ ἴσην εὑρισκόμεθα παρεχόμενοι
因為我們在屬靈的事上本該比在屬肉體的事上顯出遠為大的謹慎,如今卻被發現連同等的謹慎也沒有提供。
For we ought indeed to show far greater security concerning spiritual things than concerning fleshly ones, yet now we are found providing not even an equal one.
4:80
Εἰπὲ γάρ μοι, εἴ τινα ὑποπτεύσαντες ἄνδρα εἶναι τεκτονικὸν οὐκ ὄντα τεκτονικὸν πρὸς τὴν ἐργασίαν καλοῖμεν, αὐτὸς δὲ ἕποιτο, εἶτα ἁψάμενος τῆς πρὸς τὴν οἰκοδομὴν παρεσκευασμένης ὕλης, ἀφανίζοι μὲν ξύλα, ἀφανίζοι δὲ λίθους, ἐργάζοιτο δὲ τὴν οἰκίαν οὕτως ὡς εὐθέως καταπεσεῖν, ἆρα ἀρκέσει πρὸς ἀπολογίαν αὐτῷ τὸ παρ' ἑτέρων ἠναγκάσθαι καὶ μὴ αὐτεπάγγελτον ἥκειν; Οὐδαμῶς, καὶ μάλα γε εἰκότως καὶ δικαίως·
你且告訴我,倘若我們誤以為某人是木匠(他其實不是),便召他作工,他也跟著來,然後動了那為建造所預備的材料,毀了木頭,毀了石頭,把房子建得隨即倒塌——他能以『是被別人強逼的、並非自薦而來』作申辯麼?斷乎不能,且是極合理、極公正的;
For tell me, if, suspecting a man to be a carpenter when he is not a carpenter, we should call him to the work, and he should follow, then, laying hold of the material prepared for the building, he should waste the timber and waste the stones, and build the house so that it straightway falls—will it suffice for his defense that he was constrained by others and did not come self-announced? By no means, and quite reasonably and justly;
4:81
ἐχρῆν γάρ, καὶ ἑτέρων καλούντων, ἀποπηδᾶν
因為他縱然被別人召喚,也當跳開逃避。
for he ought, even though others called him, to have leapt away.
4:82
Εἶτα τῷ μὲν ξύλα ἀφανίζοντι καὶ λίθους οὐδεμία ἔσται καταφυγὴ πρὸς τὸ μὴ δοῦναι δίκην·
那麼,對那毀壞木石的人尚且無處躲避刑罰;
Then for the one who wastes timber and stones there will be no refuge from giving the penalty;
4:83
ὁ δὲ ψυχὰς ἀπολλὺς καὶ οἰκοδομῶν ἀμελῶς τὴν ἑτέρων ἀνάγκην ἀποχρῆν αὐτῷ πρὸς τὸ
難道那毀壞靈魂、漫不經心地建造的人,倒以為別人的強逼足以使他得以
but the one who destroys souls and builds carelessly—does he think the constraint of others suffices him for
4:84
διαφυγεῖν οἴεται; Καὶ πῶς οὐ λίαν εὔηθες; οὔπω γὰρ προστίθημι ὅτι τὸν μὴ βουλόμενον οὐδεὶς ἀναγκάσαι δυνήσεται
(接上節)逃脫嗎?這豈不是極其愚拙嗎?我還沒有題到:無人能強逼那不甘願的人。
escaping? And how is this not exceedingly foolish? For I do not yet add that no one will be able to compel the unwilling.
4:85
Ἀλλ' ἔστω μυρίαν αὐτὸν ὑπομεμενηκέναι βίαν καὶ μηχανὰς πολυτρόπους ὥστε ἐμπεσεῖν·
但姑且承認他受了千萬的強逼、種種的詭計、以致落入其中;
But let it be granted that he underwent ten thousand constraints and manifold devices so as to fall in;
4:86
τοῦτο οὖν αὐτὸν ἐξαιρήσεται τῆς κολάσεως; Μή, παρακαλῶ, μὴ ἐπὶ τοσοῦτον ἀπατῶμεν ἑαυτούς, μηδὲ ὑποκρινώμεθα ἀγνοεῖν τὰ καὶ τοῖς ἄγαν παισὶ φανερά·
難道這就能搭救他脫離刑罰嗎?我求你,斷乎不能——我們不可如此自欺,也不可假裝不知連孩童都看得明白的事;
will this then deliver him from the punishment? No, I beseech you, no—let us not deceive ourselves to such a degree, nor pretend to be ignorant of things plain even to mere children;
4:87
οὐ γὰρ δήπου καὶ ἐπὶ τῶν εὐθυνῶν αὕτη τῆς ἀγνοίας ἡ προσποίησις ἡμᾶς ὠφελῆσαι δυνήσεται
因為這假裝無知的事,到交賬之日斷不能於我們有益。
for surely this pretense of ignorance will not be able to profit us even at the day of reckoning.
4:88
Οὐκ ἐσπούδασας αὐτὸς ταύτην δέξασθαι τὴν ἀρχήν, ἀσθένειαν σεαυτῷ συνειδώς; Εὖ καὶ καλῶς
你自覺軟弱,因此沒有自己熱切謀求接受這職分嗎?好得很。
You did not yourself eagerly seek to accept this office, being conscious to yourself of weakness? Well and good.
4:89
Ἐχρῆν οὖν μετὰ τῆς αὐτῆς προαιρέσεως, καὶ ἑτέρων καλούντων, ἀποπηδᾶν
那麼你就當存著同樣的心志,縱然別人召你,也跳開逃避。
You ought then, with the same purpose, even though others called you, to have leapt away.
