📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 以賽亞書註釋

以賽亞書註釋 第 7 章 第 1/2 段

希臘文原文.232 節.部分字詞可點開查義.本章太長已分段,此段為 7:1–7:232(全章共 353 節)

← 第 6 章第 8 章 →
下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
7:1
Ζʹ. Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰν τοῦ Ὀζίου βασιλέως Ἰούδα
第七章。「烏西雅的孫子、約坦的兒子、猶大王亞哈斯在位的日子。」
Chapter 7. 'And it came to pass in the days of Ahaz the son of Jotham, the son of Uzziah, king of Judah.'
7:2
Ὅπερ πολλάκις εἶπον, τοῦτο καὶνῦν ἐρῶ, ὅτι τὸ παλαιὸν αἱ προφητεῖαι οὐ διὰ τοῦτο ἐγίνοντο, ἵνα ἁπλῶς οἱ Ἰουδαῖοι τὰ μέλλοντα μάθωσιν, ἀλλ' ἵνα μαθόντες, ἐντεῦθεν κερδάνωσι καὶ τῷ φόβῳ τῆς ἀπειλῆς γένωνται σωφρονέστεροι καὶ τῇ τῶν ἀγαθῶν ὑποσχέσει προθυμότεροι περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν, ἑκατέρωθεν μανθάνοντες τοῦ Θεοῦ τήν τε δύναμιν καὶ τὴν περὶ αὐτοὺς κηδεμονίαν
我常說的話,如今也要再說:古時的預言並非只是為了讓猶太人得知將來要發生的事,乃是要他們既得知了,就從中獲益,並因懼怕那警戒而更加自制,因那美善的應許而更加熱心於美德的操練——從兩方面都學到神的大能,以及祂對他們的看顧。
What I have often said, this I shall say now also: that in olden times the prophecies were not made for this purpose, merely that the Jews might learn what was to come, but that, having learned, they might thereby gain profit, and by the fear of the threat become more temperate, and by the promise of good things become more eager for the practice of virtue — learning from both sides both the power of God and His care for them.
7:3
Καὶ γὰρ ταύτης ἕνεκεν τῆς αἰτίας προελέγετο τὰ λεγόμενα, καὶ ἵνα μὴ νομίσωσιν ἁπλῶς καὶ ὡς ἔτυχε τὰ συμβαίνοντα ἐπιέναι, κατά τινα ἀκολουθίαν φύσεως ἢ πραγμάτων φοράν, ἀλλὰ εἰδῶσιν, ὅτι ἄνωθεν καὶ ἐκ τῆς τοῦ Θεοῦ ψήφου ταῦτα ἑκάτερα γίγνεται·
因為正是為著這緣故,那些話語才被預先說出,也是為了叫他們不至以為所發生的事只是偶然臨到,是照著某種自然的順序或事物的進程;乃是要他們知道,這兩樣事都是從上頭來的,是出於神的定旨——這對他們認識神大有益處。
For it was on this account that the things spoken were foretold, and in order that they might not suppose that the events came upon them merely and by chance, according to some sequence of nature or course of affairs, but that they might know that both these things come from above and from the decree of God — which greatly profited them toward the knowledge of God.
7:4
ὅπερ αὐτοὺς τὰ μέγιστα εἰς θεογνωσίαν ὠφέλει
這對他們認識神大有裨益。
which greatly profited them toward the knowledge of God.
7:5
Ἀλλ' ἐπειδή, καθάπερ καὶ ἔμπροσθεν ἔφθην εἰπών, ἡ προφητεία οὐκ ἐν αὐτῷ τῷ καιρῷ τὴν ἀπόδειξιν εἶχεν, ἀλλὰ τὰ μὲν ῥήματα τότε ἐλέγετο, τὰ δὲ πράγματα μακροῖς ὕστερον ἔμελλον ἐκβήσεσθαι χρόνοις, ἐνίων τῶν ἀκουόντων πολλάκις καὶ προαπερχομένων καὶ οὐ δυναμένων δικάσαι τῇ τῶν λεγομένων ἀκολουθίᾳ, ὅρα τί ποιεῖ καὶ πραγματεύεται ὁ Θεός
但正如我先前已經說過的,這預言並非在當下就得著印證,乃是話語當時就說了,而事情卻要在漫長的歲月之後才成就——有些聽者往往在此之前就去世了,無法藉著所說之話的應驗來作判斷——請看神所行所籌畫的是甚麼。
But since, as I have already said before, the prophecy did not have its demonstration at that very moment, but the words were spoken then, while the events were to come to pass long ages afterward — some of the hearers often passing away beforehand and being unable to judge by the sequence of what was said — behold what God does and contrives.
7:6
Προφητείαν προφητείαις συνάπτει μακροτέραις ἐγγυτέραν, τὴν ἐπὶ τῆς γενεᾶς αὐτῶν γενομένην τῶν μακρὸν ὕστερον ἐσομένων μεγίστην ἀπόδειξιν παρεχόμενος
祂將一個較近的預言與那些較遠的預言相連,把那在他們本世代成就的預言,作為那些長久以後才要應驗之事的最有力印證。
He joins a nearer prophecy to longer-range prophecies, providing the one that came to pass in their own generation as a most weighty demonstration of those things that would come to pass long afterward.
7:7
Ἐπὶ δὲ τῶν εὐαγγελίων καὶ ἑτέρως μεθοδεύει τουτὶ τῆς ὠφελείας τὸ εἶδος, θαύματα προφητείαις συνάπτων καὶ θάτερον θατέρῳ κατασκευάζων
但在福音書中,祂用另一種方式來安排這種益處,將神蹟與預言相連,並以此印證彼此。
But in the Gospels He arranges this kind of benefit in yet another manner, joining miracles to prophecies and confirming the one by the other.
7:8
προσῆλθεν αὐτῷ ὁ λεπρός ποτε καὶ ἐκαθάρθη καὶ μετ' ἐκεῖνον πάλιν ὁ τοῦ ἑκατοντάρχου παῖς ἀπηλλάγη τῆς χαλεπῆς ἀρρωστίας ἐκείνης καὶ σημεῖα ταῦτα μεγάλα ἦν·
那長大痲瘋的人曾來到祂面前得了潔淨;在他之後,那百夫長的僕人又從那沉重的疾病中得了醫治;這些都是極大的神蹟。
The leper once came to Him and was cleansed; and after him again the centurion's servant was delivered from that grievous sickness; and these were great signs.
7:9
ἀλλ' ὅμως οὐκ ἔστη μέχρι τῶν σημείων, ἀλλὰ καὶ προφητείαν προστέθεικεν
然而祂並未止步於神蹟,乃又加上了一個預言。
yet nevertheless He did not stop at the signs, but added a prophecy as well.
7:10
Ἐπειδὴ γὰρ ὁ ἑκατόνταρχος τὴν θαυμαστὴν ἐκείνην καὶ μεγάλην ἐπεδείξατο πίστιν, δι' ἧς τὸν παῖδα ἀπήλλαξε τῆς ἀρρωστίας, ἐπήγαγεν ὁ Χριστὸς λέγων·
因為那百夫長既顯出那奇妙而偉大的信心,藉此使他的僕人脫離了疾病,基督便接著說:
For since the centurion displayed that wonderful and great faith, through which he delivered his servant from the sickness, Christ went on to say:
7:11
Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, οἱ δὲ υἱοὶτῆς βασιλείας ἐκβληθήσονται ἔξω
「從東從西,將有許多人來,與亞伯拉罕、以撒、雅各一同坐席;惟有本國的子民竟被趕到外邊去。」
'Many shall come from east and west, and shall recline with Abraham and Isaac and Jacob; but the sons of the kingdom shall be cast out into outer darkness.'
7:12
Ταῦτα δὲ ἔλεγε, καὶ τὴν τῶν ἐθνῶν κλῆσιν καὶ τὴν τῶν Ἰουδαίων ἀποβολὴν προαναφωνῶν·
祂說這些話,是預先宣告外邦人的蒙召和猶太人的被棄;
And these things He said, foreannouncing both the calling of the Gentiles and the casting off of the Jews;
7:13
ὃ δὴ νῦν ἐπὶ τῶν ἔργων ἐξέβη καὶ τοῦ ἡλίου φανερώτερον ἅπασι δείκνυται·
這事如今已在事實上應驗了,並且顯明給眾人,比日頭更加清楚;
which indeed has now come to pass in the events themselves, and is shown to all more plainly than the sun;
7:14
ἀλλὰ τότε τέως ἄδηλον ἦν καὶ τοῖς ἀπίστοις οὐκ εὐπαράδεκτον
但在那時,這事還是不明朗的,對那些不信的人也難以接受。
but at that time it was as yet uncertain and, to the unbelieving, not readily accepted.
7:15
Διὰ δὴ τοῦτο σημεῖον προέλαβε τὸ τότε ἐκβάν, τῷ μετὰ ταῦτα συμβησομένῳ πολλὴν προαποτιθέμενος τὴν πίστιν·
因此,祂便先取那當時成就的事作為一個記號,為那日後要成就的事預先積存許多信心;
For this reason, then, He took beforehand as a sign the thing that came to pass at that time, laying up in advance much faith for that which would come to pass afterward;
7:16
ὥσπερ οὖν καὶ αὐτὴ ἡ προφητεία, ἐπὶ τῶν ἔργων φαινομένη νῦν, τῷ σημείῳ
正如那預言本身,如今在事實中顯明出來,藉著那記號
just as, then, the prophecy itself, now being manifest in the events, by the sign
7:17
τῷ τότε γενομένῳ πολλὴν παρέχει τὴν βεβαίωσιν
就是那當時成就的記號,提供了充分的印證。
that came to pass at that time, provides much confirmation.
7:18
Τί γὰρ ἂν εἴποι ὁ ἄπιστος; ὅτι οὐκ ἐκαθάρθη ὁ λεπρός; Βλεπέτω τῆς προφητείας τὴν ἀλήθειαν, καὶ ἀπὸ ταύτης καὶ τῷ σημείῳ πιστευέτω
不信的人能說甚麼呢?說那長大痲瘋的人沒有得潔淨嗎?讓他看看預言的真實,並從這真實也去相信那記號。
For what could the unbeliever say? That the leper was not cleansed? Let him look at the truth of the prophecy, and from this let him also believe the sign.
7:19
Τί δὲ ἂν εἴποιεν οἱ τότε Ἰουδαῖοι; ὅτι ἃ προλέγει οὐκ ἔστιν ἀληθῆ; Ὁράτωσαν τὸν λεπρὸν καθαιρόμενον καὶ ἀπὸ τῶν ἐπ' ἐκείνου γενομένων καὶ περὶ τῶν μελλόντων μὴ ἀπιστείτωσαν, μέγιστον λαμβάνοντες ἐνέχυρον ἐκεῖνοι μὲν τῆς προφητείας τὸ σημεῖον, οἱ δὲ νῦν τοῦ σημείου τὴν προφητείαν
當時的猶太人又能說甚麼呢?說祂所預言的事不是真的嗎?讓他們看那長大痲瘋的人得潔淨,並從發生在他身上的事,不去懷疑那將來的事——那時的人以預言的記號為最有力的憑據,而如今的人則以記號的預言為憑據。
And what could the Jews of that time say? That the things He foretells are not true? Let them see the leper being cleansed, and from the things done in his case let them not disbelieve concerning the things to come — those receiving as a most weighty pledge the sign of the prophecy, and those of the present time receiving the prophecy of the sign.
7:20
Εἶδες πῶς θάτερον διὰ θατέρου κατασκευάζεται; Τοῦτο καὶ ἐπὶ τῆς Παλαιᾶς γινόμενον ἴδοι τις ἄν
你看見了嗎,這一樣是如何藉著那一樣得以印證的?這事在舊約中也可看見。
Do you see how the one is established through the other? This too one may see happening in the Old Testament.
7:21
Ἐπεὶ γὰρ καὶ ὁ Ἱεροβοὰμ τὴν χαλεπὴν ἐκείνην ἐμάνη μανίαν καὶ δαμάλεις ἔστησε χρυσᾶς, ἐλθὼν ὁ προφήτης τά τε μέλλοντα προανεφώνησεν καὶ σημεῖον εὐθέως ἔδωκεν
因為耶羅波安也曾發那沉重的狂亂之瘋,立了金牛犢,那先知就來,既預先宣告了將來的事,又立時賜下一個記號。
For since Jeroboam too raged with that grievous madness and set up golden calves, the prophet came and both foreannounced the things to come and straightway gave a sign.
