📜 Verbum
Scripture and the Fathers, read aloud in the original
♥ Support

← All books · Greek Fathers › Demonstratio Evangelica

Demonstratio Evangelica 6 part 3/4

Greek original · 58 verses · some words can be tapped for a gloss · long chapter, split into parts; this part covers 6:18.4–6:20.6 (223 verses in all)

← ch. 5ch. 7 →
← prev partnext part →
ℹ️ This corpus has no verse-level morphological tagging. Lemmas come mainly from word-level tagging of other books in the same language (not from this verse), falling back to dictionary form-matching for the rest. Rare homographs can still be misread; verify against the original and a specialist lexicon where precision matters.
ℹ️ The Chinese and English alongside are this site's own translation, made directly from the original text on this page (not the CUV or the WEB, which follow the Masoretic Text and a different textual tradition).
6:18.4
Μετὰ τὴν πρώτην πολιορκίαν τῆς Ἱερουσαλὴμ καὶ τὴν παντελῆ καθαίρεσιν αὐτῆς καὶ ἐρήμωσιν τὴν ὑπὸ Βαβυλωνίων καὶ μετὰ τὴν ἀπὸ τῆς πολεμίας γῆς ἐπὶ τὴν οἰκείαν ἐπάνοδον, τὴν ἐπὶ Κύρου τοῦ Περσῶν βασιλέως γενομένην, ἄρτι τῆς Ἱερουσαλὴμ ἀνεγηγερμένης, ἀνανεωθέντος δὲ τοῦ ἁγιάσματος καὶ τοῦ πρὸς αὐτῷ θυσιαστηρίου ἐπὶ Δαρείου τοῦ Περσοῦ, ὁ παρὼν προφήτης θεσπίζει, τὴν μετὰ ταῦτα δευτέραν πολιορκίαν τῆς Ἱερουσαλὴμ σημαίνων, ἣν πἐπονθεν ὑπὸ Ῥωμαίων οὐκ ἄλλοτε ἢ μετὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῖς οἰκήτορσιν αὐτῆς τετολμημένα
After the first siege of Jerusalem, and its utter destruction and desolation by the Babylonians, and after the return from the hostile land to their own country, which took place under Cyrus, king of the Persians -- Jerusalem having just then been raised up again, and the sanctuary and the altar beside it having been renewed under Darius the Persian -- the present prophet prophesies, signifying the second siege of Jerusalem that came after these things, which it suffered at the hands of the Romans, at no other time than after the deeds dared by its inhabitants against our Savior Jesus Christ.
在耶路撒冷第一次遭圍困、被巴比倫人徹底摧毀荒廢之後,以及在百姓自敵國之地歸回本土——此事發生於波斯王居魯士年間——耶路撒冷才剛剛重建,聖所及其旁的祭壇也才在波斯的大流士年間得以重新修築;此時,眼前這位先知便發出預言,預示此後耶路撒冷將遭受的第二次圍困,也就是羅馬人所加諸於她的圍困,其時間不是別的,正是在她的居民對我們救主耶穌基督犯下種種罪行之後。
6:18.5
ἐναργέστατα τοιγαροῦν καὶ ἐνταῦθα τοῦ σωτῆρος ἡμῶν τοῦ θεοῦ λόγου ἡ παρουσία καὶ τὰ ἐπὶ ταύτῃ συμβεβηκότα δηλοῦνται. ταῦτα δὲ ἦν ὁμοῦ τὰ περὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ πεπραγμένα, καὶ ἡ παραυτίκα τῷ Ἑβραίων ἔθνει ἐπελθοῦσα πολιορκία, καὶ τῆς Ἱερουσαλὴμ ἡ ἅλωσις, καὶ ἡ πρὸς τούτοις κλῆσις τῶν ἐθνῶν, τοῦ τε ἑνὸς καὶ μόνου θεοῦ εἰς πᾶν γένος ἀνθρώπων ἐπίγνωσις
Most clearly, then, here too, are made manifest the coming of our Savior, the Word of God, and the events that occurred in connection with it. These were, all together, the things done at the time of his passion, and the siege that came immediately upon the Hebrew nation, and the capture of Jerusalem, and, in addition to these, the calling of the nations, and the knowledge of the one and only God spreading to every race of mankind.
由此可見,這裡也極其明確地顯示出我們救主、神之道的降臨,以及與此相隨而生的種種事件。這些事件,一併包括:他受難之時所發生的種種、隨後立即臨到希伯來民族的圍困、耶路撒冷的陷落,以及此外萬邦的蒙召,還有對那獨一真神的認識傳遍全人類各族之事。
6:18.6
ὅ γε μὴν πνευματοφόρος προφήτης περιπαθέστερον ὡς ἂν ἐπ οἰκείοις ὀλοφυρόμενος τοῖς ἐκ περιτομῆς, ἐκ τῆς κατ αὐτῶν ἐκφωνήσεως τὴν καταρχὴν πεποίηται τῆς προφητείας. ἡμέρας δὴ οὖν τοῦ κυρίου, ὥσπερ οὑν καὶ ἐν ἑτέροις κἀνταῦθα ὀνομάζει, οὕτως τὸν χρόνον τῆς εἰς ἀνθρώπους τοῦ Χριστοῦ παρουσίας σημαίνων, καὶ σαφῶς δηλῶν ὡς ἄρα ὁ κύριος αὐτὸς, οἶα φῶς ἀληθινὸν τυγχάνων, ἰδίων ποιητής ποτε γενήσεται ἡμερῶν, τοῖς τε ἐπὶ γῆς ἅπασιν ἀνθρώποις ἐπιλάμψει, τῶν ἐθνῶν ἁπάντων αὐτόν τε καὶ τὰς ἀκτῖνας τοῦ φωτὸς αὐτοῦ καταδεξαμένων, ὅτε τῶν ἐθνῶν ἁπάντων φωτιζομένων, κατὰ τὸ τέθεικά σε εἰς φῶς ἐθνῶν, εἰς διαθήκην γένους, τὸ Ἰουδαίων ἔθνος διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν τοῖς ἐσχάτοις περιπεσεῖται δεινοῖς
The Spirit-bearing prophet, then, in a more passionate manner, as one lamenting over his own kinsfolk, those of the circumcision, has made the beginning of his prophecy from an outcry against them. He names, then, the 'days of the Lord,' just as he does elsewhere and here too, thereby signifying the time of Christ's coming to mankind, and clearly showing that the Lord himself, being as it were the true light, would one day become the maker of his own days, and would shine forth upon all men on earth, all the nations receiving both himself and the rays of his light -- at the time when, with all the nations being illumined, in accordance with, 'I have set you as a light of the nations, as a covenant of a race,' the Jewish nation, on account of its unbelief toward him, would fall into the most extreme calamities.
而這位承載聖靈的先知,則以更為深切的哀痛,彷彿為自己出於割禮的同胞哀哭一般,藉著對他們發出的呼喊,開展了這篇預言。他在此如同在別處一樣,稱之為『主的日子』,藉此指明基督降臨於人間的時候,並清楚表明:主自己既是真光,有朝一日必成為自己諸日子的創造者,並要光照地上所有的人,萬邦都要領受他自己以及他光輝的光芒——當萬邦都蒙光照之時,正如經上所說『我已立你作萬邦之光,作一民族之約』,猶太民族卻因對他不信,而陷入最終極的災禍之中。
6:18.7
τοιοῦτον γάρ ἐστι τὸ ἰδοὺ ἡμέραι ἐρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοὶ, καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἶ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ
For such is the meaning of, 'Behold, the days of the Lord come, and your spoils shall be divided in your midst, and I will gather all the nations against Jerusalem to battle, and the city shall be captured, and the houses shall be plundered, and the women shall be defiled, and half of the city shall go forth into captivity.'
因為這正是『看哪,主的日子將要來到,你的擄物必在你當中被瓜分;我必聚集萬國來攻打耶路撒冷,這城必被攻取,房屋必被搶掠,婦女必被玷污,這城的一半必被擄去』這句話的意涵。
6:18.8
μετὰ δὲ τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν, καὶ τὴν μετ αὐτὴν αἰχμαλωσίαν τοῦ Ἰουδαίων ἔθνους, ἐπιλέγει ἐξῆς ἀγαθὰ τοῖς πᾶσι θεσπίζων καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γὴν. καὶ πάλιν ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ὲν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον
But after the siege of Jerusalem, and the captivity of the Jewish nation that followed it, he next adds, prophesying good things for all: 'And the Lord shall become king over all the earth.' And again, 'The Lord shall be one, and his name one, encircling all the earth and the wilderness.'
然而,在耶路撒冷遭圍困、猶太民族隨之被擄之後,他接著又說出為眾人所預言的美事:『主必作全地的王。』又說:『主必為獨一無二,他的名也是獨一無二,環繞全地及曠野。』
6:18.9
ἀλλὰ γὰρ καὶ τὸ Ἰουδαίων ἔθνος τοιαῦτα πείσεσθαι ἐν ταῖς τοῦ κυρίου ἡμέραις τῆς προρρήσεως ἀποφηναμένης, τίς οὐκ ἂν θαυμάσειε τῆς προρρήσεως τὸ ἀποτέλεσμα; ἅμα γὰρ Ἰησοῦς ὁ σωτὴρ καὶ κύριος ἡμῶν παρῆν, ἠσέβουν τε εἰς αὐτὸν οἱ ἐκ περιτομῆς, καὶ πάντα αὐτοῖς ἀθρόως τὰ προηγορευμένα μετὰ πεντακοσιοστὸν ἔτος τῆς προρρήσεως τέλους ἐτύγχανεν, ἐξ αὐτοῦ Πιλάτου καὶ μέχρι τῆς κατὰ Νέρωνα καὶ Τίτον καὶ Οὐεσπασιανὸν πολιορκίας οὐ διαλελοιπότων αὐτοὺς παντοίων καὶ ἐπαλλήλων συμφορῶν, ὡς πάρεστιν ἐκ τῆς Φλαυίου Ἰωσήπου γραφείσης ἱστορίας ἀναλέξασθαι
But indeed, since the prediction declared that the Jewish nation would suffer such things in the days of the Lord, who would not marvel at the outcome of the prediction? For as soon as Jesus our Savior and Lord was present, those of the circumcision committed impiety against him, and all the things foretold reached their fulfillment for them all together, after the five-hundredth year from the prediction -- calamities of every kind, one after another, not ceasing for them from the time of Pilate himself up until the siege under Nero, Titus, and Vespasian, as one may gather from the history written by Flavius Josephus.