4:90
Ἢ ὅτε μὲν οὐδεὶς ἐκάλει, ἀσθενὴς σὺ καὶ οὐκ ἐπιτήδειος·
難道沒有人召你時,你就是軟弱、不適任的;
Or, when no one called, were you weak and unfit;
4:91
ἐπεὶ δὲ εὑρέθησαν οἱ δώσοντες τὴν τιμήν, γέγονας ἐξαίφνης ἰσχυρός; Γέλως ταῦτα καὶ λῆροι καὶ τῆς ἐσχάτης ἄξια τιμωρίας
及至有人要把尊榮給你時,你就忽然變剛強了嗎?這些都是可笑、無稽,且該受極大刑罰的。
but when there were found those who would give the honor, did you suddenly become strong? These are laughter and trifles, and worthy of the utmost punishment.
4:92
Διὰ γὰρ τοῦτο καὶ ὁ Κύριος παραινεῖ μὴ πρότερον βάλλεσθαι θεμέλιον τὸν βουλόμενον πύργον οἰκοδομεῖν πρὶν ἢ τὴν οἰκείαν λογίσασθαι δύναμιν, ἵνα μὴ δῷ τοῖς παριοῦσι μυρίας ἀφορμὰς χλευασίας τῆς εἰς αὐτόν
正為這緣故,主也囑咐那想要蓋樓的人,先不要立根基,要先計算自己的能力,免得叫過路的人有千萬機會譏笑他。
For this very reason the Lord also admonishes the one who wishes to build a tower not to lay the foundation first before reckoning his own ability, lest he give to passersby ten thousand occasions of mockery against him.
4:93
Ἀλλ' ἐκείνῳ μὲν μέχρι τοῦ γέλωτος ἡ ζημία·
但對那人而言,虧損不過是被人譏笑而已;
But for that man the loss extends only to ridicule;
4:94
ἐνταῦθα δὲ ἡ κόλασις πῦρ ἄσβεστον καὶ σκώληξ ἀτελεύτητος καὶ βρυγμὸς ὀδόντων καὶ σκότος ἐξώτερον καὶ τὸ διχοτομηθῆναι καὶ τὸ ταγῆναι μετὰ τῶν ὑποκριτῶν
然而在這裡,刑罰乃是不滅的火、不死的蟲、切齒、外面的黑暗、被砍成兩段、並與假冒為善的人同列。
here, however, the punishment is unquenchable fire, and an undying worm, and gnashing of teeth, and outer darkness, and the being cut asunder, and the being appointed with the hypocrites.
4:95
Ἀλλ' οὐδὲν τούτων ἐθέλουσιν ἰδεῖν οἱ κατηγοροῦντες ἡμῶν·
但那些控告我們的人,這些事卻一樣都不肯看;
But none of these things will those who accuse us consent to see;
4:96
ἦ γὰρ ἂν ἐπαύσαντο μεμφόμενοι τὸν οὐκ ἐθέλοντα ἀπολέσθαι μάτην
否則他們早就止住責備那不願白白滅亡的人了。
for otherwise they would have ceased blaming the one who is unwilling to perish in vain.
4:97
Οὐκ ἔστιν ἡμῖν ὑπὲρ οἰκονομίας πυροῦ καὶ κριθῶν, οὐδὲ βοῶν καὶ προβάτων, οὐδὲ περὶ τοιούτων ἄλλων ἡ σκέψις ἡ προκειμένη νῦν, ἀλλ' ὑπὲρ αὐτοῦ τοῦ σώματος Ἰησοῦ
如今擺在我們面前的籌劃,並非關乎麥子、大麥的經理,也不是關乎牛羊、或別的這類事,乃是關乎耶穌的身體本身。
The deliberation that lies before us now is not concerning the management of wheat and barley, nor of oxen and sheep, nor concerning other such things, but concerning the very body of Jesus.
4:98
Ἡ γὰρ Ἐκκλησία τοῦ Χριστοῦ, κατὰ τὸν μακάριον Παῦλον, σῶμά ἐστι τοῦ Χριστοῦ, καὶ δεῖ τὸν τοῦτο πεπιστευμένον εἰς εὐεξίαν αὐτὸ πολλὴν καὶ κάλλος ἀμήχανον ἐξασκεῖν, πανταχοῦ περισκοποῦντα, μή που σπίλος ἢ ῥυτὶςἤ τις ἄλλος μῶμος τοιοῦτος τὴν ὥρανᾖ καὶ τὴν εὐπρέπειαν λυμαινόμενος ἐκείνην
因為基督的教會,照蒙福的保羅所說,乃是基督的身體;那受託管理的人,必須把它培養至極健全、極美麗的地步,四圍小心察看,免得有甚麼污點、皺紋、或別樣這類的瑕疵,損壞了那俊美與華麗。
For the Church of Christ, according to the blessed Paul, is the body of Christ, and the one entrusted with this must train it up to much soundness and an inconceivable beauty, looking carefully on every side lest some spot, or wrinkle, or any other such blemish, mar that bloom and comeliness.