7:22
Ἵνα γὰρ μηδεὶς ἀπιστῇ τοῖς μετὰ τριακόσια συμβησομένοις ἔτη, τὸν βωμὸν ἔρρηξε καὶ τὴν πιότητα ἐξέχεε καὶ τὴν χεῖρα τοῦ βασιλέως ἐξήρανεν, ἀπὸ τῶν πρὸ τῶν ὀφθαλμῶν γινομένων τῶν μετὰ πολὺν χρόνον συμβησομένων σαφῆ παρεχόμενος τὴν ἀπόδειξιν
因為為了叫人不至懷疑那三百年後要成就的事,他便使壇裂開,將灰倒出,並使王的手枯乾,從那在他們眼前所行的事,為那許久以後要成就的事提供了清楚的印證。
For in order that no one might disbelieve the things that would come to pass after three hundred years, he rent the altar and poured out the fatness and withered the hand of the king, providing from the things done before their eyes a clear demonstration of the things that would come to pass after much time.
7:23
Καὶ πολλὰ τοιαῦτα ἴδοι τις ἂν καὶ ἐν τῇ Καινῇ καὶ ἐν τῇ Παλαιᾷ γινόμενα, τοῦ Θεοῦ διαφόρως τὴν ἡμετέραν οἰκονομοῦντος σωτηρίαν
人可以看見這樣的事,在新約和舊約中都多有發生,神以各樣的方式安排我們的救恩。
And one may see many such things happening both in the New and in the Old Testament, God ordering our salvation in various ways.
7:24
Ὃ δὴ καὶ ἐνταῦθα γέγονε καὶ μετὰ πλείονος τῆς περιουσίας·
這事在這裏也照樣發生了,並且更加豐盛;
This indeed has happened here also, and with greater abundance;
7:25
οὐ γὰρ δὴ σημεῖον μόνον, ἀλλὰ καὶ προφητείαν ὁμοῦ καὶ σημεῖον συνέπλεξεν
因為祂不僅編織了一個記號,乃是將預言與記號同時交織在一起。
for He wove together not a sign only, but a prophecy together with a sign at the same time.
7:26
Ἀλλ' ὥστε σαφέστερα γενέσθαι τὰ λεγόμενα, αὐτὴν μετὰ ἀκριβείας τὴν ἱστορίαν ἐπέλθωμεν
但為了叫所說的話更加清楚,讓我們精確地把這段歷史查考一遍。
But in order that the things spoken may become clearer, let us go over the history itself with precision.
7:27
Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰν τοῦὈζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥασὴν βασιλεὺς Ἀρὰμ και Φακὲς υἱὸς Ῥωμελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴπολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν
「烏西雅的孫子、約坦的兒子、猶大王亞哈斯在位的日子,亞蘭王利汛和利瑪利的兒子以色列王比加上來攻打耶路撒冷,卻不能攻取它。」
'And it came to pass in the days of Ahaz the son of Jotham, the son of Uzziah, king of Judah, that Rezin king of Aram, and Pekah the son of Remaliah, king of Israel, went up against Jerusalem to make war against it, and they were not able to besiege it.'
7:28
Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυῒδ, λεγόντων·
「有人告訴大衛家說:」
'And it was reported to the house of David, saying:'
7:29
συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ
「亞蘭與以法蓮已經聯合了。」
'Aram has made an agreement with Ephraim.'
7:30
Ἔστι μὲν ἱστορία τὰεἰρημένα καὶ πραγμάτων διήγησις·
所說的固然是歷史,是事件的記述;
What is said is indeed history and a narration of events;
7:31
ἀλλ' ὁ νοῦν ἔχων καὶ ὀξὺ βλέπων, πολὺ καὶ ἐντεῦθεν καρπώσεται τὸ κέρδος, τοῦ Θεοῦ τὴν πολλὴν σοφίαν καὶ τὴν ὑπὲρ τῶν Ἰουδαίων κηδεμονίαν καταμανθάνων
但那有悟性、看得敏銳的人,從這裏也必收穫許多益處,徹底領會神那極大的智慧,以及祂對猶太人的看顧。
but he who has understanding and sees sharply will reap much gain from this too, learning thoroughly the great wisdom of God and His care for the Jews.
7:32
Οὔτε γὰρ ἐκ προοιμίων τὸν πόλεμον ἀνεχαίτισεν, οὔτε ἐπελθόντα κρατῆσαι τῆς πόλεως συνεχώρησεν, ἀλλὰ τὴν ἀπειλὴν ἀφεὶς γενέσθαι τὴν διὰ τῶν ῥημάτων, τὴν πεῖραν ἐκώλυσεν, ὁμοῦ μὲν ἐκείνους ἀφυπνίζων καὶ τῆς ῥᾳθυμίας ἀπαλλάττων, ὁμοῦ δὲ τὴν ἑαυτοῦ δύναμιν ἐνδεικνύμενος, ὅτι δυνατὸν αὐτῷ καὶ πρὸς αὐτὸ τῶν δεινῶν τὸ τέλος ἐλθόντων, ὥσπερ οὐδὲ ἀρχὴν εἰληφότων, οὕτω τοὺς ἐμπίπτοντας ἀκεραίους διατηρῆσαι
因為祂既沒有從一開始就攔阻這場戰爭,也沒有容許來犯者勝過那城,乃是任憑藉話語傳達的威嚇臨到,卻攔阻了實際的患難——一面喚醒他們脫離昏睡,救他們脫離懈怠,一面顯明祂自己的大能:就是即使災禍已臨到極處,祂仍能保守那陷在其中的人毫髮無損,如同這些災禍連開端都不曾有過一般。
For neither did He hold back the war from the outset, nor did He permit those who had come to prevail over the city; but letting the threat conveyed by words come to pass, He hindered the actual experience of it — at once rousing them from sleep and delivering them from their sloth, and at the same time displaying His own power: that it was possible for Him, even when the calamities had come to their very end, to keep those who had fallen into them unharmed, as though they had not even taken a beginning.
7:33
Ὃ πολλαχοῦ ποιοῦντα αὐτὸν ἔστιν ἰδεῖν·
人可以看見祂在許多地方都這樣行;
One may see Him doing this in many places;
7:34
οἷον ἐπὶ τῆς καμίνου τῆς Βαβυλωνίας καὶ ἐπὶ τοῦ λάκκου τῶν λεόντων καὶ ἐφ' ἑτέρων μυρίων πραγμάτων
例如在巴比倫的火窯,在獅子坑,以及在無數其他的事上。
as in the case of the Babylonian furnace, and of the lions' den, and in countless other affairs.
7:35
Καὶ γὰρ ἦλθον οὗτοι καὶ ἐπολιόρκησαν, καὶ τῶν τειχῶν ἁψάμενοι καὶ τὴν διάνοιαν τῶν ἔνδον οἰκούντων κατασείσαντες, οὐδὲν ἴσχυσαν περαιτέρω
因為這些人確實來圍攻,摸著了城牆,動搖了城內居民的心思,卻絲毫不能再進一步。
For indeed these came and besieged, and having laid hold of the walls and shaken the minds of those dwelling within, they availed nothing further.
7:36
Ἔστι δὲ κἀντεῦθεν ἰδεῖν τῶν δέκα φυλῶν τὴν παρανομίαν, ὅτι οὐ μόνον ἐμφύλιον ἀνείλοντο πόλεμον, οὐδ' ὅτι πρὸς τοὺς ἀδελφοὺς ἐστασίασαν, ἀλλ' ὅτι καὶ ἀλλοφύλοις καὶ ἀλλογενέσιν ἑαυτοὺς συνῆψαν καὶ οἱ μηδὲ ἁπλῶς κοινωνεῖν αὐτοῖς ἐπιτραπέντες καὶ συμμάχους ἐκάλουν, καὶ συνεφράττοντο καὶ κατὰ τῆς πόλεως ἵσταντο
從這裏也可看見那十個支派的不法:他們不但挑起了同族相殘的內戰,不但起來與弟兄結黨相爭,甚至把自己與外邦人和外族人聯合;那些連與他們有普通交往都不蒙許可的人,他們竟召來作盟友,彼此聯合,起來攻擊那城。
And from this too one may see the lawlessness of the ten tribes: that not only did they take up a civil war, nor merely that they rose in faction against their brethren, but that they even joined themselves to foreigners and aliens; and those who were not even permitted so much as to have fellowship with them, these they called as allies, and made common cause and stood against the city.
7:37
Τὸν γὰρ Ῥασὴν ἀλλόφυλον ὄντα κατὰ τῆς μητροπόλεως ἤγειρον
因為他們煽動那本是外邦人的利汛,來攻打那都城。
For they stirred up Rezin, who was a foreigner, against the mother-city.
7:38
Καὶ ἦν τὰ τῆς μάχης ἀνώμαλα
而這場爭戰的形勢是不對等的。
And the circumstances of the battle were unequal.
7:39
Παρὰ μὲν γὰρ ἐκείνοις πλῆθος ἄπειρον καὶ πόλεις καὶ ἔθνη καὶ δῆμοι·
因為在他們那一邊有無數的群眾,有城邑、有列國、有萬民;
For on their side there was a boundless multitude, and cities and nations and peoples;
7:40
ἐνταῦθα δὲ τούτων οὐδέν, ἀλλὰ πόλις μία ἡ μητρόπολις, ὥστε ἐκ περιουσίας φανῆναι τοῦ Θεοῦ τὴν ἰσχύν
但在這一邊卻一樣也沒有,只有一座城,就是那都城——如此便從這懸殊之中,使神的大能得以顯明。
but here there was none of these, only a single city, the mother-city — so that from the abundance the strength of God might be made manifest.
7:41
Οὐδενὸς γὰρ ὅπλα κινοῦντος, οὐδὲ ἐξιόντος καὶ παραταττομένου, ἐξέπιπτον ἐκεῖνοι τῶν πονηρῶν τούτων ἐγχειρημάτων
因為並沒有人動用兵器,也沒有人出去列陣,那些人卻從這些邪惡的圖謀中敗退了下來。
For with no one moving weapons, nor going out and drawing up in battle array, those men fell away from these wicked undertakings.
7:42
Οὐ γὰρ ἠδυνήθησαν, φησί, πολιορκῆσαι αὐτήν
他說:「因為他們不能攻取它。」
'For they were not able,' he says, 'to besiege it.'
7:43
Καίτοι τί τὸ κωλῦον ἦν; Οὐδὲν ἕτερον, ἀλλ' ἢ τοῦ Θεοῦ χεὶρ ἀοράτως αὐτοὺς ἀποκρουομένη
然而攔阻他們的是甚麼呢?別無其他,乃是神的手不可見地擊退了他們。
And yet what was it that hindered them? Nothing else, but the hand of God invisibly repelling them.
7:44
Πλὴν ἀλλ', ὅπερ εἶπον, τὸν μὲν πόλεμον ἀπεκρούσατο, τὸν δὲ φόβον οὐκ εὐθέως ἀνεῖλεν
然而,正如我所說的,祂雖擊退了戰爭,卻沒有立時除去那懼怕。
Nevertheless, as I said, He repelled the war, but did not immediately take away the fear.
7:45
Ἀνηγγέλη γάρ, φησίν, εἰς τὸν οἶκον Δαυΐδ, ὅτι συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ
他說:「因為有人告訴大衛家,說亞蘭與以法蓮已經聯合了。」
'For it was reported,' he says, 'to the house of David, that Aram had made an agreement with Ephraim.'
7:46
Καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ
「他的心和他百姓的心就都動搖了。」
'And his soul was shaken, and the soul of his people.'
7:47
Ὅταν μέλλῃ τι παράδοξον ὁ Θεὸς ποιεῖν, οὐκ εὐθέως ἐπάγει τὸ θαῦμα, ἀλλὰ πρότερον τοὺς μέλλοντας ἀπολαύειν ἐν αἰσθήσει τῶν δεινῶν ἀφίησι γενέσθαι, ἵνα μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν μηδεμίαν ἀγνωμοσύνην
每當神將要行奇妙之事,祂並不立時施行那神蹟,乃先容許那將要蒙福的人切身感受到災禍,好叫他們在脫離災禍之後,不至有絲毫的忘恩。
Whenever God is about to do something marvelous, He does not immediately bring on the wonder, but first allows those who are to benefit from it to come to a perception of the calamities, so that after their deliverance from the calamities there may be no ingratitude.
