📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 致塞拉皮翁論聖靈

致塞拉皮翁論聖靈 第 1 章 第 1/5 段

希臘文原文.201 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:201(全章共 1009 節)

下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
Τὰ γράμματα τῆς σῆς ἱερᾶς διαθέσεως ἀπεδόθη μοι ἐν τῇ ἐρήμῳ
你那神聖摯愛之心所寫的信,在曠野中送到了我手中。
The letter of your sacred devotion was delivered to me in the desert.
1:2
Καὶ εἰ καὶ πικρός τις ἦν ὁ καθ' ἡμῶν διωγμὸς ἐπικείμενος, καὶ πολλὴ ἔρευνα τῶν ζητούντων ἡμᾶς ἀνελεῖν·
雖然當時加在我們身上的逼迫甚是慘烈,那些想要殺害我們之人也四處搜尋我們,
And although the persecution pressing upon us was bitter, and great was the search of those seeking to destroy us,
1:3
ἀλλ' ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, παρεκάλεσεν ἡμᾶς καὶ ἐν τοῖς γράμμασί σου
然而那發慈悲的父、賜各樣安慰的神,也藉著你的信安慰了我們。
yet the Father of mercies and God of all comfort comforted us also through your letter.
1:4
Ἀναμιμνησκόμενος γὰρ τῆς σῆς διαθέσεως καὶ πάντων τῶν γνησίων, ἔδοξα τούτους σὺν ἐμοὶ τότε παρεῖναι
因為當我回想起你的摯愛,以及眾真誠信徒的情誼時,我彷彿覺得他們那時就與我同在。
For as I called to mind your devotion and that of all the faithful, I seemed to have them present with me then.
1:5
Ἐπιπολὺ μὲν οὖν ἔχαιρον κατέχων τὰ γράμματα·
於是我手握著這封信,歡喜了許久;
For a long while, then, I rejoiced as I held the letter;
1:6
ὡς δὲ τούτοις ἐνέτυχον, ἠρξάμην πάλιν ἀθυμεῖν διὰ τοὺς ἅπαξ μελετήσαντας μάχεσθαι πρὸς τὴν ἀλήθειαν
可是當我讀它時,我又再次灰心起來,乃是因為那些一意要與真理爭戰的人。
but when I read it, I began again to be disheartened, because of those who have once made it their practice to fight against the truth.
1:7
Ἔγραφες γὰρ, ἀγαπητὲ καὶ ἀληθῶς ποθεινότατε, λυπούμενος καὶ αὐτὸς, ὡς ἐξελθόντων μέν τι νων ἀπὸ τῶν Ἀρειανῶν διὰ τὴν κατὰ τοῦ Υἱοῦ. τοῦ Θεοῦ βλασφημίαν, φρονούντων δὲ κατὰ τοῦ ἁγίου Πνεύματος, καὶ λεγόντων αὐτὸ μὴ μόνον κτίσμα, ἀλλὰ καὶ τῶν λειτουργικῶν πνευμάτων ἓν αὐτὸ εἶναι, καὶ βαθμῷ μόνον αὐτὸ διαφέρειν τῶν ἀγγέλων
親愛的、真正最令人思念的弟兄啊,你來信時自己也滿懷憂傷,說有些人因為亞流派褻瀆神的兒子而離開了他們,卻仍敵對聖靈,宣稱聖靈不僅是受造之物,更是眾服役之靈中的一個,與天使的分別僅僅在於等次而已。
For you wrote, beloved and truly most longed-for one, grieving yourself, that certain ones had departed from the Arians on account of their blasphemy against the Son of God, but were minded against the Holy Spirit, saying that He is not only a creature, but is even one of the ministering spirits, and differs from the angels only in degree.
1:8
Τοῦτο δέ ἐστι πρὸς μὲν τοὺς Ἀρειανοὺς προσποιητὸς μάχη·
這一來,他們對亞流派的反對其實是假裝的爭執;
Now this is, toward the Arians, a feigned contention;
1:9
ἀληθὴς δὲ ἀντιλογία πρὸς τὴν εὐσεβῆ πίστιν
對敬虔的信仰卻是真實的抵擋。
but it is a true gainsaying against the godly faith.
1:10
Ὥσπερ γὰρ ἐκεῖνοι, ἀρνούμενοι τὸν Υἱὸν, ἀρνοῦνται καὶ τὸν Πατέρα·
因為正如那些人否認子,也就否認了父,
For just as those men, in denying the Son, deny also the Father,
1:11
οὕτω καὶ οὗτοι, δυσφημοῦντες εἰς τὸ Πνεῦμα τὸ ἅγιον, δυσφημοῦσι καὶ εἰς τὸν Υἱόν
照樣,這些人褻瀆聖靈,也就褻瀆了子。
so these too, in speaking evil against the Holy Spirit, speak evil also against the Son.
1:12
Καὶ ἀμφότερα τὰ μέρη διείλοντο τὴν πρὸς τὴν ἀλή θειαν ἀντίστασιν, ἵν' οἱ μὲν κατὰ τοῦ Λόγου, οἱ δὲ κατὰ τοῦ Πνεύματος φρονοῦντες, τὴν αὐτὴν ἔχωσιν εἰς τὴν ἁγίαν Τριάδα βλασφημίαν
這兩黨人彼此分擔了對真理的敵對,叫一黨敵對神的話(道),另一黨敵對聖靈,好使他們對神聖三一持守同樣的褻瀆。
And both parties have divided between them the opposition to the truth, that the one, minded against the Word, and the other, against the Spirit, might hold the same blasphemy against the Holy Trinity.
1:13
Ταῦτ' οὖν συνορῶν καὶ πολλὰ λογιζόμενος, ἐν ἀθυμίᾳ γέγονα, ὅτι πάλιν εὗρε παίζειν ὁ διάβολος ἐν τοῖς ὑποκρινομένοις τὴν μανίαν αὐτοῦ·
我看出這些事,反覆思量,便陷入沮喪,因為魔鬼又找到門路,在那些假裝出牠那狂妄的人身上戲耍;
Perceiving these things, then, and pondering much, I fell into despondency, that the devil had again found a way to make sport in those who feign his madness;
1:14
καὶ κρίνας μὲν ἤμην σιωπᾷν ἐν τοιούτῳ καιρῷ·
我這樣斷定之後,本想在這樣的時候保持緘默;
and having judged it so, I was minded to keep silence at such a season;
1:15
διὰ δὲ τὴν προτροπὴν τῆς σῆς ὁσιό τητος, ἕνεκά τε τῆς ἐκείνων ἀλλοδοξίας καὶ σατανι κῆς προπετείας, δι' ὀλίγων ἔγραψα τὴν ἐπιστολὴν, μόγις καὶ ταῦτα δυνηθεὶς, ἵνα μόνον καὶ σὺ, πρόφα σιν ἐκ τούτων λαβὼν, κατὰ τὴν προσοῦσάν σοι σύνε σιν τὰ λείποντα προσθῇς, καὶ πλήρης ὁ κατὰ τῆς δυσσεβοῦς αἱρέσεως ἔλεγχος γένηται
但因著你聖德的勸勉,又因他們的異端謬見與撒但般的鹵莽,我便勉力寫了這封短信——這也是費了好大的力——只盼你也能藉此得著一個開端,照著你裏面的悟性補足所缺的,使對這不敬虔之異端的駁斥得以完備。
but on account of the exhortation of your holiness, and because of their heterodoxy and satanic rashness, I have written this letter in few words—and that with difficulty—only that you too, taking from it an occasion, may according to the understanding that is in you supply what is lacking, and that the refutation of the impious heresy may be made complete.
1:16
Τῶν μὲν οὖν Ἀρειανῶν οὐκ ἀλλότριον καὶ τοῦτο ἐνθύμημα
對亞流派而言,這樣的想法也並不陌生。
Now to the Arians this notion also is no alien thing.
1:17
Ἅπαξ γὰρ ἀρνούμενοι τὸν τοῦ Θεοῦ Λό γον, εἰκότως τὰ αὐτὰ καὶ κατὰ τοῦ Πνεύματος αὐτοῦ δυσφημοῦσι
因為他們既已否認了神的話(道),自然也照樣褻瀆祂的靈;
For having once denied the Word of God, they naturally blaspheme in the same way against His Spirit also;
1:18
ἀρκεῖ γὰρ τὰ πρὸ τούτων εἰρημένα κατ' αὐτῶν
因為先前駁斥他們所說的話,已經足夠了。
for what has been said before against them suffices.
1:19
Πρὸς δὲ τοὺς περὶ τοῦ Πνεύματος ἀπατηθέν τας, τρόπῳ τινὶ, ὡς ἂν αὐτοὶ φαῖεν, προσήκει δι ερευνῶντας εἰπεῖν
至於那些在聖靈的事上受了迷惑的人,照他們自己所說的方式,我們也當查究一番,向他們進言。
But toward those who have been deceived concerning the Spirit, it is fitting, after a manner—as they themselves would say—to make inquiry and to speak.
1:20
Τούτων γὰρ καὶ θαυμάσειεν ἄν τις τὴν ἄνοιαν, ὅτι τὸν Υἱὸν τοῦ Θεοῦ μὴ θέλοντες κτίσμα εἶναι, καὶ καλῶς γε κατὰ τοῦτο φρονοῦντες, πῶς τὸ Πνεῦμα τοῦ Υἱοῦ κτίσμα κἂν ἀκοῦ. σαι ἠνέσχοντο; Καὶ γὰρ εἰ διὰ τὴν πρὸς τὸν Πατέρα τοῦ Λόγου ἑνότητα, οὐ θέλουσιν εἶναι τῶν γενητῶν αὐτὸν τὸν Υἱὸν, ἀλλ', ὅπερ ἐστὶν ἀληθῶς, δημιουργὸν αὐτὸν εἶναι τῶν ποιημάτων φρονοῦσι·
人實在會詫異這些人的愚昧:他們既不肯讓神的兒子作受造之物——在這一點上他們的見解原是正確的——怎能容讓自己連聽見子的靈被稱為受造之物都能忍受呢?因為他們既因著話(道)與父的合一,不肯讓子自己列在受造之物中,反倒持守——正如真情實況——子乃是萬物的創造者,
For one might well marvel at the folly of these men: that, though they will not have the Son of God to be a creature—and in this they are rightly minded—how could they endure even to hear the Spirit of the Son called a creature? For if, on account of the unity of the Word with the Father, they will not have the Son Himself to be among things originated, but are minded—as is truly the case—that He is the Maker of created things,
1:21
δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε πλάσαντο
他們卻為自己虛構出一個由兩種彼此不同之性質所組成的(神格),因為照他們所臆造的,聖靈與子乃是異質的。
yet they fashion it for themselves as composed of two natures, differing one from another, because of the Spirit's being of another essence than the Son, as they have made up for themselves.