4:99
Καὶ τί γὰρ ἄλλ' ἢ τῆς ἐπικειμένης αὐτῷ κεφαλῆς τῆς ἀκηράτου καὶ μακαρίας ἄξιον αὐτὸ κατὰ δύναμιν τὴν ἀνθρωπείαν ἀποφαίνειν; Εἰ γὰρ τοῖς περὶ τὴν ἀθλητικὴν εὐεξίαν ἐσπουδακόσι καὶ ἰατρῶν χρεία καὶ παιδοτριβῶν καὶ διαίτης ἠκριβωμένης καὶ ἀσκήσεως συνεχοῦς καὶ μυρίας παρατηρήσεως ἑτέρας–καὶ γὰρ τὸ τυχὸν ἐν αὐτοῖς παροφθὲν πάντα ἀνέτρεψε καὶ κατέβαλεν–, οἱ τὸ σῶμα τοῦτο θεραπεύειν λαχόντες, τὸ τὴν ἄθλησιν οὐ πρὸς σώματα, ἀλλὰ πρὸς τὰς ἀοράτους δυνάμεις ἔχον, πῶς αὐτὸ δυνήσονται φυλάττειν ἀκέραιον καὶ ὑγιές, μὴ πολὺ τὴν ἀνθρωπίνην ὑπερβαίνοντες ἀρετὴν καὶ πᾶσαν ψυχῆς πρόσφορον ἐπιστάμενοι θεραπείαν;. γʹ
這豈不就是要按著人的能力,使它配得上那設立在它之上的元首——那無玷污、蒙福的元首麼?因為那些熱衷於運動場上身體強健的人,尚且需要醫生、教練、嚴格規定的飲食、不斷的操練、以及千萬樣別的看顧——因為在這些事上稍有疏忽,便傾覆敗壞一切——那麼,那些蒙派照管這身體(這身體的爭戰不是攻擊血肉的身體,乃是攻擊那不可見之權勢)的人,若不遠超人的德行、不通曉一切適合於靈魂的醫治,又怎能保守它完全健全呢?
And what else than to make it, according to human ability, worthy of the Head set over it—the undefiled and blessed Head? For if those zealous about bodily prowess in athletics have need of physicians, and trainers, and a strictly regulated diet, and continual exercise, and ten thousand other watchings—for the slightest thing overlooked in these overturns and casts down all—how shall those allotted to tend this body, the body whose contest is not against bodies but against the unseen powers, be able to keep it whole and sound, unless they far surpass human virtue and understand every cure suited to the soul?
4:100
Ὅτι πολλῆς τῆς ἐν τῷ λέγειν δυνάμεως χρεία τῷ ἱερεῖἪ ἀγνοεῖς ὅτι καὶ πλείοσι τῆς ἡμετέρας σαρκὸς καὶ νόσοις καὶ ἐπιβουλαῖς τοῦτο ὑπόκειται τὸ σῶμα καὶ θᾶττον αὐτοῦ φθείρεται καὶ σχολαίτερον ὑγιαίνει; Καὶ τοῖς μὲν ἐκεῖνα θεραπεύουσι τὰ σώματα καὶ φαρμάκων ἐξεύρηται ποικιλία καὶ ὀργάνων διάφοροι κατασκευαὶ καὶ τροφαὶ τοῖς νοσοῦσι κατάλληλοι καὶ φύσις δὲ ἀέρων πολλάκις ἤρκεσε μόνη πρὸς τὴν τοῦ κάμνοντος ὑγίειαν·
論到祭司在講道上需要極大的能力。難道你不知道,這身體比我們的肉身更易染上疾病與陰謀,敗壞得更快,痊癒得更慢嗎?至於那些醫治那些肉身的人,已有各樣的藥物被發明出來,並各種器械的構造、合病人所宜的飲食,且空氣的性質往往單獨就足以使病人恢復健康;
That the priest has need of much power in speaking. Or are you ignorant that this body is subject to more diseases and plots than our flesh, and is corrupted more quickly and recovers health more slowly? And for those who tend those other bodies, a variety of medicines has been devised, and divers contrivances of instruments, and foods suited to the sick, and often the nature of the air alone has sufficed for the patient's health;
4:101
ἔστι δὲ ὅπου καὶ ὕπνος προσπεσὼν εἰς καιρὸν παντὸς πόνου ἀπήλλαξε τὸν ἰατρόν
也有這樣的情形:睡眠在合宜的時候臨到,便使醫生免去了一切的勞苦。
and there is a case where sleep coming at the right moment freed the physician from all his toil.
4:102
Ἐνταῦθα δὲ οὐδὲν τούτων ἐπινοῆσαι ἔστιν, ἀλλὰ μία τις μετὰ τὰ ἔργα δέδοται μηχανὴ καὶ θεραπείας ὁδός, ἡ διὰ τοῦ λόγου διδασκαλία
但在這裡,這些都無從設計,惟有一樣方法、一條醫治之路,在事情已成之後賜下——就是藉著話語的教訓。
But here none of these things is possible to devise, but one single contrivance and way of treatment is given after the deeds done—the teaching that is through the word.
4:103
Τοῦτο ὄργανον, τοῦτο τροφή, τοῦτο ἀέρων κρᾶσις ἀρίστη·
這是器械,這是食物,這是空氣最佳的調和;
This is the instrument, this the food, this the best blending of airs;
4:104
τοῦτο ἀντὶ φαρμάκου, τοῦτο ἀντὶ πυρός, τοῦτο ἀντὶ σιδήρου·
這代替藥物,這代替烙鐵,這代替刀剪;
this instead of medicine, this instead of fire, this instead of iron;
4:105
κἂν καῦσαι δέῃ καὶ τεμεῖν, τούτῳ χρήσασθαι ἀνάγκη·
若必須燒灼、必須割治,也得用這個;
and if it be necessary to cauterize and to cut, one must use this;
4:106
κἂν τοῦτο μηδὲν ἰσχύσῃ, πάντα οἴχεται τὰ λοιπά
若這也毫無功效,其餘一切便都完了。
and if this avails nothing, all the rest is gone.
