📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 講道集

講道集 第 1 章 第 1/11 段

希臘文原文.185 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:185(全章共 2032 節)

下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
Τοῦ ἐν ἁγίοις πάτρος ἡμῶν Ἀστερίου ἐπισκόπου Ἀμασείας ὁμιλία ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου εἰς τὸν πλούσιον καὶ εἰς τὸν Λάζαρον .. Οὐ τοῖς ἀποφατικοῖς καὶ δογματικοῖς μόνον θεσπίσμασιν ὁ Θεὸς ἡμῶν καὶ σωτὴρ παιδεύει τοὺς ἀνθρώπους, ὥστε μισεῖν κακίαν καὶ ἀγαπᾶν ἀρετήν, ἀλλὰ καὶ τοῖς ἐναργέσι τῶν ὑποδειγμάτων σαφῆ παραδίδωσι τὰ τῆς ἀγαθῆς πολιτείας μαθήματα, ἔργοις ὅμου καὶ λόγοις προσβιβάζων ἡμᾶς τῇ καταλήψει τῆς ἀγαθῆς καὶ φιλοθέου ζωῆς
我們在聖徒中的教父、阿瑪西亞主教阿斯特里烏斯,論路加福音中財主與拉撒路一段的講道。我們的神與救主教導世人恨惡邪惡、愛慕美德,並不只是藉著否定式的教義訓令,也藉著鮮明的範例,傳授美善生活方式的清晰教訓,用行為和言語一同引導我們領悟美善且愛神的生命。
A homily of our father among the saints, Asterius, bishop of Amasea, on the Gospel according to Luke, concerning the rich man and Lazarus. Not by prohibitive and doctrinal decrees alone does our God and Savior instruct mankind to hate wickedness and love virtue, but he also hands down, by vivid examples, clear lessons in the good way of life, leading us by deeds together with words to the apprehension of the good and God-loving life.
1:2
Οὕτω τοι καὶ νῦν πολλαχοῦ προειρηκὼς ἡμῖν διά τε προφητικῶν καὶ εὐαγγελικῶν στομάτων, οὐ μὴν ἀλλὰ καὶ διὰ οἰκείας φωνῆς, ἀποστρέφεσθαι μὲν τὸν ὑπερήφανον καὶ ὑψαύχενα πλοῦτον, ἀγαπᾶν δὲ γνώμην φιλάνθρωπον καὶ τὴν μετὰ δικαιοσύνης πενίαν, ἵνα τὴν τοῦ καλοῦ συμβουλὴν βεβαιοτέραν ἐργάσηται, τεκμηριοῖ τὸν λόγον πρακτικοῖς ὑποδείγμασι καὶ γράφει τῇ διηγήσει τὸν πλούσιον καὶ τὸν πένητα, .. καὶ τοῦ μὲν τὴν φιλότιμον ἀπόλαυσιν, τοῦ δὲ τὴν τεθλιμμένην ζωὴν ὑποδείκνυσι καὶ τὸ τέλος ἀμφοτέρων τοῦ βίου εἰς ὅ τι κατέληξεν, ἵνα τοῖς ἀλλοτρίοις ἐπιτηδεύ μασι σκεψάμενοι τὴν ἀλήθειαν σώφρονες γενώμεθα τῶν ἰδίων κριταί
如今也是這樣:祂已在許多地方,藉著先知與福音書作者的口,甚至藉著自己的聲音,預先教導我們要棄絕驕傲高舉的財富,要愛慕仁愛的心志,以及伴隨公義的貧窮;為要使這美善的勸誡更加確立,祂便用實際的例證來印證這道理,並以敘事描繪出財主與窮人:一個顯出其奢侈的享受,另一個顯出其困苦的生活,以及兩人一生所歸向的結局,好叫我們在省察他人的行事之中認清真理,成為自己行為清醒的審判者。
So too now, having already told us in many places, both through the mouths of the prophets and the evangelists, and moreover also by his own voice, to turn away from proud and haughty wealth and to love a benevolent disposition and poverty joined with righteousness, in order to make the counsel of the good more sure, he confirms his word with practical examples and depicts in narrative the rich man and the poor man: he shows the one's ostentatious enjoyment, the other's afflicted life, and the end to which the lives of both came, so that, considering the truth in the practices of others, we might become sober judges of our own.
1:3
Ἄνθρωπός τις ἦν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον
「有一個財主,穿著紫色袍和細麻布衣服。」
"There was a certain rich man, and he was clothed in purple and fine linen."
1:4
Διὰ δύο συντόμων ὀνομάτων ὁ λόγος σκώπτει καὶ κωμῳδεῖ τὴν πλαδῶσαν καὶ ἄμετρον τῶν κακῶς πλουτούντων διάχυσιν
藉著這兩個簡短的名稱,經文嘲弄並戲謔那些不義致富之人鬆弛放縱、毫無節制的奢靡。
By two brief terms the text mocks and satirizes the flabby and immoderate self-indulgence of those who are wickedly rich.
1:5
Τῆς μὲν γὰρ πορφύρας τὸ χρῶμα πολυδάπανον καὶ περίεργον·
因為紫色的染料既昂貴又講究,
For the color of purple is costly and elaborate,
1:6
τῆς δὲ βύσσου οὐκ ἀναγκαία ἡ χρῆσις
而細麻布的使用並非必需之物。
while the use of fine linen is not necessary.
1:7
Τῶν δὲ τὴν εὐπολίτευτον ζωὴν αἱρουμένων καὶ ἀπερίεργον οἰκεῖον καὶ φίλον τὸ τῇ χρείᾳ τῶν ἀναγκαίων τὴν χρῆσιν μετρεῖν, φεύγειν δὲ τῆς ματαίου κενοδοξίας τὸν συρφετὸν καὶ τὴν πολύπλαδον διαγωγὴν ὡς κακίας μητέρα
至於那些選擇端正而不講究之生活的人,本著本性與情願,會按著必需之用度來衡量物品的使用,並逃避虛榮浮誇的雜蕪,視放縱奢靡的生活方式為罪惡之母。
But for those who choose an orderly and unelaborate life, it is proper and congenial to measure their use of things by the need for what is necessary, and to flee the rabble of vain conceit and a life of excessive indulgence as the mother of vice.
1:8
Καὶ ἵνα σαφέστερον αὐτοῦ τούτου τοῦ λεγομένου τὴν δύναμιν καταμάθωμεν, ἡ τῶν ἐνδυμάτων πρώτη διαγνωσθήτω χρῆσις, μέχρι πόσου καὶ τίνος παραληφθήσεται ὅροις καὶ κανόσι περιλαμβανομένη σώφροσιν
為使我們更清楚明白剛才這話的力量,讓我們先辨明衣著的用途:究竟應當到何種程度、以何種方式來使用,方能被納入節制的界限與準則之內。
And that we may learn more clearly the force of what has just been said, let us first examine the use of clothing—up to what point, and by what means, it is to be adopted, being encompassed within the bounds and canons of sobriety.
1:9
Τί τοίνυν ὁ τοῦ δικαίου νόμος φησίν; Πρόβατον ὁ Θεὸς ἔκτισεν εὔκομον τὴν δορὰν καὶ τοῖς μαλλοῖς εὐθηνούμενον·
那麼,公義的律法怎麼說呢?神創造了羊,其皮毛柔美精細,毛絨豐盛茂密;
What, then, does the law of righteousness say? God created the sheep with a fine-fleeced hide, flourishing in its wool;
1:10
τοῦτο λαβὼν ἀπόκειρον καὶ δὸς ὑφαντικῇ τέχνῃ τὴν ὕλην, χιτῶνα σαυτῷ καὶ ἱμάτιον κατασκεύασον, ὅπως ἂν διαφεύγῃς χειμῶνος ταλαιπωρίαν καὶ τῆς ζεούσης ἀκτῖνος τὴν βλάβην
「你當取來剪毛,把這材料交給織布的技藝,為自己做成一件內衣與一件外袍,好使你躲避冬天的艱苦,也躲避炎陽曝曬的傷害。」
"take this, shear it, and give the material over to the weaver's craft; make for yourself a tunic and a cloak, so that you may escape the hardship of winter and the harm of the scorching sun."
1:11
Εἰ δέ σοι καὶ κουφοτέρας ἐσθῆτος χρεία κατὰ τὴν ὥραν τοῦ θέρους, ἔδωκεν ὁ Θεὸς τοῦ λίνου τὴν χρῆσιν εἰς πλατυτέραν ἀπόλαυσιν·
「但你若在夏季也需要更輕便的衣物,神便賜下了亞麻的用途,供更廣泛的享用;
"But if you also have need of lighter clothing in the season of summer, God has given the use of flax for a broader enjoyment;
1:12
καί σοι ῥᾷστον ἐκεῖθεν κτήσασθαι σκέπην εὐσχήμονα ἀμφιεννῦσαν ὁμοῦ καὶ ἀναψύχουσαν τῇ κουφότητι
從中你極容易獲得一件得體的遮蔽物,既能穿著蔽體,又能以其輕便使你涼爽。」
and from it, it is very easy for you to acquire a decent covering that clothes you and, by its lightness, refreshes you as well."
1:13
Καὶ τούτων ἀπολαύων ὁμολόγει τῷ κτίστῃ τὴν χάριν ὑπὲρ ὧν οὐκ ἐποίησεν μόνον ἡμᾶς, ἀλλὰ καὶ τῆς πρὸς τὸ ζῆν ἀσφαλείας ἐφρόντισεν
「你在享用這些之時,應當向創造主承認你的感恩,因為祂不但造了我們,也顧念了維生所需的安全保障。」
"And while enjoying these things, acknowledge your gratitude to the Creator, because he not only made us, but also took thought for the security needed for our life."
1:14
Ἂν δὲ καταλιμπάνων τὸ πρόβατον καὶ τὸ ἔριον καὶ τὴν ἀναγκαίαν τοῦ δημιουργοῦ τῶν ὅλων παρασκευὴν ταῖς ματαίαις ἐπινοίαις καὶ ταῖς ἐμπλήκτοις ἐπιθυμίαις ἐκδιαιτώμενος τὴν βύσσον ἐπιζητῇς καὶ συνάγῃς τὰ τῶν περσικῶν σκωλήκων νήματα, ἱστὸν δὲ ἀράχνης ἀνεμιαῖον ὑφαίνῃς, καὶ πρὸς τὸν ἀνθόβαφον ἐρχόμενος μισθοὺς τελῇς δαψιλεῖς, ἵνα τὸν κόχλον ἐκ θαλάσσης θηρεύσας τῷ αἵματι τοῦ ζῴου χρίσῃ τὸ ἔνδυμα, τοῦτο ὑπερμαζῶντος ἐστιν ἀνθρώπου παραχρωμένου τῇ κτήσει, οὐκ ἔχοντος ὅπου τὸ περιττεῦον ἐκχέῃ
「但你若捨棄了羊與羊毛,捨棄了萬物創造主必需的供應,卻沉溺於虛妄的巧思與狂妄的慾望,去追求細麻布,蒐羅波斯蟲蛾的絲線,織成蛛網般輕飄的織物,又前往染紫匠那裡,支付豐厚的工錢,為要從海中獵取貝螺,用那生物的血液染你的衣服——這乃是一個過度肥壯之人的行徑,濫用自己所擁有的一切,因為他找不到地方傾倒他多餘的財富。」
"But if, forsaking the sheep and the wool and the necessary provision of the Creator of all things, and straying off into vain devices and reckless desires, you seek after fine linen and gather together the threads of the Persian worms, and weave a web as airy as a spider's, and, going to the purple-dyer, pay lavish wages so that, having hunted the shellfish from the sea, you may stain your garment with the creature's blood—this belongs to a man grown over-fat, misusing what he possesses, having nowhere to pour out his excess."
1:15
Καὶ διὰ τοῦτο εἰκότως ὁ τοιοῦτος μαστίζεται παρὰ τοῦ εὐαγγελίου κατηγορούμενος ὡς βλὰξ καὶ θηλυδρίας, κόσμοις ἀθλίων κορασίων καλλωπιζόμενος
因此,這樣的人理當受到福音書的鞭笞與控訴,被斥為愚昧又如女子般柔弱,用可憐小女孩的飾物來妝點自己。
And for this reason such a man is rightly scourged, being accused by the Gospel as stupid and effeminate, adorning himself with the ornaments of wretched little girls.