1:22
Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ γοῦ καὶ κτίσματος συγκειμένη;Ἢ γὰρ οὐ Τριάς ἐστιν, ἀλλὰ δυὰς, καὶ λοιπὸν ἡ κτίσις, ἢ, εἰ Τριάς ἐστιν, ὥσπερ οὖν καί ἐστι, πῶς τοῖς μετὰ τὴν Τριάδα κτίσμασι συντάττουσι τὸ τῆς Τριάδος Πνεῦμα; Τοῦτο γάρ ἐστι πάλιν διαιρεῖν καὶ διαλύειν τὴν Τριάδα
那麼,這算是甚麼神學呢——由創造者和受造物合成的?因為若不是三一,就只是二一,其餘的便都是受造之物;或者若真是三一——本來確是三一——他們怎能把那屬於三一的靈,與三一以後的受造之物排在一起呢?這分明又是在分割、消解那三一了。
What kind of theology, then, is this, composed of Creator and creature? For either it is not a Trinity, but a duad, and the rest is creation; or, if it is a Trinity—as indeed it is—how do they rank with the creatures that come after the Trinity the Spirit of the Trinity? For this is once more to divide and dissolve the Trinity.
1:23
Οὐκ οῦν, κακῶς φρονοῦντες περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐδὲ περὶ τοῦ Υἱοῦ καλῶς φρονοῦσιν
所以,他們既對聖靈存著錯誤的見解,對子也就不能有正確的見解了。
Therefore, thinking wrongly concerning the Holy Spirit, neither do they think rightly concerning the Son.
1:24
Εἰ γὰρ ἐφρόνουν ὀρθῶς περὶ τοῦ Λόγου, ἐφρόνουν ὑγιῶς καὶ περὶ τοῦ Πνεύματος, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ τοῦ Υἱοῦ ἴδιον ὂν, παρ' αὐτοῦ δίδοται τοῖς μαθηταῖς καὶ πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν
因為他們若對話(道)有正確的見解,對聖靈也必有健全的見解——這聖靈是從父出來的,又是子自己的,由子賜給門徒和一切信入祂的人。
For if they thought rightly concerning the Word, they would think soundly also concerning the Spirit, who proceeds from the Father, and being the Son's own, is given by Him to the disciples and to all who believe on Him.
1:25
Οὕτω δὲ πλανώμενοι, οὐδὲ περὶ τοῦ Πατρὸς ὑγιῆ τὴν πίστιν ἔχουσιν
可是他們既這樣走入迷途,對父也就沒有健全的信仰了。
But going thus astray, neither do they have a sound faith concerning the Father.
1:26
Οἱ γὰρ ἀντικείμενοι τῷ Πνεύματι, ὡς εἶπεν ὁ μέγας μάρτυς Στέφανος, οὗτοι καὶ τὸν Υἱὸν ἀρνοῦνται
因為那些抵擋聖靈的人,正如那大殉道者司提反所說的,這些人也否認了子;
For those who set themselves against the Spirit, as the great martyr Stephen said, these also deny the Son;
1:27
Τὸν δὲ Υἱὸν ἀρνούμενοι, οὐδὲ τὸν Πατέρα ἔχουσι
他們既否認了子,也就沒有父。
and denying the Son, neither do they have the Father.
1:28
Πόθεν τοίνυν ὑμῖν, ὦ οὗτοι, τῆς τοσαύτης τόλμης ἡ πρόφασις, ὥστε μὴ φοβηθῆναι τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον·
那麼,你們這些人哪,你們從哪裏得來這樣大膽的藉口,竟不懼怕主所說的話:
Whence, then, O you men, comes the occasion of such great boldness in you, that you should not fear what was spoken by the Lord:
1:29
Ὃς δ' ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι; Οἱ μὲν γὰρ Ἀρειανοὶ, καίτοι τὴν ἔνσαρκον παρουσίαν τοῦ Λόγου καὶ τὰ δι' αὐτὴν εἰρημένα μὴ νοήσαντες, ὅμως ἐξ αὐτῶν πρόφασιν λαβόντες εἰς τὴν ἑαυτῶν αἵρεσιν, καὶ οὕτως ἠλέγχθησαν θεομάχοι καὶ ὡς ἀληθῶς ἀπὸ γῆς κενολογοῦντες
「凡褻瀆聖靈的,無論在今世、來世,總不得赦免」?因為亞流派固然——雖然他們不明白話(道)成肉身的降臨,並為此所說的話——卻仍藉這些話為自己的異端找藉口,於是被定罪為與神爭戰的,且真是從地上發出虛妄空談的人。
“Whoever shall blaspheme against the Holy Spirit has no forgiveness, neither in this age nor in the age to come”? For the Arians, indeed—though they did not understand the incarnate presence of the Word and the things spoken on account of it—nevertheless, taking occasion from these for their own heresy, were thus convicted as fighters against God and as truly babbling vain things out of the earth.
1:30
Ὑμεῖς δὲ πόθεν ἠπατήθητε; παρὰ τίνων ἀκούσαντες, ἢ τίς ὁ τρόπος τῆς τοιαύτης ὑμῶν πλάνης; Ἀνέγνωμεν, φασὶν, ἐν τῷ προφήτῃ Ἀμὼς, λέγοντος τοῦ Θεοῦ, Ὅτι Ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀν θρώπους τὸν Χριστὸν αὐτοῦ·
至於你們——你們是從哪裏受了迷惑?是聽了誰的話,或你們這樣的謬誤是怎麼來的?他們說:「我們在先知阿摩司書中讀到,神說:看哪,那堅立雷霆、創造風(靈)、向人宣告祂受膏者的,
But you—whence were you deceived? from whom did you hear it, or what is the manner of such an error of yours? “We read,” they say, “in the prophet Amos, where God says: Behold, I am He that establishes the thunder, and creates the spirit/wind, and declares unto men His Christ;”
1:31
ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. Καὶ ἔν θεν ἐπείσθημεν τοῖς Ἀρειανοῖς λέγουσι κτίσμα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον
造晨光與幽暗,踏在地之高處的——耶和華萬軍之神是祂的名。」我們便因此被亞流派說服,相信他們所說的,聖靈乃是受造之物。」
“who makes the morning and the mist, and treads upon the high places of the earth—the Lord God, the Almighty, is His name. And thence we were persuaded by the Arians who say that the Holy Spirit is a creature.”
1:32
Εἶτα τὸ μὲν παρὰ τῷ Ἀμὼς ἀνέγνωτε·
可是阿摩司書裏這段話你們倒讀了;
Then the passage in Amos you read;
1:33
τὸ δὲ ἐν ταῖς Παροιμίαις λεγόμενον, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, οὐκ ἀνέγνωτε, ἢ ἀνέγνωτε; Καὶ τοῦτο μὲν, ὡς ἔχει ἀληθείας, ἑρμηνεύετε, ἵνα μὴ εἴπητε κτίσμα τὸν Λόγον·
至於箴言裏所說的——「耶和華在祂造化的起頭,為祂的作為立了我」——你們倒沒有讀麼,還是讀了?這句話你們倒按其真意解釋了,免得把話(道)稱為受造之物;
but what is said in the Proverbs—“The Lord created me as the beginning of His ways for His works”—did you not read, or did you read it? And this you do interpret, as it has the truth, lest you should call the Word a creature;
1:34
τὸ δὲ ἐν τῷ προφήτῃ οὐχ ἑρμηνεύετε, ἀλλὰ ἁπλῶς ἀκούοντες πνεῦμα, ἐνομίσατε λέγεσθαι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον; Καίτοι ἐν μὲν ταῖς Παροιμίαις φανερῶς ἡ Σοφία λέγουσά ἐστι τὸ, ἔκτισέ με· καὶ ὅμως καλῶς γε ποιοῦντες, ἑρ μηνεύετε τὸ ῥητὸν, ἵνα μὴ τὴν δημιουργὸν Σοφίαν ἐν τοῖς κτίσμασι συναριθμῆτε
但先知書裏的話你們卻不解釋;反倒單因聽見「靈」這字,就臆測那聖靈被稱為受造之物。然而在箴言裏,明明是智慧在說「祂創造了我」;你們卻仍作得好,把這話解釋過去,免得把那創造的智慧列在受造之物中。
but what is in the prophet you do not interpret; rather, simply hearing “spirit,” you supposed that the Holy Spirit is said to be a creature. And yet in the Proverbs it is plainly Wisdom that says, “He created me”; and nevertheless, doing well, you interpret the saying, lest you should number among the creatures the creative Wisdom.
1:35
Τὸ δὲ ἐν τῷ προφήτῃ ῥητὸν οὐκ ἔχει γνώρισμα περὶ τοῦ ἁγίου Πνεύ ματος, ἀλλ' ἁπλῶς εἴρηται περὶ πνεύματος
可是先知書裏那句話,並沒有甚麼記號指明是論到聖靈的;它只不過是泛指「風(靈)」而說的。
But the saying in the prophet has no mark concerning the Holy Spirit; rather it is said simply concerning spirit/wind.
1:36
Πῶς οὖν, καίτοι πλείστης οὔσης διαφορᾶς ἐν ταῖς Γραφαῖς περὶ πνευμάτων, καὶ δυναμένου τοῦ ῥητοῦ τὴν ἰδίαν διάνοιαν ἔχειν ὀρθὴν, ὑμεῖς, ὡς φιλονεικοῦντες ἢ ὡς ὑπὸ δήγματος τοῦ Ἀρειανοῦ ὄφεως βλαβέντες, τὸ Πνεῦμα τὸ ἅγιον εἰρῆσθαι παρὰ τοῦ Ἀμὼς νομίζετε, ἵνα μόνον τοῦ φρονεῖν κτίσμα μὴ ἐπι λάθησθε; Εἴπατε γοῦν εἴ που τῆς θείας Γραφῆς εὑρίσκε τε τὸ Πνεῦμα τὸ ἅγιον ἁπλῶς εἰρημένον πνεῦμα, χωρὶς προσθήκης τοῦ λέγεσθαι ἢ τοῦ Θεοῦ, ἢ τοῦ. Πατρὸς, ἢ ὅτι ἐμοῦ, ἢ αὐτοῦ τοῦ Χριστοῦ καὶ τοῦ Υἱοῦ, ἢ παρ' ἐμοῦ, ὅ ἐστι παρὰ τοῦ Θεοῦ, ἢ μετὰ τοῦ ἄρθρου, ἵνα μὴ ἁπλῶς λέγηται πνεῦμα, ἀλλὰ τὸ Πνεῦμα·
既然聖經中論到諸靈(諸風)有極多的分別,那句話本可有它自己正確的意思,你們怎麼還像是好爭辯的,或像是被亞流那毒蛇咬傷的,硬要以為阿摩司所說的就是聖靈,單為叫自己不忘把祂當作受造之物呢?那麼你們倒說說看,神的聖經中你們可曾在哪裏找到,聖靈僅僅被稱作「靈」,而沒有加上「神的」、「父的」、「我的」,或「祂的」(就是基督自己和子的),或「從我」(就是從神)這類字眼,或是不帶冠詞,叫人不至單說「靈」,而是說「那靈」;
How then, although there is great variety in the Scriptures concerning spirits, and the saying is able to have its own right meaning, do you—as contentious, or as injured by the bite of the Arian serpent—suppose that the Holy Spirit is meant by Amos, only that you may not forget to think Him a creature? Tell us, then, if anywhere in the divine Scripture you find the Holy Spirit spoken of simply as “spirit,” without the addition of being called either “of God,” or “of the Father,” or “Mine,” or “His”—that is, of Christ Himself and of the Son—or “from Me,” which is from God, or with the article, so that it is not said simply “spirit,” but “the Spirit”;
1:37
ἢ αὐτὸ τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον, ἢ Παράκλητον, ἢ ἀληθείας, ὅ ἐστι τοῦ Υἱοῦ, τοῦ λέγοντος, Ἐγώ εἰμι ἡ ἀλήθεια· ἵνα, ἀκούσαντες ἁπλῶς πνεῦμα, ὑπονοήσητε εἶναι τὸ Πνεῦμα τὸ ἅγιον; Ἐξῃρήσθωσαν δὲ τοῦ Λόγου νῦν οἵτινες ἤδη λαβόντες, πάλιν ὀνομάζονται, καὶ ὅσοι, προμαθόντες περὶ τοῦ ἁγίου Πνεύματος, ὕστερον ὡς ἐν ἐπαναλήψει καὶ ὑπομνήσει, καὶ μόνον λεγομένου τοῦ πνεύματος, οὐκ ἀγνοοῦσι περὶ τίνος ἀκούουσι·
或這名稱本身——「聖靈」,或「保惠師」,或「真理的」(就是子的,那說「我是真理」的)——叫你們一聽見單單「靈」字,就要推想那就是聖靈麼?如今這論點中要把這些人除外:就是那些已經領受了祂、又再題名稱祂的人,以及一切先已認識了聖靈、後來如同覆述提醒、即或單說「那靈」、也不至於不知道所聽見的是論到誰的人;
or this very thing, “the Holy Spirit,” or “Paraclete,” or “of truth,” which is of the Son who says, “I am the truth”—so that, hearing simply “spirit,” you should surmise that it is the Holy Spirit? Let there be excepted now from this argument those who, having already received Him, name Him again, and all who, having first learned concerning the Holy Spirit, afterward—as by way of recapitulation and reminder, even when “the Spirit” alone is said—are not ignorant concerning whom they hear;
1:38
καὶ μάλιστα, ὅτι καὶ οὕτω μετὰ τοῦ ἄρθρου λέγεται
尤其因為這樣說的時候也是帶著冠詞的。
and especially because thus also it is said with the article.