4:107
Τούτῳ καὶ κειμένην ἐγείρομεν καὶ φλεγμαίνουσαν καταστέλλομεν τὴν ψυχὴν καὶ τὰ περιττὰ περικόπτομεν καὶ τὰ λείποντα πληροῦμεν καὶ τὰ ἄλλα ἅπαντα ἐργαζόμεθα ὅσα εἰς τὴν τῆς ψυχῆς ἡμῖν ὑγίειαν συντελεῖ
藉著這個,我們既扶起那躺臥的心靈,又平息那發炎的心靈,剪除那多餘的,補足那缺乏的,並成就一切別的、有助於我們心靈健康的事。
By this we both raise up the soul when it lies prostrate, and abate it when it is inflamed, and cut away the superfluous, and fill up what is lacking, and work all the other things that contribute to the health of the soul for us.
4:108
Πρὸς μὲν γὰρ βίου κατάστασιν ἀρίστην βίος ἕτερος εἰς τὸν ἴσον ἂν ἐναγάγοι ζῆλον·
因為要建立最美好的生活方式,另一個人的生活或可引人進入同樣的熱心;
For toward the establishing of the best manner of life, another life may lead one into the like zeal;
4:109
ὅταν δὲ περὶ δόγματα νοσῇ ἡ ψυχὴ τὰ νόθα, πολλὴ τοῦ λόγου ἐνταῦθα
但當心靈染上虛假的教義而患病時,這裡就大大需要話語,
but when the soul is sick with spurious doctrines, there is much need here of the word,
4:110
ἡ χρεία, οὐ πρὸς τὴν τῶν οἰκείων ἀσφάλειαν μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἔξωθεν πολέμους
(接上節)不單為自己人的穩妥,也為那從外面來的爭戰。
not only for the security of one's own, but also for the wars from without.
4:111
Εἰ μὲν γάρ τις ἔχοι τὴν μάχαιραν τοῦ πνεύματος καὶ θυρεὸν πίστεως τοσοῦτον ὡς δύνασθαι θαυματουργεῖν καὶ διὰ τῶν τεραστίων τὰ τῶν ἀναισχύντων ἐμφράττειν στόματα, οὐδὲν ἂν δέοιτο τῆς ἀπὸ τοῦ λόγου βοηθείας, μᾶλλον δὲ οὐδὲ τότε ἄχρηστος ἡ τούτου φύσις, ἀλλὰ καὶ λίαν ἀναγκαία
因為人若有聖靈的寶劍、又有這麼大的信心的盾牌,能行奇事、藉異能塞住那些無恥之人的口,他便不需要從話語而來的幫助——或者不如說,連那時話語的功用也並非無用,反倒是極其必要的。
For if one should have the sword of the Spirit and so great a shield of faith as to be able to work wonders and through marvels to stop the mouths of the shameless, he would have no need of the help that comes from the word—or rather, not even then is the nature of this useless, but exceedingly necessary.
4:112
Καὶ γὰρ ὁ μακάριος Παῦλος αὐτὸν μετεχείρισε, καίτοι γε ἀπὸ τῶν σημείων πανταχοῦ θαυμαζόμενος
因為連蒙福的保羅也運用了它,雖然他處處因他的神蹟被人稱奇。
For the blessed Paul too employed it, though he was everywhere marveled at on account of his signs.
4:113
Καὶ ἕτερός τις τῶν ἀπ' ἐκείνου τοῦ χοροῦ παραινεῖ ταύτης ἐπιμελεῖσθαι τῆς δυνάμεως, λέγων·
那一隊中還有一位,也勸人留意這能力,說:
And another of that band exhorts to give heed to this power, saying:
4:114
Ἕτοιμοι πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος. Καὶ πάντες δὲ ὁμοῦ τότε δι' οὐδὲν ἕτερον τοῖς περὶ Στέφανον τὴν τῶν χηρῶν ἐπέτρεψαν οἰκονομίαν ἀλλ' ἢ ἵνα αὐτοὶ τῇ τοῦ λόγου σχολάζωσι διακονίᾳ
『有人問你們心中盼望的緣由,就要常作準備,以溫柔回答各人。』那時眾人一同,並非為別的緣故,將照管寡婦的職分交託給司提反和他的同伴,乃是為叫他們自己得以專心於話語的職事。
'Be ready to make a defense to everyone who asks you a reason concerning the hope that is in you.' And all together then, for no other reason, committed to Stephen and his companions the stewardship of the widows, than that they themselves might give their leisure to the ministry of the word.
4:115
Πλὴν οὐ παραπλησίως αὐτὸν ἐπιζητήσομεν, τὴν ἀπὸ τῶν σημείων ἔχοντες ἰσχύν, εἰ δὲ τῆς μὲν δυνάμεως ἐκείνης οὐδὲ ἴχνος ὑπολέλειπται, πολλοὶ δὲ πανταχόθεν ἐφεστήκασιν οἱ πολέμιοι καὶ συνεχεῖς, τούτῳ λοιπὸν ἡμᾶς ἀνάγκη φράττεσθαι καὶ ἵνα μὴ βαλλώμεθα τοῖς τῶν ἐχθρῶν βέλεσι καὶ ἵνα βάλλωμεν ἐκείνους
然而我們既擁有從神蹟而來的能力,便不會同樣地需要它;但若那能力連一點痕跡也不剩,而四面又有許多仇敵不斷地逼近我們,那麼從今以後,我們就必須用這個來防護自己,使我們既不被仇敵的箭所傷,又能射中他們。
Yet we shall not require it in like manner, possessing the strength that comes from signs; but if of that power not even a trace is left, while many enemies stand over us on every side and continually, it remains necessary for us henceforth to fortify ourselves with this, both that we be not struck by the darts of the enemy, and that we may strike them.