7:48
Ἐπειδὴ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων, τὰ μὲν ὑπὸ τύφου, τὰ δὲ ὑπὸ ῥᾳθυμίας ἐπιλανθάνονται τῶν δεινῶν μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν ἢ μὴ ἐπιλανθανόμενοι ἑαυτοῖς λογίζεσθαι βούλονται τὰ κατορθώματα, πρότερον ἀφεὶς αὐτοὺς ὑπὸ τῶν λυπηρῶν κατασείεσθαι, τότε τὴν ἐλευθερίαν δίδωσι τῶν ἐνοχλούντων·
因為大多數人,一面出於自高,一面出於懈怠,在脫離災禍之後就忘了那些災禍——或者雖不忘記,卻想把那成就歸功於自己——祂便先容許他們被那愁苦之事所搖撼,然後才賜下脫離那攪擾之事的釋放;
For since most men, partly through pride and partly through sloth, forget the calamities after their deliverance from the calamities — or, not forgetting, wish to reckon the successes to themselves — He first allows them to be shaken by the grievous things, and then gives them freedom from the things that trouble them;
7:49
ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν
這事祂在這裏也照樣行了。
which indeed He has done here also.
7:50
Ἀφῆκεν αὐτῶν τὰς καρδίας ἐκστῆναι, ἀφῆκεν εἰς ἀγωνίαν γενέσθαι πολλὴν καὶ τότε τὴν λύσιν ἐπήγαγε
祂容許他們的心動搖,容許他們陷入極大的焦慮,然後才施行拯救。
He allowed their hearts to be shaken, He allowed them to come into great anguish, and then He brought on the deliverance.
7:51
Τοῦτο καὶ ἐπὶ τοῦ μεγάλου πεποίηκε Δαυΐδ
這事祂在偉大的大衛身上也照樣行了。
This He did also in the case of the great David.
7:52
Ἐπειδὴ γὰρ ἔμελλεν αὐτὸν εἰς τὴν παράταξιν ἐξαγαγεῖν καὶ τὸ λαμπρὸν ἐκεῖνο τρόπαιον ἐγείρειν διὰ τῶν ἐκείνου χειρῶν, οὐκ ἐκ προοιμίων τοῦ πολέμου τοῦτο ἐποίησεν, ἀλλ' ἀφεὶς τεσσαράκοντα ἡμέρας αὐτοὺς κατεργασθῆναι τῷ φόβῳ, ὅτε τὴν οἰκείαν ἀπέγνωσαν σωτηρίαν καὶ μυρία ὀνειδίζοντος τοῦ βαρβάρου, οὐδὲ οὕτω τις ἐτόλμησε διεγερθῆναι καὶ δέξασθαι τὸν ἀντίπαλον, τότε δή, τότε τῆς ἥττης αὐτῶν ὁμολογηθείσης, καὶ τῆς ἀσθενείας φανερᾶς γενομένης, ἤγαγε τὸ μειράκιον ἐπὶ τὸν πόλεμον καὶ τὴν παράδοξον ἐκείνην νίκην εἰργάσατο
因為祂既將要領他上陣,並要藉他的手立起那輝煌的凱旋紀念,祂便沒有從戰爭一開始就這樣行,乃是容許他們四十天被懼怕所耗損——當他們對自己的得救已經絕望,那外邦人又向他們百般辱罵,即便如此也無人敢奮起迎戰那對手之時——那時,正是那時,當他們的敗績已被承認、他們的軟弱已然顯明,祂才領那少年上陣,成就了那奇妙的得勝。
For since He was about to lead him forth into the battle array and to raise up that splendid trophy through his hands, He did not do this from the very outset of the war, but, having allowed them for forty days to be worn down by fear — when they had despaired of their own salvation, and while the barbarian was heaping upon them countless reproaches, and not even so did anyone dare to rouse himself and receive the adversary — then indeed, then, when their defeat had been acknowledged and their weakness had become manifest, He led the youth to the war and wrought that marvelous victory.
7:53
Εἰ γὰρ καὶ μετὰ ταῦτα καὶ τὴν τοσαύτην τῆς ἀσθενείας αὐτῶν ἀπόδειξιν ὁ σωθεὶς βασιλεύς, ὑπὸ φθόνου καὶ βασκανίας τηκόμενος, ἐπεβούλευε τῷ Δαυΐδ, τοῦ πάθους γενόμενος ὅλος, καὶ ἀγνώμων περὶ τὸν εὐεργέτην ἐφάνη, εἰ μὴ τοσοῦτον ἔδωκεν ἔλεγχον καὶ τῆς αὐτοῦ καὶ τοῦ στρατοπέδου παντὸς ἀνανδρείας, τί οὐκ ἂν ἐποίησε; Τοῦτο αὐτὸ καὶ ἀλλαχοῦ πολλαχοῦ τὸν Θεὸν ποιοῦντα ἴδοι τις ἄν·
因為即使在這些事之後,並在他們軟弱得了如此大的明證之後,那蒙拯救的王竟因嫉妒和惡毒而枯乾憔悴,圖謀害大衛,完全被自己的情慾所轄制,向那施恩於他的人顯出忘恩——倘若他不曾如此大大證明自己並全軍的怯懦,他還有甚麼是做不出來的呢?這同樣的事,人也可以看見神在許多別處都這樣行;
For if, even after these things and after so great a proof of their weakness, the king who had been saved, wasting away with envy and malice, plotted against David, having become wholly given over to his passion, and showed himself ungrateful toward his benefactor — if he had not given so great a proof both of his own cowardice and that of his whole army, what would he not have done? This very thing one may see God doing in many other places as well;
7:54
Ἐπειδὴ γὰρ μέλλει λύειν τὸν πόλεμον καὶ ἀπαλλάττειν αὐτοὺς τῶν λυπηρῶν, ἀφίησι πρότερον τῶν δεινῶν αἰσθέσθαι
因為祂既將要結束戰爭,救他們脫離愁苦,便先容許他們感受到那些災禍。
for since He is about to end the war and deliver them from their sorrows, He first allows them to perceive the calamities.
7:55
Ἐξέστη γάρ, φησίν, ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ
他說:「因為他的心和他百姓的心都動搖了,好像林中的樹被風吹動一樣。」
'For his soul was shaken,' he says, 'and the soul of his people, as a tree in a wood is shaken by the wind.'
7:56
Καὶ τοῦτο προφητείας ἴδιον, τὸ τὰ ἀπόρρητα αὐτῶν εἰς μέσον ἐξαγαγεῖν
這也是預言所特有的:將他們隱藏的事帶到明處。
And this too is proper to prophecy: to bring forth into the open their hidden things.
7:57
Τὸ γὰρ πάθος ἡμῖν ἑρμηνεύει τῆς ἑκάστου διανοίας καὶ σαφηνείας ἕνεκεν καὶ εἰκόνα προστίθησιν καὶ ὥστε δεῖξαι τὴν ἐπίτασιν τῆς ἀγωνίας
因為它向我們闡釋各人心思中的情感,並為求清楚起見,還加上一個比喻,好顯出那焦慮的劇烈。
For it interprets to us the passion of each one's mind, and for the sake of clarity adds an image as well, so as to show the intensity of the anguish.
7:58
Διεσείσθη γὰρ αὐτῶν, φησίν, ἡ ψυχή, κατεβλήθη τὸ φρόνημα, ἀπέγνωσαν τῆς σωτηρίας, ἐν ἐσχάτοις ἐνόμιζον εἶναι, οὐδὲν χρηστὸν προσεδόκων, ἕκαστος ὑπὸ τῶν οἰκείων λογισμῶν προδεδομένος ἦν
他說:「因為他們的心動搖了」,他們的意志消沉,他們對得救絕望,自以為身處絕境,一無美善可望,各人都被自己的思慮所出賣。
'For their soul was shaken,' he says, their spirit was cast down, they despaired of salvation, they thought themselves to be in the utmost straits, they expected nothing good, each one was betrayed by his own reasonings.
7:59
Τί οὖν ὁ Θεός; Προλέγει τὴν ἀπαλλαγὴν καὶ τότε αὐτὴν ἐργάζεται, ἵνα μὴ ἄλλῳ τινὶ λογίσωνται πάλιν τὴν τῆς πόλεως ἐλευθερίαν, καὶ πέμπει τὸν προφήτην προαναφωνοῦντα τὰ μέλλοντα
那麼神作了甚麼呢?祂預言那拯救,然後才施行,好叫他們不至再把那城的得釋歸於別的緣故;祂並差遣那先知去預先宣告將來的事。
What then does God do? He foretells the deliverance, and then works it, so that they might not again reckon the freeing of the city to some other cause; and He sends the prophet to foreannounce the things to come.
7:60
Εἶπε γάρ, φησί, Κύριος πρὸς Ἡσαΐαν·
他說:「因為耶和華對以賽亞說:」
'For the Lord said,' he says, 'to Isaiah:'
7:61
Ἔξελθε εἰς συνάντησιν τοῦ Ἄχαζ, σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου, πρὸς τῇ κολυμβήθρᾳ τῆς ἀνόδου τοῦ ἀγροῦ τοῦ κναφέως
「你和你所剩下的兒子雅述出去,在漂布地的上路,靠近水池那裏,迎接亞哈斯;」
'Go out to meet Ahaz, you and your son Jashub who is left, at the pool of the upper way of the fuller's field;'
7:62
φύλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω·
「你要謹慎安靜,不要害怕,也不要心裏膽怯;」
'take heed to be quiet, and fear not, neither let your soul be faint;'
7:63
μηδὲ φοβηθῇς ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων
「也不要因這兩個冒煙的火把頭而懼怕。」
'neither be afraid because of these two smoking firebrands of wood.'
7:64
Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι
「因為當我烈怒發作之時,我必再施醫治。」
'For when the anger of my wrath comes, I will heal again.'
7:65
Τί ἐστιν, Ἔξελθε εἰς συνάντησιν; Ἀπὸ τοῦ φόβου καὶ τῆς ἀγωνίας οὐχ ἡσύχαζεν ὁ βασιλεύς, οὐδὲ οἴκοι μένειν ἠνείχετο, ἀλλ' ὅπερ ἔθος τοῖς πολιορκουμένοις ὑπομένειν, συνεχῶς ἐξῄει, τὰ τείχη περισκοπῶν, πρὸς ταῖς πύλαις γινόμενος, περιεργαζόμενος καὶ πολυπραγμονῶν, πῶς τὰ τῶν πολεμίων διάκειται πράγματα
「出去迎接」是甚麼意思呢?那王因著懼怕和焦慮不得安寧,也不能忍受留在家中,乃是照著被圍困之人慣常的作法,不斷地出去,察看城牆,走到城門那裏,忙碌打探,急切查究,要看仇敵的情勢如何。
What does it mean, 'Go out to meet'? Because of his fear and anguish the king was not quiet, nor could he endure to remain at home; but, as it is the custom for those under siege to do, he continually went out, surveying the walls, coming to the gates, busying himself and prying anxiously, to see how the affairs of the enemy stood.
7:66
Σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου; Ἰασοὺβ τῇ Ἑβραίων γλώττῃ ἡ ἀναστροφὴ λέγεται καὶ ἡ διαγωγή
「你和你所剩下的兒子雅述」?雅述在希伯來話中的意思是「歸回」,以及「生活的方式」。
'You and your son Jashub who is left?' Jashub in the Hebrew tongue means 'the return' and 'the manner of life.'
7:67
Διὰ τοῦτο καὶ ὁ Ἰεσσαὶ πέμπων τὸν Δαυῒδ ἔλεγε·
因此,耶西差遣大衛的時候也說:
For this reason also Jesse, when he sent David, said:
7:68
Καὶ τὸ Ἰασοὺβ αὐτῶν λήψῃ·
「你要把他們的信物帶回來」——
'And you shall bring back their pledge'—
7:69
τουτέστι, τὴν ἀναστροφὴν αὐτῶν ἀπαγγελεῖς μοι καὶ τί διάγουσι πράττοντες
就是說:「你要向我報告他們的生活情況,以及他們在所行的事上過得如何。」
that is, 'You shall report to me their manner of life, and how they are faring in their doings.'
7:70
Καὶ ἐνταῦθα τοίνυν, ἐμοὶ δοκεῖ, ὁ προφήτης κελεύεται πλῆθος μεθ' ἑαυτοῦ λαβεῖν, ἵν' ὅταν ἐκβῇ τὰ γεγενημένα, μὴ ἔχῃ ἀγνωμονεῖν ὁ βασιλεύς, ὡς οὐδὲν τούτων ἀκηκοὼς παρὰ τοῦ προφήτου
因此在這裡,我以為,先知也被吩咐帶著一群人同去,好使當所預言的事應驗時,王不能推說不知,彷彿他從未從先知口中聽見這些事一樣。
And here too, then, it seems to me, the prophet is commanded to take a multitude with him, so that when the things foretold come to pass, the king may not be able to plead ignorance, as though he had heard none of these things from the prophet.