1:39
Καὶ ὅλως ἄνευ τοῦ ἄρθρου, ἢ τῆς προειρημένης προσθήκης, οὐκ ἂν εἴη σημαινόμενον τὸ Πνεῦμα τὸ ἅγιον·
總之,若沒有冠詞,或沒有上文所說的那種附加語,所指的就不會是聖靈;
And altogether, without the article, or the aforesaid addition, the Holy Spirit would not be signified;
1:40
οἷά ἐστινἃ γράφει Παῦλος τοῖς Γαλάταις·
保羅寫給加拉太人的話正是這樣;
such as are the things Paul writes to the Galatians;
1:41
ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων·
就是那賜給信的人、藉重生的洗而被重生之人所領受的聖靈。他寫給帖撒羅尼迦人也說:
the Holy Spirit, which is given to those who believe and are regenerated through the washing of regeneration. And writing also to the Thessalonians:
1:42
Τὸ Πνεῦμα μὴ σβέννυτε· εἰδόσι καὶ αὐτοῖς ὅπερ ἔλαβον ἔλεγεν, ἵνα μὴ σβέσωσιν ἐξ ἀμελείας τὴν ἐν αὐτοῖς ἀναφθεῖσαν τοῦ Πνεύματος χάριν
「不要銷滅那靈」;他是對那些自己曉得所領受是甚麼的人說的,叫他們不要因疏懶把那在他們裏面點燃之聖靈的恩典銷滅了。
“Quench not the Spirit”; he was saying to them, who themselves knew what they had received, that they should not, through neglect, quench the grace of the Spirit kindled in them.
1:43
Ἐν δὲ τοῖς Εὐαγ γελίοις περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως διὰ τὴν σάρκα ἣν προσέλαβεν, ἐὰν λέγωσιν οἱ εὐαγγελισταὶ, Ἰησοῦς δὲ, πλήρης Πνεύματος ὢν, ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου· καὶ τὸ, Τότε ὁ Ἰησοῦς ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον· τὸν αὐτὸν ἔχει νοῦν
在福音書中論到救主時,因祂所取的肉身而以人的方式說話——若是福音書作者說:「耶穌被那靈充滿,從約但河回來」,又說:「當時耶穌被那靈引到曠野」——其意都是相同的。
And in the Gospels, concerning the Saviour—spoken humanly because of the flesh which He assumed—if the evangelists say, “And Jesus, being full of the Spirit, returned from the Jordan,” and, “Then Jesus was led up by the Spirit into the wilderness,” it has the same meaning.
1:44
Προείρητο γὰρ ὑπὸ τοῦ Λουκᾶ·
因為路加先前已經說過:
For it had been said before by Luke:
1:45
Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν, καὶ Ἰησοῦ βαπτισθέντος, καὶ προσευχομένου, ἀνεωθῆναι τὸν οὐρανὸν, καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει, ὡσεὶ περιστερὰν, ἐπ' αὐτόν. Καὶ δῆλον ἦν, ὅτι, λεγομένου τοῦ Πνεύματος, τὸ Πνεῦμα τὸ ἅγιον ἦν σημαινόμενον
「眾百姓都受洗的時候,耶穌也受了洗,正禱告的時候,天就開了,聖靈彷彿鴿子,以身體的形狀降在祂身上。」這就明顯了:當說「那靈」時,所指的就是聖靈。
“Now it came to pass, when all the people were baptized, and Jesus having been baptized and praying, that the heaven was opened, and the Holy Spirit descended in bodily form, as a dove, upon Him.” And it was plain that, when “the Spirit” was said, the Holy Spirit was signified.
1:46
Οὕτω μὲν οὖν παρ' οἷς ἐστι τὸ Πνεῦ μα τὸ ἅγιον κἂν μόνον τὸ Πνεῦμα λέγηται χωρὶς τῆς ἐπ' αὐτῷ προσθήκης, οὐκ ἀμφίβολον, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον σημαίνεται, ἔχον μάλιστα τὸ ἄρθρον
這樣,在那些有聖靈的人中間,即或單說「那靈」,沒有上文那論到祂的附加語,所指的是聖靈乃毫無可疑,尤其是帶著冠詞的時候。
Thus, then, among those who have the Holy Spirit, even if “the Spirit” alone is said, without the addition concerning Him, it is not doubtful that the Holy Spirit is meant, having especially the article.
1:47
Ὑμεῖς δὲ εἴπατε τὸ προταθὲν ὑμῖν, εἰ εὑ ρήκατέ που τῆς θείας Γραφῆς τὸ Πνεῦμα τὸ ἅγιον. λεγόμενον ἁπλῶς Πνεῦμα, χωρὶς τῆς προειρημένης ἐπ' αὐτῷ προσθήκης, καὶ πλὴν τῆς παρατηρήσεως ἧς γε ἐμνημονεύσαμεν
可是你們要回答擺在你們面前的問題:你們可曾在神的聖經中哪裏找到,聖靈被僅僅稱作「靈」,而沒有上文那論到祂的附加語,也不在我們所題那種限定的情形之內;
But you, answer what has been set before you: whether you have found anywhere in the divine Scripture the Holy Spirit called simply “Spirit,” without the aforesaid addition concerning Him, and apart from the qualification of which we have made mention;
1:48
οὐ γὰρ εὑρήσετε γεγραμμένον
因為你們必找不著這樣的記載。
for you will not find it written.
1:49
Ἀλλ' ἐν μὲν τῇ Γενέσει γέ γραπται, Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος· καὶ μετ' ὀλίγα·
但在創世記裏記著:「神的靈運行在水面上」;再過不久,
But in Genesis it is written, “And the Spirit of God moved over the water”; and a little after,
1:50
Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· ἐν δὲ τοῖς Ἀριθμοῖς λέγει Μωϋσῆς πρὸς τὸν τοῦ Ναυῆ, Μὴ ζηλοῖς σὺ ἐμέ·
「我的靈必不永遠住在這些人裏面,因為他們是屬肉體的。」在民數記中,摩西對嫩的兒子(約書亞)說:「你為我的緣故起妒忌麼?」
“My Spirit shall not abide in these men, because they are flesh.” And in Numbers Moses says to the son of Nun, “Are you jealous for my sake?”