然而,既然這預言曾宣告猶太民族要在主的日子裡遭受如此之事,又有誰不對這預言的應驗感到驚奇呢?因為就在我們救主和主耶穌降世之時,出於割禮之民便對他犯下不虔不敬之罪,於是自這預言起算滿五百年之後,所有先前預言的事便一齊臨到他們身上;從彼拉多開始,一直到尼祿、提多和維斯帕先所帶來的圍城為止,各樣接連不斷的災禍未曾間斷過他們,這正如弗拉維烏斯·約瑟夫斯所著的史書中可以查得。
6:18.10
τότε μὲν οὖν εἰκὸς τὸ ἥμισυ τῆς πόλεως ἀπολωλέναι τῇ πολιορκίᾳ, ὥς φησιν ἡ προφητεία· μετ οὐ πολὺν δὲ χρόνον, κατὰ Ἀδριανὸν αὐτοκράτορα κινήσεως αὖθις Ἰουδαϊκῆς γενομένης, τὸ λοιπὸν τῆς πόλεως μέρος ἥμισυ πολιορκηθὲν αὖθις ἐξελαύνεται, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο πάμπαν ἄβατον αὐτοῖς γενέσθαι τὸν τόπον
At that time, then, it is likely that half of the city perished in the siege, as the prophecy says; and not long afterward, when a Jewish uprising occurred again under the emperor Hadrian, the remaining half of the city, being besieged, was again driven out, so that from that time to this the place has become altogether inaccessible to them.
當時,這城的一半大概已在此次圍城中被毀,正如這篇預言所說;此後未過多久,在哈德良皇帝在位期間,猶太人再次發動叛亂,這城剩餘的一半也遭圍困,居民再度被驅逐,以致從那時起直到如今,此地對他們而言已全然不得進入。
6:18.11
εἰ δὲ λέγοι τις κατὰ Ἀντίοχον τὸν Ἐπιφανῆ ταῦτα πεπληρῶσθαι, σκεψάσθω εἰ οἷός τέ ἐστιν ἀποδιδόναι καὶ τὰ λοιπὰ τῆς προφητείας ας κατὰ τοὺς Ἀντόχου χρόνους· οἶον τὸ αἰχμαλωσίαν πεπονθέναι τὸν λαὸν, καὶ τὸ στῆναι τοὺς πόδας κυρίου ἐπὶ τὸ τῶν ἐλαιῶν ὅρος, καὶ εἰ γέγονε κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ εἰ τὸ ὄνομα κυρίου ἐκύκλωσε τὴν γῆν πᾶσαν καὶ τὴν ἔρημον, ὅτε τῆς Συρίας Ἀντίοχος ἐκράτει· καὶ τὰ λοιπὰ δὲ τῆς προρρήσεως ὁποίου τέλους ἔτυχεν Ἀντιόχου βασιλεύοντος πῶς τις ἀποδώσει
But if anyone should say that these things were fulfilled under Antiochus Epiphanes, let him consider whether he is able to render an account of the rest of the prophecy also as pertaining to the times of Antiochus -- for instance, that the people suffered captivity, and that the feet of the Lord stood upon the Mount of Olives, and whether the Lord became king over all the earth in that day, and whether the name of the Lord encircled all the earth and the wilderness, at the time when Antiochus ruled over Syria. And as for the rest of the prediction, how could anyone show what outcome it had while Antiochus was reigning?
但若有人說,這些事乃是在安條克四世(伊皮法尼)時應驗的,那麼請他考量一下:他是否也能將這篇預言其餘的部分歸諸安條克的時代呢?譬如百姓遭受擄掠、主的腳站立在橄欖山上、主是否在那日作了全地的王、主的名是否環繞了全地及曠野——這一切難道發生在安條克統治敘利亞之時嗎?至於這預言其餘的部分,在安條克為王之時究竟得著何等的應驗,又有誰能說明呢?
6:18.12
καθ ἡμᾶς δὲ ταῦτα καὶ πρὸς λέξιν μὲν ἀποδέδοται, καὶ καθ ἑτέραν δὲ διάνοιαν· μετὰ γὰρ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἡ πόλις αὐτῶν, αὕτη γε ἡ Ἱερουσαλὴμ, καὶ τὸ πάν σύστημα καὶ πολίτευμα τῆς κατὰ τὸν νόμον Μώσεως θρησκείας καθῃρεῖτο· αὐτίκα δὲ τὴν κατὰ διάνοιαν αἰχμαλωσίαν πρὸς τῇ σωματικῇ πεπόνθασι, τὸν σωτῆρα καὶ λυτρωτὴν τῶν ἀνθρωπίνων ψυχῶν μὴ παραδεξάμενοι, τὸν ἐλθόντα κηρῦξαι τοῖς ὑπὸ δαιμόνων πονηρῶν αἰχμαλώτοις ἄφεσιν καὶ τοῖς τὰς διανοίας τυφλοῖς ἀνάβλεψιν
But according to us, these things have been fulfilled both literally and also according to another sense. For after the coming of our Savior Jesus Christ, their city, this very Jerusalem, and the whole system and constitution of the worship according to the law of Moses, were destroyed. And immediately they suffered captivity of mind as well, in addition to the bodily captivity, in that they did not receive the Savior and Redeemer of human souls, who came to proclaim release to those held captive by evil demons, and recovery of sight to those blind in mind.
而依我們看來,這些事既在字面上得著應驗,也在另一層意涵上得著應驗。因為在我們救主耶穌基督降臨之後,他們的城,正是這座耶路撒冷,以及依摩西律法而立的整個崇拜體制與國政,全都被摧毀了。他們隨即在肉身的擄掠之外,又遭受了心靈上的擄掠——因為他們不肯接納人類靈魂的救主和救贖者,這位主降臨,正是要向那些被邪惡鬼魔所擄的人宣告釋放,向那些心思盲目的人宣告重見光明。
6:18.13
ταῦτα δὲ πεπονθότων ἐκείνων διὰ τὴν ἀπιστίαν αὐτῶν, οἶ τὸν σφόν λυτρωτὴν ἐπιγνόντες, οἰκεῖοί τε αὐτοῦ γενόμενοι μαθηταὶ καὶ ἀπόστολοι καὶ εὐαγγελισταὶ, πλεῖστοί τε ἄλλοι τῶν ἐκ περιτομῆς εἰς αὐτὸν πεπιστευκότων, περὶ ὧν φησιν ὁ ἀπόστολος οὕτω καὶ νῦν λεῖμμα κατ ἐκλογὴν χάριτος γέγονε
While those others suffered these things on account of their unbelief, there were those who recognized their own Redeemer, and became his own -- his disciples, apostles, and evangelists, and a great many others of the circumcision who had believed in him -- concerning whom the Apostle says: 'So too at the present time there has come to be a remnant, according to the election of grace.'
當那些人因自己的不信而遭受這些事之時,卻另有一些人認出了自己的救贖者,成為屬他的人——即他的門徒、使徒和福音傳道者,以及其他許多出於割禮而信了他的人;使徒論到這些人正是這樣說:『如今也是這樣,照著恩典的揀選,還有剩下的餘數。』
6:18.14
καὶ τὸ εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοι ώθημεν· τῆς νενοημένης ἡμῖν κατὰ διάνοιαν πολιορκίας ἄπειροι διεφυλάχθησαν οὐ μόνον, ἀλλὰ καὶ τῆς πρὸς λέξιν ἀποδοθείσης. οἶ γοῦν ἀπόστολοι καὶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν, καὶ πάντες οἱ ἐξ Ἰουδαίων εἰς αὐτὸν πεπιστευκότες, μακρὰν τῆς Ἰουδαίας γῆς γενόμενοι, καὶ τοῖς λοιποῖς ἔθνεσιν ἐπισπαρέντες, τὸν κατὰ τῶν οἰκούντων τὴν πόλιν ὄλεθρον διαδρᾶναι τότε ἠδυνήθησαν
And there is also the saying, 'Unless the Lord of Sabaoth had left us a seed, we would have become as Sodom, and would have been made like Gomorrah.' Such were preserved untouched, not only by the siege understood by us in a spiritual sense, but also by the one fulfilled literally. For the apostles and disciples of our Savior, and all who from among the Jews had believed in him, having gone far from the land of Judea and being scattered abroad among the rest of the nations, were then able to escape the destruction that came upon the inhabitants of the city.
另有一句說:『若不是萬軍之主給我們存留餘種,我們早已像所多瑪,也早已如蛾摩拉一般。』這些人不僅未被我們就其屬靈意義所理解的圍困所觸及,也未受那按字面應驗的圍困所害。因為我們救主的使徒和門徒,以及一切出於猶太、信了他的人,當時已遠離猶太之地,分散於其餘各邦之中,因而得以逃脫那臨到耶路撒冷居民的毀滅。
6:18.15
καὶ τοῦτο δὲ ἡ προφητεία προλαβοῦσα ἐθέσπισε δι ὧν ἔφησεν οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν. οἷς ἑξῆς ἐπιλέγει καὶ ἐξελεύσεται κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου
And this too the prophecy foretold in advance, when it declared: "But the remnant of my people shall by no means be utterly destroyed." To this it adds next: "And the Lord shall go forth and shall array himself for battle against those nations, as is his day of battle array in the day of war."
而這一點,預言也早已預先宣告,就是它所說的:「我百姓的餘民必不致滅絕。」隨後它接著說:「耶和華必出去,在那些外邦人中間列陣爭戰,正如祂爭戰的日子、打仗的日子一樣。」
6:18.16
ἐν ποίοις δὲ ἔθνεσι κύριος παρατάξεται ἢ ἐν τοῖς τὴν Ἱερουσαλὴμ πολιορκήσουσι; δηλοῖ δὲ ὁ λόγος αὐτὸν τὸν κύριον συμμαχήσειν τοῖς πολιορκοῦσιν, ἐν αὐτοῖς ὄντα καὶ σὺν αὐτοῖς παραταττόμενον, ὥσπερ τινὰ στρατηγὸν καὶ ὑπέρμαχον αὐτῶν κατὰ τῆς Ἱερουσαλὴμ στρατευόμενον
But against which nations shall the Lord array himself, if not against those who shall besiege Jerusalem? The text shows that the Lord himself will fight on the side of the besiegers, being among them and arraying himself together with them, as though some commander and champion campaigning on their behalf against Jerusalem.