7:71
ἔξελθε εἰς συνάντησιν, σὺ καὶ οἱ ἀναστρεφόμενοι μετὰ σοῦ, οἱ καταλειφθέντες τοῦ λαοῦ
「你要出去迎接他,你和那與你同在的人,就是百姓中所剩下的人。」
'Go out to meet him, you and those who remain with you, those of the people who have been left behind.'
7:72
Μὴ θαυμάσῃς δὲ εἰ υἱὸν αὐτοῦ καλεῖ τὸν λαόν·
你不要希奇他稱百姓為他的兒子;
Do not be surprised if he calls the people his son;
7:73
Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός
「看哪,我與神所賜給我的兒女。」
'Behold, I and the children whom God has given me.'
7:74
Καὶ γὰρ πατέρων τάξιν ἐπεῖχον οἱ ἅγιοι, τῇ ἀγάπῃ καὶ τῇ κηδεμονίᾳ τῇ περὶ τὸν δῆμον ἐκεῖνον πάντας τοὺς τῆς φύσεως ἀποκρύπτοντες
因為眾聖徒佔著父親的地位,以他們對那百姓所懷的愛與看顧,遮蓋了一切出於本性的分別。
For the saints held the rank of fathers, hiding all the claims of nature beneath the love and care they bore toward that people.
7:75
Καταλειφθέντας δέ φησι, διὰ τὸ πολλοὺς ἀπενηνέχθαι ὑπὸ τῶν πολεμίων
他稱他們為「所剩下的人」,是因為許多人已被仇敵擄去。
He calls them 'those who have been left behind,' because many had been carried off by the enemy.
7:76
Ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ κναφέως
「在漂布者田地的路上。」
'On the road of the fuller's field.'
7:77
Πολλῆς μοι καὶ τοῦτο ἀπορίας εἶναι δοκεῖ, εἴ γε οἱ συγκεκλεισμένοι καὶ πολιορκούμενοι καὶ μηδὲ προκῦψαι τολμῶντες, ἔξω πυλῶν ἐφαίνοντο
這也使我感到極大的困惑——若那些被圍困、被困守、連探頭出去都不敢的人,竟出現在城門之外。
This too seems to me to present great difficulty—if indeed those who were shut in and besieged, and who dared not even peep out, appeared outside the gates.
7:78
Καὶ γὰρ ἔξω τειχῶν ἡ ὁδὸς αὕτη φαίνεται νῦν οὖσα
因為這條路如今看來是在城牆之外。
For this road now appears to lie outside the walls.
7:79
Τίς οὖν ἡ λύσις τῆς ἀπορίας ταύτης; Ὅτι τὸ παλαιὸν ἕτερον περιεβέβλητο τεῖχος·
那麼這困惑的解答是甚麼呢?就是在古時,這城另外還環繞著一道城牆;
What then is the solution to this difficulty? That in ancient times the city was encircled by yet another wall;
7:80
καὶ γὰρ διπλᾶ τῇ πόλει τὰ τείχη ἦν·
因為這城有雙重的城牆;
for the city had double walls;
7:81
καὶ τοῦτο ῥᾴδιον ἐξ ἑτέρου προφήτου κατιδεῖν ἐστι τοῖς βουλομένοις προσέχειν
凡願意留意的人,都容易從另一位先知那裡看出這一點。
and this is easy to perceive from another prophet, for those willing to give heed.
7:82
Ἐξελθὼν τοίνυν ἀνίστησιν αὐτῶν τὰ φρονήματα καταπεπτωκότα καὶ κελεύει θαρσεῖν ὑπὲρ τῶν μελλόντων
因此,他出去之後,便振奮他們沮喪的心志,並吩咐他們為將來的事鼓起勇氣。
Having gone out, therefore, he raises up their fallen spirits and bids them take courage concerning what is to come.
7:83
Ἡσύχασον γάρ, φησί, καὶ μὴ φοβοῦ·
他說:「你要安靜,不要懼怕;」
'Be still,' he says, 'and do not fear;'
7:84
καὶ δαλοὺς ξύλων καλεῖ τοὺς βασιλέας, ὁμοῦ μὲν αὐτῶν τὸ σφοδρόν, ὁμοῦ δὲ τὸ εὐχείρωτον ἐνδεικνύμενος
他稱那些王為「冒煙的木柴頭」,同時顯明他們的凶猛,以及他們的容易被制伏。
and he calls the kings 'smoking firebrands of wood,' indicating at once both their fierceness and their vulnerability.
7:85
Καὶ γὰρ τὸ Καπνιζομένων, διὰ τοῦτο προστέθεικε, τουτέστιν, ἐγγὺς ὄντων τοῦ σβεσθῆναι λοιπόν
正因如此他才加上「冒煙的」——就是說,如今已快要熄滅了。
For it is on this account that he added 'smoking'—that is, being now near to being quenched.
7:86
Εἶτα δηλῶν, ὡς οὐ τῆς ἐκείνων δυνάμεως, ἀλλὰ τῆς αὐτοῦ συγχωρήσεως ἡ ἔφοδος ἦν, φησίν·
接著,為要顯明這攻擊並非出於他們的能力,乃是出於祂的許可,他說:
Then, showing that the assault came not from their power but from His own permission, he says:
7:87
Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι
「因為當我烈怒發作的時候,我要再次醫治。」
'For when the wrath of my anger is aroused, I will heal again.'
7:88
Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥωμελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηράν, Ἐφραῒμ καὶ ὁ υἱὸς τοῦ Ῥωμελίου κατὰ σοῦ λέγοντες·
「亞蘭的兒子和利瑪利的兒子,因為他們設下惡謀——以法蓮和利瑪利的兒子——攻擊你,說:」
'And the son of Aram and the son of Remaliah, because they have devised an evil counsel—Ephraim and the son of Remaliah—saying against you:'
7:89
Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν καὶ κακώσομεν αὐτὴν καὶ συλλαλήσαντες ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεήλ
「我們要上到猶大去攻擊它,苦害它,商議之後將他們歸向我們,並立他比勒的兒子作它的王。」
'We will go up into Judea, and afflict it, and having conferred together we will turn them over to ourselves, and we will set as king over it the son of Tabeel.'
7:90
Τάδε λέγει Κύριος Σαβαώθ·
「萬軍之耶和華如此說:」
'Thus says the Lord of Sabaoth:'
7:91
Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται·
「這謀算必不成立,也必不成就;」
'This counsel shall by no means stand, neither shall it come to pass;'
7:92
ἀλλ' ἡ κεφαλὴ Ἀρὰμ Δαμασκὸς καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥασίν
「但亞蘭的首都是大馬士革,大馬士革的首領是利汛。」
'but the head of Aram is Damascus, and the head of Damascus is Rezin.'
7:93
Καὶ ἔτι ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ
「再過六十五年,以法蓮的國必敗壞,不再成為一族之民。」
'And yet sixty-five years, and the kingdom of Ephraim shall cease to be a people.'
7:94
Καὶ ἡ κεφαλὴ Ἐφραῒμ Σομόρων καὶ ἡ κεφαλὴ Σομόρων ὁ υἱὸς τοῦ Ῥωμελίου
「以法蓮的首都是撒瑪利亞,撒瑪利亞的首領是利瑪利的兒子。」
'And the head of Ephraim is Samaria, and the head of Samaria is the son of Remaliah.'
7:95
Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε
「你們若是不信,就必不得明白。」
'And unless you believe, neither shall you understand.'
7:96
Πάλιν ὁ προφήτης μεγίστην ἀπόδειξιν παρέχεται τῆς προφητείας
先知再一次為他的預言提供了最有力的憑據。
Again the prophet furnishes a most powerful proof of his prophecy.
7:97
Ἐπειδὴ γὰρ ὁ φόβος κατέσεισε καὶ πρὸ ὀφθαλμῶν ἦν τὰ δεινά, τὰ δὲ χρηστὰ ἐν ἐλπίσι καὶ προσδοκίαν ὑπερβαίνοντα πᾶσαν καὶ οἱ ἀκροώμενοι οὐ σφόδρα πιστοί, ὅρα τί ποιεῖ
因為恐懼既已使他們動搖,可怕的事就在眼前,而那美善之事卻只在盼望之中,超越一切所能期望的,聽者又不甚肯信,你且看他怎樣行。
For since fear had shaken them, and the terrors were before their eyes, while the good things lay in hope and surpassed all expectation, and the hearers were not very ready to believe, see what he does.
7:98
Δίδωσι σημεῖον μέγιστον τῶν ἐκβησομένων, τὰ βουλεύματα τῶν πολεμίων εἰς μέσον ἐκφέρων
他賜下一個關乎將來之事的極大兆頭,把仇敵的計謀公然揭露出來。
He gives a most mighty sign of the things that are to come, bringing the enemies' plans out into the open.
7:99
Λέγει γὰρ αὐτῶν τὴν γνώμην, μεθ' ἧς ἐπεστράτευσαν τῇ πόλει καὶ τί πρὸς ἀλλήλους διελέχθησαν καὶ τί συνθέντες ἐπανῆλθον καὶ δείκνυσιν ἢ προδοσίαν τὸ πρᾶγμα ὂν (Συλλαλήσαντες γάρ, φησίν, αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς) ἢ πολλῇ τῇ ἀπονοίᾳ μεθύοντας καὶ νομίζοντας μηδὲ ὅπλων αὐτοῖς δεῖν, μηδὲ παρατάξεως καὶ συμβολῆς εἰς τὸ τὴν πόλιν λαβεῖν
因為他述說了他們的意圖,他們就是懷著這意圖出兵攻城的,又述說他們彼此所商議的話,以及他們商定甚麼之後才回去;他並且顯明這事或是背叛(因他說:「我們與他們商議之後,要將他們歸向我們」),或是他們醉於極度的狂妄,以為不必動用兵器,也不必列陣交戰,就能奪取那城。
For he tells their intent, with which they marched against the city, and what they said to one another, and what they agreed upon before returning; and he shows that the matter was either treachery (for 'having conferred with them,' he says, 'we will turn them over to ourselves') or that they were drunk with utter madness, thinking they had no need even of arms, nor of battle array and engagement, in order to take the city.
7:100
Ἀρκεῖ γὰρ ἡμῖν φανῆναι, φησί, μόνον καὶ διαλεχθῆναι, καὶ πάντας αἰχμαλώτους λαβόντας ἀπελθεῖν
他說:「因為在我們只須露面並交談,就足以把他們全都擄去帶走。」
'For it is enough for us,' he says, 'merely to appear and to parley, and then to take them all captive and depart.'
7:101
Εἶτα, ὅπερ πάσχουσιν οἱ ἀλαζόνες, ὑπὸ τῆς ἐλπίδος ταύτης φυσηθέντες καὶ περὶ βασιλέως βουλεύονται, ὡς ἤδη τῆς πόλεως ἁλούσης, καὶ τίνα ἐπιστῆσαι δεῖ τῇ μητροπόλει
接著,正如狂傲之人的常態,他們被這盼望所吹脹,竟商議立王之事,彷彿那城已經被攻取,並議論當立誰治理那都城。
Then, as is the way with the arrogant, being puffed up by this hope, they even deliberate about a king, as though the city were already taken, and about whom they must set over the mother-city.
7:102
Καὶ τὰ μὲν ἐκείνων τοιαῦτα, φησί·
他說:「他們的圖謀就是這樣;」
'And their designs,' he says, 'are of this sort;'
7:103
τὰ δὲ τοῦ Θεοῦ πάντων ἐκείνων ἀναιρετικά
「但神的旨意卻是要拆毀那一切。」
'but God's purposes are destructive of all those things.'
7:104
καὶ οὐκ ἔστη, ἀλλὰ προσέθηκε, Σαβαώθ
他並未就此打住,卻加上「萬軍的」。
And he did not stop there, but added, 'Sabaoth.'
7:105
Ὅταν γάρ τι μέγα ἀπαγγέλλειν μέλλῃ, τῆς δυνάμεως ἀναμιμνῄσκει τοῦ Θεοῦ καὶ τῆς βασιλείας τῆς ἄνω καὶ τῆς θαυμαστῆς ἐκείνης ἀρχῆς καὶ παραδόξου
因為每當他要宣告某件大事時,他便提醒人記念神的大能,記念那在上的國,以及那奇妙非凡的統治。
For whenever he is about to announce something great, he calls to mind the power of God, and the kingdom on high, and that wondrous and marvelous dominion.
7:106
Τί οὖν φησιν ὁ Θεός; Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται·
那麼神說甚麼呢?「這謀算必不成立,也必不成就;」
What then does God say? 'This counsel shall by no means stand, neither shall it come to pass;'
7:107
ἀλλ' ἡ κεφαλὴ Ἀρὰμ Δαμασκός
「但亞蘭的首都是大馬士革。」
'but the head of Aram is Damascus.'