4:116
Διὸ πολλὴν χρὴ ποιεῖσθαι τὴν σπουδὴν ὥστε τὸν λόγον τοῦ Χριστοῦ ἐν ἡμῖν ἐνοικεῖν πλουσίως·
所以人必須多用殷勤,使基督的話豐豐富富地住在我們裡面;
Therefore one must use much diligence that the word of Christ may dwell in us richly;
4:117
οὐ γὰρ πρὸς ἓν εἶδος ἡμῖν μάχης ἡ παρασκευή, ἀλλὰ ποικίλος οὗτος ὁ πόλεμος καὶ ἐκ διαφόρων συγκροτούμενος τῶν ἐχθρῶν·
因為我們的裝備不是為應付一種爭戰,這場戰爭乃是多方面的,是由各樣的仇敵集結而成的;
for our preparation is not against one kind of battle, but this war is manifold and is mustered from divers enemies;
4:118
οὔτε γὰρ ὅπλοις ἅπαντες χρῶνται τοῖς αὐτοῖς, οὔτε ἑνὶ προσβάλλειν ἡμῖν μεμελετήκασι τρόπῳ
因為他們並非都用同樣的兵器,也不是只練習以一種方式攻擊我們。
for not all use the same weapons, nor have they practiced to assail us in one manner.
4:119
Ὅτι πρὸς τὰς ἁπάντων μάχας καὶ Ἑλλήνων καὶ Ἰουδαίων καὶ αἱρετικῶν παρεσκευάσθαι χρή Καὶ δεῖ τὸν μέλλοντα τὴν πρὸς πάντας ἀναδέχεσθαι μάχην τὰς ἁπάντων εἰδέναι τέχνας καὶ τὸν αὐτὸν τοξότην τε εἶναι καὶ σφενδονιστὴν καὶ ταξίαρχον καὶ λοχαγὸν καὶ στρατιώτην καὶ στρατηγὸν καὶ πεζὸν καὶ ἱππέα καὶ ναυμάχην καὶ τειχομάχην
論到人必須預備好應付一切人的爭戰——希臘人、猶太人、和異端的人。那要承擔對眾人之爭戰的人,必須通曉眾人的技藝,自己同時作弓箭手、投石手、隊長、哨長、士兵、將軍、步兵、騎兵,又作海戰的人、攻城的人。
That one must be prepared for the battles of all—both Greeks and Jews and heretics. And the one who is to take up the battle against all must know the arts of all, and must himself be at once archer and slinger and captain and company-leader and soldier and general and foot-soldier and horseman, and one who fights at sea and one who fights at the wall.
4:120
Ἐπὶ μὲν γὰρ τῶν στρατιωτικῶν πολέμων, οἷον ἕκαστος ἂν ἔργον ἀπολάβῃ, τούτῳ τοὺς ἐπιόντας ἀμύνεται·
因為在軍事的戰爭中,各人領受甚麼職務,就用那個抵擋來犯的敵人;
For in military wars, whatever work each receives, with that he wards off the assailants;
4:121
ἐνταῦθα δὲ τοῦτο οὐκ ἔστιν, ἀλλὰ ἂν μὴ πάσας ἐπιστάμενοςᾖ τῆς τέχνης τὰς ἰδέας ὁ μέλλων νικᾶν, οἶδεν ὁ διάβολος καὶ δι' ἑνὸς μέρους, ὅταν ἠμελημένον τύχῃ, τοὺς πειρατὰς εἰσαγαγὼν τοὺς αὑτοῦ, διαρπάσαι τὰ πρόβατα·
但在這裡卻不然,那將要得勝的人,若不通曉這技藝的一切形式,魔鬼便曉得如何單從一處——當它恰巧被忽略時——引進牠的盜匪,擄掠羊群;
but here this is not so, but unless the one who is to conquer knows all the forms of the art, the devil knows how, even through one part, when it chances to be neglected, to bring in his pirates and plunder the sheep;
4:122
ἀλλ' οὐχ, ὅταν διὰ πάσης ἥκοντα τῆς ἐπιστήμης τὸν ποιμένα αἴσθηται, καὶ τὰς ἐπιβουλὰς αὐτοῦ καλῶς ἐπιστάμενον
然而當牠察覺那牧者精通各樣技藝、深知牠的詭計時,便不能如此。
but not when it perceives the shepherd coming through all his skill, and well versed in its plots.
4:123
Διὸ χρὴ καλῶς ἐξ ὅλων φράττεσθαι τῶν μερῶν·
所以人必須四面都得著穩固的防護;
Therefore one must be well fortified on all sides;
4:124
καὶ γὰρ πόλις, ἕως μὲν ἂν πανταχόθεν περιβεβλημένη τυγχάνῃ, καταγελᾷ, τῶν πολιορκούντων αὐτὴν ἐν ἀσφαλείᾳ μένουσα πολλῇ·
因為一座城,只要四圍都有城牆環繞,便譏笑那圍攻它的人,安然穩居;
for a city, so long as it happens to be walled about on every side, laughs to scorn those who besiege it, remaining in much security;
4:125
ἐὰν δέ τις πυλίδος μόνον μέτρον διακόψῃ τὸ τεῖχος, οὐδὲν αὐτῇ λοιπὸν ὄφελος τοῦ περιβόλου γίνεται, καίτοι γε τοῦ λοιποῦ παντὸς ἀσφαλῶς ἑστηκότος
但若有人僅僅打破城牆一個城門大小的缺口,那其餘的城垣便對它毫無益處,縱然其餘的全都穩固挺立。
but if anyone breach the wall only the size of a gate, no further benefit comes to it from the rest of the circuit, even though all the remainder stand securely.