那麼,耶和華究竟是在哪些外邦人中間列陣爭戰呢?豈不就是在那些將要圍攻耶路撒冷的人當中嗎?這段經文顯明,主自己將要與圍城者同盟作戰,置身於他們之中,與他們一同列陣,彷彿是某位將領和護衛者,率軍出征攻打耶路撒冷。
6:18.17
οὐ γάρ φησιν ὁ λόγος τὸν κύριον κατὰ τῶν ἐθνῶν παρατάξεσθαι. τίσιν δὲ καὶ κατὰ τίνων; κατὰ τῆς Ἱερουσαλὴμ καὶ τῶν οἰκητόρων αὐτῆς, περὶ ὧν ἦν ὁ λόγος. τὸ δὲ καὶ στήσονται οἶ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ, ἐξ ἀνατολῶν τί ἕτερον δηλοῖ ἢ κυρίου τοῦ θεοῦ, αὐτοῦ δὴ τοὐ θεοῦ λόγου, τὴν ἐπὶ τῆς ἐκκλησίας αὐτοῦ στάσιν τε καὶ βεβαίωσιν, ἣν ὅρος ἐλαιῶν ἐπὶ τοῦ παρόντος κατὰ τρόπον ἀλληγορίας ὀνομάζει
For the text does not say that the Lord will array himself against the nations. Then with whom, and against whom? Against Jerusalem and its inhabitants, of whom the text was speaking. And the words, "And his feet shall stand in that day upon the Mount of Olives, which is before Jerusalem, from the east," — what else do they show but the standing and establishment of the Lord God — that is, of the Word of God himself — upon his church, which he here names, in the manner of allegory, "the Mount of Olives"?
因為經文並不是說耶和華要與外邦人列陣爭戰。那麼究竟是與誰同盟、又攻擊誰呢?乃是攻擊耶路撒冷和其中的居民,這正是經文一直在論述的對象。至於「當那日,祂的腳必站在耶路撒冷前面的橄欖山上,從東方而立」這句話,除了顯明主神——也就是神的道本身——在祂的教會上所立定、所堅固的地位之外,還能指什麼呢?這裡祂以寓意的方式,將這教會稱為「橄欖山」。
6:18.18
ὡς γὰρ ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ, καὶ ἦν ἀμπελὼν κυρίου Σαβαὼθ ἀλληγορικῶς ὁ οἶκος τοῦ Ἰσραὴλ, καὶ ἄμπελος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον, οὕτω δὴ κατὰ τὴν αὐτὴν θεωρίαν εἴποις ἂν ὅτι δὴ καὶ ἐλαιὼν ἐγενήθη τῷ δεσπότῃ ἡ ἐξ ἐθνῶν ἐκκλησία αὐτοῦ, ἣν πάλαι ἀγριέλαιον οὖσαν κατεφύτευσεν, ἐγκεντρίσας ἐπὶ τὰς ἀποστολικὰς τῆς καλλιελαίου ῥίζας μετὰ τὴν τῶν προτέρων κλάδων ἐκτομὴν, ὥσπερ οὖν ὁ ἀπόστολος παιδεύει καὶ κατεφύτευσέ γε αὐτὴν ὁ κύριος ἑαυτῷ, μονονουχὶ διὰ τῆς προφητείας τείας λέγων ἐλαίαν ἐλαίαν ὡραίαν εὔσκιον ἐκάλεσε κύριος τὸ ὄνομά σου
For just as a vineyard came to be for the beloved one, and, allegorically, the house of Israel was "the vineyard of the Lord of Sabaoth," and "the vine of Judah his newly-planted, beloved plant," so too, according to the same manner of contemplation, one might say that his church gathered from the nations became an olive orchard for the Master — an orchard which, though formerly a wild olive tree, he planted, grafting it onto the apostolic roots of the good olive tree after the cutting-off of the former branches, just as the Apostle teaches; and the Lord planted it for himself, all but saying through the prophecy: "A fair, leafy olive tree — the Lord called your name."
正如「葡萄園」是為那蒙愛者所造,寓意上「以色列家」就是「萬軍之耶和華的葡萄園」,「猶大的葡萄樹」則是那「新栽的、蒙愛的樹苗」;照著同樣的默觀方式,我們也可以說,祂那從外邦人中招聚而來的教會,成了主人的一片橄欖園——這園子原本是野橄欖,主親自栽種,將它接在那結好果子的橄欖樹的使徒根基上,是在砍去先前的枝子之後接上的,正如使徒所教導的那樣;主親自為自己栽種了這園子,幾乎是藉著預言說:「美麗、多蔭的橄欖樹啊,耶和華已稱你的名。」
6:18.19
ἐπεὶ γὰρ ὁ πρῶτος ἀμπελὼν δέον ποιήσαι σταφυλὴν ἐποίησεν ἀκάνθας, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγὴν, εἰκότως ὡς ἂν ἀκάρπου αὐτοῦ καθελὼν ὁ θεὸς τὸν φραγμὸν αὐτοῦ καὶ τὸν τοῖχον αὐτοῦ, παραδούς τε αὐτὸν τοῖς ἐχθροῖς εἰς διαρπαγὴν καὶ καταπάτησιν, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν, ἕτερον αὐτὸς ἑαυτῷ ἀγρὸν συνεστήσατο, τὸν ἐπὶ τοῦ παρόντος ἐλαιῶνα ὀνομαζόμενον, ἅτε τοῦ ἐκ θεοῦ ἐλέους τετυχηκότα, καὶ πρὸς τοῦ Χριστοῦ καταφυτευθέντα ἀειθαλέσι φυτοῖς, τοῦτ ἔστι ψυχαῖς ἁγίαις καὶ φωτὸς θρεπτικαῖς, οἵαις τε λέγειν ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ
For since the first vineyard, when it ought to have produced grapes, produced thorns, and instead of righteousness produced an outcry, God fittingly, since it was fruitless, tore down its fence and its wall, and handed it over to enemies for plunder and trampling, according to the prophecy of Isaiah; and he himself established for himself another field, called on the present occasion "the olive orchard," inasmuch as it has obtained mercy from God and has been planted by Christ with evergreen plants — that is, with holy souls nourished on light, of the sort of which one might say, "But I am like a fruitful olive tree in the house of God."
因為那第一個葡萄園,本應結出葡萄,卻結出了荊棘,不出公義,反倒發出哀號,於是神理所當然地,因它不結果子,就拆毀了它的籬笆和牆垣,把它交給仇敵去搶奪踐踏,正如以賽亞的預言所說。而祂自己則為自己另立了一片田地,就是此處所稱的「橄欖園」,因為這園子已蒙神的憐憫,且由基督親手栽種了常青的植物,就是聖潔的、以光為養分的靈魂,正如經上有人可以這樣說:「我卻像神殿中結果子的橄欖樹。」
6:18.20
τοῦτο δὲ τὸ τῶν ἐλαιῶν ὄρος κατέναντι τῆς Ἱερουσαλὴμ εἶναι λέλεκται, ἐπειδήπερ ἀντὶ τῆς παλαιᾶς ἐπιγείου Ἱερουσαλὴμ καὶ τῆς ἐν αὐτῇ θρησκείας συνέστη τῷ θεῷ μετὰ τὴν τῆς Ἱερουσαλὴμ καθαίρεσιν. φήσας γοῦν ἀνωτέρω ὁ λόγος περὶ τῆς Ἱερουσαλὴμ ὡς ἀλώσεται ἡ πόλις, καὶ τὰ ἐχθρὰ καὶ πολέμια ἔθνη συναχθήσεται ἐπ αὐτὴν, καὶ διαμερισθήσεται τὰ σκῦλα αὐτῆς, εἰκότως οὐκ ἐπὶ Ἱερουσαλὴμ τοὺς πόδας τοῦ κυρίου στήσεσθαί φησι
Now this Mount of Olives is said to be opposite Jerusalem, because it was established for God in place of the old earthly Jerusalem and the worship performed in it, after Jerusalem's destruction. Having said above concerning Jerusalem that the city would be taken, and that the hostile and warring nations would be gathered against it, and its spoils divided, the text fittingly does not say that the Lord's feet would stand upon Jerusalem itself.
這橄欖山之所以被稱為「在耶路撒冷對面」,是因為在耶路撒冷被毀之後,它取代了那古老的地上耶路撒冷及其中所行的敬拜,而為神所建立。經文在上文論及耶路撒冷時,既已說這城將被攻陷,敵對爭戰的外邦人必聚集攻擊它,它的擄物必被瓜分,那麼理所當然地,經文並不是說主的腳將站立在耶路撒冷之上。
6:18.21
πῶς γὰρ καὶ οἷόν τε ἦν ἅπαξ καθῃρημένης; μεταβάντων δὲ ἐξ αὐτῆς ἐπὶ τὸ ἄντικρυς τῆς Ἱερουσαλὴμ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἐνταῦθα στήσεσθαι διδάσκει. τοῦτο δὲ καὶ ὁ προφήτης Ἰεζεκιὴλ τῷ θείῳ πνεύματι προλαβὼν θεωρεῖ
For how, indeed, could that be, once the city had been utterly destroyed? Rather, the text teaches that, when they had removed from it to the mountain opposite Jerusalem called "of the Olives," it was there that they would stand. This also the prophet Ezekiel, by the divine Spirit, foresaw and beheld in advance.
因為既然這城已經一次徹底被毀,這又怎麼可能呢?經文所教導的,是他們從那城遷移到耶路撒冷對面那座名為「橄欖山」的山上,就在那裡站立。這事,先知以西結也曾藉著神的靈預先看見。
6:18.22
λέγει δὴ οὖν καὶ ἐξήγειρε τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἶ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα θεοῦ Ἰσραὴλ ἦν ἐπ αὐτοῖς ὑπεράνω αὐτῶν, καὶ ἀνέβη ἡ δόξα κυρίου ἐκ μέσου τῆς πόλεως, καὶ ἔστη ἐπὶ τοῦ ὅρους ὃ ἦν ἀπέναντι τῆς πόλεως
He says, then: "And the Cherubim lifted up their wings, and the wheels were beside them, and the glory of the God of Israel was upon them, above them; and the glory of the Lord went up from the midst of the city, and stood upon the mountain that was opposite the city."