1:16
Ἄλλοι πάλιν κατὰ τὴν γνώμην τῆς ὁμοίας ματαιότητος ἐρασταί·
另有些人,心志上同樣傾慕這虛榮,成了它的愛好者;
Others again, in disposition, are lovers of this same vanity;
1:17
τῆς γραφικῆς μιμεῖται τὴν δύναμιν καὶ πάντων ζῴων τοῖς πέπλοις τὰς μορφὰς ἐνσημαίνεται, τὴν ἀνθίνην καὶ μυρίοις εἰδώλοις πεποικιλμένην φιλοτεχνοῦσιν ἐσθῆτα ἑαυτοῖς τε καὶ γυναιξὶ καὶ παισίν·
這樣的人模仿繪畫藝術之力,將各種生物的形像印染在自己的長袍上;這些人精心製作繡滿花卉、綴以無數圖像的華服,為自己、妻子與兒女而穿戴;
such a man imitates the power of the painter's art and imprints upon his robes the forms of every kind of creature; men of this sort lavish their craft on garments flowered and variegated with countless figures, for themselves, their wives, and their children;
1:18
παίζοντες λοιπόν, οὐ σπουδάζοντες·
從此不過是嬉戲,並非認真度日;
playing henceforth, not being in earnest;
1:19
κατὰ τῆς ἀμετρίας τοῦ πλούτου παραχρώμενοι τῷ βίῳ, οὐ χρώμενοι, ἀντινομοθετοῦντες τῷ Παύλῳ καὶ μαχόμενοι ταῖς θεοπνεύστοις φωναῖς, οὐ γράμμασιν ἀλλὰ πράγμασιν
因財富的無度而濫用生命,並非善用它;違逆保羅的立法,與那受神默示的言語相爭——不是用文字,而是用行為。
misusing life through the immoderation of their wealth, not rightly using it; legislating against Paul and fighting against the God-inspired utterances, not with writings but with deeds.
1:20
Ἃ γὰρ ἐκεῖνος ἀπεκήρυξε λόγῳ, ταῦθ' οὗτοι κρατοῦσι καὶ κυροῦσι τοῖς ἔργοις
因為保羅曾用言語所斥責禁止之事,這些人卻用行為堅持並確立它。
For what he proclaimed against in word, these men uphold and confirm by their deeds.
1:21
Ὅταν οὖν ἐνδυσάμενοι φανῶσιν, ὡς τοῖχοι γεγραμμένοι παρὰ τῶν συντυγχα νόντων ὁρῶνται
所以,當他們穿戴這些衣服現身時,在遇見他們的人眼中,看起來就像畫滿圖畫的牆壁。
So when they appear, having put on such garments, they are seen by those who meet them as painted walls.
1:22
Καί που καὶ τὰ παιδία αὐτοὺς περιίστανται μειδιῶντα πρὸς ἄλληλα καὶ δακτυλοδεικτοῦντα τὴν ἐν τοῖς ἱματίοις γραφήν·
有時甚至孩童也會圍在他們身旁,彼此微笑,並用手指著他們衣服上所繪的圖案;
And sometimes even the little children stand around them, smiling to one another and pointing their fingers at the design painted on their garments;
1:23
βαδίζουσι δὲ παρεπόμενα, οὐκ ἀναχωροῦντα μέχρι πολλοῦ
孩子們便跟隨著行走,久久不肯離去。
and they walk along following, not withdrawing for a long while.
1:24
Ἐκεῖ λέοντες καὶ παρδάλεις, ἄρκτοι καὶ ταῦροι καὶ κύνες·
那裡有獅子與豹,有熊、公牛與犬;
There are lions and leopards, bears and bulls and dogs;
1:25
ὕλαι καὶ πέτραι, καὶ ἄνδρες θηροκτόνοι καὶ πᾶσα ἡ τῆς γραφικῆς ἐπιτήδευσις μιμουμένη τὴν φύσιν
有樹林與岩石,還有獵殺野獸的男子,以及一切模仿自然的繪畫技藝之作。
woods and rocks, and men who hunt down wild beasts, and the whole practice of the painter's art imitating nature.
1:26
Ἔδει γὰρ μὴ τοὺς τοίχους αὐτῶν μόνον, ὡς ἔοικεν, καὶ τὰς οἰκίας κοσμεῖσθαι, ἀλλ' ἤδη καὶ τοὺς χιτῶνας καὶ τὰ ἐπ' ἐκείνοις ἱμάτια
看來,光是裝飾他們的牆壁與房屋還不夠,如今連內衣及披在其上的外袍,也非裝飾不可了。
For, so it seems, it was not enough that only their walls and their houses be adorned—now their tunics and the cloaks over them had to be adorned as well.
1:27
Ὅσοι δὲ καὶ ὅσαι τῶν πλουτούντων εὐλαβέστεροι, ἀναλεξάμενοι τὴν εὐαγγελικὴν ἱστορίαν τοῖς ὑφανταῖς παρέδωκαν·
至於那些較為虔敬的富有男女,則揀選了福音書的故事,交給織工去編織;
But as many men and women among the wealthy as are more devout have chosen the Gospel narrative and handed it over to the weavers;
1:28
αὐτὸν λέγω τὸν Χριστὸν ἡμῶν μετὰ τῶν μαθητῶν ἁπάντων, καὶ τῶν θαυμασίων ἕκαστον ὡς ἡ διήγησις ἔχει
我是說,將我們的基督本身,連同所有的門徒,以及每一件神蹟,都按著敘事所記載的織繡出來。
I mean, Christ himself together with all his disciples, and each of his miracles, just as the narrative records them.
1:29
Ὄψει τὸν γάμον τῆς Γαλιλαίας καὶ τὰς ὑδρίας·
你會看見加利利的婚宴,以及那些水缸;
You will see the wedding of Galilee and the water-jars;
1:30
τὸν παραλυτικὸν τὴν κλίνην ἐπὶ τῶν ὤμων φέροντα·
還有那癱子把床榻扛在肩上;
the paralytic carrying his bed upon his shoulders;
1:31
τὸν τυφλὸν τῷ πηλῷ θεραπευόμενον·
瞎子用泥土蒙醫治;
the blind man being healed with clay;
1:32
τὴν αἱμορροοῦσαν τοῦ κρασπέδου λαμβανομένην·
患血漏的婦人抓住祂的衣繸;
the woman with the flow of blood taking hold of the hem of his garment;
1:33
τὴν ἁμαρτωλὸν τοῖς ποσὶν τοῦ Ἰησοῦ προσπίπτουσαν·
那罪婦俯伏在耶穌腳前;
the sinful woman falling at the feet of Jesus;
1:34
τὸν Λάζαρον ἐκ τοῦ τάφου πρὸς τὴν ζωὴν ὑποστρέφοντα
拉撒路從墳墓返回生命。
Lazarus returning from the tomb to life.
1:35
Καὶ ταῦτα ποιοῦντες εὐσεβεῖν νομίζουσι καὶ ἱμάτια κεχαρισμένα τῷ Θεῷ ἀμφιέννυσθαι
他們這樣行,便自以為虔誠,以為穿的是蒙神喜悅的衣服。
And in doing these things they think that they are being pious and are wearing garments pleasing to God.
1:36
Ἐμὴν δὲ εἰ δέχονται συμβουλήν, ἐκεῖνα πωλήσαντες τὰς ζώσας εἰκόνας τοῦ Θεοῦ τιμησάτωσαν
但若他們願意接受我的勸告,就讓他們變賣那些衣服,用所得之資去尊榮神那些活的形像。
But if they will accept my counsel, let them sell those garments and honor with the money the living images of God.
1:37
Μὴ γράφε τὸν Χριστόν ἀρκεῖ γὰρ αὐτῷ ἡ μία τῆς ἐνσωματώσεως ταπεινοφροσύνη, ἣν αὐθαιρέτως δι' ἡμᾶς κατεδέξατο, ἐπὶ δὲ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον Λόγον περίφερε
「不要描繪基督;因為那一次道成肉身的謙卑,對祂已然足夠,那是祂為我們甘願承受的;反倒該在你的靈魂中,以理智承載那無形無體的道,隨身帶著祂。」
"Do not paint Christ; for the one humiliation of the incarnation suffices him, which he willingly accepted for our sake; but upon your soul, bearing him intellectually, carry about the incorporeal Word."
1:38
Μὴ τοῖς ἱματίοις ἔχε τὸν παραλυτικόν, ἀλλὰ τὸν κείμενον ἄρρωστον ἐπιζήτησον
「不要把癱子留在你的衣服上,卻該去尋訪那躺臥患病、有所需要的人。」
"Do not keep the paralytic on your garments, but seek out the sick man who lies in need."
1:39
Μὴ ἱστόρει συνεχῶς τὴν αἱμορροοῦσαν, ἀλλὰ χήραν θλιβομένην ἐλέησον
「不要不斷描繪那患血漏的婦人,卻該憐憫受苦的寡婦。」
"Do not continually depict the woman with the flow of blood, but show mercy to a widow in affliction."
1:40
Μὴ τὴν ἁμαρτωλὸν γυναῖκα ἐπιμελῶς ὅρα γονυπετοῦσαν τὸν Κύριον, ἀλλ' ἐπὶ τοῖς αὑτοῦ πλημμελήμασι συντριβόμενος πυκνὸν ἔκχει τὸ δάκρυον
「不要仔細凝視那罪婦跪在主面前的圖像,卻該為自己的過犯痛悔破碎,不住地流淚。」
"Do not carefully gaze upon the sinful woman kneeling before the Lord, but, being crushed on account of your own transgressions, pour out abundant tears."
1:41
Μὴ τὸν Λάζαρον ἐγειρόμενον ἐκ νεκρῶν σκιαγράφει, ἀλλὰ τῆς σῆς ἀναστάσεως ἀγαθὴν τὴν ἀπολογίαν εὐτρέπιζε
「不要描摹拉撒路從死裡復活的圖像,卻該為自己的復活預備美好的答辯。」
"Do not sketch Lazarus being raised from the dead, but prepare a good defense for your own resurrection."
1:42
Μὴ τὸν τυφλὸν ἐπὶ τῆς ἐσθῆτος περίφερε, ἀλλὰ τὸν ζῶντα καὶ τῶν ὄψεων ἀφῃρημένον ταῖς εὐποιΐαις παραμυθοῦ
「不要把瞎子的圖像穿戴在身上,卻該以善行安慰那活著卻失明之人。」
"Do not carry about the blind man on your clothing, but comfort with good deeds the living man who has been deprived of his sight."
1:43
Μὴ τοὺς κοφίνους ζωγράφει τῶν λειψάνων, ἀλλὰ τρέφε τοὺς πεινῶντας
「不要描繪那盛裝零碎剩餅的籃子,卻該餵養飢餓的人。」
"Do not paint the baskets of fragments, but feed the hungry."
1:44
Μὴ τὰς ὑδρίας ἐπὶ τῶν ἱματίων βάσταζε, ἃς ἐν Κανᾷ τῆς Γαλιλαίας ἐπλήρωσεν, ἀλλὰ πότιζε τὸν διψῶντα
「不要把祂在加利利迦拿所盛滿的水缸穿戴在衣服上,卻該給口渴的人水喝。」
"Do not carry on your garments the water-jars which he filled in Cana of Galilee, but give drink to the thirsty."
1:45
Ἐπὶ ταῦτα ἡμᾶς ὠφέλησε τὸ ὑπερήφανον ἔνδυμα τοῦ πλουσίου, οὐ μὴν οὐδὲ τὰ ἑξῆς παροπτέον
財主那驕奢的衣著,便如此使我們獲益;然而接下來的內容也不應被忽略。
To this extent, then, has the proud garment of the rich man profited us; but what follows should not be overlooked either.
1:46
Προσέθηκε γὰρ τῇ πορφύρᾳ καὶ τῇ βύσσῳ τὸ τρυφᾶν καθ' ἡμέραν λαμπρῶς·
因為在紫色袍與細麻布之外,經文又加上了:他天天奢華宴樂;
For to the purple and the fine linen he added that he feasted sumptuously every day;
1:47
πάντως δὲ τῆς μιᾶς γνώμης ἀμφότερα, τὸ καὶ τῇ ἀχρήστῳ φιλοτιμίᾳ τῶν ἐσθημάτων ἐγκαλλωπίζεσθαι καὶ τῇ γαστρὶ καὶ τῇ φάρυγγι δουλεύειν ἡδυπαθῶς
這兩者無疑出於同一心態:既以衣飾無用的奢華妝點自己,又縱情逸樂,役於口腹之慾。
and certainly both belong to one and the same disposition—both to adorn oneself with the useless extravagance of garments, and to be enslaved, in voluptuous self-indulgence, to belly and throat.
1:48
Τρυφὴ τοίνυν ἐστὶν πρᾶγμα πολέμιον φιλαρέτου ζωῆς, βλακείας δὲ καὶ διαχύσεως δηλούσης, ἀπολαύσεως ἀμέτρου καὶ ἀνδραποδώδους συνηθείας
奢華乃是與尚德生活為敵之事,它顯明的是愚昧與放縱,是無節制享樂與奴性積習之表現。
Luxury, then, is a thing at war with a life devoted to virtue; it is the mark of foolishness and dissoluteness, a habit of immoderate enjoyment and slavish indulgence.
1:49
Καὶ λεγόμενον μὲν τὸ πρᾶγμα ἕν τι φαίνεται·
這件事若只是說說,看似是單一之事;
And when merely spoken of, the thing appears to be some single thing;
1:50
ἐξεταζόμενον δὲ κατὰ μέρος καὶ κατηγορούμενον, ἐκ ποικίλης καὶ πλείονος καὶ πολυ κεφάλου κακίας ἔχει τὴν σύστασιν
但若逐一加以審察並究責,便會發現它其實是由紛繁、眾多、多頭的邪惡所構成的。
but when examined part by part and brought to account, it is found to be constituted of manifold, abundant, and many-headed vice.