4:126
Οὕτως οὖν καὶ ἡ τοῦ Θεοῦ πόλις·
照樣,神的城也是如此;
So also, then, is the city of God;
4:127
ὅταν μὲν αὐτὴν πανταχόθεν ἀντὶ τείχους ἡ τοῦ ποιμένος ἀγχίνοιά τε καὶ σύνεσις περιβάλλῃ, πάντα εἰς αἰσχύνην καὶ γέλωτα τοῖς ἐχθροῖς τὰ μηχανήματα τελευτᾷ καὶ μένουσιν οἱ κατοικοῦντες ἔνδον ἀσινεῖς, ὅταν δέ τις αὐτὴν ἐκ μέρους καταλῦσαι δυνηθῇ, κἂν μὴ πᾶσαν καταβάλῃ, διὰ τοῦ μέρους ἅπαν, ὡς εἰπεῖν, λυμαίνεται τὸ λοιπόν
當牧者的精明與智慧四面環繞它、代替城牆時,仇敵的一切詭計便都歸於羞辱與譏笑,住在裡面的人也都安然無恙;但當有人能在局部攻破它時,縱然不能傾覆全城,他卻藉著那一處,可說毀壞了其餘的一切。
when the shrewdness and understanding of the shepherd surrounds it on every side instead of a wall, all the contrivances of the enemies end in shame and ridicule, and those who dwell within remain unharmed; but when anyone is able to overthrow it in part, even if he does not cast down the whole, through that part he ruins, so to speak, all the rest.
4:128
Τί γάρ, ὅταν πρὸς Ἕλληνας μὲν ἀγωνίζηται καλῶς, συλῶσι δὲ αὐτὸν Ἰουδαῖοι; ἢ τούτων μὲν ἀμφοτέρων κρατῇ, ἁρπάζωσι δὲ Μανιχαῖοι; ἢ μετὰ τὸ περιγενέσθαι καὶ τούτων, οἱ τὴν εἱμαρμένην εἰσάγοντες ἔνδον τὰ πρόβατα κατασφάττωσι; καὶ τί δεῖ πάσας καταλέγειν τοῦ διαβόλου τὰς αἱρέσεις ἃς ἂν μὴ πάσας ἀποκρούεσθαι καλῶς ὁ ποιμὴν εἰδῇ, δύναιτ' ἂν καὶ διὰ μιᾶς τὰ πλείονα τῶν προβάτων καταφαγεῖν ὁ λύκος; Καὶ ἐπὶ μὲν τῶν στρατιωτῶν, ἀπὸ τῶν ἑστώτων καὶ μαχομένων καὶ τὴν νίκην ἔσεσθαι καὶ τὴν ἧτταν προσδοκᾶν ἀεὶ χρή
因為這算甚麼呢,倘若他善與希臘人爭辯,猶太人卻劫掠他?或他勝過這兩者,摩尼教徒卻擄去?或他連這些也制伏了,那些引進命定論的人卻在裡面屠殺羊群?又何必盡述魔鬼一切的異端呢?牧者若不曉得如何把它們都妥善擊退,那狼便能單從一處吞吃多半的羊。至於士兵,人總要從那站立爭戰的人身上預料勝敗。
For what, when he contends well against the Greeks, but the Jews despoil him? Or he prevails over both these, but the Manichaeans snatch away? Or, after getting the better of these too, those who bring in fate slaughter the sheep within? And why need one recount all the heresies of the devil, which unless the shepherd know how to repel them all well, he would be able, even through one, to devour the more part of the sheep, the wolf? And with soldiers, one must ever expect both victory and defeat from those who stand and fight.
4:129
Ἐνταῦθα δὲ πολὺ τοὐναντίον·
但在這裡卻大不相同;
But here it is much the contrary;
4:130
πολλάκις γὰρ ἡ πρὸς ἑτέρους μάχη τοὺς οὐδὲ τὴν ἀρχὴν συμβαλόντας, οὐδὲ πονέσαντας ὅλως ἡσυχάζοντας καὶ καθημένους νικῆσαι πεποίηκε·
因為與別人的爭戰,往往使那些起初全然沒有交戰、絲毫沒有勞苦、只是安歇靜坐的人遭了失敗;
for often the battle against others has caused those who did not engage at all from the start, nor labored in the least, but were at rest and sitting still, to be defeated;
4:131
καὶ τῷ οἰκείῳ ξίφει περιπαρεὶς ὁ μὴ πολλὴν περὶ ταῦτα τὴν ἐμπειρίαν ἔχων, καὶ τοῖς φίλοις καὶ τοῖς πολεμίοις καταγέλαστος γίνεται
那在這些事上沒有多少經驗的人,被自己的刀所刺透,便成了朋友與仇敵的笑柄。
and the one who has not much experience in these matters, pierced through by his own sword, becomes a laughingstock both to friends and to foes.
4:132
πειράσομαι γάρ σοι καὶ ἐπὶ παραδείγματος ὃ λέγω ποιῆσαι φανερόν–τὸν ὑπὸ τοῦ Θεοῦ δοθέντα τῷ Μωϋσῇ νόμον οἱ τὴν Οὐαλεντίνου καὶ Μαρκίωνος διαδεξάμενοι φρενοβλάβειαν καὶ ὅσοι τὰ αὐτὰ νοσοῦσιν ἐκείνοις τοῦ καταλόγου τῶν θείων ἐκβάλλουσι γραφῶν·
因為我要試著用一個例子向你說明我所講的——神藉摩西所賜的律法,那些承襲了瓦倫提努與馬吉安之錯亂的人,以及凡與他們同患一樣病症的人,都把它從聖經的目錄中除去;
For I will try to make plain to you by an example what I say—the law given by God to Moses, those who have inherited the derangement of Valentinus and Marcion, and as many as are sick with the same diseases as they, cast it out from the catalogue of the divine Scriptures;
4:133
Ἰουδαῖοι δὲ αὐτὸν οὕτω τιμῶσιν ὡς καὶ τοῦ καιροῦ κωλύοντος φιλονεικεῖν ἅπαντα φυλάττειν, παρὰ τὸ τῷ Θεῷ δοκοῦν
但猶太人卻這樣尊崇它,以致爭著要全然遵守它,連在時機不容許時也是如此,這是違背神所看為美的。
but the Jews so honor it as to contend to keep it all, even when the season forbids, contrary to what seems good to God.