1:51
καὶ τίς ἂν δῷ τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ Πνεῦμα αὐτοῦ ἐπ' αὐτούς, Καὶ ἐν τοῖς Κριταῖς ἐπὶ μὲν Γοθονιήλ·
「惟願耶和華的百姓都作先知,願耶和華把祂的靈降在他們身上!」在士師記中,論到俄陀聶說:
“and would that all the Lord's people were prophets, when the Lord gives His Spirit upon them.” And in the Judges, concerning Othniel:
1:52
Καὶ ἐγένετο ἐπ' αὐτὸν Πνεῦμα Κυρίου, καὶ ἔκρινε τὸν Ἰσραήλ. Καὶ πάλιν·
「耶和華的靈臨到他身上,他就審判以色列。」又說:
“And the Spirit of the Lord came upon him, and he judged Israel.” And again:
1:53
Καὶ ἐγένετο ἐπὶ Ἰεφθάε Πνεῦμα Κυρίου. Περὶ δὲ Σαμψών·
「耶和華的靈臨到耶弗他。」又論到參孫;
“And the Spirit of the Lord came upon Jephthah.” And concerning Samson;
1:54
Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ· Καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τετταρακοστῷ δευτέρῳ ψαλ μῷ·
「不要從我收回你的聖靈。」又在第一百四十二篇詩中說:
“Take not Your Holy Spirit from me.” And again in the hundred and forty-second psalm:
1:55
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν δὲ τῷ Ἡσαΐᾳ γέγραπται·
「願你至善的靈引導我到平坦之地;耶和華啊,為你名的緣故,求你救活我。」在以賽亞書中記著:
“Your good Spirit shall lead me in a land of uprightness; for Your name's sake, O Lord, You shall preserve my life.” And in Isaiah it is written:
1:56
Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με. Ἐλέγετο δὲ πρὸ τού του·
「主耶和華的靈在我身上,因為祂膏了我。」在這之前又說過:
“The Spirit of the Lord is upon me, because He has anointed me.” And it had been said before this:
1:57
Ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ Πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ' ἁμαρτίαις· καὶ πάλιν·
「你們所定的謀算不出於我,所結的盟約不憑我的靈,以致罪上加罪。」又說:
“You took counsel, but not by Me, and made covenants, but not by My Spirit, to add sins to sins.” And again:
1:58
Οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ λελάληκα·
「我從起頭並未在隱密處說話;
“From the beginning I have not spoken in secret;
1:59
ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην·
事情成就的時候,我就在那裏;
“when it came to pass, there was I;
1:60
καὶ νῦν Κύριος ἀπέστειλέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ. Μετ' ὀλίγα δὲ οὕτω φησί·
現在主耶和華差遣了我,並祂的靈。」過了不久祂又這樣說:
“and now the Lord has sent me, and His Spirit.” And a little after He says thus:
1:61
Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, εἶπε Κύριος, τὸ Πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοί· καὶ αὖθις ἐν τοῖς ἑξῆς ἐπιφέρει λέγων·
「耶和華說:論到他們,我與他們所立的約乃是這樣:我的靈在你身上。」接著祂又繼續說:
“And this is My covenant with them, says the Lord: My Spirit, which is upon you.” And again in what follows He adds, saying:
1:62
Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾷν αὐτοὺς, καὶ φείδεσθαι αὐτῶν·
「並不是長者,也不是天使,乃是主自己拯救了他們,因為祂愛他們,憐惜他們;
“Not an elder, nor an angel, but the Lord Himself saved them, because He loved them and spared them;
1:63
αὐτὸς ἐλυτρώσατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς. ἡμέρας τοῦ αἰῶνος·
祂親自救贖了他們,懷搋他們,終古的日子高舉他們;
“He Himself redeemed them, and took them up, and exalted them all the days of the age;
1:64
αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν. Ἰεζεχιὴλ δὲ οὕτω λέγει·
他們竟悖逆,惹動了祂的聖靈,於是聖靈轉而與他們為仇。」以西結則這樣說:
“but they were disobedient, and provoked His Holy Spirit, and it was turned to enmity against them.” And Ezekiel speaks thus:
1:65
Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης. Καὶ ὁ μὲν Μιχαίας φησίν·
「流這人血的罪,我是潔淨的。」彌迦說:
“I am clean from the blood of this man.” And Micah says:
1:66
Οἶκος Ἰακὼβ παρώξυνε Πνεῦμα Κυρίου. Καὶ διὰ τοῦ Ἰωὴλ ὁ Θεός φησι·
「雅各家惹動了耶和華的靈。」神藉約珥說:
“The house of Jacob provoked the Spirit of the Lord.” And through Joel God says:
1:67
Καὶ ἔσται μετὰ ταῦτα, καὶ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Καὶ διὰ τοῦ Ζαχαρίου δὲ πάλιν, Θεοῦ φωνή ἐστι λέγοντος·
「以後,我要將我的靈澆灌凡有血氣的。」神又藉撒迦利亞發聲說:
“And it shall come to pass after this, that I will pour out of My Spirit upon all flesh.” And through Zechariah again it is the voice of God who says:
1:68
Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν Πνεύματί μου τοῖς δούλοις μου, τοῖς προφήταις. Ὅτε καὶ αἰτιώμενος ὁ προ φήτης τὸν λαὸν, μετ' ὀλίγα ἔλεγε·
「只是我的言語和律例,就是我藉我的靈所吩咐我僕人眾先知的,你們總要領受。」當這先知也控告百姓時,過了不久說:
“Yet receive My words and My ordinances, all that I command by My Spirit to My servants the prophets.” And when the prophet also brought accusation against the people, he said a little after:
1:69
μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν. Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντες, εἰρήκαμεν ὀλίγα
「……以及主萬軍之耶和華藉祂的靈、託前時眾先知所傳的話。」這些是我們從舊約中採集出來,只略述一二。
“...and the words which the Lord Almighty sent in His Spirit by the hand of the former prophets.” And these things, gathered out of the Old Testament, we have set forth as a few.
1:70
Ἐρωτήσατε δὲ καὶ ὑμεῖς περὶ τῶν ἐν τοῖς Εὐαγγελίοις, καὶ ὧν ἔγραψαν οἱ ἀπόστολοι, καὶ ἀκούσεσθε πῶς κἀκεῖ, πλείστης οὔσης διαφορᾶς πνευμά των, κατ' ἐξαίρετον τὸ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς Πνεῦμα, ἀλλὰ μετὰ προσθήκης, ἧς εἴπομεν, ὀνομάζεται
你們也當查考福音書中的話,並使徒所寫的,你們就要聽見:那裏雖也有許多種靈(風)的分別,那特定的聖靈卻不僅僅被稱作「靈」,乃是帶著我們所說的附加語被題名的。
But do you also inquire concerning the things in the Gospels and what the apostles wrote, and you will hear how there too, although there is great variety of spirits, the Holy Spirit in particular is named not simply “Spirit,” but with the addition of which we spoke.
1:71
Ὁ μὲν οὖν Κύριος ἡνίκα, καθὰ προεῖπον, ἀν θρωπίνως ἐβαπτίζετο, δι' ἣν ἐφόρει σάρκα, λέγεται καταβεβηκέναι ἐπ' αὐτὸν τὸ Πνεῦμα τὸ ἅγιον·
如今主,正如我先前所說,因祂所穿戴的肉身,以人的方式受了洗,於是經上說聖靈降在祂身上;
Now the Lord, when, as I said before, He was baptized humanly because of the flesh which He bore, is said to have had the Holy Spirit descend upon Him;
1:72
τοῦτο διδοὺς μὲν τοῖς μαθηταῖς, ἔλεγε·
祂把這靈賜給門徒時,說:
giving this to the disciples, He said,
1:73
Λάβετε Πνεῦ μα ἅγιον· ἐδίδασκε δὲ αὐτούς·
「你們受聖靈」;又教導他們說:
“Receive the Holy Spirit”; and He taught them,
1:74
Ὁ Παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα. Καὶ μετ' ὀλίγα περὶ τοῦ αὐτοῦ ἔλεγεν·
「保惠師,就是聖靈,父要因我的名差祂來,祂要教導你們一切的事。」過了不久,論到同一位,祂又說:
“The Paraclete, the Holy Spirit, whom the Father will send in My name, He shall teach you all things.” And a little after, concerning the same, He said:
1:75
Ὅταν ἔλθῃ ὁ Παράκλη τος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ πάλιν·
「但我要從父那裏差保惠師來,就是從父出來真理的靈,祂來了,就要為我作見證。」又說:
“When the Paraclete is come, whom I will send to you from the Father, the Spirit of truth, who proceeds from the Father, He shall bear witness concerning Me.” And again:
1:76
Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦ. μα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν· καὶ μετ' ὀλίγα·
「因為不是你們自己說的,乃是你們父的靈在你們裏面說的。」過了不久又說:
“For it is not you that speak, but the Spirit of your Father that speaks in you.” And a little after:
1:77
Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Καὶ τὴν μὲν πᾶσαν θεολογίαν καὶ τὴν ἡμῶν τελείωσιν, ἐν ᾗ συνῆπτεν ἡμᾶς ἑαυτῷ καὶ δι' ἑαυτοῦ τῷ Πατρὶ, ἐν τούτῳ συμπληρῶν, παρήγγειλε τοῖς μαθηταῖς·
「我若靠著神的靈趕鬼,這就是神的國臨到你們了。」祂把全部神學、並我們的成全——就是祂藉以將我們聯於祂自己、又藉著祂自己聯於父的——都總結在這裏,吩咐門徒說:
“But if I cast out the demons by the Spirit of God, then the kingdom of God has come upon you.” And summing up all the theology and our perfecting—in which He joined us to Himself, and through Himself to the Father—in this He gave charge to the disciples:
1:78
Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· ἐπαγγει λάμενος δὲ αὐτοῖς αὐτὸ πέμψειν, παρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι· καὶ μεθ' ἡμέρας ὀλίγας, Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό·
「你們要去,使萬民作門徒,將他們浸入父、子、聖靈的名裏。」祂應許要差祂來,又囑咐他們不要離開耶路撒冷;過了幾天,「五旬節那日到了的時候,他們都聚集在一處;
“Go, disciple all the nations, baptizing them into the name of the Father, and of the Son, and of the Holy Spirit.” And having promised them that He would send Him, He charged them not to depart from Jerusalem; and after a few days, “When the day of Pentecost was being fulfilled, they were all together in one place;
1:79
καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερο μένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον, οὗ ἦσαν καθήμενοι·
忽然從天上有響聲下來,好像一陣猛烈的風吹過,充滿了他們所坐的整座屋子;
“and suddenly there came from heaven a sound, as of a rushing mighty wind, and it filled all the house where they were sitting;
1:80
καὶ ὤφθησαν αὐτοῖς διαμεριζό μεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισαν ἐφ' ἕνα ἕκαστον αὐτῶν·
又有舌頭如火焰顯現出來,分開落在他們各人身上;
“and there appeared to them tongues parting asunder, as of fire, and it sat upon each one of them;
1:81
καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς. Ἔνθεν οὖν καὶ διὰ μὲν τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων ἐδίδοτο τοῖς ἀναγεννωμένοις τὸ Πνεῦμα τὸ ἅγιον·
他們就都被聖靈充滿,按著那靈所賜的口才,說起別國的話來。」於是,藉著使徒按手,聖靈賜給了那些受重生的人;
“and they were all filled with the Holy Spirit, and began to speak with other tongues, as the Spirit gave them to utter.” Hence, then, both through the laying on of the apostles' hands the Holy Spirit was given to those being regenerated;
1:82
Ἄγαβος δέ τις προεφήτευσεν ἐν τούτῳ λέγων·
那時,有一個名叫亞迦布的,預言說:
And a certain Agabus prophesied at this time, saying:
1:83
Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· ὁ δὲ Παῦλος·
「聖靈如此說。」保羅又說:
“Thus says the Holy Spirit.” And Paul:
1:84
Ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκό πους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος· τοῦ τε εὐνού χου βαπτισθέντος, Ἥρπασε Πνεῦμα Κυρίου τὸν Φίλιππον. Καὶ Πέτρος ἔγραψε·
「聖靈立你們作監督,在其中牧養神的教會,就是祂用自己的血所買來的。」那太監受了浸之後,「主的靈把腓利提了去。」彼得也寫道:
“In which the Holy Spirit has made you overseers, to shepherd the church of God, which He purchased through His own blood.” And when the eunuch had been baptized, “the Spirit of the Lord caught away Philip.” And Peter wrote:
1:85
Κομιζόμενοι τὸ τέλος τῆς πίστεως, σωτηρίαν ψυχῶν·
「得著你們信心的結局,就是靈魂的救恩;
“Receiving the end of your faith, the salvation of souls;
1:86
περὶ ἧς σωτη ρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται, οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶν τες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδηλοῦτο ἐν αὐτοῖς Πνεῦ μα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας. Καὶ ὁ μὲν Ἰωάννης ἐπέστειλεν·
「論到這救恩,那些預言你們要得恩典的眾先知,曾詳細地尋求考察,查考在他們裏面基督的靈,預先證明基督受苦難、後來得榮耀,是指明甚麼時候、並怎樣的時候。」約翰寫道:
“concerning which salvation the prophets sought out and searched diligently, who prophesied of the grace that should come unto you, searching what or what manner of time the Spirit of Christ in them was signifying, when it testified beforehand the sufferings appointed for Christ, and the glories that should follow these.” And John wrote:
1:87
Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύ ματος αὐτοῦ ἔδωκεν ἡμῖν· ὁ δὲ Παῦλος γράφει Ῥωμαίοις μέν·
「神將祂的靈賜給我們,從此我們就知道我們住在祂裏面,祂也住在我們裏面。」保羅寫信給羅馬人說:
“By this we know that we abide in Him, and He in us, because He has given us of His Spirit.” And Paul writes—to the Romans:
1:88
Ὑμεῖς δὲ οὔκ ἐστε ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν
「但你們不屬肉體,乃屬那靈,若神的靈真住在你們裏面。
“But you are not in the flesh, but in the spirit, if so be that the Spirit of God dwells in you.