1:51
Τρυφὴ γὰρ οὐκ ἂν γένοιτο μὴ πολλαῖς αὐξηθεῖσα ταῖς ὕλαις
因為奢華若不是靠眾多的物資滋養,是不可能產生的。
For luxury could not come into being unless it were fostered by many resources.
1:52
Ὕλας δὲ πλούτου σωρεῦσαι ἀναμαρτήτως ἀμή χανον, πλὴν εἰ μή τινι κατὰ τὸ σπάνιον, ὡς τῷ Ἰώβ, συμβαίη καὶ πλουτεῖν δαψιλῶς καὶ ζῆν κατὰ τὸ δίκαιον ἀκριβῶς
然而,要無罪地堆積財富的資材,是不可能的事,除非像約伯那樣罕見地遇上:既能豐富地擁有財富,又能嚴謹按公義而生活。
But it is impossible to heap up the resources of wealth without sin, except in the rare case that it should happen to someone—as it did to Job—both to be abundantly rich and to live with strict righteousness.
1:53
Δεῖ τοίνυν τῷ τρυφῶντι .. πρῶτον μὲν οἰκίας πολυτελοῦς, ψήφῳ καὶ λίθοις καὶ χρυσῷ κατὰ τὰς νύμφας κεκοσμημένης·
因此,耽於奢華之人首先需要一座豪華的宅第,以馬賽克、寶石與黃金裝飾,如新娘一般華美;
The man of luxury, then, needs first of all a costly house, adorned like a bride with mosaic, precious stones, and gold;
1:54
πρὸς δὲ τὰς ἐξαλλαγὰς τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ ἐπιτηδείως ἐχούσης
並且要適合一年四季的更替之用。
and one suitably arranged for the changing seasons of the year.
1:55
θερινή, ἵνα λεπταῖς ὁμοῦ καὶ ψυχραῖς ταῖς αὔραις ταῖς βορει ναῖς καταπνέηται
要有一座夏宅,好讓那既輕柔又清涼的北風徐徐吹拂。
A summer house, so that it may be fanned by breezes both delicate and cool, the north winds.
1:56
Μετὰ ταύτην χρεία πολυτελοῦς ἐσθῆτος τῆς μελλούσης ἀμφιέννυσθαι τὰ βάθρα, τὰς κλίνας, τὰς στιβάδας, τὰς θύρας
其次還需要昂貴的織物,用來披覆座台的基座、臥榻、坐墊,以及門扉。
After this there is need of costly drapery to clothe the pedestals, the couches, the cushioned seats, the doors.
1:57
Πάντα γὰρ παρ' ἐκείνοις ἐπιμελῶς ἐνδύεται καὶ τὰ ἄψυχα, ἐλεεινῶς τῶν πενήτων ἐκδυομένων
因為在這些人那裡,一切物件都被精心穿戴,連無生命之物也不例外,而窮人卻可憐地被剝去衣物、赤身露體。
For among such men everything is carefully clothed, even lifeless things, while the poor are pitiably stripped bare.
1:58
Πρόσθες ἑξῆς τούτοις καὶ λόγισαι τὸν ἐν τοῖς σκεύεσιν ἄργυρον, τὸν χρυσόν, τὴν πολυδάπανον ἀγορασίαν τῶν ἐκ Φάσιδος ὀρνίθων, οἴνου τοῦ Φοίνικος, ὃν αἱ ἄμπελοι Τύρου πολὺν τοῖς πλουσίοις καὶ τίμιον ἀπορρέουσι·
再加上這些,並且核算一下:器皿中的銀器、金器,從法西斯河所購得的珍禽,以及腓尼基的美酒,就是推羅的葡萄園為富人大量而珍貴地釀出的美酒;
Add to these, and reckon next, the silver in the vessels, the gold, the costly purchase of birds from Phasis, of Phoenician wine, which the vines of Tyre pour forth abundantly and preciously for the rich;
1:59
πᾶσαν τὴν ἄλλην τῆς ἀπολαύσεως τὴν παρασκευήν, ἣν αὐτῶν τῶν χρωμένων ἐστὶν ἐπιμελῶς ὀνομάσαι
以及其他一切享樂的器具與準備,這些唯有那些親身享用之人,才能一一仔細道出其名目。
and all the other apparatus of enjoyment, which it belongs only to those who actually make use of it themselves to enumerate carefully.
1:60
Αὔξουσα γὰρ καθ' ἡμέραν ἐπὶ τὸ περιεργότερον ἡ τρυφὴ ἤδη καὶ τῶν ἐξ Ἰνδικῆς ἀρωμάτων παρεγχέει τοῖς ὄψοις, καὶ μᾶλλον τῶν ἰατρῶν οἱ μυροπῶλαι τοῖς μαγείροις ὑπηρετοῦσιν
因為奢華日益增長,愈趨精緻繁複,如今已將印度香料摻入菜餚之中,而香料商人服事廚師,甚於醫師所能得的服事。
For luxury, increasing daily toward ever greater elaborateness, already pours spices from India into the dishes, and the perfume-sellers now serve the cooks more than the physicians do.
1:61
Ἐντεῦθεν ἐννόησον τὸ δορυφορικὸν τῆς τραπέζης πλῆθος, τραπεζοποιούς, οἰνοχόους, ταμιείας καὶ τοὺς τούτων ἀφηγουμένους μουσικούς, μουσικάς, ὀρχηστρίδας, αὐλητάς, γελωτο ποιούς, κόλακας, παρασίτους, τὸν ἀκόλουθον τῆς ματαιότητος συρφετόν
由此便可想見那如衛隊般簇擁餐桌的一大群人:司膳、司酒、管家,以及率領他們的男樂師、女樂師、舞妓、吹笛人、弄臣、諂媚者、食客——這一切追隨虛榮的烏合之眾。
From this, consider the bodyguard-like multitude attending the table: table-servers, cup-bearers, stewards, and those who direct them—musicians, both men and women, dancing-girls, flute-players, jesters, flatterers, parasites, the attendant rabble of vanity.
1:62
Ταῦτα ἵνα κτηθῇ, πόσοι πένητες ἀδικοῦνται!
為要獲得這一切,有多少窮人受了冤屈!
That these things may be acquired, how many poor men are wronged!
1:63
πόσοι δὲ ὀρφανοὶ κονδυλίζονται!
有多少孤兒遭受拳打欺凌!
How many orphans are beaten with the fist!
1:64
πόσοι σφοδρῶς σπαραττόμενοι σπεύδουσιν πρὸς ἀγχόνην!
有多少人被殘酷折磨撕裂,竟至奔向自縊的繩索!
How many, violently torn and racked, hasten toward the noose!
1:65
Ἡ δὲ τῶν τοιούτων ψυχὴ ὥσπερ Ληθαίου τινος ὕδατος γευσαμένη ἑαυτῆς ἀμνημονεῖ καθάπαξ, τίς ἐστιν καὶ τίνι συνέζευκται, καὶ ὅτι ποτὲ τῆς συζυγίας ταύτης λυθήσεται καὶ πάλιν ἀνακτισθέντι συνοικήσει τῷ σώματι
然而,這樣的人的靈魂,彷彿嚐過了某種忘川之水一般,竟徹底忘卻了自己是誰、與何物相連結,也忘了自己終有一天將脫離這結合,並在身體重新被造之後,再次與之同住。
But the soul of such men, as though it had tasted some water of Lethe, forgets itself entirely—who it is, and to what it is joined, and that one day it will be released from this union, and will again dwell together with the body when it is recreated.
1:66
Ἐλθόντος δὲ καιροῦ τοῦ καθήκοντος καὶ τοῦ ἀπαραιτήτου προστάγματος τῆς πρὸς τὸ σῶμα κοινωνίας ἀπο σπῶντος αὐτήν, ἀναλογισμὸς εἰσέρχεται τῶν βεβιωμένων καὶ ἀνωφελὴς μετάνοια, κατόπιν γινομένη τῆς χρείας
然而,當那當來的時刻來到,那不可違抗的命令將靈魂從與身體的相交中扯離之時,對一生行事的省察便隨之而來,還有那毫無益處的悔改——在需要之時已然過去之後才姍姍來遲。
But when the appointed time comes, and the inexorable command tears the soul away from its fellowship with the body, a reckoning of the life that was lived enters in, along with unprofitable repentance, coming too late, after the need has passed.
1:67
Τότε γὰρ ὀνίνησι μεταμέλεια, ὅταν ὁ μεταβουλευόμενος ἐξουσίαν ἔχῃ τῆς διορθώσεως·
因為悔悟唯有在那改變心意之人仍握有匡正之權能的時候,方能帶來益處;
For repentance profits only when the one who has had a change of mind still has the power to make amends;
1:68
ἀναιρεθείσης δὲ τῆς ἐνεργείας τοῦ κατορθοῦν ἀχρεῖος ἡ λύπη καὶ μάταιος ἡ μετάγνωσις
然而一旦匡正的能力已被奪去,憂傷便毫無用處,回心轉意也是徒然。
but once the power to set things right has been taken away, grief is useless and the change of mind is in vain.
1:69
Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος
「又有一個討飯的,名叫拉撒路。」
"And there was a certain poor man named Lazarus."
1:70
Οὐ πένητα ἁπλῶς ὑπογράφει ὁ λόγος τῆς δαπάνης καὶ τῆς χρείας τῶν ἀναγκαίων ἐστερη μένον, ἀλλὰ γὰρ καὶ ἀρρωστίᾳ ὀδυνηρᾷ συνεχόμενον καὶ διερρυηκότα τὸ σῶμα, ἄοικον, ἀνέστιον, ἀθεράπευτον, τῇ πύλῃ τοῦ πλουσίου προσερριμένον
經文所描繪的,並非僅是一個單純缺乏資財、匱乏日用所需的窮人,而是一個被痛苦的疾病纏身、身體潰爛消瘦、無家可歸、無爐灶可依、無人照料醫治的人,被拋擲在財主家的門前。
The text does not simply depict a poor man deprived of resources and lacking the necessities of life; rather, it depicts one also afflicted with a painful sickness and wasted in body, homeless, hearthless, without care, cast down at the gate of the rich man.
1:71
Καὶ λίαν ἐπιμελῶς τῇ διηγήσει τὰς συμφορὰς ἐπὶ τέλει ἐκτραγῳδεῖ τοῦ πτωχοῦ, ἵνα τὴν τοῦ μὴ ἐλεοῦντος στηλιτεύσῃ σκληρότητα
並且在敘述末了,他極其細心地將窮人的種種災難悲劇性地鋪陳出來,為要將那不施憐憫者的鐵石心腸釘上恥辱之柱。
And with great care, at the end of the narrative, he tragically portrays the misfortunes of the poor man, so as to brand the hardness of the one who showed no mercy.
1:72
Ὁ γὰρ πρὸς λιμὸν καὶ νόσον μηδὲν πάσχων ἐλεεινὸν ἢ συμπαθὲς θηρίον ἐστὶν ἄλογον, κακῶς εἰς ἀνθρώπου μορφωθὲν σχῆμα, ψευδόμενον τῇ προαιρέσει τὴν φύσιν·
因為那對飢餓與疾病毫無憐憫或同情之感的人,乃是一頭無理性的野獸,誤被塑成人的形貌,以其抉擇背叛了自己的本性;
For he who feels nothing pitiable or sympathetic toward hunger and disease is an irrational beast, wrongly shaped into human form, belying by his moral choice his nature;
1:73
μᾶλλον δὲ καὶ αὐτῶν τῶν θηρίων ἀσυμπαθέστερον, εἴ γε χοίρου μὲν σφαζομένου ἕλκονται πρός τινα λυπηρὰν αἴσθησιν οἱ χοῖροι καὶ τῷ νεορρύτῳ αἵματι ἀνιαρὰ ἐπιτρύζουσι·
不僅如此,甚至比野獸本身更缺乏同情心;因為當一頭豬被宰殺時,其餘的豬會被引動某種悲痛之感,對著新流出的血發出哀痛的呼嚕聲;
indeed even more unsympathetic than the beasts themselves, since when a pig is being slaughtered, the other pigs are drawn to some sense of grief, and grunt painfully at the freshly-flowing blood;
1:74
περιίστανται δὲ τοῦ ταύρου τὸν φόνον οἱ βόες ἐμπαθεῖ μυκηθμῷ τὴν ἄλγιδα σημαίνοντες
牛群也會圍立在公牛被宰殺之處,以哀切的哞叫聲表明牠們的痛苦;
and oxen stand around at the killing of a bull, signifying their pain with passionate lowing;
1:75
Ἀγέλαι δὲ γεράνων, μιᾶς τῶν συννόμων περιπεσούσης θηράτροις, περιίπτανται τὴν κρατουμένην καί τινος ὀδυρτικῆς κλαγγῆς τὸν ἀέρα πληροῦσιν, τὴν ὁμόφυλον ζητοῦσαι καὶ σύννομον
而鶴群,若其同伴中有一隻落入獵網,便會繞著被擒的那隻盤旋飛翔,以哀鳴之聲響徹天空,尋找牠們的同類與伴侶。
And flocks of cranes, when one of their fellows falls into snares, fly around the captured one and fill the air with a mournful cry, seeking their kindred and companion.