7:108
Ἡ ἀρχὴ αὐτοῦ, φησίν, ἡ ἐξουσία αὐτοῦ ἐν Δαμασκῷ στήσεται καὶ περαιτέρω οὐ προβήσεται
他說:「他的統治、他的權柄,必立在大馬士革,不再往前擴展。」
'His dominion,' he says, 'his authority, shall stand in Damascus, and shall advance no further.'
7:109
Καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥασήν
「大馬士革的首領是利汛。」
'And the head of Damascus is Rezin.'
7:110
Καὶ ὁ ἄρχων Δαμασκοῦ, φησί, καὶ ὁ κρατῶν Ῥασὴν ἔσται·
他說:「大馬士革的首領和掌權者必是利汛;」
'And the ruler of Damascus,' he says, 'and its lord, shall be Rezin;'
7:111
τουτέστιν, ἐν τοῖς αὐτοῦ μενεῖ καὶ πλείονα οὐ προσθήσει δύναμιν αὐτῷ
就是說,他必仍守著自己的範圍,不能為自己增添更大的權勢。
that is, he shall remain within his own bounds, and shall add no greater power to himself.
7:112
Καὶ ἔτι ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ
「再過六十五年,以法蓮的國必敗壞,不再成為一族之民。」
'And yet sixty-five years, and the kingdom of Ephraim shall cease to be a people.'
7:113
Μεγίστη δὲ τῆς ἀληθείας ἀπόδειξις, ὅταν καὶ τοὺς καιροὺς προλέγωσιν οἱ προφῆται, παρέχοντες τοῖς βουλομένοις ἐξετάζειν μετὰ ἀκριβείας τῆς προφητείας τὴν δύναμιν
當眾先知連時候也預先說明,這乃是真理最大的憑據,藉此使凡願意精確查考的人,得見這預言的能力。
And it is the greatest proof of the truth, when the prophets foretell the very times as well, thereby providing to those willing to examine it with exactness the power of the prophecy.
7:114
Νῦν μὲν γάρ, φησίν, ἀποστήσονται τῆς πόλεως·
他說:「因為如今他們必從這城撤退;」
'For now,' he says, 'they shall withdraw from the city;'
7:115
μετὰ δὲ πέντε καὶ ἑξήκοντα ἔτη ὁλόκληρον ἀπολεῖται τὸ ἔθνος καὶ ἡ βασιλεία τοῦ Ἰσραὴλ οἰχήσεται καὶ οἱ πολέμιοι λαβόντες αὐτοὺς ἀπελάσονται πάντας
「但過了六十五年,這國必全然滅亡,以色列的國必消逝,仇敵必擄取他們,將他們盡都趕散。」
'but after sixty-five years the nation shall utterly perish, and the kingdom of Israel shall pass away, and the enemies shall take them and drive them all off.'
7:116
Νῦν μέντοι πρὸ τῆς ἁλώσεως ἐκείνης οὐδὲν πλέον τῶν οἰκείων λήψονται
「然而如今,在那被擄之前,他們所得的必不過是他們本有的。」
'Now, however, before that captivity, they shall gain nothing beyond what is their own.'
7:117
Ἵνα γὰρ μὴ ἀκούσας ὁ βασιλεὺς ὅτι μετὰ ἑξήκοντα πέντε ἔτη ἀπολοῦνται, λέγῃ πρὸς ἑαυτόν, τί οὖν; ἐὰν νῦν ἡμᾶς λαβόντες, τότε ἀπολοῦνται, τί τὸ ὄφελος ἡμῖν; θάρρει, φησί, καὶ περὶ τῶν παρόντων
免得王聽見他們過了六十五年才滅亡,便對自己說:「那又如何?他們若如今擄了我們,然後才滅亡,這對我們有甚麼益處呢?」他說:「你當放心,就是論到眼前的事也當放心。」
For lest the king, hearing that after sixty-five years they would perish, should say to himself, 'What of it? If, after taking us now, they are to perish then, what benefit is that to us?'—'Take courage,' he says, 'also concerning present matters.'
7:118
Ἁλώσονται γὰρ τότε παντελῶς·
「因為到那時他們必全然被擄;」
'For then they shall be utterly captured;'
7:119
νῦν μέντοι πλέον τῶν οἰκείων οὐδὲν ἕξουσιν
「然而如今,他們所擁有的必不過是他們本有的。」
'now, however, they shall possess nothing beyond what is their own.'
7:120
Ἀλλ' ἔσται ἡ κεφαλὴ Ἐφραΐμ, τουτέστι, τῶν δέκα φυλῶν, ἡ Σαμαρεία·
「但以法蓮」——就是那十個支派——「的首都必是撒瑪利亞;」
'But the head of Ephraim'—that is, of the ten tribes—'shall be Samaria;'
7:121
ἐκεῖ γὰρ ἦν αὐτοῖς ἡ βασιλεία·
因為他們的國就在那裡;
for there was their kingdom;
7:122
καὶ οὐκ ἐκταθήσεται περαιτέρω·
並且它必不再向前擴展;
and it shall not be extended further;
7:123
καὶ ἡ κεφαλὴ Σαμαρείας ὁ βασιλεὺς τοῦ Ἰσραήλ·
「撒瑪利亞的首領是以色列的王;」
'and the head of Samaria is the king of Israel;'
7:124
ὅπερ ἐπὶ τοῦ Δαμασκηνοῦ ἔλεγε, τοῦτο καὶ ἐνταῦθα δηλῶν, ὅτι οὐδὲν πλέον ἕξουσιν, ὧν νῦν κατέχουσιν
他在此顯明的,正如他論到大馬士革之王所說的一樣,就是他們所擁有的,必不過是他們如今所掌握的。
showing here the same thing he said concerning the Damascene—that they shall possess nothing beyond what they now hold.
7:125
Εἶτα, ἐπειδὴ πράγματα εἶπεν ὑπερβαίνοντα λόγον ἀνθρώπινον καὶ ἀνώτερα τῆς τῶν λογισμῶν ἀκολουθίας καὶ προφητεία τὸ λεγόμενον ἦν, εἰκότως ἐπήγαγεν·
接著,因他所說的事超越人的理智,高過一般推理的次序,而所說的又是預言,他便恰當地補充說:
Then, since he had spoken of things surpassing human reason, higher than the sequence of ordinary reasonings, and since what was said was prophecy, he fittingly added:
7:126
Ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε
「你們若是不信,就必不得明白。」
'Unless you believe, neither shall you understand.'
7:127
Μὴ ζήτει, φησί, πῶς καὶ τίνι τρόπῳ ταῦτα ἔσται·
他說:「你不要探究這些事將要如何、以何方式成就;」
'Do not seek,' he says, 'how and in what manner these things shall be;'
7:128
Θεὸς γάρ ἐστιν ὁ ἐργαζόμενος καὶ πίστεώς σοι δεῖ μόνης καὶ ἐννοήσεις τοῦ ποιοῦντος τὴν δύναμιν·
「因為成就這些事的乃是神,你只需要信,就必領會那位行事者的大能;」
'for it is God who works them, and you have need of faith alone, and you shall conceive the power of Him who does them;'
7:129
πᾶσαν ἔλαβες τῶν εἰρημένων τὴν ἀπόδειξιν
「你已經領受了所說之事的完全憑據。」
'you have received the full proof of the things that have been said.'
7:130
Διὸ καὶ ὁ προφήτης Δαυῒδ ἔλεγεν·
為此,先知大衛也說:
Wherefore the prophet David also said:
7:131
Ἐπίστευσα, διὸ καὶ ἐλάλησα
「我因信,所以說話。」
'I believed, therefore I also spoke.'
7:132
Καὶ ὁ Παῦλος εἰκότως ἐπιλαβόμενος τῆς ῥήσεως ταύτης, ἐπὶ μείζονα αὐτὴν εἵλκυσε πράγματα λέγων·
保羅也恰當地引用這句話,把它推及更大的事,說:
And Paul, fittingly laying hold of this saying, drew it out to greater matters, saying:
7:133
Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον·
「但我們既有信心的靈,正如經上所記:」
'But having the same Spirit of faith, according to what is written:'
7:134
Ἐπίστευσα, διὸ καὶ ἐλάλησα καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν
「我因信,所以說話——我們也信,所以也說話。」
'I believed, therefore I also spoke—we too believe, therefore we also speak.'
7:135
Εἰ γὰρ τὰ παλαιὰ πίστεως ἔχρῃζε, τοσοῦτον ἀπέχοντα τῶν ἐν τῇ Καινῇ, ὅσον ἡ γῆ τῶν οὐρανῶν, πολλῷ μᾶλλον ἡ τῶν οὕτως ὑψηλῶν δογμάτων γνῶσις καὶ οὐδὲ εἰς νοῦν ἐλθόντων τινί ποτε
因為若舊約的事尚且需要信心——它與新約之事相去甚遠,如同地之於天——那麼對於這樣崇高、從未進入任何人心中的教義的認識,豈不更加需要信心。
For if the things of old required faith, standing at as great a distance from those in the New as earth from heaven, how much more does the knowledge of doctrines so lofty, which had never even entered anyone's mind at any time.
7:136
Ὅπερ οὖν καὶ αὐτὸς δηλῶν ἔλεγεν·
這正是他自己所要顯明的,他說:
Which very thing he himself also declared, saying:
7:137
Ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν
神為愛祂的人所預備的,是眼睛未曾看見,耳朵未曾聽見,人心也未曾想到的。
The things which eye has not seen, nor ear heard, nor which have entered into the heart of man, the things which God has prepared for those who love Him.
7:138
Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων·
耶和華又曉諭亞哈斯說:
And the Lord again spoke to Ahaz, saying:
7:139
Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος
你向耶和華你的神求一個兆頭,或求顯在深處,或求顯在高處。
Ask for yourself a sign from the Lord your God, in the depth or in the height.
7:140
Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον
我不求,也不試探耶和華。
I will not ask, neither will I tempt the Lord.
7:141
Ἀκούσατε δή, οἶκος Δαυΐδ·
大衛家啊,你們當聽:
Hear now, O house of David:
7:142
μὴ πικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον
你們使人厭煩豈算為小事嗎?你們又怎樣使耶和華厭煩呢?因此,主自己要給你們一個兆頭。
Is it a small thing for you to weary men? And how do you weary the Lord? Therefore the Lord Himself will give you a sign.
7:143
Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ
看哪,必有童女懷孕生子,人要稱他的名為以馬內利。
Behold, the virgin shall conceive in her womb and bear a son, and they shall call his name Emmanuel.
7:144
Πολλὴ τοῦ Θεοῦ συγκατάβασις καὶ τοῦ βασιλέως ἡ ἀγνωμοσύνη
神的俯就何等偉大,而王的忘恩負義又何等深重。
Great is the condescension of God, and great the ingratitude of the king.
7:145
Ἔδει μὲν γὰρ αὐτὸν ἀκούσαντα τοῦ προφήτου μηδὲν ἀμφιβάλλειν περὶ τῶν εἰρημένων·
因為他既已聽了先知的話,本當對所說的毫不懷疑;
For he ought, having heard the prophet, to have doubted nothing concerning the things spoken;
7:146
εἰ δὲ καὶ ἀμφέβαλλε, κἂν σημεῖον λαβόντα πιστεῦσαι, ὅπερ πολλοὶ τῶν παρὰ Ἰουδαίοις πεποιήκασι
縱使他有所疑惑,至少也該在得了兆頭之後就信,正如猶太人中許多人所行的。
but even if he did doubt, he should at least have believed upon receiving a sign, which is what many among the Jews have done.
7:147
Καὶ γὰρ ὁ Θεός, φιλάνθρωπος ὤν, οὐδὲ τοῦτο παρῃτήσατο παρασχεῖν πολλάκις τοῖς παχυτέροις καὶ χαμαὶ συρομένοις καὶ τῇ γῇ προσηλωμένοις, οἷον ἐποίησεν ἐπὶ τοῦ Γεδεών
因為神既是愛世人的,甚至對那些較為愚鈍、在地上匍匐、被釘牢在塵土之人,也屢次不拒絕賜下這事,正如祂在基甸的事上所行的。
For God, being a lover of mankind, did not refuse to grant even this repeatedly to those who were more dull, who crawled upon the ground and were nailed fast to the earth, as He did in the case of Gideon.
7:148
Ἐπειδὴ γὰρ πάντων καταδεέστερος ἦν καὶ παχύτατος, ὅρα ποῦ καταβαίνει πάλιν ὁ Θεός
既然基甸是眾人中最卑微、最愚鈍的,你看神又俯就到何等地步。
For since he was the most lowly of all and the most dull, behold to what point God again condescends.