1:89
Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ
人若沒有基督的靈,就不是屬基督的。
“But if anyone has not the Spirit of Christ, he is none of His.
1:90
Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν. δι' ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην
基督若在你們裏面,身體就因罪是死的,靈卻因義是生命。
“But if Christ is in you, the body is dead because of sin, but the spirit is life because of righteousness.
1:91
Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιή σει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν· Κορινθίοις δέ·
然而那叫耶穌從死人中復活者的靈若住在你們裏面,那叫基督耶穌從死人中復活的,也必藉著住在你們裏面的祂的靈,賜生命給你們必死的身體。」又對哥林多人說:
“But if the Spirit of Him that raised up Jesus dwells in you, He that raised up Christ Jesus from the dead shall also give life to your mortal bodies, through His Spirit that dwells in you.” And to the Corinthians:
1:92
Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ
「因為那靈參透萬事,就是神深奧的事也參透了。
“For the Spirit searches all things, even the deep things of God.
1:93
Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ Πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ
除了在人裏面人的靈,誰知道人的事?照樣,除了神的靈,也沒有人知道神的事。
“For who knows the things of a man, save the spirit of the man which is in him? Even so the things of God none has known, save the Spirit of God.
1:94
Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χα ρισθέντα ἡμῖν· καὶ μετ' ὀλίγα·
我們所領受的,並不是世界的靈,乃是從神來的靈,叫我們能知道神白白賜給我們的事。」過了不久又說:
“Now we received not the spirit of the world, but the Spirit which is from God, that we might know the things freely given to us by God.” And a little after:
1:95
Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Καὶ πάλιν·
「豈不知你們是神的殿,神的靈住在你們裏面麼?」又說:
“Know you not that you are a temple of God, and that the Spirit of God dwells in you?” And again:
1:96
Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· καὶ πάλιν·
「這一切都是這位獨一且同一的靈所運行,隨己意分給各人的。」又說:
“But all these things works the one and the same Spirit, dividing to each one severally as He wills.” And again:
1:97
Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν·
「主就是那靈;
“Now the Lord is the Spirit;
1:98
οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Ὅρα δὲ πῶς καὶ Γαλάταις ἐπιστέλλει λέγων·
主的靈在哪裏,哪裏就有自由。」再看他怎樣寫信給加拉太人說:
“and where the Spirit of the Lord is, there is liberty.” And see how also to the Galatians he writes, saying:
1:99
Ἵνα ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως· καὶ πάλιν·
「叫亞伯拉罕的福在基督耶穌裏臨到我們,使我們因著信得著所應許的那靈。」又說:
“That the blessing of Abraham might come in Christ Jesus, that we might receive the promise of the Spirit through faith.” And again:
1:100
Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον·
「你們既為兒子,神就差出祂兒子的靈,進入你們的心,呼叫:
“And because you are sons, God sent forth the Spirit of His Son into your hearts, crying,
1:101
Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός
這樣,你不再是奴僕,乃是兒子了。
“So that you are no longer a slave, but a son.
1:102
Εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ. Τοῖς δὲ Ἐφε σίοις οὕτως ἔλεγε·
既是兒子,便藉著基督作神的後嗣了。」又這樣對以弗所人說:
“And if a son, then an heir of God through Christ.” And to the Ephesians he spoke thus:
1:103
Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπο λυτρώσεως· καὶ πάλιν·
「不要叫神的聖靈擔憂,你們原是受了祂的印記,等候得贖的日子來到。」又說:
“And grieve not the Holy Spirit of God, in whom you were sealed unto the day of redemption.” And again:
1:104
Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος, ἐν τῷ συνδέσμῳ τῆς εἰρή νης. Πρὸς δὲ Φιλιππησίους ἐπαῤῥησιάζετο γράφων·
「竭力在和平的聯索中,保守那靈的一。」又放膽寫信給腓立比人說:
“Giving diligence to keep the unity of the Spirit in the bond of peace.” And to the Philippians he spoke with boldness, writing:
1:105
Τί γάρ; πλὴν ὅτι παντὶ τρόπῳ εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι
「這有何妨呢?或是假意,或是真心,無論怎樣,基督究竟被傳開了;為此我就歡喜,並且還要歡喜。
“What then? Only that in every way, whether in pretence or in truth, Christ is proclaimed; and in this I rejoice, yea, and I will rejoice.
1:106
Οἶδα γὰρ, ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας·
因為我知道,這事藉著你們的祈求,
“For I know that this shall turn out to my salvation, through your supplication and the supply
1:107
τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ. αἰσχυνθήσομαι· καὶ πάλιν·
和耶穌基督之靈全備的供應,終必叫我得救。這是照著我所專切期待並盼望的,就是凡事上總不至於羞愧。」又說:
“of the Spirit of Jesus Christ, according to my earnest expectation and hope, that in nothing shall I be put to shame.” And again:
1:108
Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ Πνεύματι Θεοῦ λατρεύοντες, καὶ καυ χώμενοι ἐν Χριστῷ Ἰησοῦ. Καὶ Θεσσαλονικεῦσι δὲ διαμαρτυρεῖται·
「因為真受割禮的,乃是我們這藉著神的靈事奉、在基督耶穌裏誇口的人。」又向帖撒羅尼迦人鄭重見證說:
“For we are the circumcision, who serve by the Spirit of God, and glory in Christ Jesus.” And to the Thessalonians he solemnly testifies:
1:109
Τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν διδόντα τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ εἰς ὑμᾶς· καὶ πρὸς Ἑβραίους δὲ οὕτω·
「所以那棄絕的,不是棄絕人,乃是棄絕那把祂的聖靈賜給你們的神。」又這樣對希伯來人說:
“Therefore he that rejects, rejects not man, but God, who gives His Holy Spirit unto you.” And to the Hebrews thus:
1:110
Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοι νωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα·
「若山羊和公牛的血,並母牛犢的灰,灑在不潔的人身上,尚且使他們成聖,叫肉身潔淨;
“For if the blood of bulls and goats, and the ashes of a heifer sprinkling those who have been defiled, sanctifies unto the cleanness of the flesh;
1:111
πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύμα τος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, κα θαρίσει τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων; καὶ πρὸς Θεσσαλονικεῖς δέ·
何況基督藉著永遠的靈,將自己無瑕無疵地獻給神,祂的血豈不更要潔淨我們的良心,除去死行麼?」又對帖撒羅尼迦人說:
“how much more shall the blood of Christ, who through the eternal Spirit offered Himself without blemish unto God, cleanse our conscience from dead works?” And to the Thessalonians:
1:112
Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀνελεῖ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. Ἰδοὺ πῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐν πάσῃ τῇ θείᾳ Γραφῇ γνωρίζεται
「那時,這不法的人必顯露出來,主耶穌要用祂口中的氣(靈)滅絕他,並用祂來臨的顯現除滅他。」看哪,聖靈在整本神的聖經中是何等地被表明出來。
“And then shall be revealed the lawless one, whom the Lord Jesus shall slay with the breath/Spirit of His mouth, and bring to nought by the manifestation of His coming.” Behold, how the Holy Spirit is made known throughout all the divine Scripture.
1:113
Τί τοίνυν ὑμεῖς τοιοῦτον ἐν τῷ προφή τῃ ἐθεωρήσατε; Οὐδὲ γὰρ οὐδὲ κἂν τὸ ἄρθρον ἔχει τὸ παρὰ τοῦ προφήτου λεγόμενον νῦν πνεῦμα, ἵνα κἂν πρόφασιν ἔχητε
那麼,你們在那先知書裏觀察到甚麼這一類的記號呢?因為先知此處所說的「靈」,連個冠詞都沒有,叫你們連個藉口也找不著。
What, then, have you observed of such a kind in the prophet? For the “spirit” now spoken of by the prophet does not even have the article, that you might at least have a pretext.
1:114
Ἀλλ' ἁπλῶς ἐτολμήσατε τρόπους ἑαυτοῖς ἐπινοεῖν, καὶ εἰπεῖν τὸ λεγόμενον κτίζεσθαι πνεῦμα, αὐτὸ εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, καίτοι δυνάμενοι μαθεῖν καὶ παρὰ φιλολόγων ἀνδρῶν περὶ διαφορᾶς πνευμάτων
可是你們竟單憑己意,膽敢為自己虛構出種種說法,宣稱那被說為受造的靈就是聖靈——其實你們連從通曉文義的人那裏,也能學到諸靈(諸風)之間的分別。
But you have simply dared to devise for yourselves arguments, and to say that the spirit said to be created is the Holy Spirit—although you might learn even from philological men concerning the difference of spirits.
1:115
Νυκτὸς μετὰ τῆς καρ δίας μου ἠδολέσχουν, καὶ ἤσχαλλε τὸ πνεῦμά μου.Ὁ δὲ Βαροὺχ ἐπευχόμενός φησι·
「我夜間與自己的心交談,我的靈也愁煩。」巴錄禱告時說:
“In the night I communed with my heart, and my spirit was troubled.” And Baruch, praying, says:
1:116
Ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγε πρὸς σέ. Καὶ ἐν μὲν τῇ ᾠδῇ τῶν τριῶν παίδων·
「困苦的魂,憂悶的靈,向你呼求。」在三個少年人的歌中:
“A soul in straits, and a spirit weary, cries unto You.” And in the song of the three children:
1:117
Εὐλογεῖτε, πνεύ ματα καὶ ψυχαὶ δικαίων, τὸν Κύριον.Ὁ δὲ Ἀπόστολος γράφει·
「義人的諸靈與諸魂哪,你們要頌讚主。」使徒也寫道:
“Bless the Lord, you spirits and souls of the righteous.” And the Apostle writes:
1:118
Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ
「那靈自己同我們的靈一同作見證,我們是神的兒女。
“The Spirit Himself bears witness with our spirit, that we are children of God.