1:76
Ἄνθρωπον δέ, τὸ λογικὸν ζῷον καὶ ἥμερον καὶ καθ' ὁμοίωσιν Θεοῦ τὴν ἀγαθότητα παιδευόμενον, μικρὸν οὕτω φροντίζειν τῶν συγγενῶν ἐν ταῖς ὀδυνηραῖς τῶν συμφορῶν περι στάσεσιν!
然而人——這理性的、溫馴的活物,按著神的形像被教養以行善——竟在親屬遭遇痛苦災禍之際,如此漠不關心!
But man, the rational and gentle creature, trained in goodness according to the likeness of God, cares so little for his kinsmen in the painful circumstances of misfortune!
1:77
Ἔκειτο τοίνυν ὁ πολυώδυνος καὶ εὐχάριστος πένης πόδας οὐκ ἔχων, ἦ γὰρ ἂν τὸν ἀλάστορα καὶ ὑπερήφανον ἔφυγεν, ἕτερον τόπον ἀλλαξάμενος ἀντὶ τῆς ξενοκτόνου πύλης τῆς κεκλεισμένης τοῖς πένησιν χειρῶν ἀφῃρημένος καὶ οὐδὲ παλάμην ἔχων προτείνειν εἰς αἴτησιν, ἐμφραχθεὶς αὐτὰ τὰ ὄργανα τῆς φωνῆς καί τινα βραγχῶσαν καὶ τραχεῖαν τῶν στέρνων ἠχὴν προϊέμενος, πᾶσιν ἁπλῶς ἠκρωτηριασμένος τοῖς μέλεσιν, νόσου πονηρᾶς λείψανον, ἐλεεινὸν ὑπόδειγμα τῆς ἀνθρωπίνης ἀσθενείας
於是那飽受痛苦卻仍心存感恩的窮人,就這樣躺臥著——沒有腳,否則他早已逃離那可咒詛、傲慢的財主,換到別處去,而不是待在那扼殺異鄉人、對窮人緊閉的門前——沒有雙手,甚至連一隻手掌都無法伸出求乞;他發聲的器官都已堵塞,只能從胸中發出嘶啞粗糙的聲音;總之,他四肢盡皆殘缺,是惡疾遺留下的殘骸,是人類軟弱可憐的範本。
So then the much-suffering yet grateful poor man lay there, having no feet — for otherwise he would have fled the accursed and arrogant man, changing to another place instead of that murderous-to-strangers gate that was shut against the poor — deprived of hands, and not even having a palm to stretch out in supplication, the very organs of his voice stopped up, emitting only a hoarse and rough sound from his chest, in short mutilated in all his members, a remnant of a grievous disease, a pitiable example of human weakness.
1:78
Ἀλλ' ὅμως οὐδὲ τοσοῦτος κατάλογος συμφορῶν ἔκλινεν πρὸς ἐπίσκεψιν τὸν ὑψαύχενα·
然而,即便有如此眾多的災難羅列在前,也未能使那昂首傲視的人動心前去探視;
But nevertheless, not even so great a catalogue of misfortunes moved the haughty man to visit him;
1:79
παρῄει δὲ ὡς λίθον τὸν ἄνθρωπον ἀπροφάσιστον τὴν ἁμαρτίαν ἐπιτελῶν
他經過那人身邊,如同經過一塊石頭一般,毫無藉口地犯下他的罪。
but he passed by the man as if passing a stone, committing his sin without excuse.
1:80
Οὐ γὰρ εἶχεν ἐγκαλούμενος λέγειν ταῦτα τὰ κοινὰ καὶ εὐπρόσωπα·
因為當他受責難時,他無法說出那些常見而冠冕堂皇的藉口:
For when accused, he could not say these common and plausible excuses:
1:81
ἔλαθεν με ποτνιῶν ὁ πτωχός·
「那窮人的哀求,我沒有注意到。」
"The poor man's supplication escaped my notice;"
1:82
καὶ ἐξιόντος θέαμα, ἵνα ἀπαραίτητον ἐργάσηται τοῦ ὑπερηφάνου τὴν καταδίκην
也是他出門時所見的景象,為要使那傲慢者的定罪無可推諉。
and a sight for him as he went out, so that it might render the condemnation of the proud man inescapable.
1:83
Ἐπεθύμει καὶ τῶν ψιχίων τῆς τραπέζης καὶ οὐδὲ τούτων ἐτύγχανεν·
他渴望得到那桌上的碎屑,卻連這些也得不到;
He longed even for the crumbs of the table, and did not obtain even these;
1:84
ἀλλ' ὁ μὲν τῇ πλησμονῇ διερρήγνυτο, ὁ δὲ ὑπὸ τῆς ἐνδείας ἐτήκετο
反倒是那一個因飽足而幾乎脹裂,這一個卻因匱乏而形銷骨立。
but the one was bursting with satiety, while the other was wasting away from want.
1:85
Καλὸν οὖν ἦν καὶ δίκαιον τὴν Χαναναίαν ἐκείνην τὴν Φοίνισσαν διδάσκαλον ἐπιστῆσαι τῷ μισανθρώπῳ πλουσίῳ, λέγουσαν ἐκεῖνα τὰ γεγραμμένα ὅτι Ὦ ἀλάστορ καὶ ὑπερήφανε, καὶ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν·
將那位迦南婦人,即腓尼基女子,立為那憎恨人類的財主的教師,實在是美善而公正的,讓她對他說出經上所記的話:『你這可咒詛、傲慢的人哪,就是小狗也吃牠們主人桌上掉下來的碎屑;
It would have been good and just to set that Canaanite woman, the Phoenician, as a teacher over the misanthropic rich man, that she might say to him those written words: "O accursed and arrogant one, even the little dogs eat of the crumbs that fall from their masters' table;
1:86
σὺ δὲ τὸν ἀδελφόν σου, τὸν ὁμόφυλον, ταύτης τῆς δωρεᾶς οὐκ ἠξίωσας; .. Ἀλλ' οἱ μὲν κύνες ἐπιμελῶς ἐτρέφοντο, κατ' ἰδίαν οἱ φύλακες, χωρὶς οἱ θηρευτικοί·
你竟不使你的弟兄、你的同胞,配得這樣的恩賜嗎?』……然而那些狗卻被悉心餵養,看家犬另外分開,獵犬又另外分開;
but you did not deem your brother, your kinsman, worthy of this gift?" ... But the dogs were carefully fed, the guard-dogs separately, the hunting-dogs apart;
1:87
καὶ στέγης ἠξιοῦντο καὶ κλίνης καὶ θεραπευτὰς εἶχον ἀποκεκληρωμένους κατὰ σπουδήν, ἔρριπτο δὲ χαμαὶ ἡ τοῦ Θεοῦ εἰκὼν ἀμελουμένη καὶ πατουμένη, ἣν ἰδίᾳ χειρὶ ὁ τῶν ὅλων ἀριστοτέχνης καὶ δημιουργὸς διεπλάσατο, εἰ τῷ Μωϋσῆς ἀξιόπιστος τεκμηριῶσαι τῶν ἀνθρώπων τὴν γένεσιν
牠們甚至配得有棲身之所與臥榻,還有專人殷勤照料;而神的形像卻被拋棄在地上,遭人忽視、踐踏——這形像,乃是萬有的巧匠與創造者親手所塑造的,如果摩西可信,能為人類的起源作見證的話。
and they were deemed worthy even of shelter and a bed, and had attendants assigned to them with diligence, while the image of God lay cast down on the ground, neglected and trampled upon — the image which the master craftsman and creator of all things fashioned with his own hand, if Moses is to be trusted as a witness to the origin of mankind.
1:88
Εἰ μὲν οὖν ἐτελεύτησεν μέχρι τούτου τὸ τοῦ Λαζάρου διήγημα καὶ οὕτως εἶχε τῶν πραγμάτων ἡ φύσις, ὡς τῇ ἀνωμαλίᾳ τοῦ βίου τούτου τὴν ζωὴν ἡμῶν περιγράφεσθαι, μεγάλας ἂν ἀφῆκα σχετλιάζων φωνάς, ἐφ' οἷς οἱ κτισθέντες ὁμοτίμως οὕτως ἀνίσως μετὰ τῶν ὁμοφύλων διάγομεν
倘若拉撒路的故事就此結束,事物的本質竟真是如此——我們的生命被局限於今生的不平等之中——那麼我必要發出激烈抗議的呼聲,控訴我們這些受造時同享尊榮的人,竟與同類如此不平等地共度此生。
Now if the narrative of Lazarus had ended at this point, and if the nature of things were such that our life is bounded by the inequality of this present life, I would have uttered great cries of protest, over the fact that we, though created with equal honor, live so unequally with our fellow humans.
1:89
Ἐπειδὴ δὲ καλὰ τὰ λειπόμενα πρὸς ἀκρόασιν, ἐν τοῖς παρελθοῦσι στενάξας, ὁ πένης, ἐν τοῖς ἀκολούθοις εὐθύμησον μαθὼν τοῦ συμπτώχου σου τὴν μακαρίαν ἀπόλαυσιν
然而,既然接下來要聽的是美好的事,你這窮人啊,既已為過去所發生的事嘆息,如今就當因得知你那同為貧窮之人所享的有福快樂,而在接下來的敘述中歡欣鼓舞。
But since what remains is good to hear, you who are poor — having groaned at what has passed — take heart in what follows, learning of the blessed enjoyment of your fellow poor man.
1:90
Εὑρήσεις γὰρ δικαίου κριτοῦ ἀκριβὲς δικαστήριον, ἐν ᾧ στενάζει ὁ ἡδυπαθήσας καὶ τρυφᾷ ὁ μοχθήσας·
因為你將會看見那公義審判者精確無誤的法庭,在其中,那曾耽於逸樂的人如今哀嘆,那曾勞苦的人如今享受奢華;
For you will find the exact tribunal of a just judge, in which he who indulged in pleasure groans, and he who toiled luxuriates;
1:91
ἑκάτερος δὲ κομίζεται τὰ πρὸς ἀξίαν ἐπίχειρα
兩人各按其應得的,領受了相稱的報應。
and each one receives the wages befitting his desert.
1:92
Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ
後來那窮人死了,被天使送到亞伯拉罕的懷裡。
Now it came to pass that the poor man died and was carried by the angels into Abraham's bosom.
1:93
Ὁρᾷς τοὺς διακονιστὰς τοῦ δικαίου καὶ πένητος καὶ τοὺς ὑπηρέτας τῆς μεταστάσεως; Ἄγγελοι γὰρ ἐδορυφόρουν, γαληνόν τε καὶ πρᾶον εἰς αὐτὸν βλέποντες καὶ τῷ σχήματι προδηλοῦντες τὴν ἀναμένουσαν αὐτὸν θεραπείαν καὶ ἄνεσιν
你看見那義人窮者的服事者,以及那護送遷移之人了嗎?天使們列隊護衛著他,以平靜溫和的目光注視著他,並以他們的姿態預先顯明那等候著他的照料與安息。
Do you see the ministers of the righteous and poor man, and the attendants of his passing? For angels formed his honor guard, looking upon him calmly and gently, and by their very bearing revealing beforehand the care and rest that awaited him.
1:94
Ἐνετέθη δὲ κομισθεὶς τοῖς κόλποις τοῦ πατριάρχου, ὃ καὶ διαπορήσεως ἀφορμὴν παρέχει τοῖς ἡδέως τὰ βάθη τῶν Γραφῶν βασανίζουσιν
他被送到族長的懷中,安置在那裡;這一點,也給那些樂於深究經文奧義之人帶來了疑難之機。
And he was placed, having been carried, into the bosom of the patriarch — which also provides occasion for perplexity to those who gladly probe the depths of the Scriptures.
1:95
Εἰ γὰρ πᾶς τελευτῶν δίκαιος πρὸς τὸν αὐτὸν κομίζοιτο τόπον, πολύς τις ἂν εἴη καὶ ἐπ' ἄπειρον ἀνηπλωμένος ὁ κόλπος, εἴ γε μέλλοι χωρητικὸς ἔσεσθαι τοῦ πλήθους τῶν ὁσίων παντός
因為若每一位臨終的義人都被送往同一個地方,那麼這懷抱就必須是廣大無邊、延展至無窮的,才能容納下所有聖徒的眾多人數。
For if every righteous person who dies were carried to the same place, the bosom would have to be vast and stretched out to infinity, if indeed it were to be capable of containing the whole multitude of the saints.