7:149
Αὐτὸς αὐτὸν ἐφέλκεται καὶ προτρέπει πρὸς τὸ σημεῖον αἰτῆσαι·
神親自吸引他,並催促他去求兆頭;
He Himself draws him on and urges him to ask for the sign;
7:150
καίτοι γε οὐδὲ μικρὸν τοῦτο σημεῖον ἦν, τὸ ἐλέγξαι αὐτοῦ τὰ ἀπόρρητα καὶ εἰς μέσον ἀγαγεῖν αὐτοῦ τὴν γνώμην ἅπασαν καὶ τὴν ὑπόκρισιν διελέγξαι πᾶσαν
然而這卻不是小兆頭——就是揭露他隱密的事,把他一切的心思暴露於眾,並駁倒他全部的虛偽。
and yet this was no small sign—to expose his hidden things, to bring forth into the open his whole mind, and to convict all his hypocrisy.
7:151
Ἐπειδὴ γὰρ ὁ μὲν προφήτης εἶπεν·
因為先知既已說:
For since the prophet had said:
7:152
Αἴτησαι σεαυτῷ σημεῖον, ἐκεῖνος δὲ τὸν σφόδρα πιστὸν ὑποκρινόμενος ἔλεγεν·
「你為自己求一個兆頭」,而那人卻假裝極其虔信地說:
'Ask for yourself a sign,' but he, feigning to be exceedingly faithful, said:
7:153
Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον, ὅρα πῶς μετὰ πολλῆς τῆς σφοδρότητος ἐπάγει τὴν τομὴν ὁ προφήτης, εἰκότως μετὰ τὴν ἀπόδειξιν τῆς ὑποκρίσεως βαρυτέραν ποιούμενος τὴν κατηγορίαν
「我不求,也不試探耶和華」——你看先知如何以極大的嚴厲施行斬截的責備,在揭穿了他的虛偽之後,恰當地加重了控訴。
'I will not ask, neither will I tempt the Lord'—see how, with much vehemence, the prophet applies the cutting rebuke, fittingly making the accusation heavier after the exposure of his hypocrisy.
7:154
Διὰ δὴ τοῦτο ἐκεῖνον μὲν οὐδὲ ἀποκρίσεως ἀξιοῖ, πρὸς δὲ τὸν δῆμον ἀποστρέφεται λέγων·
因此,他甚至不屑於回答他,反而轉向百姓說:
For this reason he does not even deem him worthy of an answer, but turns away toward the people, saying:
7:155
μὴ μικρὸν ὑμῖν, ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Ἀσαφὲς τὸ εἰρημένον·
「你們使人厭煩豈算為小事嗎?你們又怎樣使耶和華厭煩呢?」這話晦澀難明;
'Is it a small thing for you to weary men? And how do you weary the Lord?' The saying is obscure;
7:156
διὸ δὴ δεῖ τὴν ῥῆσιν ἀναπτύξαι μετὰ ἀκριβείας
所以必須精確地解明這句話。
therefore the expression must be unfolded with precision.
7:157
Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι·
因為他所說的乃是這樣:
For what he says is of this sort:
7:158
μὴ γὰρ ἐμά ἐστι τὰ ῥήματα; μὴ γὰρ ἐμὴ ἡ ἀπόφασις; Εἰ δὲ ἀνθρώποις ἀπιστεῖν ἁπλῶς καὶ ἄνευ λόγου βαρὺ καὶ ἐγκλημάτων ἄξιον, πολλῷ μᾶλλον Θεῷ
這些話豈是我的嗎?這判語豈是我的嗎?若毫無理由地憑空不信人尚且是嚴重的、當受責備的,那麼不信神豈不更是如此。
Are the words mine? Is the pronouncement mine? But if to disbelieve men simply and without reason is grievous and worthy of blame, how much more so to disbelieve God.
7:159
Τὸ οὖν ἀγῶνα παρέχειν οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπιστεῖν
所以「使人厭煩」不過就是不信而已。
To weary, then, is nothing else than to disbelieve.
7:160
Τοῦτο οὖν, φησί, μὴ μικρόν ἐστιν ἔγκλημα; μὴ ἡ τυχοῦσα κατηγορία τοῖς ἀνθρώποις ἀπιστεῖν; Εἰ δὲ τοῦτο βαρύ, πολλῷ μᾶλλον τῷ Θεῷ
他說,這豈是小小的罪名嗎?不信人豈是尋常的控訴嗎?若這尚且是嚴重的,那麼對神就更是如此了。
Is this, then, he says, no small charge? Is it a trivial accusation to disbelieve men? But if this is grievous, how much more so toward God.
7:161
Καὶ τοῦτο δὲ ἔλεγεν, ἵνα μάθωσι πάντες, ὅτι ἀνεξαπάτητος ἔμεινεν ὁ προφήτης, οὐκ ἀπὸ τῶν ῥημάτων παραλογιζόμενος τῶν εἰρημένων, ἀλλ' ἀπὸ τῶν ἐν τῇ διανοίᾳ τοῦ Ἄχαζ φέρων τὴν ψῆφον
他說這話,也是要叫眾人知道:先知並未受騙,不是被所說出來的話所迷惑,而是根據亞哈斯心中的意念作出判斷。
And he said this too, that all might learn that the prophet remained undeceived, not being misled by the words that had been spoken, but rendering his verdict from the things in the mind of Ahaz.
7:162
Τοῦτο καὶ ὁ Χριστὸς πολλάκις ἐπὶ τῶν εὐαγγελίων ἐποίησε
這事基督在福音書中也常常行過。
This also Christ did often in the Gospels.
7:163
Πρὶν ἢ γὰρ τὴν ἀπὸ τῶν σημείων παρασχεῖν ἀπόδειξιν, τὴν κακίαν τῶν Ἰουδαίων εἰς μέσον ἄγων τὴν ἐν διανοίᾳ τυρευομένην, οὐ μικρὸν τοῦτο
因為在藉著神蹟提出憑據之前,祂先把猶太人心中所醞釀的惡念公開揭露出來——這不是小事。
For before furnishing the proof from signs, He would bring into the open the wickedness of the Jews that was being brewed in their mind—and this was no small thing.
7:164
οἷον ἐπὶ τοῦ παραλυτικοῦ πεποίηκεν
正如祂在那癱子的事上所行的。
As He did in the case of the paralytic.
7:165
Ἐπειδὴ γὰρ εἶπε πρὸς αὐτόν·
因為當祂對他說:
For when He had said to him:
7:166
ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἐκεῖνοι δὲ ἔλεγον ἐν ἑαυτοῖς·
「你的罪赦免了」,他們就心裡議論說:
'Your sins are forgiven you,' and they were saying within themselves:
7:167
φησί, πρὶν ἢ σφῖγξαι τὸν παραλελυμένον·
祂說——在祂使那癱瘓之人得以康復之前:
He says—before He had knit together the paralyzed man:
7:168
Τί βουλεύεσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; μέγιστον θεότητος τοῦτο παρέχων τεκμήριον, τὸ τὰ ἀπόρρητα εἰδέναι τῆς διανοίας
「你們為什麼心裡懷著惡念呢?」——祂以此提出祂神性最大的明證,就是知曉人心中隱密的事。
'Why do you think evil in your hearts?'—thus furnishing the greatest proof of His divinity, namely the knowing of the hidden things of the mind.
7:169
Σὺ γὰρ ἐπίστασαι, φησί, καρδίας μονώτατος
因為經上說:唯獨你知道人的心。
For You alone, he says, know the hearts.
7:170
Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός
神是察驗人肺腑心腸的。
God who searches hearts and reins.
7:171
Τοῦτο καὶ τοῖς προφήταις ἐδίδου πολλάκις ὁ Θεὸς εἰδέναι, ἵν' οἱ ἀκούοντες μανθάνωσιν ὅτι οὐδὲν ἀνθρώπινον τῶν εἰρημένων, ἀλλ' ἄνωθεν καὶ ἐκ τῶν οὐρανῶν ἡ ψῆφος ἅπασα κατενήνεκται
神也屢次賜給眾先知知曉這事,好叫聽見的人明白:所說的話沒有一樣是出於人的,乃是整個判語都是從上頭、從天上頒下來的。
This too God often granted the prophets to know, that those who heard might learn that nothing of the things spoken was human, but that the whole verdict was brought down from above and from the heavens.
7:172
Διὰ δὴ τοῦτο καὶ ὁ μεγαλοφωνότατος οὗτος Ἡσαΐας, ἐπειδὴ μετὰ πολλῆς τῆς ἐπιεικείας διελέχθη τῷ βασιλεῖ καὶ τῶν δεινῶν ἀπήλλαξε καὶ θαρρεῖν ἐκέλευσεν ὑπὲρ τῶν παρόντων καὶ τεκμήρια τούτου παρέσχεν αὐτῷ, τὸ τὴν βουλὴν ἐξαγγεῖλαι τῶν ἐπιστρατευσάντων καὶ τὴν προδοσίαν ἐλέγξαι καὶ τὴν ἅλωσιν τοῦ Ἰσραὴλ προειπεῖν τὴν παντελῆ καὶ ὁλόκληρον καὶ τὸν χρόνον προσθεῖναι, οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ καὶ περαιτέρω πρόεισι καὶ οὐκ ἀναμένει σημεῖον αὐτὸν αἰτῆσαι, ἀλλὰ καὶ μὴ βουλόμενον δι' ὑπερβολὴν ἀπιστίας προτρέπεται·
因此,這位極其雄辯的以賽亞,既已以極大的溫和與王談論,使他脫離驚惶,吩咐他為當前的境況壯膽,並為此給了他憑據——就是宣告那些興兵攻擊他之人的計謀,揭穿其詭詐,預言以色列徹底而完全的被擄,並加上了時限——他仍不以這些為滿足,反而更進一步,不等他求兆頭,反倒因他過度的不信而催逼他,即使他並不情願;
For this reason too this most eloquent Isaiah, when with much gentleness he had discoursed with the king, and had freed him from his terrors, and bade him take courage concerning the present circumstances, and furnished him proofs of this—by declaring the counsel of those who had marched against him, and convicting the treachery, and foretelling the utter and complete captivity of Israel, and adding the time—was not content with these things, but goes yet further, and does not wait for him to ask a sign, but urges him on even against his will, on account of his excess of unbelief;
7:173
καὶ οὐδὲ ἁπλῶς, ἀλλὰ καὶ κύριον τῆς αἱρέσεως ποιεῖ·
而且不僅如此,他甚至讓王作那揀選的主;
and not simply so, but he even makes him lord of the choice;
7:174
οὐδὲ γάρ φησι, τὸ καὶ τὸ σημεῖον, ἀλλ' ὅπου βούλει, φησί·
因為他不說「這個或那個兆頭」,而是說「隨你所願」;
for he does not say, this or that sign, but 'wherever you will,' he says;
7:175
πλούσιος ὁ Δεσπότης, παναλκὴς ἡ δύναμις, ἄφατος ἡ ἐξουσία
主是豐富的,祂的能力是無所不勝的,祂的權柄是無法言喻的。
rich is the Master, all-powerful is His power, ineffable His authority.
7:176
Ἂν ἐκ τῶν οὐρανῶν βουληθῇς, οὐδὲν τὸ κωλῦον·
你若願意求顯在天上,沒有什麼能攔阻;
If you wish it from the heavens, nothing hinders;
7:177
ἂν ἐκ τῆς γῆς, οὐδὲν τὸ ἐμποδίζον
你若願意求顯在地上,也沒有什麼能阻擋。
if from the earth, nothing stands in the way.
7:178
Ἐπειδὴ δὲ οὐδὲ οὕτως αὐτὸν ἐπεσπάσατο, οὐδὲ ἐνταῦθα ἐσίγησεν, ἀλλ' ἔλεγχον ἐπαγαγὼν καὶ τοῦτον ὑπὲρ διορθώσεως τοῦ ἀκούοντος καὶ τοῦ δεῖξαι, ὡς οὐκ ἠπάτησεν, οὐδὲ παρελογίσατο, ἀνακαλύπτει προφητείαν ἀπόρρητον, τὴν ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης ἐσομένην καὶ ἐπὶ διορθώσει τῶν πραγμάτων ἁπάντων·
然而,既然連這樣也未能吸引他,先知在此也並不緘默,卻施行責備——這也是為了糾正那聽者,並要顯明他並未欺哄、也未誤導——他揭示了一個隱密的預言,就是那將要成就全世界的救恩、並要匡正萬事的預言;
But since not even so did he draw him on, neither here did he keep silent, but bringing forward a rebuke—and this too for the correction of the hearer and to show that he had not deceived nor misled—he uncovers a hidden prophecy, the one that would be for the salvation of the whole world and for the setting right of all things;
7:179
καί φησι τὸ σημεῖον οὐχὶ τῷ Ἄχαζ δίδοσθαι λοιπόν, ἀλλὰ τῷ κοινῷ τῶν Ἰουδαίων δήμῳ
他說這兆頭從此不再是給亞哈斯的,而是給猶太人全體會眾的。
and he says that the sign is henceforth given, not to Ahaz, but to the common assembly of the Jews.