他這樣說道:「基路伯就展開牠們的翅膀,輪子也在牠們旁邊,以色列神的榮耀在牠們之上,臨在牠們之上;耶和華的榮耀從城中上升,停在城對面的山上。」
6:18.23
ὅπερ ἐστὶ καὶ ἄλλως πρὸς λέξιν ὁρᾶν πεπληρωμένον εἰσέτι καὶ σήμερον, τῶν εἰς Χριστὸν πεπιστευκότων ἁπάντων πανταχόθεν γῆς συντρεχόντων, οὐχ ὡς πάλαι τῆς κατὰ τὴν Ἱερουσαλὴμ ἀγλαίας ἕνεκα, οὐδ ὥστε προσκυνῆσαι ἐν τῷ πάλαι συνεστῶτι ἐπὶ τῆς Ἱερουσαλὴμ ἁγιάσματι, καταλύειν δὲ ἕνεκεν ἱστορίας τε ὁμοῦ τῆς κατὰ τὴν προφητείαν ἁλώσεως καὶ ἐρημίας τῆς Ἱερουσαλὴμ, καὶ τῆς ἔπι τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ προσκυνήσεως, ἔνθα ἡ δόξα κυρίου μετέστη καταλείψασα τὴν προτέραν πόλιν. ἔστησαν δὲ ἀληθῶς καὶ κατὰ τὴν πρόχειρον καὶ ῥητὴν διήγησιν οἷ πόδες τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ τοῦ θεοῦ λόγου, δι οὗ ἀνείληφεν ἀνθρωπείου σκήνους ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν πρὸς τῷ αὐτόθι δεικνυμένῳ σπηλαίῳ, εὐξαμένου τε καὶ τοῖς ἑαυτοῦ μαθηταῖς ἐπὶ τῆς ἀχρωρείας τοῦ τῶν ἐλαιῶν ὄρους τὰ περὶ τῆς συντελείας μυστήρια παραδεδωκότος, ἐντεῦθέν τε τὴν εἰς πὐραωοὺς ἄνοδον πεποιημένου, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων διδάσκει φάσκων ὅτι δὴ ἐν τῷ τῶν ἐλαιῶν ὄρει συμπαρόντων αὐτῷ τῶν ἀποστόλων ̔βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν
This can also be seen fulfilled, even to this day, in another and literal sense: all who have believed in Christ, from every part of the earth, run together — not, as of old, for the sake of the splendour connected with Jerusalem, nor in order to worship at the sanctuary that once stood upon Jerusalem, but in order to lodge there for the sake, at once, of the history of the capture and desolation of Jerusalem according to the prophecy, and of worship upon the Mount of Olives opposite Jerusalem, where the glory of the Lord removed, having left the former city. And in truth, according to the plain and literal narrative also, the feet of the Lord and our Saviour — that is, of the Word of God himself, through whom he assumed the human tabernacle — stood upon the Mount of Olives, by the cave that is shown there; and there he prayed, and to his own disciples, on the slope of the Mount of Olives, he delivered the mysteries concerning the consummation; and from there he made his ascent into the heavens, as Luke teaches in the Acts of the Apostles, saying that, on the Mount of Olives, with the apostles present with him, "while they were looking on, he was taken up, and a cloud received him out of their sight."
這一點,也可以照另一種、更貼近字面的方式,看到直到今天仍在應驗:凡信基督的人,從地上各處奔湊而來,並不像從前那樣是為了耶路撒冷的榮華,也不是為了在昔日立於耶路撒冷的聖所敬拜,而是為了同時紀念這段照著預言而發生的耶路撒冷被攻陷、荒涼的史事,並在耶路撒冷對面的橄欖山上敬拜,因為主的榮耀正是從那裡遷移而去、離開了那先前的城。事實上,照著最直接、最字面的記述,我們的主和救主的腳——也就是祂所披戴人性帳幕的那位神的道本身——確實曾站立在橄欖山上,靠近那裡所指示的一個洞穴;祂也曾在橄欖山的山坡上向自己的門徒禱告,並將有關末世的奧祕傳授給他們;祂也是從那裡升上諸天的,正如路加在《使徒行傳》中所教導的,說:在橄欖山上,眾使徒與祂同在,「他們正看的時候,祂被取上升,有一朵雲彩把祂接去,便看不見祂了」。
6:18.24
καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆσι λευκαῖς οἱ καὶ εἶπον, ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν
"And as they were gazing into heaven as he went, behold, two men stood by them in white garments, who also said, 'Men of Galilee, why do you stand looking into heaven? This Jesus, who was taken up from you into heaven, will come in the same way as you saw him going into heaven.'"
「他們正定睛望天,看祂上升的時候,忽然有兩個人身穿白衣,站在旁邊,說:『加利利人哪,你們為什麼站著望天呢?這位離開你們被接升天的耶穌,你們見祂怎樣往天上去,祂還要怎樣來。』」
6:18.25
οἶς ἐπιφέρει λέγων τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστι κατέναντι Ἱερουσαλὴμ
To this he adds, saying: "Then they returned to Jerusalem from the mount called Olivet, which is opposite Jerusalem."
接著他又補充說:「於是,他們從那名叫橄欖山的地方回耶路撒冷去,那山正在耶路撒冷對面。」
6:18.26
ἔστι μὲν οὖν καὶ πρὸς λέξιν κατέναντι Ἱερουσαλὴμ καὶ ἐξ ἀνατολῶν αὐτῆς τὸ δηλούμενον τῶν ἐλαιῶν ὄρος. πλὴν ἀλλὰ κατὰ τὴν διάνοιαν ἡ ἁγία Χριστοῦ ἐκκλησία, καὶ τὸ ὄρος ἐφ ᾧ τεθεμελίωται, περὶ οὑ διδάσκει λέγων ὁ σωτὴρ οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη, ἀντὶ τῆς πεσούσης καὶ μὴ ἐγερθείσης Ἱερουσαλὴμ ἀνεγερθεῖσα, καὶ τῶν ποδῶν τοῦ κυρίου καταξιωθεῖσα, οὐ μόνον κατέναντί ἐστιν Ἱερουσαλὴμ, ἀλλὰ καὶ ἐξ ἀνατολῶν αὐτῆς, προσλαβοῦσα τὰς αὐγὰς τοῦ τῆς θεοσεβείας φωτὸς, καὶ πολὺ προτέρα τῆς Ἱερουσαλὴμ γενομένη, αὐτῷ τε πλησιάσασα τῷ τῆς δικαιοσύνης ἡλίῳ, περὶ οὗ λέλεκται τοῖς τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης
So then, according to the literal sense, the Mount of Olives indicated is indeed opposite Jerusalem and to its east. But in a deeper sense, the holy church of Christ — and the mountain on which it has been founded, concerning which the Saviour teaches, saying, "A city set upon a mountain cannot be hidden" — having been raised up in place of Jerusalem, which fell and was not raised, and having been counted worthy of the Lord's feet, is not only opposite Jerusalem but also to its east, having received the rays of the light of true religion, and having come to be far earlier than Jerusalem, and having drawn near to the very Sun of Righteousness himself, concerning whom it has been said: "But unto you that fear me shall the sun of righteousness arise."
那麼,照字面而言,這裡所指的橄欖山確實是在耶路撒冷對面、位於其東方。然而照著更深的意涵,基督的聖教會——以及她所奠基其上的那座山,救主曾論及此山教導說:「城造在山上,是不能隱藏的」——這教會取代了那傾倒而不得再起的耶路撒冷被重新建立起來,且蒙主的腳所眷顧,不僅在耶路撒冷對面,也在其東方,因為她領受了敬虔之光的光輝,且遠早於耶路撒冷而存在,並且親近那公義的太陽本身,論到這太陽,經上曾說:「但向敬畏我名的人,必有公義的日頭升起。」
6:18.27
Εἰ δὲ λέγοι τὸ ἑξῆς ὅτι σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ αὐτοῦ πρὸς τὸν βορρᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον, δύναται μὲν τὴν καθ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἐξάπλωσιν τῆς ἐκκλησίας σημαίνειν, ἐπεὶ καὶ ἀνατολὰς ἡλίου, αὐτά τε τὰ ἑῷα καὶ ἀνατολικὰ ἔθνη πεπλήρωκεν, διατείνει δὲ καὶ ἐπὶ τὴν δυτικὴν θάλασσαν τάς τε ἐν αὐτῇ νήσους· οὐ μὴν ἀλλ ἔφθακε κατά τε νότον καὶ μεσημβρίαν, κατά τε βορρᾶν καὶ ἄρκτον
But if the text goes on to say that "the Mount of Olives shall be split, half of it toward the east and the sea, a very great chasm, and half of it shall lean toward the north, and half of it toward the south," this may signify the spreading-out of the church over the whole inhabited world of mankind, since it has filled both the regions of the sunrise, that is, the eastern and orient nations, and stretches also to the western sea and the islands in it; and indeed it has reached as far as the south and the noonday regions, and as far as the north and the Bear.
若經文接著說:「橄欖山必分裂,其半向東、向海,成為一個極大的深谷,其半必向北傾斜,其半必向南」,這句話可以指全人類世界中教會的擴展,因為她既已充滿了日出之地,就是東方各族,也延伸到西方的海及其中的海島;不僅如此,她也已達到南方和正午之地,並北方和北極之地。
6:18.28
πάντη γὰρ καὶ πανταχοῦ ὁ σημαινόμενος τροπικῶς τοῦ κυρίου ἐλαιὼν ἡ ἐκκλησία αὐτοῦ καταπεφύτευται. δύναται δὲ καὶ κατὰ διάνοιαν τὰ ἐπὶ τῆς τοῦ Χριστοῦ ἐκκλησίας γενόμενά τε καὶ εἰσέτι νῦν γινόμενα σχίσματα καὶ τὰς αἱρέσεις τάς τε ἠθικὰς κατὰ τὸν βίον ἀπόπτως εἰς αἰνίττεσθαι σχισθέντα· φησὶ γὰρ τὸ ὄρος διαστήσεσθαι, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς τὸν βορρᾶν καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον, ὡς εἰς τέσσαρα μέρη διαιρεῖσθαι, δύο μὲν τὰ σεμνότερα καὶ κρείττω, δύο δὲ τὰ ἐναντία
For everywhere and in every place the olive orchard of the Lord signified figuratively — his church — has been planted. But it can also, in a deeper sense, hint at the schisms and heresies that have occurred, and are still occurring, within the church of Christ, as well as at the moral failings distant from right conduct in life, understood as things split off; for it says the mountain shall be divided, half of it toward the east and half of it toward the sea, a very great chasm, and half of the mountain shall lean toward the north and half of it toward the south, so as to be divided into four parts — two the more dignified and better, and two the opposite.