1:96
Εἰ δὲ τοῦτο παντελῶς ἀμήχανον κόλπος γὰρ κοιλανθεὶς ἄνδρα μὲν καὶ ἕνα δυσχερῶς, μόλις δὲ δύο περιστέλλει βρέφηθεωρία τις ἡμᾶς ἐκδέχεται τῇ εἰκόνι τοῦ αἰσθητοῦ κόλπου πρὸς νοητήν τινα πραγματείαν χειραγωγοῦσα
然而,若這是完全不可能的事——因為一個懷抱一旦彎曲環抱,勉強能容下一個成年男子,或至多兩個嬰孩——那麼便有另一種默觀等候著我們,藉著這可感知之懷抱的形像,引領我們進入某種可理解的、屬靈的義理。
But if this is entirely impossible — for a bosom, when hollowed out, can scarcely embrace even one man, and barely two infants — then some other contemplation awaits us, leading us by the hand through the image of the sensible bosom toward some intelligible matter.
1:97
Τί γάρ ἐστι τὸ λεγόμενον; Ὁ Ἀβραάμ, φησίν, ἀποδέχεται τοὺς τὸν εὐπολίτευτον ζήσαντας βίον
那麼,這話的意思究竟是什麼呢?經上說,亞伯拉罕接納那些過著良好公民生活〔即德行生活〕的人。
For what is meant by this? Abraham, it is said, receives those who have lived a well-ordered life.
1:98
Εἰπὲ τοίνυν, ὦ θεσπέσιε Λουκᾶ ὡς πρὸς παρόντα γάρ σε καὶ ὁρώμενον διαλέξομαι διὰ τί πολλῶν ὄντων δικαίων καὶ πρεσβυτέρων τοῦ Ἀβραὰμ ταύτην τῷ μεθηλικεστέρῳ τὴν τιμὴν ἀπεκλήρωσας, σιωπήσας τὸν Ἑνώχ, τὸν Νῶε καὶ εἴ τις ἄλλος κατὰ τὸν βίον τούτοις ἀκόλουθος; Ἀλλά σου τάχα συνίημι καὶ οὐκ ἔξω βάλλει τοῦ σκοποῦ ἃ λογίζομαι
那麼請告訴我,噢,蒙神啟示的路加啊——因為我要如同你就在眼前、親眼可見一般與你對談——為何在有許多比亞伯拉罕更年長的義人存在時,你卻將這尊榮分派給這位年紀較晚的人,而略去以諾、挪亞,以及其他生平與他們相仿的人呢?但或許我已明白你的用意,我所推想的並未偏離你的本意。
Tell me then, O inspired Luke — for I shall converse with you as though you were present and visible — why, when there were many righteous men older than Abraham, did you allot this honor to the one who came later in age, passing over Enoch, Noah, and whoever else followed in life like them? But perhaps I understand you, and what I am reasoning does not miss the mark.
1:99
Ἐπειδὴ γὰρ ὁ Ἀβραὰμ θεράπων .. Χριστοῦ καὶ διαφερόντως οὗτος ἀνθρώπων τὰς τοῦ Χριστοῦ ἐπιφανείας ἐδέξατο, καὶ τὸ τῆς Τριάδος μυστήριον ἱκανῶς ἡμῖν ἐν τῇ σκηνῇ τοῦ γέροντος τούτου διετυπώθη, ἡνίκα τοὺς τρεῖς ἀγγέλους ὡς ἄνδρας ὁδοιπόρους ἐξένισε, καὶ ἁπλῶς ἐκ πολλῶν τῶν μυστικῶν αἰνιγμάτων οἰκεῖος ἄνθρωπος οὗτος γεγένηται τοῦ Θεοῦ, τοῦ χρόνοις ὕστερον ἀμφιε σαμένου τὴν σάρκα καὶ διὰ μέσου τοῦ ἀνθρωπικοῦ τούτου παραπετάσματος ἐναργῶς ὁμιλήσαντος τοῖς ἀνθρώποις, διὰ τοῦτο τὸν κόλπον αὐτοῦ οἷον εὔδιόν τινα λιμένα καὶ ἄκλυστον ἀναπαυτήριον εἶναι τῶν δικαίων φησίν
因為亞伯拉罕既是基督的僕人,且在眾人中格外蒙受基督顯現的恩典,三位一體的奧秘也充分地在這位長者的帳棚中向我們具象呈現——當他款待那三位天使如同行路之人時;並且,簡而言之,從許多神祕的奧義來看,這人已成了神所親近熟識之人,就是那位在後來的時代披上肉身、藉著這人性的帷幕清晰地與世人交談的神;正因如此,路加才說,他的懷抱猶如一個風平浪靜的港灣,一處無波無浪的義人安息之所。
For since Abraham was a servant of Christ, and beyond other men received distinctly the appearances of Christ, and since the mystery of the Trinity was sufficiently depicted for us in the tent of this old man, when he entertained the three angels as travelling men, and, in short, from many mystical enigmas this man became a familiar man of God — of him who, in later times, clothed himself in flesh and, through the medium of this human veil, conversed openly with men — for this reason Luke says that his bosom is, as it were, a calm harbor and a wave-free resting place for the righteous.
1:100
Ἐν Χριστῷ γὰρ πάντων ἡμῶν ἡ σωτηρία καὶ ἡ ἐλπὶς καὶ ἡ ἀπεκδοχὴ τοῦ μέλλοντος αἰῶνος, τῷ ἐκ τῆς σαρκὸς τοῦ Ἀβραὰμ κατὰ τὴν ἀνθρωπικὴν ἀκολουθίαν βλαστήσαντι
因為我們眾人的救恩、盼望,以及對來世的期待,都在基督裡面——就是那位按人性的世系,從亞伯拉罕的肉身而生發出來的那一位,
For in Christ is the salvation of us all, and our hope, and our expectation of the age to come — Christ, who according to the human succession, sprang forth from the flesh of Abraham,
1:101
προσκαλούμενον τοὺς δικαίους καὶ λέγοντα·
他召喚義人到自己面前,說:
calling the righteous to himself and saying:
1:102
Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν
「你們這蒙我父賜福的,可來承受那為你們預備的國。」
"Come, you blessed of my Father, inherit the kingdom prepared for you."
1:103
Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχόν
後來那窮人死了。
Now it came to pass that the poor man died.
1:104
Διπλῆ τις ἐστὶν ἡ περὶ τὸν πτωχὸν σημασία·
『窮人』一詞的含義有雙重意涵:
There is a twofold meaning concerning the poor man:
1:105
ἡ μὲν δηλοῦσα τῶν ἀναγκαίων τὴν ἔνδειαν, ἡ δὲ τὴν μετριοφροσύνην καὶ τοῦ ἤθους τὴν ταπεινότητα
其一是指必需品的匱乏,另一則指心思的謙遜與品格的卑微。
the one signifying the want of necessities, the other, moderation of mind and lowliness of character.
1:106
Μὴ τοίνυν ὁ τῶν ὑλῶν ἀπόρως ἔχων καὶ πενόμενος ἀργυρίου, ἠμφιεσμένος δὲ τὴν ἐλεεινὴν ἐφεστρίδα, οἰκειούσθω τῆς ἀρετῆς τὸν ἔπαινον, μηδὲ νομιζέτω ἀρκέσειν αὐτῷ τὴν ἔνδειαν πρὸς σωτηρίαν
因此,那物質匱乏、缺乏金錢、身披襤褸破衣之人,不可擅自將德行的稱讚據為己有,也不可以為單憑貧窮便足以使他得救。
Let not, then, the one who is destitute of material goods and lacking in money, clothed in a wretched cloak, appropriate to himself the praise of virtue, nor let him suppose that poverty alone will suffice him for salvation.
1:107
Οὐ γὰρ ὁ κατ' ἀνάγκην πενόμενος ἐπαινεῖται, ἀλλ' ὁ τὴν γνώμην αὐθαιρέτως μετριάζων θαυμάζεται
因為受稱讚的並非那出於無奈而貧窮的人,受人敬佩的乃是那出於自願、以節制自守其心志的人。
For it is not the one who is poor out of necessity who is praised, but the one who moderates his disposition by free choice who is admired.
1:108
Ἐπεὶ τοῖς ἀπορουμένοις ἁπλῶς, ἔχουσι δὲ τὸν τρόπον ἀπαιδαγώγητον ἢ ἀκατόρθωτον, ἐφόδιον γίνεται πολλῶν καὶ πονηρῶν τολμημάτων ἡ πρὸς ἀνάγκην ἀκτημοσύνη
因為對那些單純身無分文、卻品性未受教化或未經匡正的人來說,出於無奈的一無所有,反倒成了諸多邪惡妄為之舉的資糧。
Since for those who are simply destitute, but have an untrained or uncorrected character, poverty arising from necessity becomes provision for many wicked deeds of daring.
1:109
Καὶ πάντας ἐγὼ τοὺς τοιχωρύχους καὶ ἀνδρα ποδιστάς, ἔτι μὴν λωποδύτας καὶ κλέπτας καὶ τοὺς ἀνδροφόνους αὐτούς, εἴ ποτε παρέβαλον ἀρχοντικῷ κριτηρίῳ, πένητας ἐθεασάμην, ἀγνώστους, ἀοίκους, ἀνεστίους
就我自己而言,每當我出席地方官的法庭時,總是看見那些穿牆入室的竊賊、綁架人口者,以及剝人衣物的盜賊、小偷,甚至殺人犯本身,皆是些窮人——籍籍無名、無家可歸、居無定所之人。
And I myself, whenever I have appeared before a magistrate's tribunal, have seen that all housebreakers and kidnappers, and moreover clothes-thieves and thieves and murderers themselves, are poor men — unknown, homeless, without hearth.
1:110
Ὡς ἐκ τούτου πρόδηλον εἶναι, ὅτι μακαρίζει νῦν ἡ Γραφὴ τὸν πτωχὸν ἐκεῖνον τὸν φιλοσόφῳ ψυχῇ τοὺς μόχθους βαστάζοντα, καρτεροῦντα δὲ γενναίως πρὸς τὰς περιστάσεις τοῦ βίου καὶ οὐδὲν κακουργοῦντα πονηρόν, ἵνα τῇ σαρκὶ χαρίσηται τῆς τρυφῆς τὴν ἀπό λαυσιν
由此可見,經上此處所稱為有福的,乃是那以哲人般的心靈承受艱辛、以高貴的氣度忍耐生活中的種種境遇、且不為了讓肉體享受奢華的逸樂而作出任何邪惡之事的窮人。
So that it is evident from this that Scripture here calls blessed that poor man who bears his hardships with a philosophic soul, and endures nobly the circumstances of life, and commits no wicked deed in order to grant to the flesh the enjoyment of luxury.
1:111
Ὃν καὶ σαφέστερον διαγράφει ἐν τῷ πρώτῳ τῶν μακαρισμῶν ὁ Κύριος λέγων·
主也在真福八端的第一端中,更清楚地描繪了這樣的人,說:
This man the Lord also describes more clearly in the first of the beatitudes, saying:
1:112
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι
「虛心的人有福了。」
"Blessed are the poor in spirit."
1:113
Οὔτε οὖν πᾶς πτωχὸς δίκαιος, ἀλλ' ἐκεῖνος οἷος ὁ Λάζαρος, οὔτε πᾶς πλούσιος ἀπεγνωσμένος, ἀλλ' ὁ μετὰ τοιαύτης ζῶν προαιρέσεως, οἵαν εἶχεν ὁ τοῦ Λαζάρου σύγχρονος·
因此,並非每一個窮人都是義人,唯有像拉撒路那樣的人才是;也並非每一個財主都被棄絕,唯有那懷著與拉撒路同時代的那位財主相同心志而活的人,才被棄絕;
So then, not every poor man is righteous, but only one such as Lazarus; nor is every rich man condemned, but only the one living with such a disposition as Lazarus's rich contemporary had;
1:114
καὶ τούτου οἱ διὰ τῆς πείρας τοῦ βίου μάρτυρες πρόδηλοι
這一點,那些出於生活經歷所提供的見證,是顯而易見的。
and the witnesses to this, drawn from the experience of life, are evident.
1:115
Τί γὰρ τοῦ θείου Ἰὼβ πλουσιώτερον; Ἀλλ' ὅμως ἡ εἰς ἄγαν εὐπορία τὸν ἄνδρα οὔτε τῆς δικαιοσύνης ἠλλοτρίωσεν, οὔτε συλ λήβδην εἰπεῖν, τῆς ἀρετῆς ἐξώρισεν
還有什麼比神聖的約伯更為富有呢?然而,他那極度豐厚的財富,既未使他疏離公義,總括來說,也未將他逐出德行之外。
For what was richer than the divine Job? Yet nevertheless his abundant prosperity neither estranged the man from righteousness, nor, to put it comprehensively, exiled him from virtue.
1:116
Τί τοῦ Ἰσκαριώτου πενέστερον; Καὶ οὐδὲν ἀπώνατο τῆς ἐνδείας εἰς σωτηρίαν, ἀλλὰ τοῖς ἕνδεκα πένησι καὶ φιλοσόφοις συνδιαιτώμενος καὶ αὐτῷ γε τῷ Κυρίῳ, τῷ δι' ἡμᾶς αὐθαιρέτως πτωχεύσαντι, κακίᾳ προαιρέσεως εἰς φιλαργυρίαν παρενεχθεὶς ἐκεῖθεν καὶ τὴν προδοσίαν ἐρᾳδιούργησεν
還有什麼比加略人猶大更為貧窮呢?然而他的貧窮絲毫無助於他的救恩;儘管他與那十一位貧窮而具哲人之德的門徒同住,甚至與主自己同住——那位為我們的緣故甘願自願成為貧窮的主——猶大卻因心志敗壞而被貪財之心所裹挾,並由此以奸詐的手段策劃了他的背叛。
What was poorer than Iscariot? Yet he derived no benefit from his poverty toward salvation, but though he lived together with the eleven poor and philosophic disciples and with the Lord himself, who for our sakes became poor by his own choice, he, being carried away by evil choice into love of money, from that same source also wrought his treachery with wicked cunning.