7:180
Παρὰ μὲν γὰρ τὴν ἀρχὴν πρὸς αὐτὸν τὸν λόγον ἀπέτεινεν·
因為起初他是向亞哈斯講論的;
For at the beginning he directed the discourse to him;
7:181
ἐπειδὴ δὲ ἀνάξιον ἐκεῖνος ἑαυτὸν ἀπέφηνε, τῷ κοινῷ τοῦ λαοῦ διαλέγεται
然而既然那人顯明自己不配,他便向百姓全體說話。
but since that man declared himself unworthy, he addresses the common body of the people.
7:182
Διὰ τοῦτο γάρ, φησί, δώσει, οὐχὶ σοί, ἀλλ' ὑμῖν σημεῖον
他說,因此,祂要賜下——不是給你,而是給你們——一個兆頭。
For this reason, he says, He will give—not to you, but to you all—a sign.
7:183
Ὑμῖν, τίσιν; Τοῖς ἐν τῷ οἴκῳ Δαυΐδ
給你們——是給誰呢?就是給大衛家中的人。
To you all—to whom? To those in the house of David.
7:184
Καὶ γὰρ ἐκεῖθεν ἐβλάστησε τὸ σημεῖον
因為這兆頭正是從那裡萌發出來的。
For from there sprang the sign.
7:185
Τί οὖν τὸ σημεῖόν ἐστιν; Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ
那麼,這兆頭是什麼呢?看哪,必有童女懷孕生子,人要稱他的名為以馬內利。
What, then, is the sign? Behold, the virgin shall conceive in her womb and bear a son, and they shall call his name Emmanuel.
7:186
Παρατηρητέον, ὅπερ καὶ ἔμπροσθεν εἶπον, ὅτι οὐ τῷ Ἄχαζ δίδοται λοιπὸν τὸ σημεῖον
正如我先前所說,必須注意:這兆頭從此不再是給亞哈斯的。
It must be observed, as I said before also, that the sign is henceforth not given to Ahaz.
7:187
Καὶ ὅτι οὐ στοχασμός, αὐτὸς ὁ προφήτης καὶ ἐνεκάλεσε καὶ κατηγόρησε λέγων·
至於這並非臆測之詞,先知自己既加以責備又加以控告說:
And that it is no mere conjecture, the prophet himself both charged and accused, saying:
7:188
Μὴ μικρὸν ὑμῖν, ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ προσέθηκε·
「你們使人厭煩豈算為小事嗎?」他又加上說:
'Is it a small thing for you to weary men?' and he added:
7:189
Διὰ τοῦτο δώσει Κύριος ὑμῖν σημεῖον
「因此,主要給你們一個兆頭。」
'Therefore the Lord will give you all a sign.'
7:190
Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει
「看哪,必有童女懷孕。」
'Behold, the virgin shall have in her womb.'
7:191
Εἰ δὲ μὴ παρθένος ἦν, οὐδὲ σημεῖον ἦν
然而她若不是童女,這就不是兆頭了。
But if she were not a virgin, neither would it be a sign.
7:192
Τὸ γὰρ σημεῖον ἐκβαίνειν δεῖ τὴν κοινὴν ἀκολουθίαν καὶ τὴν τῆς φύσεως ὑπερβαίνειν συνήθειαν καὶ ξένον εἶναι καὶ παράδοξον, ὥστε ἕκαστον ἐπισημαίνεσθαι τῶν ὁρώντων καὶ ἀκουόντων
因為兆頭必須超出尋常的規律,越過自然的常態,是奇異而超乎意料的,好叫每一個看見和聽見的人都能留意到它。
For the sign must depart from the common course and transcend the custom of nature, and be strange and marvelous, so that everyone of those who see and hear may take note of it.
7:193
Διὰ γὰρ τοῦτο καὶ σημεῖον λέγεται, διὰ τὸ ἐπίσημον
正是因這緣故它才被稱為兆頭,因為它是顯著可見的。
For it is on this account that it is called a sign, because of its being conspicuous.
7:194
Ἐπίσημον δὲ οὐκ ἂν γένοιτο, εἰ μέλλοι κρύπτεσθαι τῇ κοινωνίᾳ τῶν ἄλλων πραγμάτων
但它若因與其他尋常之事相混同而隱沒,就不可能是顯著的了。
But it could not be conspicuous if it were to be hidden by sharing in the community of other ordinary events.
7:195
Ὥστε εἰ περὶ γυναικὸς ὁ λόγος ἦν νόμῳ φύσεως τικτούσης, τίνος ἕνεκεν σημεῖον καλεῖ τὸ καθ' ἑκάστην γινόμενον ἡμέραν; Διὰ δὴ τοῦτο καὶ ἀρχόμενος οὐχ ἁπλῶς εἶπεν·
因此,若這話說的是一個按自然律生產的婦人,那麼他為何把每天都發生的事稱為兆頭呢?也正因這緣故,他一開始並沒有只是說:
So that if the discourse were about a woman bearing by the law of nature, why does he call a sign that which happens every day? For this reason too, at the outset he did not say simply:
7:196
Ἰδοὺ παρθένος, ἀλλ' ἰδοὺ ἡ παρθένος, τῇ προσθήκῃ τοῦ ἄρθρου ἐπίσημόν τινα καὶ μόνην τοιαύτην γεγενημένην ἡμῖν αἰνιττόμενος
「看哪,有童女」,而是說「看哪,那童女」,藉著加上冠詞暗示某一位卓然可辨的、且是唯一如此在我們中間出現的童女。
'Behold, a virgin,' but 'Behold, the virgin,' hinting by the addition of the article at a certain conspicuous one, and the only one of such a kind to have come to be among us.
7:197
Ὅτι γὰρ ἡ προσθήκη αὕτη τοῦτο ἐνδείκνυται, δυνατὸν καὶ ἀπὸ τῶν εὐαγγελίων μαθεῖν
至於這冠詞的添加正表明此意,也可以從福音書中得知。
For that this addition indicates this, it is possible to learn also from the Gospels.
7:198
Ἐπειδὴ γὰρ ἔπεμψαν πρὸς τὸν Ἰωάννην οἱ Ἰουδαῖοι ἐρωτῶντες, Τίς εἶ; οὐκ ἔλεγον·
因為當猶太人差人到約翰那裡問「你是誰?」時,他們並沒有說:
For when the Jews sent to John, asking, 'Who are you?' they did not say:
7:199
Σὺ εἶ χριστός, ἀλλ' Εἰ σὺ εἶ ὁ Χριστός·
「你是一位基督嗎?」而是說「你是那基督嗎?」;
'Are you a christ?' but 'Are you the Christ?';
7:200
οὐδὲ ἔλεγον, Σὺ εἶ προφήτης, ἀλλ' Εἰ σὺ εἶ ὁ προφήτης·
他們也沒有說「你是一位先知嗎?」而是說「你是那先知嗎?」;
nor did they say, 'Are you a prophet?' but 'Are you the prophet?';
7:201
Διὰ τοῦτο καὶ ἀρχόμενος ὁ Ἰωάννης οὐκ ἔλεγεν·
也正因這緣故,約翰在起初並沒有說:
For this reason too John, at the beginning, did not say:
7:202
Ἐν ἀρχῇ ἦν Λόγος, ἀλλ' Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν
「太初有一個道」,而是說「太初有道,道與神同在」。
'In the beginning was a Word,' but 'In the beginning was the Word, and the Word was with God.'
7:203
Οὕτω δὴ καὶ ἐνταῦθα οὐκ εἶπεν·
照樣,在這裡他也沒有說:
So then here too he did not say:
7:204
Ἰδοὺ παρθένος, ἀλλ' Ἰδοὺ ἡ παρθένος·
「看哪,有童女」,而是說「看哪,那童女」;
'Behold, a virgin,' but 'Behold, the virgin';
7:205
καὶ μετὰ ἀξιώματος προφήτῃ πρέποντος τὸ Ἰδού
並且用了與先知相稱的莊嚴語氣,說「看哪」。
and with the dignity befitting a prophet, the word 'Behold.'
7:206
Μόνον γὰρ οὐχὶ ὁρῶντος ἦν τὰ γινόμενα καὶ φανταζομένου καὶ πολλὴν ἔχοντος ὑπὲρ τῶν εἰρημένων πληροφορίαν
因為這幾乎就像是一個親眼看見那將要發生之事的人,如在異象中觀看,並對所說的事滿有確據的樣子。
For it was almost as of one seeing the things that were coming to pass, and beholding them as in vision, and possessing great full assurance concerning the things spoken.
7:207
Τῶν γὰρ ἡμετέρων ὀφθαλμῶν ἐκεῖνοι σαφέστερον τὰ μὴ ὁρώμενα ἔβλεπον
因為那些人比我們用肉眼所見的,還更清楚地看見那些看不見的事。
For those men beheld the things unseen more clearly than we behold with our eyes.
7:208
αἴσθησιν εἰκὸς καὶ ἀπατηθῆναι·
感官很可能是會受欺騙的;
It is likely that the senses may also be deceived;
7:209
ἡ δὲ τοῦ Πνεύματος χάρις ἀνεξαπάτητον παρείχετο τὴν ἀπόφασιν
然而聖靈的恩典所賜下的宣告,卻是不能被欺騙的。
but the grace of the Spirit furnished a declaration that could not be deceived.
7:210
Καὶ τίνος ἕνεκεν οὐ προσέθηκε, φασίν, ὅτι ἐκ Πνεύματος ὁ τόκος ἔσται; Προφητεία ἦν τὸ λεγόμενον καὶ συνεσκιασμένως ἀπαγγεῖλαι ἔδει, ὃ πολλάκις εἶπον, διὰ τὴν τῶν ἀκουόντων ἀγνωμοσύνην, ἵνα μὴ σαφῶς πάντα μαθόντες καὶ τὰ βιβλία πάντα κατακαύσωσιν
他們說:「他為何不加上說,這誕生要出於聖靈呢?」所說的乃是預言,並且必須以隱晦的方式宣告出來——正如我屢次所說的——這是因著聽者的悖逆,免得他們把一切都明明白白地知道了,就連那些書卷都一併焚燒了。
«And why,» they say, «did he not add that the birth would be of the Spirit?» What was spoken was a prophecy, and it had to be proclaimed in a veiled manner—as I have often said—on account of the perversity of the hearers, lest, having learned everything plainly, they should also burn up all the books.
7:211
Εἰ γὰρ τῶν προφητῶν οὐκ ἐφείσαντο, πολλῷ μᾶλλον τῶν γραμμάτων οὐκ ἂν ἀπέσχοντο
因為他們既然連先知都不肯饒過,就更不會放過那些文字了。
For if they did not spare the prophets, much more would they not have kept their hands off the writings.
7:212
Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἕτερός τις βασιλεὺς ἐπὶ τοῦ Ἰερεμία αὐτὰ τὰ βιβλία λαβὼν κατέτεμε καὶ πυρὶ παρεδίδου
並且,所說的絕非臆測:在耶利米的日子,另有一位君王竟拿了那些書卷,割成碎片,投入火中。
And that what has been said is no mere conjecture: a certain other king, in the days of Jeremiah, took the very books, cut them to pieces, and delivered them to the fire.
7:213
Εἶδες μανίαν ἀφόρητον; εἶδες ὀργὴν ἀλόγιστον; Οὐκ ἤρκεσεν αὐτῷ τὸ ἀφανίσαι τὰ γράμματα, ἀλλὰ καὶ ἐνέπρησε, τὸ ἀλόγιστον αὐτοῦ πάθος πληρῶσαι βουλόμενος
你看見那難以忍受的瘋狂麼?你看見那毫無理性的暴怒麼?他單單毀掉那些文字還不夠,竟還把它們焚燒了,為要發洩他那毫無理性的情慾。
Do you see the intolerable madness? Do you see the senseless rage? It was not enough for him to make away with the writings, but he even burned them, wishing to give full vent to his irrational passion.