因為主那以比喻方式所指的橄欖園——祂的教會——已在各處、遍地被栽種了。但這段經文也可以在深層意義上,暗指基督教會中已經發生、且現今仍在發生的分裂與異端,以及那些在生活上遠離正道的道德敗行,被理解為「分裂出去」之事;因為經文說這山要分裂,其半向東,其半向海,成為一個極大的深谷,這山的半邊要向北傾斜,半邊向南,如此分成四部分——兩部分較尊貴、較優越,另兩部分則相反。
6:18.29
καὶ ὅρα μή ποτε διὰ τούτων τὸ μὲν πρὸς ἀνατολὰς καὶ πρὸς νότον δύο τάγματα σημαίνει τῶν τῆς κατὰ θεὸν προκοπῆς ἐπειλημμένων, ἕν μὲν τῶν ἐν γνώσει καὶ λόγῳ καὶ τοῖς λοιποῖς τοῦ θείου πνεύματος χαρίσμασι τελειουμένων, θάτερον δὲ τῶν διὰ βίου κατορθούντων, ἐν ἐκλογαῖς γε μὴν διατριβόντων
And observe whether by these the parts toward the east and toward the south do not signify two orders of those who have laid hold of progress in godliness: the one, of those brought to perfection in knowledge and reason and the remaining gifts of the divine Spirit; the other, of those who succeed through right living, though they remain among the chosen.
且請留意,這裡向東與向南的兩部分,是否正是指那些在敬虔上有長進之人的兩種等次:一種是那些在知識、道理及聖靈其餘恩賜上臻於完全的人,另一種則是那些憑生活行事端正的人,儘管他們仍然身處蒙揀選之列。
6:18.30
τὰ δὲ λοιπὰ δύο μέρη τῶν προτέρων διῃρημένα εἴη ἂν, τὸ κατὰ θάλασσαν καὶ πρὸς βορρᾶν, ἀμφότερα πρὸς τῇ κακίᾳ σημαινόμενα. ἀπὸ ἀπὸ προσώπου γὰρ (φησὶ) βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν· ὅ τε δράκων ἐπὶ τῆς θαλάσσης ποιεῖσθαι τὰς διατριβὰς λέγεται
The remaining two parts would be distinguished from the former, namely, that toward the sea and toward the north, both signifying what pertains to evil. For it says, "From the face of the north evils shall be kindled against all who dwell upon the earth"; and the dragon is said to make his abode by the sea.
至於其餘的兩部分,則與前兩者有別,就是向海與向北的部分,這兩部分都指與惡有關之事。因為經上說:「禍患必從北方燒起,臨到地上一切居民」;而龍則被稱為是在海上棲居的。
6:18.31
ὥστε εἰκότως κἀνταῦθα τῶν ἀπὸ τῆς ἐκκλησίας ἀποπιπτόντων δύο πάλιν δηλοῦσθαι τρόπους, τόν τε κατὰ τὸ ἦθος ἁμαρτάνοντα καὶ τὸν τῆς ὑγιοῦς καὶ ὀρθοδόξου γνώσεως ἐξολισθαίνοντα, ὡς εἶναι ταύτας τοῦ δηλουμένου τοῦ ἐλαιῶνος ὄρους τὰς ὑπὸ τῆς προφητείας αἰνιττομένας διαστάσεις
So that here too, fittingly, two ways are again shown of those who fall away from the church: the one who sins in his moral conduct, and the one who slips away from sound and orthodox knowledge — these being the divisions of the aforesaid Mount of Olives that the prophecy hints at.
因此,這裡也理所當然地又顯明了那些從教會墮落之人的兩種型態:一種是在品行上犯罪的人,另一種則是從健全、正統的知識上滑落的人——這正是預言所暗指的、那所論及橄欖山之分裂的意涵。
6:18.32
Τούτοις ἑξῆς ἐπιλέγεται καὶ καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἴως Ἀσαήλ. καὶ ἐμφραχθήσεται, ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα. κοιλὰς δὲ ἐν τούτοις τῶν ὀρέων τοῦ θεοῦ τίς ἂν εἴη ἢ ἡ κατὰ τὸν Μώσεως νόμον ἐν τῇ Ἱερουσαλὴμ πάλαι πρότερον συντελουμένη σωματικὴ καὶ Ἰουδαικὴ θρησκεία, ἣ ἀποκλεισθήσεσθαι ὥσπερ ἀποφραχθεῖσαν ὁ παρὼν λόγος θεσπίζει φάσκων καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἴως Ἀσαὴλ, καὶ ἐμφραχθήσεται
Next after these it is added: "And the valley of my mountains shall be stopped up, and the ravine of the mountains shall cleave together as far as Azal; and it shall be stopped up in the manner in which it was stopped up before the earthquake in the days of Uzziah king of Judah." Now what could "the valley of the mountains of God" here be but the bodily and Jewish religion, formerly performed of old in Jerusalem according to the law of Moses — which the present text foretells will be shut up, as though closed off, saying: "And the valley of my mountains shall be stopped up, and the ravine of the mountains shall cleave together as far as Azal, and it shall be stopped up"?
緊接著這些話,經文又說:「我山的谷必被塞住,山間的深谷必連在一起,直到亞薩黑;這谷必被塞住,正如猶大王烏西雅年間因地震而被塞住一樣。」那麼,這裡所說的「神眾山的谷」,除了那按摩西律法在古時耶路撒冷所行的、屬肉體的猶太宗教之外,還能指什麼呢?這段經文預言這宗教將要被封閉、彷彿被堵塞一般,說:「我山的谷必被塞住,山間的深谷必連在一起,直到亞薩黑,這谷必被塞住。」
6:18.33
ἀνθ ὧν ὁ Σύμμαχος πεποίηκε καὶ ἐμφραχθήσεται ἡ φάραγξ τῶν ὀρέων μου, καὶ ἔτι ἐγγιεῖ ἡ φάραγξ τῶν ὀρέων πρὸς τὸ παρακείμενον, καὶ ἐμφραχθήσεται; δι ὧν παρίστησι τὸ αἴτιον τῆς ἐμφραχθείσης φάραγγος. τί δὲ ἦν τοῦτο ἀλλ ἢ τὸ ἐγγίσαι αὐτὴν καὶ πλησιάσαι τῷ παρακειμένῳ αὐτῇ; τοῦτο δὲ ἦν τὸ τοῦ κυρίου ὅρος τὸ τῶν ἐλαιῶν προωνομασμένον, ὅπερ Ἀσαὴλ ὠνόμασται παρὰ τοῖς ἑβδομήκοντα
In place of these words Symmachus has rendered: "And the ravine of my mountains shall be stopped up, and the ravine of the mountains shall further draw near to what lies beside it, and it shall be stopped up" — by which he sets forth the cause of the ravine's being stopped up. And what was this but its drawing near and approaching what lay beside it? And this was the Lord's mountain, already named "of the Olives," which is called "Azal" by the Seventy.
對於這幾句經文,敘馬庫斯(Symmachus)則譯作:「我山的深谷必被塞住,山間的深谷還要靠近其鄰近之物,並要被塞住」——藉此他點明了這深谷被塞住的緣由。這緣由豈不正是它靠近、接近了那與它相鄰之物嗎?而這相鄰之物,正是前文已提及的主的山,即橄欖山,七十士譯本則稱之為「亞薩黑」。
6:18.34
δηλοῖ δὲ τοῦτο κατὰ τὴν Ἑβραίων φωνὴν ποίησιν θεοῦ. οὕτω δὲ, φησὶν, ἡ παλαιὰ φάραγξ πλησιάσασα τῷ ὄρει καὶ τῇ Χριστοῦ ἐκκλησίᾳ τῷ τε ποιήματι θεοῦ ἐμφραχθήσεται καὶ ἀποκλεισθήσεται, ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα
And this, in the Hebrew tongue, signifies "the work of God." Thus, he says, the old ravine, having drawn near to the mountain and to the church of Christ, that is, to the work of God, shall be stopped up and shut off, in the manner in which it was stopped up before the earthquake in the days of Uzziah king of Judah.
而這名字,按希伯來語的意思,即為「神的作為」。經文說,這古舊的深谷,既已靠近了那山,也就是基督的教會,即神的作為,就要被塞住、被封閉,正如猶大王烏西雅年間因地震而被塞住的方式一樣。
6:18.35
ζητῶν δὲ παρ ἐμαυτῷ καὶ τὰς θείας περιιὼν γραφὰς, εἴ ποτε ἐν ταῖς ἡμέραις Ὀζίου ἡ ἐνταῦθα δηλουμένη φάραγξ ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ, ἐν μὲν ταῖς τῶν Βασιλειῶν ἱστορίαις οὐδὲν ηὕρισκον· οὐδὲ γὰρ σωματικῶς κατ αὐτὸν σεισμὸς γεγονὼς, οὔτε τι τοιοῦτο περὶ φάραγγος ἐν αὐταῖς εἰρημένον ἀναγέγραπται
Now, inquiring within myself and searching through the divine Scriptures whether the ravine here indicated was ever stopped up in the days of Uzziah by reason of the earthquake, I found nothing in the histories of the Kingdoms; for neither is any physical earthquake recorded as having occurred in his time, nor is anything of the kind said or written concerning a ravine in them.
我自己曾探索,也遍查神聖經卷,想查明這裡所指的深谷是否確曾在烏西雅年間因地震而被塞住,然而在《列王紀》的史事中卻一無所獲;因為那裡既未記載他在位時發生過任何實際的地震,也沒有任何關於這深谷的相關記述。
6:18.36
ἱστορεῖταί γε μὴν Ὀζίας ἐν ἀρχαῖς δίκαιος γεγονέναι, εἶτα διαβέβληται ὡς ἐπαρθεὶς τῇ διανοίᾳ, καὶ δι αὑτοῦ θῦσαι τῷ θεῷ τολμήσας, διὸ καὶ λέπραν αὐτῷ κατὰ τοῦ προσώπου ἀνθῆσαι. τοῦτο μὲν οὖν ἡ βίβλος τῶν Βασιλειῶν παρίστησιν· ὁ δέ γε Ἰώσηπος καὶ τὰς ἔξωθεν Ἰουδαι·κὰς δευτερώσεις ἀπηκριβωκὼς, ἅτε Ἑβραῖος ἐξ Ἑβραίων τυγχάνων, ἐπάκουσον οἷα γενέσθαι κατὰ τοὺς αὐτοῦ δηλοῖ χρόνους, λέγων ὡς ἄρα κατεπειγόντων τὸν Ὀζίαν τῶν ἱερέων ἐξιέναι τοῦ ἱεροῦ, καὶ μὴ παρανομεῖν εἰς τὸν θεὸν, ὀργισθεὶς ἠπείλησεν αὐτοῖς θάνατον, εἰ μὴ τὴν ἡσυχίαν ἄξουσιν
It is indeed recorded that Uzziah was righteous in his early years, but was later denounced as having been lifted up in mind, and as having dared to offer sacrifice to God by himself — for which reason leprosy also broke out upon his face. This, then, is what the book of Kingdoms records. But Josephus, who has also accurately examined the outside Jewish traditions, being himself a Hebrew of Hebrews, gives us to hear what he tells occurred in his time; he says that, as the priests urged Uzziah to go out of the temple and not to transgress against God, he became angry and threatened them with death if they would not keep quiet.