1:119
Εἰ δὲ τέκνα, καὶ κληρονόμοι· καὶ πάλιν·
既是兒女,便是後嗣了。」又說:
“And if children, then heirs.” And again:
1:120
Οὐδεὶς οἶδε τὰ τοῦ. ἀνθρώπου εἰ μὴ τὸ Πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. Ἐν δὲ τῇ πρὸς Θεσσαλονικεῖς ἐπιστολῇ ἐπευχόμενος λέγει Ὁλόκληρον ὑμῶν τὸ Πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη Λέγεται δὲ καὶ ἀνέμων πνεύματα οὕτως ἐν μὲν τῇ γενέσει·
「除了在人裏面人的靈,沒有人知道人的事。」在帖撒羅尼迦前書中,他禱告說:「願你們的靈、與魂、與身子,得蒙保守完全,在我們主耶穌基督來臨的時候,無可指摘。」也有題到風的「靈(氣)」的,就如在創世記裏:
“No one knows the things of a man, save the spirit of the man which is in him.” And in the epistle to the Thessalonians, praying, he says, “And may your spirit and soul and body be preserved entire, without blame, at the coming of our Lord Jesus Christ.” And there are also spoken of “spirits” of the winds, thus—in Genesis:
1:121
Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ· ἐπὶ δὲ τοῦ Ἰωνᾶ·
「神叫一陣風(氣)吹過地上,水就漸消。」論到約拿:
“And God brought a wind/spirit over the earth, and the water assuaged.” And concerning Jonah:
1:122
Καὶ Κύριος ἐξήγειρε πνεῦμα ἐπὶ τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ·
「主使海上起大風(氣),海中就狂風大作;
“And the Lord raised up a wind/spirit upon the sea, and there was a great tempest in the sea;
1:123
καὶ τὸ πλοῖον ἐκινδύνευε τοῦ συντρι βῆναι. Καὶ ἐν μὲν τῷ ἑκατοστῷ ἕκτῳ ψαλμῷ γέγραπται·
船幾乎破壞。」在第一百零六篇詩中記著:
“and the ship was in danger of being broken up.” And in the hundred and sixth psalm it is written:
1:124
κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή νου Σόρ·
「……冰晶、暴烈的風(氣),都是成就祂命令的。」在以西結書中,論到為推羅所作的哀歌:
“...the crystal, the stormy wind/spirit—the things doing His word.” And in Ezekiel, concerning the lament over Tyre:
1:125
Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου·
「你的槳手把你蕩到水深之處,到了海中心;
“In the heart of the sea, in many waters, your rowers brought you;
1:126
τὸ πνεῦμα τοῦ νότου συνέτριψέ σε. Ἐντυγχάνοντες δὲ καὶ ὑμεῖς ταῖς ἁγίαις Γραφαῖς, εὑρήσετε λεγόμενον πνεῦμα καὶ τὸν ἐν αὐτοῖς τοῖς θείοις λόγοις νοῦν, γράφοντος τοῦ Παύλου·
南風(氣)就把你打碎了。」你們自己研讀聖經時,也必發現「靈」被用來指神聖言語本身裏面的意義(精意),正如保羅所寫的:
“the south wind/spirit broke you in pieces.” And when you yourselves also study the Holy Scriptures, you will find “spirit” spoken of also as the mind that is in the divine words themselves, Paul writing:
1:127
Τὸ γὰρ γράμ μα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Τὸ μὲν γὰρ ῥητὸν γράμματι κεχάρακται·
「因為那字句殺死人,那靈(精意)卻叫人活。」因為文意是用字句寫成的;
“For the letter kills, but the spirit gives life.” For the saying is engraven by letter;
1:128
ὁ δὲ νοῦς ὁ ἐν αὐτῷ πνεῦμα λέγεται
至於其中的意義(內涵),就被稱為「靈(精意)」。
but the mind that is in it is called “spirit.”
1:129
Οὕτως καὶ ὁ νόμος πνευματικός ἐστιν, ἵν' ὡς πάλιν εἴρηκε, μὴ δουλεύωμεν ἐν παλαιότητι γράμματος, ἀλλ' ἐν καινότητι πνεύματος
照樣,律法也是屬靈的,叫我們——正如他再次所說的——不要按著字句的舊樣事奉,乃要按著那靈的新樣事奉。
Thus also the law is spiritual, that—as he has said again—we should not serve in oldness of letter, but in newness of spirit.
1:130
Καὶ αὐτὸς μὲν εὐχαριστῶν ἔλεγεν·
他自己感謝時也說:
And he himself, giving thanks, said:
1:131
Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας·
「這樣看來,我自己用心思服事神的律,卻用肉體服事罪的律;
“So then I myself with the mind serve the law of God, but with the flesh the law of sin;
1:132
οὐδὲν νῦν ἄρα κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ
如今那些在基督耶穌裏的,就不被定罪了。
“there is now therefore no condemnation to those who are in Christ Jesus.
1:133
Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆςἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας· ὁ δὲ Φίλιππος, τὸν εὐνοῦχον ἀπὸ τοῦ γράμματος εἰς τὸ πνεῦμα θέλων ἐπιστρέφειν, ἔλεγεν·
因為生命之靈的律,在基督耶穌裏,已經釋放了我脫離罪的律。」腓利想要把那太監從字句領到精意,就說:
“For the law of the Spirit of life in Christ Jesus has set me free from the law of sin.” And Philip, wishing to turn the eunuch from the letter to the spirit, said:
1:134
Ἆρά γεγινώσκειςἃ ἀναγινώσκεις; τοιοῦ τον ἐσχηκὼς μαρτυρεῖται καὶ ὁ Χάλεβ ἐν τοῖς Ἀριθμοῖς, τοῦ Θεοῦ λέγοντος·
「你所念的,你明白麼?」迦勒在民數記裏也被見證是這樣的人,神說:
“Do you understand what you read?” Such a one Caleb also is witnessed to have been, in Numbers, when God says:
1:135
Ὁ δὲ παῖς μου Χάλεβ, ὅτι ἐγενήθη ἕτερον πνεῦμα ἐν αὐτῷ, καὶ ἐπηκολούθησέ μοι εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν εἰσῆλθεν ἐκεῖ Ἄλλῃ γὰρ διανοίᾳ παρὰ τὴν ἐκείνων αὐτὸς λαλήσας, εὐάρεστος τῷ Θεῷ γέγονε
「惟獨我的僕人迦勒,因他裏面另有一個靈,專一跟從了我,我就要領他進入他所到過的那地。」因為他用與那些人不同的心思說話,就蒙了神的喜悅。
“But My servant Caleb, because another spirit was in him, and he fully followed Me—him will I bring into the land into which he entered there.” For having spoken with another mind than that of those men, he became well-pleasing to God.
1:136
Τοιαύτην ἔχειν προέτρεψεν ὁ Θεὸς τὸν λαὸν καρδίαν διὰ Ἰεζε. κιὴλ λέγων·
神藉以西結勸百姓存這樣的心,說:
Such a heart God exhorted the people to have, through Ezekiel, saying:
1:137
Ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν. Τούτων τοίνυν οὕτως ὄντων, καὶ τοσαύτης διαφορᾶς περὶ τῶν πνευμάτων δεικνυμένης, βελτίους ἂν ἦτε, εἰ, περὶ κτιζομένου πνεύματος ἀκούοντες, περὶ ἑνὸς τῶν προειρημένων ἐφρονεῖτε, οἷον ἦν περὶ οὗ ἐν Ἡσαΐᾳ γέγραπται·
「你們要為自己造一個新心和新靈。」既是如此,論到諸靈(諸風)顯出這樣大的分別,你們若一聽見「受造的靈」,就想到上文所說的某一種,倒要好得多——譬如以賽亞書中所記的那一個:
“Make yourselves a new heart and a new spirit.” These things, then, being so, and so great a difference being shown concerning the spirits, you would be the better if, hearing of a created spirit, you thought of one of the aforesaid—such as was the one concerning which it is written in Isaiah:
1:138
Συνεφώνη σεν Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Τοιοῦτον δὲ ἦν καὶ,Ὃ ἐξήγειρε Κύριος πνεῦμα ἐπὶ τὴν θάλασσαν διὰ τὸν Ἰωνᾶν
「亞蘭與以法蓮聯合,他的心與他百姓的心就都驚惶,好像林中的樹被風(氣)搖動一樣。」「主因約拿的緣故在海上所興起的那風(氣)」,也是這一類。
“Aram agreed with Ephraim, and his soul was amazed, and the soul of his people, as a tree in a wood is shaken by the wind/spirit.” And of such a kind was also, “That which the Lord raised up, a wind/spirit upon the sea, on account of Jonah.”
1:139
Ἀκολουθεῖ γὰρ τῇ βροντῇ καὶ τὰ τῶν ἀνέμων πνεύματα, ὡς ἐπὶ τοῦ ὑετοῦ τοῦ κατὰ τὸν Ἀχαὰβ, ὡς γέγραπται·
因為風的氣(陣)也是隨著雷霆而來的,正如亞哈時候下雨的事一樣,經上記著:
For the winds' spirits/blasts follow the thunder also, as in the case of the rain in the days of Ahab, as it is written:
1:140
Καὶ ἐγένετο ὧδε, καὶ ἕως ὧδε, καὶ ὁ οὐρανὸς συνεσκότασε νεφέλαις καὶ πνεύματι. Ἀλλ' ἐπείπερ Χριστοῦ, φησὶ, μνημονεύει τὸ Λόγιον, ἀκολούθως καὶ τὸ λεγόμενον πνεῦμα οὐδὲν ἕτερον ἢ τὸ Πνεῦμα τὸ ἅγιον χρὴ νοεῖν
「霎時間,天因風雲變黑了。」可是他們說,既然那神諭題到了基督,那裏所說的「靈」就該理解為,無非就是聖靈。
“And it came to pass here, and unto here, and the heaven grew dark with clouds and wind/spirit.” But since the oracle, they say, makes mention of Christ, accordingly the “spirit” there spoken of is to be understood as nothing other than the Holy Spirit.
1:141
Εἶτα τὸ μὲν συνονομάζεσθαι τῷ Χριστῷ τὸ Πνεῦμα τὸ ἅγιον ἐθεωρήσατε·
原來你們是看見聖靈與基督同被題名;
Then you observed that the Holy Spirit is named together with Christ;
1:142
τὸ δὲ διαιρεῖν αὐτὸ τῇ φύσει, καὶ ἀπο ξενίζειν ἀπὸ τοῦ Υἱοῦ, ποῦ κατενοήσατε, ὅτι τὸν μὲν Χριστὸν λέγετε μὴ εἶναι κτίσμα, τὸ δὲ ἅγιον Πνεῦμα κτίσμα λέγετε; Καὶ ἄτοπόν ἐστι τὰ ἀνόμοια τῇ φύσει συνονομάζειν, καὶ συνδοξάζειν
可是你們是在哪裏起意,要把祂在性質上分開,使祂與子隔絕的呢——以致你們說基督不是受造之物,卻把聖靈稱為受造之物?把性質不同的東西同列在一起、同得榮耀,乃是荒謬的。
but where did you take it into your mind to divide Him in nature, and to estrange Him from the Son—so that you say that Christ is not a creature, but call the Holy Spirit a creature? And it is absurd to name together, and to glorify together, things unlike in nature.
1:143
Ποία γὰρ κοινωνία, ἢ ποία ὁμοιότης τῷ κτίσματι πρὸς τὸν κτί στην; Ἐπεὶ ὥρα ὑμᾶς καὶ τῷ Υἱῷ συναριθμεῖν καὶ συνάπτειν τὰ δι' αὐτοῦ γενόμενα κτίσματα
因為受造之物與創造者有甚麼交通,或有甚麼相似呢?不然,你們也該把藉著子所造的受造之物,與子一同數算、一同聯合了。
For what fellowship, or what likeness, has the creature with the Creator? Since otherwise it were time for you also to number and join together with the Son the creatures made through Him.
1:144
Ἤρκει μὲν οὖν περὶ πνεύματος ἀνέμων νοεῖν τὸ γε γραμμένον, ὥσπερ εἴρηται·
那麼,照所說的,把所記的話理解為論到風的氣,原是足夠的;
It would have sufficed, then, to understand what is written concerning the spirit of the winds, as has been said;
1:145
ἐπειδὴ δὲ προφασίζεσθε τὴν ἐν τῷ ῥητῷ περὶ τοῦ Χριστοῦ μνήμην, ἀναγκαῖον ἰδεῖν ἀκριβῶς τὸ λεγόμενον, μὴ ἄρα καὶ περὶ τοῦ λε γομένου κτίζεσθαι πνεύματος οἰκειοτέραν εὕρωμεν τὴν διάνοιαν
但因你們拿那話中題到基督當作藉口,就必須仔細查驗所說的,免得我們對那被說為受造的靈,反找出一個更恰當的意思來。
but since you make a pretext of the mention of Christ in the saying, it is necessary to examine accurately what is said, lest perchance even concerning the spirit said to be created we may find a more proper meaning.