1:117
Ἄξιον δὲ καὶ τὴν ἐκφορὰν ἑκατέρου τῶν τεθνηκότων συνετῶς δοκιμάσαι
也值得我們以明智的態度,來省察這兩位亡者各自的出殯情景。
It is also worth examining intelligently the funeral procession of each of the two deceased.
1:118
Ὁ μὲν γὰρ πτωχὸς κοιμηθεὶς ἀγγέλους εἶχεν δορυφόρους καὶ θεραπευτάς, ἄγοντας αὐτὸν μετὰ καλῆς τῆς ἐλπίδος εἰς τὸν τόπον τῆς ἀναπαύσεως·
那窮人安息之後,有天使作為他的護衛與服事者,懷著美好的盼望,引領他前往安息之地;
For the poor man, having fallen asleep, had angels as his honor-guard and attendants, leading him with good hope to the place of rest;
1:119
ὁ δὲ πλούσιος ἀποθανών, φησίν, ἐτάφη
至於那財主,經上說,他死了,就被埋葬了。
but the rich man, it says, having died, was buried.
1:120
Οὐδὲν γὰρ οἷον αὐτῇ χρήσασθαι τῇ λέξει τῇ γραφικῇ, ἱκανῶς διὰ μιᾶς λέξεως ἑρμηνευούσῃ τὴν ἄτιμον τοῦ πλουσίου κατάλυσιν
因為再沒有比引用經文本身的字句更為恰當的了,它僅憑一個詞,便充分傳達出財主那不光彩的終局。
For nothing is comparable to using the very wording of Scripture itself, which sufficiently expresses, through a single word, the dishonorable end of the rich man.
1:121
Ὁ γὰρ ἁμαρτωλὸς τελευτῶν ὄντως θάπτεται, χθόνιος ὢν τὸ σῶμα, γήινος δὲ καὶ τὴν ψυχήν, καὶ τὸ φυσικὸν ἐκείνης ἀξίωμα τῇ συμπαθείᾳ τῆς σαρκὸς πρὸς τὴν ὕλην καταγαγών, οὐδὲν χρηστὸν τῆς ἑαυτοῦ ζωῆς καταλιμπάνων ὑπόμνημα, λήθῃ δὲ ἀτίμῳ καλυπτόμενος καὶ τὸν τῶν βοσκημάτων θάνατον τελευτῶν
因為罪人臨終之時,真正是被『埋葬』了——他不僅肉身屬地,連靈魂也淪為土性;他因肉體與物質的親近感應,將靈魂本有的自然尊嚴拖曳沉淪,未曾為自己的一生留下任何有益的紀念,反被不光彩的遺忘所湮沒,如同牲畜一般地死去。
For the sinner, when he dies, is truly "buried" — being earthly in body, but earthy also in soul, having through the affinity of the flesh for matter dragged down the natural dignity of that soul, leaving behind no useful memorial of his own life, but being covered by dishonorable oblivion, and dying the death of cattle.
1:122
Τάφος μὲν γὰρ ἔχει τὸ σῶμα, ᾅδης δὲ τὴν ψυχήν·
因為墳墓收納了他的身體,陰間則收納了他的靈魂;
For the grave holds the body, and Hades the soul;
1:123
δύο σκοτεινὰ δεσμωτήρια μεριζόμενα τοῦ πονηροῦ ζῴου τὴν τιμωρίαν
這兩座幽暗的牢獄,分擔著那邪惡之人的刑罰。
two dark prisons sharing between them the punishment of that wicked creature.
1:124
Καὶ τίς οὐκ ἂν τῆς ἀβουλίας τὸν ἄθλιον καταμέμψαιτο; ἡνίκα μὲν ὑπὲρ γῆς ἦν γαυριῶντα, μεγαλαυχούμενον, πάντων ὑπερφρονοῦντα τῶν συζώντων καὶ ὁμοφύλων καὶ μονονουχὶ μύρμηκας καὶ σκώληκας ἀποκαλοῦντα τοὺς ἐντυγχάνοντας, κενῷ δὲ φρονήματι τῆς ὀλιγοχρονίου δόξης διαρρηγνύμενον·
有誰不會因這可悲之人的愚昧而責備他呢?當他還活在地上時,是何等的趾高氣揚、大言不慚,藐視一切與他同活的同胞,幾乎把他所遇見的人都稱作螞蟻和蟲豸,因那轉瞬即逝的虛榮而心懷空洞的驕傲,幾乎要脹裂一般;
And who would not blame the wretched man for his folly? — when, above ground, he was exultant, boasting greatly, looking down on all who lived with him and were of his own kind, all but calling those he met ants and worms, and bursting with empty pride over his short-lived glory;
1:125
ἡνίκα δὲ ἀπεσπάσθη τοῦ βίου καὶ ὡς μαστιγίας δοῦλος ἀφῃρέθη τῶν ἀλλοτρίων, ὧν ἐξ ἀνοίας ἐνόμιζεν εἶναι δεσπότης, εἰς ἀντίρροπον τῆς ὑπερηφανίας καταφέρεται ταπεινότητα, καὶ γραὸς θρηνούσης ὀδυρμοὺς προβαλλόμενος μακρὰ καὶ ἀνόνητα τὸν πατριάρχην ἐπικαλεῖται λέγων·
然而當他被從今生扯離、如同一名遭鞭笞的奴隸般被剝奪了那些原本不屬於他、卻因愚昧而自以為是其主人的東西時,他便墜入與從前的驕傲恰成對比的卑賤之中;他發出如老婦哭喪般的哀號,長篇累牘卻徒勞無益地呼求那位族長,說道:
but when he was torn away from life and, like a whipped slave, was stripped of those things not his own — which in his folly he had supposed himself master of — he is brought down into a lowliness that counterbalances his former arrogance, and, putting forth the lamentations of a wailing old woman, calls upon the patriarch at length and to no avail, saying:
1:126
Πάτερ Ἀβραάμ, ἐλέησον με καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσαν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ, ζητῶν ἔλεον, ὃν οὐκ ἔδωκεν ἡνίκα τοῦ εὐεργετεῖν πρόχειρον εἶχεν τὴν ἐξουσίαν·
「我祖亞伯拉罕啊,可憐我吧,請差遣拉撒路來,用指頭尖蘸點水,涼涼我的舌頭,因為我在這火焰裡痛苦極了」——他所尋求的憐憫,正是他當初有充分能力行善時,卻未曾施予的憐憫;
"Father Abraham, have mercy on me, and send Lazarus, that he may dip the tip of his finger in water and cool my tongue, for I am tormented in this flame" — seeking the mercy which he did not give when he had ready power to do good;
1:127
ἀξιῶν δὲ αὐτῷ βοηθὸν κατὰ τοῦ πυρὸς ἀφικέσθαι τὸν Λάζαρον·
並要求拉撒路前來,作他對抗這火焰的幫手;
demanding that Lazarus come to him as a helper against the fire;
1:128
Τοιαῦται τῶν φιλοσωμάτων αἱ ἀβουλίαι, τοῦτο τῶν φιλοπλούτων καὶ φιληδόνων τὸ τέλος
這便是那些愛戀肉身之人的愚昧,也是那些貪愛財富與逸樂之人的結局。
Such are the follies of those who love the body; this is the end of those who love wealth and pleasure.
1:129
Καὶ προσήκει τὸν συνετὸν καὶ προμηθῆ τοῦ μέλλοντος, οἷον φάρμακόν τι προφυλακτικὸν νοσήματος τὴν παραβολὴν ἡγησάμενον, φυγεῖν τῶν ὁμοίων κακῶν τὴν πεῖραν, τὸ συμπαθὲς καὶ φιλάνθρωπον ὡς αἰτίαν τῆς ζωῆς τῆς μελλούσης ἀσκήσαντα
所以,那明智且對將來有先見之人,應當把這比喻視為某種預防疾病的藥方,藉此避開同樣惡果的親身經歷,並操練同情與愛人之心,將其作為將來生命的成因。
And it is fitting for the man who is prudent and provident of the future, considering this parable to be like some preventive medicine against disease, to flee the experience of similar evils, having practiced compassion and love of humanity as the cause of the life to come.
1:130
Δραματικῶς γὰρ ἡμῖν ὁ λόγος τὴν νουθεσίαν ἐπὶ προσώπων ὡρισμένων ἐξέθετο, ἵνα ἐμψύχως καὶ δεικτικῶς παιδευθέντες τῆς ἀγαθῆς πολιτείας τὸν νόμον, μηδέποτε καταφρονήσωμεν τῶν τῆς Γραφῆς παραγγελμάτων ὡς ἄχρι λόγου μόνον φοβούντων, οὐ μὴν τὴν ἀπειλὴν προαγόντων εἰς τιμωρίαν
因為這段話語乃是透過特定人物、以戲劇性的方式向我們陳明其勸誡,為要使我們透過生動而具體的示現,領受良善品行之律法的教導,永不輕視聖經的誡命,以為那不過是空言恫嚇,並不會真將威嚇付諸實際的懲罰。
For the discourse has set forth for us its admonition dramatically, in the persons of specific characters, so that, being instructed vividly and demonstratively in the law of good conduct, we might never despise the precepts of Scripture as though they merely frighten in word only, without ever bringing the threat forward into actual punishment.
1:131
Οἶδα γάρ, ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων ταῖς τοιαύταις ὑπονοίαις δελεαζόμενοι ἀκώλυτον ἑαυτοῖς τοῦ ἁμαρτάνειν τὴν ἐξουσίαν χαρίζονται
因為我知道,許多人一旦被這樣的猜想所誘惑,便會自我賦予無所阻攔的犯罪自由。
For I know that many men, being enticed by such notions, grant to themselves unhindered license to sin.
1:132
Πᾶν δὲ τοὐναντίον παρὰ τῆς προκειμένης Γραφῆς διδασκόμεθα ὡς οὐδὲ συγγνώμη τις τῆς ἐκεῖ κρίσεως ἐπελαφρύνει τὴν κόλασιν, οὐδ' ἐλαττοῖ τὴν ὡρισμένην τιμωρίαν φιλανθρωπία, εἴ γε δεῖ ταῖς φωναῖς τοῦ πατριάρχου τεκμηριῶσαι τὸν λόγον
然而,我們從眼前這段經文所受的教導卻恰恰相反:在那審判之中,並無任何寬恕能減輕刑罰,也沒有任何仁慈能削減所定的懲處——如果我們必須以那位族長的話語來印證這道理的話。
But we are taught the exact opposite by the Scripture set before us: that no pardon lightens the punishment of that judgment, nor does any kindness diminish the appointed penalty — if indeed one must confirm this account by the words of the patriarch.
1:133
Πολλὰ γὰρ ἱκετευθεὶς παρὰ τοῦ πλουσίου καὶ μυρίων ἐλεεινῶν ἐπακούσας φωνῶν οὔτε τοῖς ὀδυρμοῖς ἐπεκλάσθη οὔτε τῆς ὀδύνης ἐξείλετο τὸν πικρῶς μαστιζόμενον, ἀλλ' αὐστηρῷ δὲ τῷ φρονήματι τὴν δικαίαν κρίσιν ἐκύρωσεν εἰπών, ὅτι πρὸς ἀξίαν ἑκάστῳ διεκλήρωσεν ὁ Θεός·
因為儘管他受到財主再三懇求,又聽見無數哀憐的呼求,卻既不因這些哀嘆而心軟,也沒有將那受著苦痛鞭笞之人從痛苦中救出,反倒以嚴正的心志確認這公義的判決,說神已按各人應得的份,分派給了每一個人;
For though he was earnestly entreated by the rich man and heard countless pitiable words, Abraham was neither moved to relent by the lamentations, nor did he deliver from his pain the man who was being bitterly scourged; but with a stern mind he confirmed the just judgment, saying that God had apportioned to each according to his desert;
1:134
καὶ σοὶ μὲν ἐπὶ τοῦ βίου τρυφήσαντι κατὰ τῶν ἀλλο τρίων συμφορῶν δίκη τοῦ πλημμελήματος ἐπετέθη ἃ πάσχεις·
『你在世時因他人的苦難而享盡奢華,如今你所受的,正是你這過犯所招致的懲罰;
"and to you, who lived luxuriously in life at the cost of others' misfortunes, the penalty for your wrongdoing has been imposed — what you now suffer;
1:135
τῷ δ' ἐκεῖ μοχθήσαντι καὶ πατηθέντι καὶ πικρᾶς ἀνασχομένῳ τῆς ἐνσάρκου ζωῆς γλυκεῖα τις καὶ εὐφραίνουσα ἡ ἐνθάδε ἀπενεμήθη κατάστασις
而那在世上勞苦、遭人踐踏、忍受了肉身生命之苦楚的人,如今在此便被賜予了一種甘甜而令人喜樂的境況。』
but to him who toiled there and was trodden down and endured the bitterness of his embodied life, a sweet and joyous condition has here been allotted."