史書確實記載,烏西雅在位初年是行公義的,然而後來卻被指責為心高氣傲,竟擅自僭越向神獻祭,因此麻風就從他臉上發出。這是《列王紀》所記載的。但約瑟夫斯(Josephus)——他既是希伯來人中的希伯來人,也深入考察了猶太人在正典之外的傳統——則讓我們聽聞在他所處的時代究竟發生了何事,他說:當祭司們催逼烏西雅離開聖殿、不可干犯神的時候,烏西雅發怒,威嚇他們說,若不安靜,就要處死他們。
6:18.37
μεταξὺ δὲ σεισμὸς ἐκλόνησε τὴν γῆν, καὶ διαστάντος τοῦ ναοῦ φέγγος λαμπρὸν ἐξέλαμψεν, καὶ τῇ τοῦ βασιλέως ὄψει προσέπεσεν, ὡς τῷ μὲν εὐθέως λέπραν ἐπιδραμεῖν, πρὸ δὲ τῆς πόλεως πρὸς τῇ καλουμένῃ Ἐρωγῇ τοῦ ὄρους ἀπορραγῆναι τὸ ἥμισυ τοῦ κατὰ τὴν δύσιν, καὶ κυλισθὲν τέσσαρας σταδίους ἐπὶ τὸ ἀνατολικὸν ὄρος στῆναι, ὡς τάς τε παρόδους ἐμφραχθῆναι καὶ τοὺς παρακείσους τοὺς βασιλικούς
But in the meantime an earthquake shook the earth, and, the temple having been split apart, a bright radiance shone forth and fell upon the king's face, so that leprosy at once ran over him; and before the city, at the place called "Eroge," the western half of the mountain broke off, and, having rolled four furlongs, came to rest against the eastern mountain, so that the roads were blocked, as were the royal gardens.
就在此時,忽然地震撼動了大地,聖殿隨即裂開,一道明亮的光輝閃射而出,落在王的臉上,麻風立時蔓延他全身;而在城前,靠近名叫「以羅該」的地方,那山的西半部斷裂崩落,滾動了四斯塔迪(stadia),最後停靠在東邊的山上,以致道路與王家園囿都被堵塞。
6:18.38
ταῦτά μοι ἀπὸ τοῦ συγγράμματος τῆς Ἰωσήπου Ἰουδαι·κῆς ἀρχαιολογίας κείσθω. καὶ ἐν τῷ προφήτῃ δὲ Ἀμὼς εὗρον κατ ἀρχὰς τῆς προφητείας αὐτοῦ ὡς ὅτι ἤρξατο προφητεύειν ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα πρὸ δύο ἐτῶν τοὐ σεισμοῦ. ποίου δὲ σεισμοῦ οὐκέτι σαφῶς ἐπιλέγει
Let this stand, from me, as taken from Josephus's treatise, the Jewish Antiquities. And in the prophet Amos I also found, at the beginning of his prophecy, that he began to prophesy in the days of Uzziah king of Judah, two years before the earthquake — though he does not go on to say clearly which earthquake.
以上這些內容,就讓我引自約瑟夫斯的著作《猶太古史》為據吧。而在先知阿摩司書中,我也發現在他預言的開頭,記載他是在猶大王烏西雅在位期間、地震前二年開始說預言的——只是他並未明確說明是哪一次地震。
6:18.39
οἶμαι δὲ τὸν αὐτὸν προφήτην προιόντα τὸν σεισμὸν ὑπογράφειν ἐν οἷς φησιν εἶδον τὸν κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπε, πάταξον ἐπὶ τὸ θυσιαστήριον, σιαστήριον, καὶ σεισθήσεται τὰ πρόπυλα, καὶ διάκοψον εἰς κεφαλὰς πάντων, καὶ τοὺς καταλοίπους αὐτῆς ἐν ῥομφαίᾳ ἀποκτενῶ
I think that this same prophet, further on, describes this earthquake, in the passage where he says: "I saw the Lord standing upon the altar, and he said, 'Strike upon the altar, the altar, and the porches shall be shaken; and cut through unto the heads of all; and I will slay their remnant with the sword.'"
我認為,這位先知在稍後的經文中,正是描述了這次地震,就是他所說的:「我看見主站在祭壇旁,祂說:『你要擊打柱頂,使門檻震動;要砍碎,落在眾人頭上;其餘的人,我必用刀殺盡。』」
6:18.40
δι ὧν ἡγοῦμαι θεσπίζεσθαι τὸν σεισμὸν, καὶ τὴν καθαίρεσιν τῶν πάλαι σεμνῶν τοῦ Ἰουδαίων ἔθνους καὶ τῆς ἐπιτελουμένης ὑπ αὐτῶν ἐν τῆ Ἱερουσαλὴμ θρησκείας, τήν τε ἀπώλειαν τὴν μετελθοῦσαν αὐτοὺς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν, ὅτε παραιτησαμένων αὐτῶν τὸν Χριστὸν τοῦ θεοῦ, τὸν ἀληθῆ ἀρχιερέα, λέπρα κατὰ τῶν ψυχῶν ἐξήνθησεν, ὥσπερ οὖν καὶ ἐπὶ τοῦ Ὀζίου ὅτε καὶ ἀοράτῳ δυνάμει αὐτὸς ὁ κύριος ἐπιστὰς τῷ θυσιαστηρίῳ αὐτῶν τὴν ἐξουσίαν ἔδωκε τῷ πατάσσοντι, φήσας πάταξον τὸ θυσιαστήριον
By these words, I judge, is foretold the earthquake, and the destruction of the once-venerable institutions of the Jewish nation and of the religion performed by them in Jerusalem, together with the ruin that overtook them after the coming of our Saviour, when, having rejected the Christ of God, the true high priest, leprosy broke out upon their souls — just as also in the case of Uzziah, when the Lord himself, standing by their altar with invisible power, gave authority to the one who strikes, saying, "Strike the altar."
藉著這些話,我認為所預言的,正是那次地震,以及猶太民族昔日尊貴的體制與他們在耶路撒冷所行之宗教的傾覆,還有救主降臨之後臨到他們的滅亡——那時,因他們拒絕了神的基督,即真正的大祭司,麻風便在他們的靈魂上發作起來,正如當年烏西雅的事一樣,那時主自己也曾以不可見的能力,親自站在他們的祭壇旁,將權柄賜給那擊打者,說:「你要擊打祭壇。」
6:18.41
δυνάμει γοῦν τοῦτο ἐδήλου λέγων ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. αὐτίκα γοῦν ἐπὶ τῷ πάθει αὐτοῦ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἴως κάτω, ὥσπερ οὖν ὁ Ἰώσηπος ἱστορεῖ γεγονέναι κατὰ τοὺς Ὀζίου χρόνους· εἶτα πρότερον μὲν ἐσείσθη τὰ πρόπυλα, ὅτε ἡ γῆ ἐσείσθη κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρόν· μετ οὐ πολὺ δὲ καὶ τὴν ἐσχάτην ὑπέμεινε πτῶσιν, λαβών τε τὴν ἐξουσίαν ὁ πατάσσων διέκοψεν εἰς κεφαλὰς ἁπάντων
This indeed he showed in effect when he said, "Your house is left to you desolate." At once, then, at his Passion, the veil of the temple was torn from top to bottom, just as Josephus records occurred in the days of Uzziah; and first the porches were shaken, when the earth was shaken at the time of his Passion; and not long afterward it also underwent its final fall, and the one who strikes, having received authority, cut through unto the heads of all.
事實上,他早已用能力的方式表明此事,說:「你們的家,成為荒場,留給你們。」果然,就在祂受難之時,聖殿的幔子就從上到下裂為兩半,正如約瑟夫斯所記載發生在烏西雅年間的事一樣;先是門檻震動,那正是祂受難之時大地震動之際;不久之後,聖殿也遭遇了最終的傾覆,而那位受了權柄的擊打者,就砍碎,落在眾人頭上。
6:18.42
κατὰ τοῦτο δὴ οὖν τοῦ καιροῦ καὶ ἡ κοιλὰς τῶν τοῦ θεοῦ ὀρέων ἐνεφράγη, ὥσπερ οὖν γέγονεν ἐπὶ Ὀζίου· πρὸς μὲν ῥητὸν καὶ λέξιν κατὰ τὴν Ῥωμαίων πολιορκίαν, καθ ἣν οἶμαι συμβῆναί τινα τοιαῦτα, πρὸς δὲ διάνοιαν ὅτε ἡ σωματικὴ καὶ ταπεινοτέρα τοῦ Μώσεως νόμου λατρεία ἀπεκλείσθη εἰς τὸ μηκέτι ἐνεργεῖσθαι διὰ τὸν σεισμὸν τὸν ἐπελθόντα προφητικῶς ἐξ ἐκείνου τῷ Ἰουδαίων ἔθνει, καὶ διὰ τὰ λοιπὰ τὰ ἀναγεγραμμένα. μετὰ ταῦτα ἐπαναλαβὼν ὁ λόγος τὴν τοῦ κυρίου παρουσίαν σαφέστερον ἀνακηρύττει λέγων καὶ παρέσται κύριος ὁ θεός μου, καὶ πάντες οἶ ἅγιοι μετ αὐτοῦ
It was, then, at this very time that the valley of the mountains of God was stopped up, just as also happened in the case of Uzziah — in the literal and plain sense, at the Roman siege, during which I think certain such things occurred; and in the deeper sense, when the bodily and lowlier worship of the law of Moses was shut off from being performed any longer, because of the earthquake that came prophetically upon the Jewish nation from that time onward, and because of the rest of what has been recorded. After this, the text, resuming the theme of the Lord's coming, proclaims it yet more clearly, saying: "And the Lord my God shall come, and all the holy ones with him."