1:146
Τί τοίνυν ἐστὶ τὸ ἀπαγγέλλειν εἰς ἀν θρώπους τὸν Χριστὸν αὐτοῦ, ἢ τὸ γίνεσθαι αὐτὸν ἄνθρωπον, καὶ ἴσον εἶναι τοῦτο τῷ φάναι·
那麼,「向人宣告祂的受膏者(基督)」是甚麼意思呢,豈不就是祂成為人麼,這與下面這話是相等的:
What, then, is the meaning of “declaring His Christ unto men,” but that He becomes man, and this is equal to saying:
1:147
Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν·
「看哪,必有童女懷孕生子,
“Behold, the virgin shall conceive in the womb, and shall bring forth
1:148
καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· καὶ τὰ ἄλλα, ὅσα περὶ τῆς ἐπιδημίας αὐτοῦ γέγραπται; τῆς δὲ ἐνσάρκου παρουσίας ἀπαγγελλομένης περὶ τοῦ Λόγου, ποῖον χρὴ πνεῦμα κτιζόμενον νοεῖν, εἰ μὴ τὸ ἀνακτιζόμενον τῶν ἀνθρώπων καὶ ἀνακαινιζόμενον πνεῦμα; Τοῦτο γὰρ καὶ διὰ Ἰεζεκιὴλ ἐπεγγείλατο ὁ Θεὸς λέγων·
「人要稱祂的名為以馬內利」;以及其餘一切論到祂降臨所記的話麼?既然這宣告的是論到話(道)成肉身的降臨,人除了那被重新創造、被更新的人的靈以外,還該把甚麼靈理解為受造的呢?因為神也藉以西結應許這事,說:
“and they shall call His name Emmanuel”; and the other things, as many as are written concerning His coming? But when the incarnate presence is being declared concerning the Word, what spirit ought one to understand as being created, save the spirit of men that is re-created and renewed? For this also God promised through Ezekiel, saying:
1:149
Καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ. πνεῦμα καινὸν δώσω ὑμῖν·
「我也要賜給你們一個新心,將新靈放在你們裏面;
“And I will give you a new heart, and a new spirit will I give you;
1:150
καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν·
又從你們的肉體中除掉石心;
“and I will take away the stony heart out of your flesh;
1:151
καὶ δώσω ὑμῖν καρ δίαν σαρκίνην·
賜給你們肉心;
“and I will give you a heart of flesh;
1:152
καὶ τὸ Πνεῦμά μου δώσω ἐν ὑμῖν. Πότε δὴ τοῦτο πεπλήρωται, εἰ μὴ ὅτε παραγενό μενος ὁ Κύριος ἀνεκαίνισε τὰ πάντα τῇ χάριτι; Ἰδοὺ γὰρ καὶ ἐν τῷ ῥητῷ τούτῳ ἡ διαφορὰ τῶν πνευμά των δείκνυται·
我必將我的靈放在你們裏面。」那麼,這話幾時應驗了呢,豈不是在主來臨、用恩典更新萬有的時候麼?看哪,這話裏也顯出諸靈的分別;
“and My Spirit will I put within you.” When, then, was this fulfilled, save when the Lord, being come, renewed all things by grace? For behold, in this saying too the difference of the spirits is shown;
1:153
τὸ ἡμῶν ἀνακαι νιζόμενόν ἐστι·
我們的靈乃是那被更新的;
our spirit is that which is renewed;
1:154
τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται·
至於聖靈,卻不僅僅是「靈」,乃是神說祂是屬自己的,並且我們的一切也是在祂裏面得著更新的;
but the Holy Spirit is not simply “spirit,” but God says that it is His own, in whom also our things are renewed;
1:155
ὡς καὶ ὁ ψάλλων ἐν τῷ ἑκατοστῷ καὶ τρίτῳ ψαλμῷ λέγει·
正如那在第一百零三篇詩中歌唱的人所說:
as also he who sings in the hundred and third psalm says:
1:156
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν
「你收回他們的氣(靈),他們就死亡,歸於塵土。
“You take away their spirit, and they fail, and to their dust they return.
1:157
Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Εἰ δὲ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἀνακαινιζό μεθα·
你發出你的靈,他們便受造,你也更新了地的面貌。」可是,我們若是在神的靈裏得著更新,
“You send forth Your Spirit, and they are created, and You renew the face of the earth.” But if we are renewed in the Spirit of God,
1:158
οὐκ ἄρα τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι τὸ νῦν λεγό μενον πνεῦμα κτίζεσθαι, ἀλλὰ τὸ ἡμέτερον
那麼,如今被說為受造的靈就不是聖靈,乃是我們自己的靈了。
then the Holy Spirit is not the spirit now said to be created, but our own.
1:159
Καὶ εἴπερ, διὰ τὸ πάντα γενέσθαι διὰ τοῦ Λόγου, φρονεῖτε καλῶς μὴ εἶναι κτίσμα τὸν Υἱόν·
你們若因萬物是藉著話(道)受造的,就正確地認為子不是受造之物;
And if, because all things came into being through the Word, you are rightly minded that the Son is not a creature;
1:160
πῶς οὐ βλάσφημόν ἐστι λέγειν ὑμᾶς κτίσμα τὸ Πνεῦμα, ἐν ᾧ τὰ πάντα ὁ Πατὴρ διὰ τοῦ Λόγου τελειοῖ καὶ ἀνακαινίζει; Καὶ εἰ, διὰ τὸ γεγράφθαι ἁπλῶς πνεῦμα κτίζεσθαι, ἀν επλάσαντο ἑαυτοῖς εἶναι τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον·
那麼,你們把那靈稱為受造之物,又怎不是褻瀆呢——父原是藉著話(道),在這靈裏成全並更新萬有的?他們若因為經上僅僅記著有「靈」被造,就為自己虛構說這就是聖靈;
how is it not blasphemous for you to call a creature the Spirit, in whom the Father, through the Word, perfects and renews all things? And if, because it is written simply that a “spirit” is created, they fashioned for themselves that this is the Holy Spirit;
1:161
πεισθῆναι λοιπὸν ὀφείλουσιν, ὅτι μὴ τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι τὸ κτιζόμενον, ἀλλὰ τὸ ἡμέτερόν ἐστι τὸ ἐν αὐτῷ ἀνακαινιζόμενον·
他們此後就該被說服,受造的並不是聖靈,乃是我們自己的靈在祂裏面得著更新;
they ought henceforth to be persuaded that it is not the Holy Spirit that is created, but our own that is renewed in Him;
1:162
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Ὧδε μὲν γὰρ λέγεται κτίζειν·
「神啊,求你為我造清潔的心,使我裏面重新有正直的靈。」這裏所說的乃是「創造」;
“Create in me a clean heart, O God, and renew a right spirit within my inward parts.” For here it is said “to create”;
1:163
πρότερον δὲ ἔπλασεν, ὁ Ζαχαρίας φησίν·
但起先祂是「塑造」的,正如撒迦利亞所說:
but formerly He “formed,” as Zechariah says:
1:164
Ἐκτείνων τὸν οὐρανὸν, καὶ θεμελιῶν τὴν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ· ὃ γὰρ πρότερον ἔπλασε, τοῦτο πεπτωκὸς ἀνέκτισε, γενόμενος αὐτὸς ἐν τῷ κτίσματι, ὅτε ὁ Λόγος σὰρξ ἐγένετο, ἵνα, ὡς ὁ Ἀπόστολος εἶπε, τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Οὐ γὰρ ὡς ἑτέρου δη μιουργηθέντος παρὰ τὸν ἐξ ἀρχῆς κατ' εἰκόνα γενό μενον ἄνθρωπον ἔλεγεν·
「鋪張諸天,立定地基,造(塑)人裏面之靈的。」因為祂起先所塑造的,這已墮落的,祂重新創造了,乃是當話(道)成了肉身、祂自己進入受造之物的時候——叫祂,正如使徒所說,將兩下造成一個新人,就是那照著神、在真理的義與聖中所創造的人。因為祂並不是說另有一個人,是與那起初照著形像所造的人並列被造的;
“Stretching out the heaven, and laying the foundation of the earth, and forming the spirit of man within him.” For what He formerly formed, this, having fallen, He re-created, Himself coming to be in the creature, when the Word became flesh, that—as the Apostle said—He might create the two into one new man, the one created according to God in righteousness and holiness of the truth. For He did not speak as of another man fashioned alongside the man who was made from the beginning according to the image;
1:165
ἀλλὰ τὸν ἐν Χριστῷ κτισθέντα καὶ ἀνακαινισθέντα νοῦν συνεβούλευεν ἀναλαβεῖν·
乃是勸他們穿上那在基督裏被創造、被更新的心思;
but He counseled them to put on the mind created and renewed in Christ;
1:166
ὅπερ καὶ διὰ Ἰεζεκιὴλ πάλιν δηλοῦται, λέ γοντος αὐτοῦ·
這事也再次藉以西結被表明,祂說:
which also is again made plain through Ezekiel, He saying:
1:167
Ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν·
「你們要為自己造一個新心和新靈。」
“Make yourselves a new heart and a new spirit.”
1:168
Τούτου γὰρ ὑπηρέτας εἶναι θέλων τὸν Ἰακὼβ καὶ τὸν Ἰωάννην, ἐκάλεσεν ὁ Κύριος Βοανεργὲς, ὅ ἐστιν, υἱοὶ βροντῆς·
因為主願意雅各和約翰在這事上作祂的執事,就稱他們為半尼其,就是雷子;
For wishing James and John to be His ministers in this, the Lord called them Boanerges, which is, sons of thunder;
1:169
ὅ γ' οὖν Ἰωάν νης ἀληθῶς ἀπ' οὐρανοῦ βοᾷ·
於是約翰真是從天上發聲喊著說:
so then John truly cries from heaven:
1:170
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πρότερον μὲν γὰρ σκιὰν εἶχεν ὁ νόμος τῶν μελλόν των ἀγαθῶν·
「太初有話(道),話與神同在,話就是神。」因為先前律法不過有將來美事的影兒;
“In the beginning was the Word, and the Word was with God, and the Word was God.” For formerly the law had a shadow of the good things to come;
1:171
ὅτε δὲ ὁ Χριστὸς ἀπηγγέλη τοῖς ἀνθρώ ποις καὶ παρεγένετο λέγων·
及至基督向人顯明出來、來臨並說話的時候……
but when Christ was declared to men and came, saying...
1:172
τότε, ὡς εἶπεν ὁ Παῦλος, ἡ τούτου φωνὴ τὴν γῆν ἐσάλευσεν, ἐπαγγειλαμένου πρότερον·
那時,正如保羅所說,祂的聲音震動了地,因祂先前曾應許說:
then, as Paul said, His voice shook the earth, He having promised before:
1:173
Ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν
「再一次我不單要震動地,還要震動天。」
“Yet once more I will shake not the earth only, but also the heaven.”