1:136
Πρὸς δὲ τούτοις καὶ χάσμα μέγα εἶναι φησιν, τὸ κωλύον αὐτοὺς τὴν πρὸς ἀλλήλους ἐπιμιξίαν καὶ διεῖργον τοὺς τιμωρουμένους ἀπὸ τῶν τιμωμένων, ἵνα εὐκρινῶς διάγωσιν ἀπ' ἀλλήλων ἀμφότεροι ἀσύγχυτον ἔχοντες τῶν ἀγαθῶν καὶ τῶν κακῶν τὴν ἀπόλαυσιν
此外,亞伯拉罕還說,那裡有一道巨大的深淵,阻隔他們彼此往來,將受刑罰者與蒙尊榮者分隔開來,使雙方能各自清楚分明地生活,彼此互不混雜,各自經歷善與惡而不相混淆。
In addition to this he says there is also a great chasm, preventing their mingling with one another and separating those being punished from those being honored, so that both groups might live distinctly apart from one another, having an unconfused experience of good things and of evil things.
1:137
Οἶμαι δὲ τὴν αἰσθητὴν παραβολὴν νοητῆς εἶναι θεωρίας αἴνιγμα
不過,我認為這個訴諸感官的比喻,其實是一個指向屬靈默觀的隱喻。
But I think that this sensible parable is a riddle pointing to an intelligible contemplation.
1:138
Οὐ γὰρ δὴ τάφρον ὄντως ἐννοήσωμεν ἐκεῖ πρὸς τῶν ἀγγέλων διορυχθεῖσαν, οἷάπερ ἐν τοῖς στρατοπέδοις γίνεται τὰ τῶν πολεμίων μεταίχμια, ἀλλὰ τὸν χωρισμὸν ἡμῖν ὁ Λουκᾶς ὑπογράφων ὃν ἀπ' ἀλλήλων εἰσὶ κεχωρισμένοι, οἵ τε κατ' ἀρετὴν καὶ οἱ ἑτέρως ζήσαντες, ὑπέθετο τὴν εἰκόνα τοῦ χάσματος
因為我們千萬不可真以為那裡有一道由天使挖掘出來的壕溝,如同軍營中敵對雙方陣線之間的界溝一般;而是路加為我們描繪那道分隔——即依德行而活之人與不依德行而活之人彼此隔開的分隔——時,提出了這道深淵的形像。
For let us not truly imagine there an actual trench dug by the angels, of the sort that occurs between the lines of opposing armies in military camps, but rather Luke, in describing for us the separation by which those who lived according to virtue and those who lived otherwise are separated from one another, has put forward the image of the chasm.
1:139
Ἐπισφραγίζεται δὲ τὴν διάνοιαν ἡμῶν ταύτην καὶ Ἡσαΐας οὕτω πως λέγων·
以賽亞也如此印證我們這樣的理解,他這樣說:
And Isaiah also confirms this understanding of ours, speaking somewhat as follows:
1:140
Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ Θεοῦ
「難道是主的手臂沒有能力拯救嗎?或是他使自己的耳朵發沉,以致不能聽見嗎?其實是你們的罪孽,使你們與神隔絕。」
"Is the Lord's hand too weak to save, or has he made his ear heavy so that it cannot hear? But your sins have set a division between you and between God."
1:141
Τοῦ αὐτοῦ ὁμιλία ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου εἰς τὸν οἰκονόμον τῆς ἀδικίας .. Πολλάκις ὑμῖν εἶπον διαλεγόμενος, ὅτι πεπλασμένη τις καὶ ψευδὴς ἔννοια τοῖς ἀνθρώποις ἐμπεσοῦσα πληθύνει τὰ ἁμαρτήματα καὶ ἐλαττοῖ τὰ ἀγαθά, ἅπερ ἕκαστος ὀφείλομεν ἐπὶ τῆς ἑαυτῶν πολιτείας ἀσκεῖν
同一位作者論路加福音中不義管家的講道。──我曾多次在講論中告訴你們:有一種虛構而虛假的想法,一旦落入人心,就會使罪惡增多,使善行減少——而這些善行原是我們每個人在自己的生活方式中所當實踐的。
A homily by the same [author], on the Gospel according to Luke, concerning the unjust steward. — I have often told you in my discourses that a certain fabricated and false notion, once it falls upon men, multiplies their sins and diminishes the good deeds which each of us ought to practice in our own manner of life.
1:142
Αὕτη δέ ἐστιν τὸ νομίζειν, ὅτι πάντα ὅσα ἔχομεν ἐν τῇ χρήσει τοῦ βίου ὡς κύριοι κεκτήμεθα καὶ δεσπόται
這想法就是:以為凡我們在今生使用上所擁有的一切,都是我們以主人和支配者的身分所擁有的。
And this is the notion: to think that everything we have for use in this life we possess as lords and masters.
1:143
Καὶ ταύτης ἕνεκεν τῆς ὑπολήψεως σφοδρῶς ὑπὲρ αὐτῶν διαμαχόμεθα καὶ πολεμοῦμεν καὶ δικαζόμεθα καὶ εἰς ἄκρον αὐτῶν περιεχόμεθα ὡς ἐξαιρέτων κτημάτων
正因這種臆斷,我們才為這些財物激烈爭鬥、興戰動武、對簿公堂,並且極力緊抓不放,彷彿它們是我們獨有的產業。
And because of this supposition we fight fiercely over these things, and make war, and go to law, and cling to them to the utmost as though they were our own exclusive possessions.
1:144
Ἡ δὲ ἀλήθεια οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ σφόδρα ἐναντίως
然而事實並非如此,反倒恰恰相反。
But the truth is not so; indeed, it is quite the opposite.
1:145
Πάντα γὰρ ὧν ἀπελάβομεν, οὐχ ἡμέτερα·
因為凡我們所領受的一切,都不是我們自己的;
For all the things we have received are not our own;
1:146
οὔτε μὴν ἡμεῖς ὡς αὐθένται καὶ κύριοι τῷ βίῳ τούτῳ ὡς ἡμετέρᾳ οἰκίᾳ ἐνῳκίσθημεν, ἀλλ' ὡς πάροικοι καὶ ἐπήλυδες καὶ μετα νάσται ἀγόμεθα ὅπου οὐ θέλομεν καὶ ἡνίκα οὐ προσεδοκῶμεν
我們也並非如自主的主人一般被安置在今生,彷彿這是我們自己的家;而是如寄居者、外來者、遷徙者一般,被帶往我們不願去的地方,在我們意想不到的時候。
nor indeed have we been settled in this life as absolute masters and lords, as in our own house, but we are led about, as sojourners and newcomers and migrants, to where we do not wish and when we do not expect.
1:147
Ἀφαιρού μεθα δὲ τῶν ὄντων, ὅταν δόξῃ τῷ Κυρίῳ, τῆς κτήσεως
每當主認為合宜之時,我們便被奪去現有的財物、被剝奪產業。
And we are deprived of our possessions, of our property, whenever it seems good to the Lord.
1:148
καὶ ὁ σήμερον ἔνδοξος αὔριον ἐλεεινὸς, οἴκτου καὶ βοηθείας ἄξιος·
今日尊榮顯貴的人,明日便成了可憐之人,值得同情與救助;
And he who is glorious today is pitiable tomorrow, worthy of compassion and help;
1:149
ὁ νῦν εὔπορος καὶ εὐθηνούμενος ταῖς ὕλαις τοῦ πλούτου πένης μετὰ μικρόν, οὐδὲ τὸν ἄρτον οἴκοθεν ἔχων, ὃν προσφέρηται εἰς ζωήν
那如今富足、在財富之資材上豐裕的人,不久便淪為窮人,甚至連自己家中可用來維生的麵包都沒有了。
he who is now prosperous and flourishing in the substance of riches becomes, after a little while, a poor man, not even having from his own house the bread which he might bring forth to sustain his life.
1:150
Καὶ τούτῳ μάλιστα ὁ Θεὸς ἡμῶν τῶν θνήτων ὑπερέχει, τῷ ἀεὶ ὁ αὐτὸς εἶναι καὶ ὡσαύτως ἔχειν καὶ ἀναφαίρετον κεκτῆσθαι ζωὴν καὶ δόξαν καὶ δύναμιν
而我們的神正是在這一點上格外超越我們必死之人:祂永遠不變,恆常如一,並且擁有不能被奪去的生命、榮耀與能力。
And in this above all our God surpasses us mortals: in always being the same, and remaining constant, and possessing life and glory and power that cannot be taken away.
1:151
Πόθεν οὖν εἰς ταύτην ἦλθον τὴν ἀρχὴν τοῦ λόγου, ἦ τάχα γνώριμον ἤδη τυγχάνει τοῖς νοῦν ἔχουσι καὶ φιλολόγοις
那麼,我究竟是從何處引出這篇講論的開端的呢?——這對於有見識、愛好學問的人來說,或許早已了然於心了。
From what point, then, did I come to this beginning of my discourse — a thing which perhaps is already familiar to those who have understanding and are lovers of learning?
1:152
Ὁ Λουκᾶς ἡμῖν παραβολὴν ἀναπλάσας ὑπανέγνω ἀρτίως, ἐν ᾗ τὸν οἰκονόμον τῶν ἀλλοτρίων ὑπογρά φει στενούμενον καὶ θλιβόμενον, ἐπειδὴ ὡς σπαθητὴς καὶ πολυδάπανος ἤκουσεν παρὰ τοῦ κυρίου τῶν χρημάτων καὶ τῶν κτημάτων, ὅτι Δὸς τὸν λόγον τῆς διοικήσεως καὶ μετάστηθι·
路加為我們編織了一則比喻,方才已經誦讀過,其中他描繪那管理他人財物的管家陷入困窘、憂苦,因為他被視為揮霍浪費之人,聽見了財物與產業的主人對他說:「把你管家的職分交代清楚,你不能再作管家了」;
Luke, having composed a parable for us, has just now been read out, in which he depicts the steward of another's goods as being constrained and afflicted, since, as a spendthrift and a squanderer, he heard from the lord of the money and the possessions: 'Give an account of your stewardship, and step down';
1:153
οὐ γάρ σε τοῖς ἐμοῖς ὡς ἰδίοις ἐντρυφᾶν ἀνέξομαι
「因為我不會再容忍你把我的財物當作自己的,任意揮霍享樂。」
'for I will no longer allow you to revel in my goods as though they were your own.'
1:154
Τοῦτο δέ ἐστιν οὐ γενομένου πράγματος ἐξήγησις, ἀλλὰ πλάσις παραβολῆς τοῖς ἐπεσκιασμένοις τῶν λόγων ἠθικὴν ἀρετὴν ἐκπαιδεύουσα
這並非在敘述一件真實發生過的事,而是編織出一則比喻,藉著隱晦含蓄的言語來教導人道德的美德。
Now this is not the narration of an event that actually happened, but the fashioning of a parable, which through veiled words instills moral virtue.
1:155
Γνῶθι τοίνυν ἕκαστος, ὡς ἀλλοτρίων εἶ διοικητής, καὶ ῥίψας ἀπὸ τῆς ψυχῆς σου τῆς αὐθεντίας τὴν ὑπερηφανίαν τὸ τοῦ ὑπευθύνου καὶ οἰκονόμου ἀνάλαβε ταπεινὸν καὶ εὐλαβές, ἀεὶ τὸν κύριον σου ἀναμένων καὶ μετὰ δειλίας συγγράφων τῆς ἀπολογίας τὸ λογοθέσιον
所以你們每一個人都當知道,你不過是別人財物的管理者;要從你的靈魂中拋棄那種自主之人的傲慢,代之以一個負責任的管家所應有的謙卑與謹慎,時刻等候你的主人,並懷著戰兢之心,撰寫你申辯的帳冊。
Know, then, each one of you, that you are the manager of what belongs to another; and having cast away from your soul the arrogance of absolute ownership, take up instead the humble and reverent disposition of one accountable and a steward, always awaiting your lord and drawing up, with trembling, the ledger of your defense.
1:156
Πάροικος γὰρ εἶ, ὀλιγοχρονίου χρήσεως καὶ παροδικῆς λαβὼν συγχώρησιν
因為你是寄居者,只得到了短暫而過渡性的使用許可。
For you are a sojourner, having received permission for a brief and transient use of these things.
1:157
Εἰ δὲ ἀμφιβάλλεις ἐπὶ τοῖς γνωρίμοις, κατάμαθε τὰ γινόμενα καὶ τῇ ἀψευδεῖ διδασκάλῳ, τῇ πείρᾳ, παιδεύθητι
若你對這眾所周知的道理心存懷疑,就當仔細觀察實際發生的事,接受那從不說謊的教師——經驗——的教導。
But if you doubt what is well known, examine carefully what actually happens, and be instructed by that teacher who never lies — experience.