正是在這個時候,神眾山的谷才被塞住,正如當年烏西雅的事一樣:照字面而言,是在羅馬人的圍城期間,我認為當時確有某些類似的事發生;而照更深的意涵而言,則是指那按摩西律法所行、屬肉體且較卑下的敬拜,因著那從那時起以預言方式臨到猶太民族的地震,以及上文所記載的其餘諸事,而被封閉、不再施行。此後,經文再次論及主的降臨,更清楚地宣告說:「耶和華我的神必要降臨,一切聖者都與祂同在。」
6:18.43
εἴτε τοὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς ὀνομάζων ἁγίους αὐτοῦ εἴτε δυνάμεις τινὰς ἀοράτους καὶ πνεύματα λειτουργικὰ, περὶ ὧν εἴρηται καὶ προσῆλθον ἄγγελοι, καὶ διηκόνουν αὐτῷ. εἶτα ἐπὶ τῆς παρουσίας τοῦ κυρίου ἔσται (φησὶν) ἡμέρα, καὶ οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν
— whether he names his apostles and disciples "his holy ones," or certain invisible powers and ministering spirits, concerning whom it has been said, "And angels came, and ministered unto him." Then, concerning the coming of the Lord, it says: "There shall be a day, and there shall be no light; and there shall be cold and frost for one day."
——無論是稱祂的使徒和門徒為「祂的聖者」,或是指某些不可見的能力與服役的靈,論到這些靈,經上曾說:「有天使前來服事祂。」接著,論到主的降臨,經文說:「必有一日,白晝無光,寒冷結霜,終日如此。」
6:18.44
ἀνθ οὗ ὁ Σύμμαχος ἡρμήνευσε καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς, ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν, ἥτις ἔγνωσται τῷ κυρίῳ, οὐχ ἡμέρα οὐδὲ νὺξ, ἀλλ ἔσται τὸ πρὸς ἐσπέραν φῶς. καὶ ὅρα εἰ μὴ διὰ τούτων λευκότατα τὴν ἡμέραν τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν δηλοῖ, ἐν ᾗ ἡμέρᾳ τὸ μὲν οὐκ ἔσται φῶς ἐπληροῦτο, ἡνίκα ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἴως ὥρας ἐνάτης, τὸ δὲ ἀλλὰ ψῦχος καὶ πάγος, ὅτε κατὰ τὸν Λουκᾶν παραλαβόντες τὸν Ἰησοῦν ἤγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως. ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν
In place of this Symmachus has rendered: "And on that day there shall be no light, but there shall be cold and frost for one day, which is known to the Lord — neither day nor night — but toward evening there shall be light." And observe whether by these words it does not most plainly indicate the day of our Saviour's Passion, on which day the words "there shall be no light" were fulfilled, when from the sixth hour there was darkness over all the land unto the ninth hour; and the words "but cold and frost" were fulfilled when, according to Luke, having taken Jesus, they led him to the house of the high priest; "and Peter followed afar off."
對於這句經文,敘馬庫斯則譯作:「當那日,必無光,只有寒冷與霜凍,終日如此,這日子唯有主知道——既非白晝,也非黑夜——但到了晚上,必有光。」請留意,這幾句話豈不正是最清楚地指明了我們救主受難的那一日嗎?「必無光」這句話,正應驗在那日,從午正到申初,遍地都黑暗了;而「寒冷與霜凍」這句,則應驗在照著路加所記,人們拿住耶穌,帶到大祭司的宅中,「彼得遠遠地跟著」的時候。
6:18.45
περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς ἐκάθητο κατὰ τὸν Μάρκον μετὰ τῶν λοιπῶν θερμαινόμενος. ὁ δὲ Ἰωάννης ἄντικρυς καὶ τοῦ ψύχους ἐμνημόνευσεν εἰπὼν εἱστήκεισαν οἱ δοῦλοι καὶ οἶ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο
"And when they had kindled a fire in the midst of the courtyard," according to Mark, he sat with the rest, warming himself. And John expressly recalled the cold as well, saying: "The servants and officers stood having made a fire of coals, for it was cold, and they warmed themselves."
照著馬可所記,「他們在院子中間生了火」,彼得便與眾人同坐,取暖。約翰更明確提及了寒冷,說:「僕人和差役因為天冷,就生了炭火,站在那裡取暖。」
6:18.46
Γνωστὴ δὲ φησὶν) ἦν αὕτη ἡ ἡμέρα τῷ κυρίῳ, καὶ οὐκ ἦν ἡμέρα, καὶ οὐκ ἦν νύξ· οὐχ ἡμέρα μὲν, διὰ τὸ προειρῆσθαι οὐκ ἔσται φῶς, ὃ καὶ ἐπληροῦτο, ὅτε ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἴως ὥρας ἐνάτης· οὐδὲ νὺξ δὲ, διὰ τὸ ἐπιλέγεσθαι πρὸς ἑσπέραν ἔσται φῶς, ὃ καὶ αὐτὸ τέλους ἐτύγχανεν, ὅτε μετὰ τὴν ἐνάτην ὥραν αὖθις τὸ σύνηθες φῶς ἀπελάμβανεν ἡ ἡμέρα
"This day," it says, "was known to the Lord, and it was not day, and it was not night" — not day, because of what was said before, "there shall be no light," which was also fulfilled when, from the sixth hour, darkness came over all the land unto the ninth hour; nor was it night, because of what is added next, "toward evening there shall be light," which likewise reached its fulfilment when, after the ninth hour, the day again received its accustomed light.
經文說:「這日,唯有主知道,既非白晝,也非黑夜」——之所以不是白晝,是因前文所說「必無光」,這句話應驗在從午正到申初,遍地黑暗;也不是黑夜,是因後文又說「到了晚上必有光」,這句話同樣也應驗了,就是申初之後,白日重新恢復了慣常的光明。
6:18.47
καὶ κατὰ διάνοιαν δὲ ταῦτα ἐπληροῦτο, καθόλου μὲν ἐπὶ τὸ Ἰουδαίων ἔθνος, μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν σκότους καὶ πάγου καὶ ψύχους γεγενημένου, σκοτισθείσης αὐτῶν τῆς διανοίας εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν, ψυγείσης τε τῆς πρὸς τὸν θεὸν ἀγάπης, ἔμπαλιν δὲ πρὸς τῇ ἑσπέρᾳ τὸ φῶς τῆς γνώσεως τοῦ Χριστοῦ ἀνατέταλκεν, ὡς τοὺς πάλαι καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου μέγα τὸ φῶς ἰδεῖν, κατὰ τὰς τοῦ Ἡσαΐου φωνάς
And in a deeper sense also these things were fulfilled: generally, with regard to the Jewish nation, darkness and frost and cold having come upon it after its audacity against Christ, their understanding having been darkened so that the illumination of the gospel did not shine in their hearts, and their love toward God having grown cold; but, on the contrary, toward evening, the light of the knowledge of Christ has risen, so that those who formerly sat in darkness and in the shadow of death have seen a great light, according to the words of Isaiah.
而在深層意涵上,這些話也已應驗:普遍而言,是應驗在猶太民族身上——他們在膽敢加害基督之後,黑暗、霜凍、寒冷便臨到他們,他們的心智被蒙蔽,以致福音的光照不能照耀在他們心中,他們對神的愛也冷淡了;然而反過來,在向晚之際,認識基督的光卻升起了,正如以賽亞的話所說,那先前坐在黑暗中、死蔭之地的人,看見了大光。
6:18.48
Ἐν αὐτῇ δὴ οὖν τῇ τοιαύτῃ ἡμέρᾳ τοῦ κυρίου, ἐξελεύσεται, φησὶν, ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ. τοῦτο δὲ ἦν τὸ λογικὸν καὶ πότιμον ξωτικόν τε καὶ σωτήριον τῆς τοῦ Χριστοῦ διδασκαλίας ποτὸν, περὶ οὗ καὶ αὐτὸς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ τὴν Σαμαρεῖτιν παιδεύων ἔλεγεν εἰ ᾔδεις τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. αὐτὸ οὖν τοῦτο τὸ σωτήριον ποτὸν ἐξ αὐτῆς τῆς Ἱερουσαλὴμ προῆλθεν
On this very day of the Lord, then, it says, "living water shall go out from Jerusalem." This was the reasonable, drinkable, life-giving, and saving draught of the teaching of Christ, concerning which he himself, teaching the Samaritan woman in the Gospel according to John, said: "If you knew who it is that says to you, 'Give me to drink,' you would have asked him, and he would have given you living water." This same saving draught, then, went forth from Jerusalem itself.
就在主的這一日,經文說:「活水必從耶路撒冷流出。」這活水,正是基督教訓那有理性、可飲、賦予生命、且能拯救人的甘露,論到這活水,祂自己在《約翰福音》中教導撒瑪利亞婦人時曾說:「你若知道是誰對你說『給我水喝』,你必早已求祂,祂也必早已給了你活水。」正是這救人的活水,從耶路撒冷本身流了出來。
6:18.49
ἐνθένδε γοῦν ὥρμητο αὐτοῦ τὸ εὐαγγέλιον, καὶ οἱ τούτου κήρυκες πᾶσαν κατέπλησαν τὴν οἰκουμένην· ὃ καὶ δηλοῦται διὰ τοῦ λέγεσθαι εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην τὸ ζῶν ὕδωρ ἐξελύσεσθαι, δι ὧν τὰ τῆς συμπάσης γῆς πέρατα δηλοῦται, τά τε πρὸς τῷ ἀνατολικῷ ὠκεανῷ πρώτη θάλαττα ὀνομαζόμενα καὶ τὰ κατὰ δύοντα ἥλιον διὰ τῆς θαλάττης τῆς ἐσχάτης σημαινόμενα, ἃ καὶ πεπλήρωκε τὸ ζῶν ὕδωρ τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας, περὶ οὗ πάλιν ἐπαίδευε λέγων ὃς ἂν πίῃ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. καὶ πάλιν ποταμοὶ φησὶν) ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον
From here, then, his gospel set out, and its heralds filled the whole inhabited world; and this is also shown by its being said that the living water would go forth "unto the first sea and unto the last sea" — by which the ends of the whole earth are indicated: what is called the "first sea," by the eastern ocean, and what is signified by the "last sea," toward the setting sun — regions which the living water of the saving and evangelical teaching has indeed filled, concerning which he again taught, saying: "Whoever drinks of the water that I shall give him shall never thirst forever." And again: "Rivers," he says, "shall flow out of his belly, of living water, springing up into eternal life."