1:174
Τὸ δὲ ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα
這「再一次」是指那些被震動之物的挪去,叫那不被震動的可以長存。
And the “yet once more” signifies the removal of the things that are shaken, that the things not shaken may remain.
1:175
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο·
「主作王了,祂以威嚴為衣;
“The Lord reigns, He has clothed Himself with majesty;
1:176
ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο
主以能力為衣,以能力束腰。
“the Lord has clothed Himself with strength and girded Himself.
1:177
Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Τὸ ἄρα παρὰ τῷ προφήτῃ ῥητὸν τὴν ἐπιδημίαν τοῦ Σωτῆρος σημαίνει, ἐν ᾗ καὶ ἡμεῖς ἀν εκαινίσθημεν, καὶ ὁ νόμος τοῦ πνεύματος ἀσάλευ τος διαμένει
祂也堅立了世界,世界就不至動搖。」那麼,先知書中的話是指救主的降臨,我們也是在這降臨裏得著更新的,並且那靈的律保持不動搖。
“For indeed He established the world, which shall not be shaken.” The saying in the prophet, then, signifies the coming of the Saviour, in which we also were renewed, and the law of the spirit remains unshaken.
1:178
Ἀλλ' οἱ τῷ ὄντι τροπικοὶ, συνθέμενοι τοῖς Ἀρειανοῖς, καὶ μερισάμενοι μετ' αὐτῶν τὴν εἰς τὴν θεότητα βλασφημίαν, ἵνα ἐκεῖνοι μὲν τὸν Υἱὸν, οὗτοι δὲ τὸ Πνεῦμα κτίσμα λέγωσιν·
可是那些真正配稱為「比喻派(曲解派)」的人,與亞流派結盟,與他們同分對神格的褻瀆——好叫一黨說子、另一黨說聖靈是受造之物——
But those who are in very deed “Tropici,” having made common cause with the Arians, and having shared with them the blasphemy against the Godhead—so that the one say the Son, and the other the Spirit, is a creature—
1:179
ἐτόλμησαν, ὡς αὐτοί φασι, τρόπους πάλιν ἑαυτοῖς ἐφευρεῖν καὶ παρεξηγεῖσθαι καὶ τὸ τοῦ Ἀποστόλου ῥητὸν, ὃ καλῶς μὲν αὐτὸς ἔγραφε Τιμοθέῳ λέγων·
竟照他們自己所說的,又為自己捏造種種「轉折(曲解)」,把使徒的話也加以扭曲——這話原是他親自正確地寫給提摩太的,說……
dared, as they themselves say, again to invent for themselves “turns” (interpretations), and to wrest also the saying of the Apostle, which he himself wrote rightly to Timothy, saying...
1:180
καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων
……並且說有一位天使比別的天使更大。
...and that an angel is greater than the others.
1:181
Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα·
首先,這發明乃是出於瓦倫廷的不敬虔;
First, then, this invention is of the impiety of Valentinus;
1:182
καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι
他們既說出那人的論調,就瞞不過人了。
and they did not escape notice in uttering the things of that man.
1:183
Ἐκεῖνος γὰρ ἔφη. σεν, ὅτι, πεμφθέντος τοῦ Παρακλήτου, συναπεστάλη σαν αὐτῷ οἱ ἡλικιῶται αὐτοῦ ἄγγελοι·
因為那人說,當保惠師被差來時,有與祂同齡的天使一同被差遣;
For that man said that, when the Paraclete was sent, there were sent together with Him His coeval angels;
1:184
ἔπειτα δὲ τὸ Πνεῦμα κατάγοντες εἰς τοὺς ἀγγέλους εἰς τὴν Τριάδα συντάσσοντες
然後他們把那靈降為與眾天使同列,卻又把眾天使編入三一之中。
and then, bringing down the Spirit among the angels, while ranking the angels into the Trinity.
1:185
Εἰ γὰρ μετὰ Πατέρα καὶ Υἱὸν κατ' αὐτοὺς οἱ ἄγγελοι, δηλονότι τὴν Τριάδος εἰσὶν οἱ ἄγγελοι, καὶ οὐκ ἔτι λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενοι, οὐδὲ ἁγιαζόμενοι, ἀλλ' αὐτοὶ μᾶλλον ἁγιάζοντες ἄλλους ἂν εἶεν
因為照他們所說,眾天使若是排在父和子之後,那麼眾天使分明就是屬三一的了,這樣他們就不再是奉差遣執事服役、且被聖別的靈,反倒成了自己聖別別人的了。
For if, according to them, the angels are after the Father and the Son, plainly the angels are of the Trinity, and they would no longer be ministering spirits sent forth unto service, nor sanctified, but would rather themselves be sanctifying others.
1:186
Τί οὖν ἡ τοσαύτη τούτων ἀπόνοια; Ποῦ τῶν Γραφῶν πάλιν εὗρον ἄγγελον τὸ Πνεῦμα λεγόμε νον; Τὰ αὐτὰ δέ μοι τοῖς προειρημένοις εἰπεῖν ἀνάγκη
那麼,他們這樣大的胡塗究竟是甚麼呢?他們又在聖經何處找到聖靈被稱為天使呢?我不得不對他們重述先前的話。
What, then, is this so great senselessness of theirs? Where again in the Scriptures did they find the Spirit called an angel? I am compelled to say the same things to them as before.
1:187
Παράκλητος ἐλέχθη καὶ πνεῦμα υἱοθεσίας, καὶ πνεῦμα ἁγιασμοῦ, καὶ πνεῦμα Θεοῦ, καὶ πνεῦμα Χριστοῦ ἐλέχθη·
祂被稱為保惠師、得兒子名分的靈、成聖的靈、神的靈、基督的靈;
He was called Paraclete, and spirit of adoption, and spirit of sanctification, and Spirit of God, and Spirit of Christ He was called;
1:188
οὐδαμοῦ δὲ ἄγγελος, οὐδὲ ἀρχάγ γελος, οὐδὲ πνεῦμα διακονίας, οἷοί εἰσιν οἱ ἄγ γελοι·
卻無處被稱為天使,也不是天使長,也不是像眾天使那樣服役的靈;
but nowhere an angel, nor an archangel, nor a spirit of ministry, such as the angels are;
1:189
ἀλλὰ μᾶλλον σὺν τῷ Υἱῷ καὶ αὐτὸ διακονεῖται παρὰ τοῦ Γαβριὴλ λέγοντος τῇ Μαρίᾳ·
反倒是祂與子一同被服事,正如加百列對馬利亞所說的:
but rather, together with the Son, He too is ministered to, Gabriel saying to Mary:
1:190
Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ·
「聖靈要臨到你身上;
“The Holy Spirit shall come upon you;
1:191
καὶ δύναμις Ὑψίστου ἐπι σκιάσει σοι. Τῶν δὲ Γραφῶν μὴ λεγουσῶν ἄγγελον τὸ Πνεῦμα, ποία τούτοις ἀπολογία γένοιτ' ἂν τῆς τοσαύτης ἀλογίστου τόλμης ὅπου γε καὶ ὁ τὴν τοι αύτην αὐτοῖς κακόνοιαν ἐπισπείρας Οὐαλεντῖνος τὸ μὲν Παράκλητον, τοὺς δὲ ἀγγέλους ὠνόμασεν·
至高者的能力要蔭庇你。」既然聖經不稱那靈為天使,這些人這樣無理的膽妄還能有甚麼分辯呢?——連那把這惡念撒在他們裏面的瓦倫廷,尚且稱那一位為「保惠師」,稱別的為「眾天使」;
“and the power of the Most High shall overshadow you.” But since the Scriptures do not call the Spirit an angel, what defence could there be for these men of such unreasoning boldness?—seeing that even Valentinus, who sowed in them such malice, named the one “Paraclete,” and the others “angels”;
1:192
εἰ καὶ ἐν τῷ ἴσῳ χρόνῳ, ἡλικιώτην τοῖς ἀγγέλοις συντάσσει καὶ αὐτὸς τὸ Πνεῦμα ὁ ἀφρονέστατος
縱然這最胡塗的人,把那靈當作與眾天使同齡同時的。
even if—in equal time—he too, the most senseless, ranks the Spirit as coeval with the angels.
1:193
Ἀλλ' ἰδοὺ, φασὶν, ἐν τῷ προφήτῃ Ζαχαρίᾳ γέγραπται·
他們卻說:「但看哪,先知撒迦利亞書中記著:
“But behold,” they say, “in the prophet Zechariah it is written:
1:194
Τάδε λέγει ὁ ἄγγελος, ὁ λαλῶν ἐν ἐμοί. Καὶ δῆλόν ἐστιν, ὅτι ἄγγελον εἶναι τὸ Πνεῦμα σημαίνει τὸν ἐν αὐτῷ λαλοῦντα
與我說話的天使如此說。」他們說,這分明指明那靈就是天使,就是那在他裏面說話的。
“Thus says the angel that speaks in me.” And it is plain, they say, that it signifies the Spirit to be an angel—the one speaking in him.
1:195
Τοῦτο δὲ οὐκ ἂν εἶπον, εἰ τῇ ἀναγνώσει προσέχοντες ἦσαν
可是他們若留心讀那段經文,就不會這樣說了。
But this they would not have said, had they been attending to the reading.
1:196
Αὐτὸς γὰρ ὁ Ζαχαρίας, ἡνίκα τὴν ὀπτασίαν περὶ τῆς λυχνίας ἑώρακε, φησί·
因為撒迦利亞自己看見那論到燈臺的異象時,說:
For Zechariah himself, when he saw the vision concerning the lampstand, says:
1:197
Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπεν·
「那與我說話的天使回答說:
“And the angel that spoke in me answered, and said:
1:198
Οὐ γινώσκεις τί ἐστι ταῦτα; Καὶ εἶπον·
你不知道這是甚麼意思麼?我說:
“Know you not what these things are? And I said:
1:199
Καὶ ἀπεκρίθη, καὶ εἶπε πρὸς μὲ λέγων·
他就回答我說:
“And he answered, and spoke to me, saying:
1:200
Οὗ τος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ, λέγων·
這是耶和華指示所羅巴伯的話,說:
“This is the word of the Lord to Zerubbabel, saying:
1:201
Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἐν Πνεύματί μου, λέγει Κύριος παντοκράτωρ. Εὔδηλον οὖν, ὡς ὁ λαλῶν ἄγγελος τῷ προφήτῃ οὐκ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' αὐτὸς μὲν ἄγγελος, τὸ δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐστι τοῦ παντοκράτορος·
「萬軍之耶和華說:不是倚靠勢力,不是倚靠才能,乃是倚靠我的靈。」那麼這就很清楚了:向那先知說話的天使並不是聖靈,他自己不過是天使,那靈卻是全能之神的靈;
“Not by great might, nor by strength, but by My Spirit, says the Lord Almighty.” It is therefore quite clear that the angel speaking to the prophet was not the Holy Spirit, but he himself was an angel, while the Spirit is the Spirit of God the Almighty;
下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。