1:158
Κέκτησαι χωρίον, ἢ παρὰ πατέρων λαβὼν ἢ ἀπό τινος συναλλάγ ματος κύριος γεγονώς
你擁有一塊田產,或是從祖先繼承而來,或是透過某種交易而成為它的主人。
You possess a piece of land, either having received it from your fathers, or having become its owner through some transaction.
1:159
Ἀναλόγισαι οὖν τῇ μνήμῃ καὶ ἀπαρίθμησαι πάντας, εἰ δύνασαι, τοὺς πρὸ σοῦ κατεσχηκότας αὐτό·
那麼,就在記憶中仔細思量,並且盡你所能,數算一切在你之前擁有過這塊地的人;
Reckon, then, in your memory, and enumerate, if you can, all those who possessed it before you;
1:160
ἐπίβαλλε δὲ καὶ τῷ μέλλοντι χρόνῳ τὸν νοῦν καὶ πόσοι αὐτοῦ κυριεύσουσι μετὰ σὲ κατανόησον
也要把心思轉向未來的日子,思想在你之後還會有多少人繼續成為它的主人。
and turn your mind also to the time to come, and consider how many will possess it as lords after you.
1:161
Φράσον δέ μοι τίνος ἡ δεσποτεία καὶ τίσι κατ' ἐξαίρετον διαφέρουσα, τοῖς ἐσχηκόσι, τοῖς ἔχουσιν ἢ τοῖς μέλλουσιν; Εἰ γάρ τις ἐκ μηχανῆς πάντας ἀθροίσειεν, εὑρεθήσονται πλείους τῶν βώλων οἱ κεκτημένοι
那麼請你告訴我,這產業的主權究竟屬於誰?它究竟特別歸屬於誰——是曾經擁有過它的人、如今擁有它的人,還是將要擁有它的人?因為若有人能設法把這些人全都聚集起來,就會發現曾擁有過這塊地的人,竟比地裡的土塊還要多。
Tell me, then, whose is the ownership, and to whom in particular does it especially belong — to those who have held it, to those who now hold it, or to those who will hold it? For if someone, by some contrivance, gathered them all together, those who have owned it would be found more numerous than the clods of earth it contains.
1:162
Μᾶλλον δέ, εἴπερ ἀκριβῶς βούλει κατιδεῖν τίνι παρόμοιος ὁ βίος ἡμῶν, μνημόνευσον εἴποτε ὥρᾳ θέρους ὁδοιπορῶν ἐθεάσω δένδρον ἀμφιλαφές, ἐπὶ πολὺ τοῦ πλάτους καὶ τοῦ μήκους διῆκον, ἱκανὸν τῇ σκιᾷ οἰκίας πληρῶσαι χρείαν
或者更確切地說,若你真想清楚看出我們的生命像什麼,就回想一下:你是否曾在夏日旅途中,見過一棵枝葉繁茂的大樹,寬廣、修長,其樹蔭足以滿足一座房舍的需要?
Or rather, if you truly wish to see precisely what our life resembles, recall whether, traveling once in the season of summer, you ever beheld a wide-spreading tree, extending far in breadth and length, sufficient by its shade to fill the need of a house.
1:163
Τούτῳ τερφθεὶς ὑπῆλθες καί, ἐφ' ὅσον ἐξῆν, ἐκεῖσε κατέμεινες
你為此樹感到欣喜,便走到樹下,並在可能的範圍內,在那裡停留。
Delighted with it, you went beneath it, and, for as long as it was possible, you remained there.
1:164
Ἐπεὶ δὲ ἔδει πάλιν ἀπᾶραι καὶ σοῦ βουλευομένου τὴν ἄφιξιν, ἕτερος ὁδοιπόρος ἐπέστη
但當你必須再度啟程、正盤算著離去之際,另一位旅人來到了。
But when it was necessary to set out again, and while you were deliberating about your departure, another traveler arrived.
1:165
Καὶ σὺ μὲν ἐφόρτους τὴν ἀποσκεύην, ὁ δὲ τὴν ἰδίαν καθῄρει καὶ πάντα τὰ σὰ ἀθρόον διεδέξατο, τὴν στιβάδα, τὸ πῦρ, τὴν τοῦ δένδρου σκίαν, τὸ παραρρέον ὕδωρ
於是你正裝載行囊,他卻卸下自己的行裝,一下子就接收了屬於你的一切——那鋪草的臥榻、爐火、樹蔭,以及旁邊流淌的溪水。
And while you loaded up your baggage, he set down his own, and at once took over everything of yours — the bed of leaves, the fire, the shade of the tree, the water flowing nearby.
1:166
Καὶ ὁ μὲν εἴχετο τῆς ἀνακλίσεως, σὺ δὲ τοῦ περιπάτου, Ἐτέρφθη κἀκεῖνος, εἶτα ἀφῆκεν·
他躺臥休息,你則繼續趕路。他也曾為此欣喜,而後他也同樣捨棄了它;
And he took to reclining, while you took to the road. He too was delighted, and then he too let it go;
1:167
καὶ τὸ ἓν δένδρον ἐπὶ μιᾶς ἡμέρας ἐγένετο τυχὸν δέκα ξένων ὀλιγοχρόνιον καταγώγιον·
於是這一棵樹,在短短一天之內,可能就成了十個過路陌生人短暫的棲身之所;
and the one tree, in the course of a single day, became perhaps the brief lodging of ten strangers;
1:168
καὶ τὸ πάντων γενόμενον ἑνὸς ἦν τοῦ ὄντως κυρίου
而這先後歸屬於眾人的東西,其實只屬於一位——那位真正的主人。
and that which became the possession of all in turn belonged, in truth, to one — its real owner.
1:169
Οὑτωσὶ δὲ καὶ αἱ περιουσίαι τῆς ἐνταῦθα διαγωγῆς τέρπουσι μὲν πολλοὺς καὶ τρέφουσι, τῆς δεσποτείας μόνῳ τῷ Θεῷ προσηκούσης τῷ ἄφθαρτον καὶ ἀνώλεθρον ἔχοντι τὴν ζωήν
今生的豐盛財富也正是如此,它使許多人歡喜,也養育許多人,然而真正的主權卻唯獨屬於神——那擁有不朽壞、不消逝之生命的神。
In just this way, the abundance of this present life delights and nourishes many, while the true ownership belongs to God alone, who possesses a life that is incorruptible and imperishable.
1:170
Ἐθεάσω καὶ πανδοχεῖον, ἐφ' οὗ πάντως ὁδεύων κατέλυσας·
你也曾見過一間客棧,你在旅途中無疑曾在那裡投宿;
You have also seen an inn, at which, surely, while traveling, you once lodged;
1:171
ἔλαβες δὲ ἐκεῖθεν πολλὰ βαστάζων μηδέν, κλίνην, τράπεζαν, ἐκπώματα, πίνακα, ἄλλα σκεύη παντοδαπά
你雖身上什麼也沒帶去,卻在那裡得到許多東西:一張床、一張桌子、幾隻酒杯、一個盤子,以及各式各樣的其他器皿。
and though carrying nothing with you, you received from it many things: a bed, a table, drinking-cups, a dish, and other utensils of every kind.
1:172
Οὐδέπω δέ που πρὸς αὐτάρκειαν χρησαμένου ἧκεν ἄλλος πνευστιῶν, κεκονιμένος, κατεπείγων σε καὶ ἐξείργων τοῦ πανδοχείου καὶ ζητῶν τὰ ἀλλότρια ὡς ἐξαίρετα
可是你還未曾盡情享用夠,另一位旅人便氣喘吁吁、滿身塵土地趕到,催逼你、把你逐出客棧,並且把那本屬他人之物當作自己專有的東西索求而去。
But before you had made sufficient use of them, another traveler arrived, out of breath, covered in dust, hurrying you along and driving you out of the inn, and seeking as his own exclusive right what belongs to another.
1:173
Τοιοῦτος ἡμῶν ὁ βίος, ἀδελφοί, καὶ εἴ τι τῶν λεχθέντων παροδικώ τερον
弟兄們,我們的生命就是如此——甚至恐怕比方才所說的更加短暫易逝。
Such is our life, brothers — and if anything, even more transient than what has been said.
1:174
Ἐγὼ δὲ θαυμάζω τοὺς λέγοντας·
然而我對那些這樣說的人感到驚訝——
But I marvel at those who say —
1:175
ὅπως ματαίῳ συλλαβῇ ἐξοικειοῦνται τὰ μὴ προσήκοντα καὶ τρισὶ στοιχείοις ἀπατηλοῖς ἐναγκαλίζονται τὰ ἀλλότρια
他們竟如何僅憑一個虛妄的音節,就把不屬於自己的東西據為己有,並用三個欺人的字母,將他人之物擁入懷中,據為己有。
how by a single vain syllable they claim as their own what does not belong to them, and with three deceptive letters embrace as their own what is another's.
1:176
Ὡς γὰρ τὰ τῶν θαυματοποιῶν προσωπεῖα ἔχει μὲν οὐδεὶς κατ' ἐξαίρετον, πάντες δὲ ἐπίθενται οἱ τῶν δραμάτων ὑποκριταί, οὕτως τὴν γῆν καὶ τὰς ἀπ' ἐκείνης ὕλας ἄλλοι ἐξ ἄλλων ὡς ἱμάτια μετενδύονται
因為正如魔術師/演員的面具,沒有人是它專屬的所有者,而是所有戲劇的演員輪流把它戴上;同樣地,大地及其出產的種種資材,也是眾人一個接一個地把它披上,像更換衣服一樣。
For just as no one possesses as his own exclusive property the masks of the conjurors, but all the actors of the dramas put them on in turn, so too the earth and the substances derived from it are put on, one person after another, like garments.
1:177
Μή τι βασιλείας, εἰπέ μοι, δυνατώτερον; ἀλλ' ὅμως ἐρεύνησον τὰ βασίλεια·
請告訴我,難道還有什麼比王權更強大的嗎?然而,你且去查考那些王宮;
Is there, tell me, anything more powerful than kingship? And yet, search out the royal palaces;
1:178
ζήτησον χλανίδας βασιλικάς·
去尋找那些王袍;
seek out the royal robes;
1:179
εὑρήσεις δὲ ταύτας ἱκανάς, αἳ πολλῶν βασιλέων ἐνέδυσαν σώματα
你會發現,同一批王袍早已足以先後披覆許多位君王的身軀。
and you will find that these same robes have sufficed, having clothed the bodies of many kings.
1:180
τὰς πόρπας καὶ τὰς ζώνας, πάντα κληρονομίαν ἄστατον, χρῆσιν κοινὴν ἀπὸ τῶν ὁδευόντων εἰς τοὺς μένοντας ἀποβαίνουσαν
束帶與佩帶也是如此——一切都是不穩固的遺產,是從那些正在離去的人,傳給那些仍留下來的人的共同用物。
The same is true of the clasps and the girdles — all of it an unstable inheritance, a common use passing from those who are journeying on to those who remain behind.
1:181
Τί δὲ τῆς τῶν ὑπάρχων ἀξίας ἡ σκηνή, τὸ ἀργυροῦν ὄχημα, ἡ καλαμὶς ἡ χρυσῆ; οὐκ ἀεὶ ταῦτα ἔχει τὸν ὕπαρχον καὶ οὐδέποτε τὸν αὐτόν, εἰ μὴ πρὸς ὀλίγον ἕκαστον; Ὡς γὰρ ἡ κλίνη τῆς ἐκφορᾶς ἄλλοτε ἄλλα δέχεται σώματα, οὕτως καὶ τῶν ἀρχῶν τὰ σύμβολα τοὺς χρωμένους ἀμείβει
至於總督職位的儀仗——那頂帳幕、銀製的座車、金色的節杖,又是如何呢?這些難道不是始終有一位總督在使用,卻從來不是同一個人,各人只不過使用短短一段時間嗎?正如出殯的靈柩會在不同時候承載不同的屍體,官職的種種象徵也照樣不斷更換其使用者。
And what of the insignia belonging to the rank of prefect — the state canopy, the silver carriage, the golden staff? Do not these always have their prefect, yet never the same one, except for each only a short while? For just as the funeral bier receives different bodies at different times, so too the emblems of office exchange those who make use of them.
1:182
Ἐντεῦθεν καὶ ὁ ἀπόστολος ἡμῖν ἐβόα πλείστας φωνὰς ταύτης τῆς διανοίας παιδευτικάς·
正因如此,使徒也曾向我們大聲宣告過許多教導這同一道理的話語:
For this reason the apostle also cried out to us many sayings that instruct us in this same understanding:
1:183
Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου·
「因為這世界的樣式正在消逝」;
'For the fashion of this world is passing away';
1:184
καὶ τό, Ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες·
又說:「似乎一無所有,卻樣樣都有」;
and, 'as having nothing, and yet possessing all things';
1:185
καὶ τό, Οἱ χρώμενοι ὡς μὴ παραχρώμενοι
又說:「那些使用這世界的人,要像不曾濫用它一樣。」
and, 'those who use this world, as not misusing it.'
下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。