7:214
Ἀλλ' ὅμως καὶ ἀσαφῶς εἰπὼν ὁ θαυμάσιος οὗτος προφήτης, τὸ πᾶν ἐνεδείξατο
然而,儘管這位奇妙的先知說得隱晦,他卻已將全部的事顯明了出來。
Yet nonetheless, even though he spoke obscurely, this wondrous prophet made the whole thing plain.
7:215
Παρθένος γάρ, ἕως ἂν μένῃ παρθένος, πόθεν ἄλλοθεν κυήσειεν, εἰ μὴ ἀπὸ Πνεύματος ἁγίου; Τὸ γὰρ νόμον λῦσαι φύσεως οὐδενὸς ἑτέρου ἦν, ἀλλ' ἢ τοῦ δημιουργοῦ τῆς φύσεως
因為一個童貞女,只要她仍是童貞女,除了出於聖靈,還能從何處懷孕呢?因為要打破自然的律,除了自然的創造者以外,別無他者能行。
For a virgin, so long as she remains a virgin, from what other source could she conceive, if not from the Holy Spirit? For to break the law of nature belonged to no other than the Maker of nature.
7:216
Ὥστε εἰπὼν ὅτι τέξεται ἡ παρθένος, τὸ πᾶν ἐνέφηνεν
所以,他藉著說童貞女要生產,就已將全部指明了。
So that by saying that the virgin would bear, he indicated the whole.
7:217
Εἰπὼν τοίνυν τὸν τόκον, λέγει καὶ τὸ ὄνομα τοῦ τικτομένου, οὐ τὸ τεθέν, ἀλλὰ τὸ ἀπὸ τῶν πραγμάτων
既說了那誕生,他也說出那所生者的名字——不是人所起的名,而是從所行之事而來的名。
Having therefore spoken of the birth, he speaks also of the name of the one born—not the name given, but that derived from the deeds.
7:218
Ὥσπερ γὰρ τὴν Ἱερουσαλὴμ καλεῖ πόλιν δικαιοσύνης, καίτοι γε οὐδαμοῦ δικαιοσύνης ἐκλήθη πόλις, ἀλλὰ ἀπὸ τῶν πραγμάτων ταύτην εἶχε τὴν προσηγορίαν, διὰ τὸ πολλὴν γεγενῆσθαι τὴν ἐπὶ τὸ βέλτιον αὐτῆς μεταβολὴν καὶ τὴν τοῦ δικαίου προστασίαν (καὶ γὰρ ὅταν πόρνην καλῇ, οὐχ ὡς τῆς πόλεως οὕτω ποτὲ κληθείσης, ἀλλὰ ἀπὸ τῆς κακίας τὸ ὄνομα τίθησιν·
因為正如他稱耶路撒冷為公義之城——雖然它從未被稱為公義之城,卻是因所行之事而有此稱號,因為它已有極大向善的轉變,並有那義者的保護(因為當他稱它為妓女時,也並非那城曾如此被稱呼,乃是從它的邪惡給它起這名;
For just as he calls Jerusalem a city of righteousness—although nowhere was it named a city of righteousness, but it held this appellation from the deeds, because of the great change for the better that had come upon it and the protection of the righteous one (for indeed, when he calls it a harlot, it is not as though the city were ever so named, but he assigns the name from its wickedness;
7:219
οὕτω δὴ καὶ μετὰ ταῦτα ἀπὸ τῆς ἀρετῆς)·
照樣,日後也從它的美德而起名)——
so also afterward, from its virtue)—
7:220
τὸ αὐτὸ τοίνυν καὶ ἐπὶ τοῦ Χριστοῦ λεκτέον, ὅτι τὸ ἀπὸ τῶν πραγμάτων αὐτῷ ὄνομα τέθεικε
那麼,關於基督也當如此說:他將那從所行之事而來的名賜給了祂。
the same, then, must be said also concerning Christ: that he assigned to him the name derived from the deeds.
7:221
Τότε γὰρ μάλιστα μεθ' ἡμῶν ὁ Θεὸς γέγονεν, ἐπὶ τῆς γῆς ὀφθεὶς καὶ τοῖς ἀνθρώποις συναναστρεφόμενος καὶ τὴν πολλὴν ἐπιδεικνύμενος περὶ ἡμᾶς κηδεμονίαν
因為神最是在那時與我們同在,就是當祂顯現在地上,居住在人中間,並向我們顯出祂那極大的眷顧的時候。
For then most of all did God become with us, when he was seen upon the earth and dwelt among men and displayed his great care for us.
7:222
Οὐκέτι γὰρ ἄγγελος, οὐδὲ ἀρχάγγελος μεθ' ἡμῶν, ἀλλ' αὐτὸς καταβὰς ὁ Δεσπότης τὴν πᾶσαν ἀνεδέξατο διόρθωσιν, πόρναις διαλεγόμενος, τελώναις συνανακείμενος, εἰς ἁμαρτωλῶν οἰκίας εἰσιών, λῃσταῖς παρρησίαν διδούς, μάγους ἐφελκόμενος, πάντα περιιὼν καὶ διορθούμενος, καὶ αὐτὴν τὴν φύσιν ἑνῶν πρὸς ἑαυτόν
因為與我們同在的,不再是天使,也不是天使長,乃是主宰自己降臨下來,擔負了全面的修復:與妓女交談,與稅吏同席,進入罪人的家,賜給強盜坦然無懼的膽量,吸引博士歸向祂,周遊各處,修正一切,並將我們的本性與祂自己聯合。
For no longer was it an angel, nor an archangel, that was with us, but the Master himself descended and undertook the entire restoration: conversing with harlots, reclining at table with tax-collectors, entering into the houses of sinners, granting boldness to robbers, drawing magi to himself, going about everywhere and setting all things right, and uniting our very nature to himself.
7:223
Ταῦτα οὖν πάντα ὁ προφήτης προαναφωνεῖ, ὁμοῦ καὶ τὸν τόκον λέγων καὶ τὸ κέρδος τῶν ὠδίνων τὸ ἄφατον ἐκεῖνο καὶ ἄπειρον
那麼,這一切先知都預先宣告了出來,同時說到那誕生,以及那產難之痛所帶來那不可言喻、無窮無盡的益處。
All these things, then, the prophet proclaims beforehand, speaking at once both of the birth and of that unspeakable and boundless gain of the birth-pangs.
7:224
Ὅταν γὰρ ὁ Θεὸς μετὰ ἀνθρώπων ᾖ, οὐδὲν δὴ δεῖ λοιπὸν δεδοικέναι, οὐδὲ τρέμειν, ἀλλ' ὑπὲρ ἁπάντων θαρρεῖν·
因為當神與人同在時,就再無須懼怕,也無須戰兢,反倒可以在凡事上放膽;
For when God is with men, there is no longer any need to fear, nor to tremble, but to take courage over all things;
7:225
Καὶ γὰρ τὰ ἀρχαῖα ἐκεῖνα καὶ ἀκίνητα ἐλύθη κακὰ καὶ ἡ κατὰ τοῦ κοινοῦ γένους ἀπόφασις ἀνῃρεῖτο καὶ τῆς ἁμαρτίας τὰ νεῦρα ἐκέκοπτο καὶ διαβόλου τυραννὶς κατελύετο καὶ ὁ πᾶσιν ἄβατος παράδεισος ἀνδρο φόνῳ καὶ λῃστῇ πρῶτον ἠνοίγετο καὶ οὐρανῶν ἁψῖδες ἀνεπετάννυντο καὶ ἀγγέλοις ἄνθρωποι συνανεμίγνυντο καὶ πρὸς τὸν βασιλικὸν θρόνον ἡ φύσις ἡ ἡμετέρα ἀνήγετο καὶ τοῦ ᾅδου τὸ δεσμωτήριον ἄχρηστον ἦν καὶ ὁ θάνατος ὄνομα λοιπὸν ἔμενεν ὄν, πράγματος ἀπεστερημένον·
因為那些古老而不可動搖的禍患都被解除了,那定在共有之族類上的判決被廢去了,罪的筋腱被割斷了,魔鬼的暴政被推翻了,那向眾人都不可通行的樂園,首先向一個殺人犯和強盜敞開了,諸天的穹蒼被打開了,人與天使相交了,我們的本性被高舉到那君王的寶座前,陰間的牢獄成了無用之物,死亡從此徒存其名,被剝奪了它的實質;
For indeed those ancient and immovable evils were dissolved, and the sentence against the common race was abolished, and the sinews of sin were severed, and the tyranny of the devil was overthrown, and paradise, impassable to all, was first opened to a murderer and a robber, and the vaults of heaven were flung open, and men were mingled with angels, and our nature was led up to the royal throne, and the prison-house of Hades became useless, and death henceforth remained a name only, deprived of its reality;
7:226
καὶ μαρτύρων χοροὶ καὶ γυναῖκες κατακλῶσαι τοῦ ᾅδου τὰ κέντρα
殉道者的隊伍,以及婦女們,都折斷了陰間的毒鉤。
and choirs of martyrs, and women, shattered the stings of Hades.
7:227
Ταῦτα οὖν πάντα προορῶν ὁ προφήτης ἐσκίρτα καὶ ἐχόρευε καὶ δι' ἑνὸς ῥήματος ἡμῖν αὐτὰ ἐνεδείκνυτο, προφητεύων ἡμῖν τὸν Ἐμμανουήλ
那麼,先知既預見這一切,就歡躍雀跳,並藉著一句話向我們指明這些事,向我們預言那以馬內利。
Foreseeing all these things, then, the prophet leaped for joy and danced, and by a single word he indicated them to us, prophesying to us the Emmanuel.
7:228
Βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν
「在他曉得棄惡擇善之先,他必吃奶油與蜂蜜。」
«Butter and honey shall he eat, before he knows or chooses evil he shall choose the good.»
7:229
Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν
「因為那孩子在曉得善惡之先,就厭棄邪惡,以致揀選那善。」
«Because before the child knows good or evil, he refuses wickedness, so as to choose the good.»
7:230
Ἐπειδὴ τὸ τικτόμενον παιδίον οὔτε ἄνθρωπος ἦν ψιλός, οὔτε Θεὸς μόνον, ἀλλὰ Θεὸς ἐν ἀνθρώπῳ, εἰκότως καὶ ὁ προφήτης ποικίλλει τὸν λόγον, νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο λέγων καὶ τὰ παράδοξα τιθεὶς καὶ οὐκ ἀφιεὶς ἀπιστηθῆναι τὴν οἰκονομίαν διὰ τὴν τοῦ θαύματος ὑπερβολήν
因為那所生的孩子,既非單純的人,也非單單是神,乃是在人裏面的神,先知便有充分的理由使他的話語多樣化,時而說這,時而說那,陳明那些反常之事,並且不容那救恩的安排因奇事之超絕而被人不信。
Since the child that was born was neither a mere man, nor God only, but God in man, the prophet with good reason varies his discourse, now saying this, now that, setting forth the paradoxes and not permitting the economy to be disbelieved because of the excess of the wonder.
7:231
Εἰπὼν γὰρ ὅτι τέξεται ἡ παρθένος, ὅπερ ἦν ἀνωτέρω φύσεως καὶ ὅτι κληθήσεται Ἐμμανουήλ, ὃ καὶ αὐτὸ μεῖζον προσδοκίας ἦν, ἵνα μή τις τὸν Ἐμμανουὴλ ἀκούσας, τὰ Μαρκίωνος πάθῃ καὶ νοσήσῃ τὰ Οὐαλεντίνου διὰ τὴν οἰκονομίαν, διαρρήδην ἐπήγαγε καὶ τῆς οἰκονομίας τὴν σαφεστάτην ἀπόδειξιν, ἀπὸ τῆς τραπέζης αὐτὴν πιστούμενος
因為他既說了童貞女要生產(這是超乎自然的),又說祂要稱為以馬內利(這本身也是超乎所期望的)——為免有人聽見「以馬內利」,就陷入馬吉安的謬誤,並在救恩安排上染上瓦倫提努的病症——他便明明加上那救恩安排最清楚的憑據,從那飲食本身來予以確證。
For having said that the virgin would bear, which was above nature, and that he would be called Emmanuel, which itself too was beyond expectation—lest anyone, hearing «Emmanuel,» should suffer the error of Marcion and fall sick with the disease of Valentinus concerning the economy—he expressly added also the clearest proof of the economy, confirming it from the table itself.
7:232
Τοῦτο δὲ οὐκ ἂν εἴη θεότητος, ἀλλὰ τῆς φύσεως τῆς ἡμετέρας
然而這絕不能屬於神性,乃是屬於我們的本性。
But this could not belong to Godhead, but to our nature.
下一段 →
← 第 6 章第 8 章 →
012345678

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。