4:134
Ἡ δὲ Ἐκκλησία τοῦ Θεοῦ, τὴν ἀμφοτέρων ἀμετρίαν φεύγουσα, μέσην ἐβάδισε καὶ οὔτε ὑποκεῖσθαι αὐτοῦ τῷ ζυγῷ πείθεται, οὔτε διαβάλλειν αὐτὸν ἀνέχεται, ἀλλὰ καὶ πεπαυμένον ἐπαινεῖ διὰ τὸ χρησιμεῦσαί ποτε εἰς καιρόν
但神的教會,逃避這兩者的過度,走中間的道路,既不肯被它的軛所制伏,也不容忍毀謗它,反倒稱許它,因它如今雖已止息,卻曾在它的時代有用處。
But the Church of God, fleeing the excess of both, walked the middle way, and is neither persuaded to be subjected to its yoke, nor endures to slander it, but even commends it, now that it has ceased, because it was once useful for its season.
4:135
Δεῖ δὴ τὸν μέλλοντα πρὸς ἀμφοτέρους μάχεσθαι τὴν συμμετρίαν εἰδέναι ταύτην·
因此,那將要與這兩者爭戰的人,必須知道這合宜的尺度;
The one, then, who is to fight against both must know this due measure;
4:136
ἄν τε γὰρ Ἰουδαίους διδάξαι βουλόμενος ὡς οὐκ ἐν καιρῷ τῆς παλαιᾶς ἔχονται νομοθεσίας, ἄρξηται κατηγορεῖν αὐτῆς ἀφειδῶς, ἔδωκε τοῖς διασύρειν βουλομένοις τῶν αἱρετικῶν λαβὴν οὐ μικράν·
因為他若想教導猶太人,叫他們知道持守舊約律法乃是不合時宜的,便毫不留情地控告律法,他就給那些想要拆毀律法的異端人留下不小的把柄;
for if, wishing to teach the Jews that they hold to the old legislation out of season, he begins to accuse it unsparingly, he gives those of the heretics who wish to tear it down no small handle;
4:137
ἄν τε τούτους ἐπιστομίσαι σπουδάζων ἀμέτρως αὐτὸν ἐπαίρῃ καὶ ὡς ἀναγκαῖον ἐν τῷ παρόντι τυγχάνοντα θαυμάζῃ, τὰ τῶν Ἰουδαίων ἀνέῳξε στόματα
但他若熱切要塞住他們的口,便無節制地高抬律法,驚嘆它在當今仍為必要,他就開了猶太人的口。
but if, zealous to stop their mouths, he should exalt it immoderately and marvel at it as being necessary in the present time, he opens the mouths of the Jews.
4:138
Πάλιν οἱ τὴν Σαβελλίου μαινόμενοι μανίαν καὶ οἱ τὰ Ἀρείου λυττῶντες ἐξ ἀμετρίας ἀμφότεροι τῆς ὑγιοῦς ἐξέπεσαν πίστεως·
再者,那些發撒伯流之狂的人,與那些因亞流之教義而瘋狂的人——兩者都因過度而從純正的信仰中跌落;
Again, those who rage with the madness of Sabellius, and those who are frenzied with the doctrines of Arius—both fell out of the sound faith through excess;
4:139
καὶ τὸ μὲν ὄνομα χριστιανῶν ἀμφοτέροις ἐπίκειται, εἰ δέ τις τὰ δόγματα ἐξετάσειε, τοὺς μὲν οὐδὲν ἄμεινον Ἰουδαίων διακειμένους εὑρήσει, πλὴν ὅσον ὑπὲρ ὀνομάτων διαφέρονται μόνον, τοὺς δὲ πολλὴν τὴν ἐμφέρειαν πρὸς τὴν αἵρεσιν Παύλου τοῦ Σαμοσατέως ἔχοντας, ἀμφοτέρους δὲ τῆς ἀληθείας ἐκτός
基督徒的名雖然都加在這兩等人身上,但人若察驗其教義,便要發現一等人比猶太人好不了多少,只不過單在名稱上有別,另一等人則與撒摩撒他的保羅之異端大有相似,兩者都在真理之外。
and the name of Christians lies upon both, yet if one should examine the doctrines, he will find the one disposed no better than the Jews, save only that they differ over names alone, and the other having much resemblance to the heresy of Paul of Samosata, and both outside the truth.
4:140
Πολὺς οὖν κἀνταῦθα ὁ κίνδυνος καὶ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ὑπὸ κρημνῶν ἀμφοτέρωθεν ἀπειλημμένη, καὶ δέος οὐ μικρὸν μὴ τὸν ἕτερόν τις θέλων βαλεῖν ὑπὸ θατέρου πληγῇ·
因此這裡的危險也是極大的,那道路狹窄艱難,兩旁都被懸崖所夾,且有不小的懼怕,唯恐人想要擊打這一邊,卻反被那一邊打傷;
Great, then, is the danger here too, and strait and afflicted is the way, hemmed in on both sides by precipices, and there is no small fear lest one, wishing to strike the one, be smitten by a blow from the other;
4:141
ἄν τε γὰρ μίαν τις εἴπῃ θεότητα, πρὸς τὴν ἑαυτοῦ παροινίαν εὐθέως εἵλκυσε τὴν φωνὴν ὁ Σαβέλλιος·
因為人若說一位神格,撒伯流立刻把這話扯向他自己的錯亂;
for if one should say one Godhead, Sabellius straightway drags the saying toward his own derangement;
4:142
ἄν τε διέλῃ πάλιν, ἕτερον μὲν τὸν Πατέρα, ἕτερον δὲ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ἕτερον εἶναι λέγων, ἐφέστηκεν Ἄρειος εἰς παραλλαγὴν οὐσίας ἕλκων τὴν ἐν τοῖς προσώποις διαφοράν
但他若再加分別,說父是一位,子是另一位,聖靈又是另一位,亞流便在旁等候,把位格上的分別扯成本質的更改。
but if, again, he should divide it, saying that the Father is one, and the Son another, and the Holy Spirit yet another, Arius stands by, dragging the distinction in the persons into an alteration of essence.
4:143
Δεῖ δὲ καὶ τὴν ἀσεβῆ σύγχυσιν ἐκείνου καὶ τὴν μανιώδη τούτου διαίρεσιν ἀποστρέφεσθαι καὶ φεύγειν, τὴν μὲν θεότητα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μίαν ὁμολογοῦντας, προστιθέντας δὲ τὰς τρεῖς ὑποστάσεις·
但人必須轉離並逃避這一位不敬虔的混淆與那一位狂亂的分割,承認父、子、聖靈的神格是一,同時加上三個位格;
But one must turn away from and flee both the impious confusion of the one and the maniacal division of the other, confessing one Godhead of Father and Son and Holy Spirit, while adding the three hypostases;
4:144
οὕτω γὰρ ἀποτειχίσαι δυνησόμεθα τὰς ἀμφοτέρων ἐφόδους
因為這樣我們就能築牆攔阻這兩者的攻擊。
for thus we shall be able to wall off the assaults of both.
4:145
Πολλὰς δὲ καὶ ἑτέρας ἔνι συλλέγειν συμπλοκὰς πρὸς ἃς ἂν μὴ γενναίως τις καὶ ἀκριβῶς μάχηται, μυρία λαβὼν ἄπεισι τραύματα
人還可以蒐集出許多別的糾纏,人若不剛勇而精細地與之爭戰,便要帶著千萬的傷痕離去。
And one may gather many other entanglements as well, against which, unless one fight nobly and exactly, he departs having received ten thousand wounds.
4:146
Ὅτι σφόδρα ἔμπειρον εἶναι δεῖ τῆς διαλεκτικῆσ Τί ἄν τις λέγοι τὰς τῶν οἰκείων ἐρεσχελίας; Οὐ γάρ εἰσιν ἐλάττους αὗται τῶν ἔξωθεν προσβολῶν, ἀλλὰ καὶ πλείονα τῷ διδάσκοντι παρέχουσιν ἱδρῶτα
論到人必須極其精於辯證之術。對於那些內部之人的詰難,又能說甚麼呢?因為這些並不少於那從外面來的攻擊,反倒使那作教師的人流更多的汗。
That one must be exceedingly skilled in dialectic. What could one say of the cavils of those within? For these are not fewer than the assaults from without, but cause the teacher even more sweat.
4:147
Οἱ μὲν γὰρ ὑπὸ πολυπραγμοσύνης ἁπλῶς καὶ εἰκῇ περιεργάζεσθαι θέλουσινἃ μήτε μαθόντας ἔστι κερδᾶναι, μήτε μαθεῖν δυνατόν·
因為有些人出於好管閒事,隨意妄想去探究那些既不能藉學習得益、也不可能學會的事;
For some, out of meddlesomeness, wish simply and at random to busy themselves with things which it is neither possible to gain by learning, nor possible to learn;
4:148
ἕτεροι πάλιν τῶν τοῦ Θεοῦ κριμάτων εὐθύνας αὐτὸν ἀπαιτοῦσιν καὶ τὴν ἄβυσσον τὴν πολλὴν ἀναμετρεῖν βιάζονται·
另有些人又向他追討神判斷的緣由,強逼他去測量那極大的深淵;
others again demand of him an account of the judgments of God, and force him to measure out the great abyss;
4:149
Τὰ γὰρ κρίματά σου, φησίν, ἄβυσσος πολλή. Καὶ πίστεως μὲν πέρι καὶ πολιτείας, ὀλίγους ἂν εὕροις σπουδάζοντας·
因為經上說:『你的判斷如同深淵。』至於信仰與生活的品行,你卻找不到幾個熱心的人;
for 'Your judgments,' he says, 'are a great abyss.' And concerning faith and conduct of life, you would find few who are zealous;
4:150
τοὺς δὲ πλείους ταῦτα περιεργαζομένους καὶ ζητοῦνταςἃ μήτε εὑρεῖν δυνατὸν καὶ τὸν Θεὸν παροξύνει ζητούμενα
反倒是多數人忙於探究這些事,尋求那些既不可能尋見、且當被尋求時反惹神發怒的事。
but the more part busying themselves with these things and seeking after the things which it is neither possible to find, and which, when sought, provoke God.
4:151
Ὅταν γὰρ ἅπερ αὐτὸς ἡμᾶς οὐκ ἠθέλησεν εἰδέναι ταῦτα βιαζώμεθα μανθάνειν, οὔτε εἰσόμεθα–πῶς γάρ, Θεοῦ μὴ βουλομένου; –καὶ τὸ κινδυνεύειν ἡμῖν ἐκ τοῦ ζητεῖν περιέσται μόνον
因為當我們勉強自己去學習那些神不願我們知道的事時,我們既不能知道——因為神既不願意,我們怎能知道呢?——而從這尋求所臨到我們的,惟有危險而已。
For when we force ourselves to learn the very things which He did not wish us to know, we shall neither know them—for how could we, since God does not will it?—and the only thing that will result for us from the seeking is danger.
下一段 →
← 第 3 章第 5 章 →
123456

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。