正是從這裡,祂的福音出發,福音的傳報者傳遍了整個世界;這也可從「活水必流入前海,也流入後海」這話看出,這話指的是全地的四極——「前海」指靠近東方大洋之處,而「後海」則指日落之方;而這救恩的、福音的活水,確實已充滿了這些地方。論到此,祂又教導說:「凡喝我所賜之水的,必永遠不渴。」又說:「從他腹中要流出活水的江河,直湧到永生。」
6:18.50
καὶ αὖθις εἴ τις διψὰ, ἐρχέσθω πρός με, καὶ πινέτω. μετὰ γοῦν τὸ ἀνομβρῆσαν ἐκ τῆς Ἱερουσαλὴμ ἐπὶ πᾶν γένος ἀνθρώπων σωτήριον καὶ λογικὸν νᾶμα) ὅπερ σαφέστερον ἐν ἑτέρῳ δηλοῦται διὰ τοῦ ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. ἔσται (φησὶ) κύριος εἰς βασιλέα
And again: "If anyone thirst, let him come to me and drink." Now, after this saving and reasonable stream had rained down from Jerusalem upon every race of men — a thing shown more clearly elsewhere by the words, "For out of Zion shall go forth the law, and the word of the Lord out of Jerusalem, and he shall judge among the nations" — "the Lord," it says, "shall be king."
又說:「人若渴了,可以到我這裡來喝。」那救恩的、有理性的溪流,既已從耶路撒冷降下、灌溉全人類,這一點在別處說得更清楚,就是:「因為訓誨必出於錫安,耶和華的言語必出於耶路撒冷,祂必在列邦中施行審判。」經文又說:「耶和華必作王。」
6:18.51
οὐκ ἔσται δὲ ἐν Ἱερουσαλὴμ, οὐδὲ ἐπὶ τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. καὶ ἔσται κύριος εἶς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πάσαν τὴν γῆν. ἃ καὶ αὐτὰ συνάδει τοῖς ἀπὸ τῶν Ψαλμῶν παρατεθεῖσιν, δι ὧν ἐλέγετο ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη. καὶ πάλιν εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσε. ταῦτα δὲ ὁμοῦ πάντα ἐν ταῖς τοῦ κυρίου ἡμέραις ἔσεσθαι προφητεύεται
"But he shall not be [king] in Jerusalem, nor over the Jewish nation, but over all the earth, in that day. And the Lord shall be one, and his name one," encircling the whole earth. These also agree with what was cited from the Psalms, where it was said, "God has become king over the nations," and again, "Say among the nations, the Lord has become king." All these things together are prophesied to come to pass in the days of the Lord.
「但那日祂並不是在耶路撒冷、也不是治理猶太民族,乃是治理全地。耶和華必為獨一的主,祂的名也為獨一的名」,環繞全地。這與前面引自《詩篇》的經文也彼此相合,那裡曾說:「神在列邦中作王了」,又說:「你們要在列邦中說:耶和華作王了。」所有這一切,都被預言要在主的那些日子裡一同成就。
6:18.52
ἐν ἀρχῇ γοῦν τῆς ὅλης προφητείας ἰδοὺ ἡμέραι φησὶν) ἔρχονται τοῦ κυρίου, καὶ ἔσται τάδε. τίνα δὴ ταῦτα ἀλλ ἢ ἡ πολιορκία τῆς Ἱερουσαλὴμ καὶ ἡ τοῦ κυρίου μετάστασις ἐπὶ τὸ τῶν ἐλαιῶν ὅρος, κατὰ τὸ παρέσται κύριος, καὶ τὰ συμβεβηκότα περὶ τὴν ἡμέραν τοῦ πάθους αὐτοῦ, καὶ τὸ ζῶν ὕδωρ, τὸ ἐπὶ πᾶσαν ῥεῦσαν τὴν οἰκουμένην, καὶ ἐπὶ πᾶσι τούτοις ἡ τοῦ κυρίου βασιλεία πάντων τῶν ἐθνῶν ἄρχουσα, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, πληροῦν πᾶσαν τὴν γῆν, ἅπερ ὁποίου τέλους ἔτυχεν ὡς ἐν ἐπιτομῇ διειλήφαμεν
At the very beginning of the whole prophecy, then, it says: "Behold, the days of the Lord are coming, and these things shall be." What are these things but the siege of Jerusalem, and the removal of the Lord to the Mount of Olives, according to the words "the Lord shall come," and the events surrounding the day of his Passion, and the living water that flowed over all the inhabited world, and, over and above all these, the kingdom of the Lord ruling over all the nations, and his one name filling all the earth — things whose fulfilment we have set forth, as it were, in summary.
那麼,在整篇預言的開頭,經文說:「看哪,耶和華的日子將要來到,這些事必要發生。」而這些事,除了耶路撒冷被圍困、主遷移至橄欖山(正如「耶和華必來臨」所說)、以及祂受難那日所發生的種種、還有那流遍全世界的活水,以及在這一切之上,主的國統治萬邦、祂那獨一的名充滿全地之外,還能指什麼呢?這一切究竟得到了怎樣的成就,我們已如上文所述,作了概略的分析。
6:18.53
πρόδηλον δὲ καὶ πῶς ἀπὸ τῆς τοῦ Χριστοῦ τοῦ θεοῦ προσηγορίας τὸ Χριστιανῶν ὄνομα κατέπλησε τὴν πᾶσαν οἰκουμένην· ὃ καὶ αὐτὸ παρίστησιν ὁ φάσκων λόγος καὶ τὸ ὄνομα αὐτοῦ ἔν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον. καὶ σοὶ δὲ ἐπὶ σχολῆς παρέσται ἑκάστην βασανίσαντι λέξιν ἐπὶ πλάτους θεωρῆσαι τὰ νενοημένα. Ἀπὸ τοῦ Βαρούχ
It is also plain how, from the appellation of the Christ of God, the name "Christians" has filled the whole inhabited world; and this too is set forth by the text that says, "and his name one," encircling all the earth and the desert. And it will be possible for you, at leisure, having tested each word, to consider at length what has been understood. From Baruch.
顯而易見的是,從神的基督這一稱號而來,「基督徒」這名字已經充滿了整個世界;而經文所說「祂的名為獨一的名」,環繞全地,甚至曠野,也正表明了這一點。至於你,將來也可以從容地逐字細察,更詳盡地思考這裡所理解的意義。取自《巴錄書》。
6:19.1
Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν (δηλοῖ δὲ τὴν σοφίαν) καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτὴν καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ; οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς, ἀλλὰ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτὴν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ. ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων. ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται· ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ, καὶ οἶ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν, καὶ ηὐφράνθησαν, ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον, πάρεσμεν·
"Who has gone up into heaven and taken her" — he means Wisdom — "and brought her down out of the clouds? Who has crossed over the sea and found her, and will bring her for choice gold? There is none who knows her way, nor one who considers her path; but he who knows all things knows her, he found her out by his understanding — he who prepared the earth for the time of eternity, and filled it with four-footed beasts; he who sends forth the light, and it goes; he called it, and it obeyed him, trembling; and the stars shone in their watches, and were glad; he called them, and they said, 'We are here.'"
「誰曾上到天上,把她(此指智慧)取來,從雲彩中把她帶下呢?誰曾渡過海洋,尋見了她,並要為她帶來精選的黃金呢?沒有人知道她的道路,也沒有人思想她的途徑;唯有那知曉萬事的,才認識她,是祂憑自己的聰明尋得了她——就是那位為永遠的時代預備大地、使地上滿了四足走獸的那位;祂差遣光,光就前行;祂呼喚它,它就戰兢地順從祂;眾星在其班次中發光,並且歡喜;祂呼喚它們,它們就說:『我們在這裡。』」
6:19.2
ἔλαμψαν μετὰ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν, ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Οὐδὲν ἐπιλέγειν δεῖ ταῖς θείαις φωναῖς ἐναργῶς τῷ προβλήματι παρισταμέναις. Ἀπὸ τοῦ Ἡσαΐου
"They shone with gladness for him who made them. This is our God; no other shall be reckoned beside him. He found out every way of knowledge, and gave it to Jacob his servant, and to Israel his beloved. Afterward he was seen upon the earth, and lived among men." Nothing needs to be added to these divine words, which plainly bear upon the question at hand. From Isaiah.
「牠們為那造牠們的主歡喜發光。這就是我們的神,沒有別的可與祂相比。祂尋得了一切知識的道路,將它賜給祂的僕人雅各,賜給祂所愛的以色列。此後,祂在地上顯現,與世人一同往來。」對於這些明顯切合本題的神聖話語,實在無需再多加解說了。取自《以賽亞書》。
6:20.1
Ὅρασις Αἰγύπτου. ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς, καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπὶ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὑτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὑτοῦ. πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὑτῶν, καὶ τὰ ἀγάλματα αὑτόν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους, καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν· καὶ τὰ τούτοις ἐξῆς
"The vision concerning Egypt. Behold, the Lord sits upon a light cloud, and shall come into Egypt; and the idols of Egypt made with hands shall be shaken before his face, and their heart shall be overcome within them; and the Egyptians shall be roused up against the Egyptians, and a man shall fight against his brother, and a man against his neighbour; city against city, and law against law. And the spirit of the Egyptians shall be troubled within them, and I will scatter their counsel; and they shall inquire of their gods, and their images, and of those who speak out of the earth, and of the ventriloquists; and I will hand over Egypt into the hands of harsh masters, and harsh kings shall rule over them" — and what follows next.
「論埃及的默示。看哪,耶和華乘駕輕雲,臨到埃及;埃及人手所造的偶像,必在祂面前戰動,他們的心在裡面消化。埃及人必起來攻擊埃及人,人要攻打自己的弟兄,人要攻打自己的鄰舍;城要攻打城,邦要攻打邦。埃及人的心神,在他們裡面必驚惶,我必攪亂他們的計謀;他們必求問自己的神、自己的偶像、以及那些從地裡發聲的、和交鬼的;我必將埃及交在殘忍的主人手中,殘暴的君王必轄制他們」——以及接下來的話。
6:20.2
καὶ νῦν τὸν δεύτερον μετὰ τὸν τῶν ὅλων θεὸν καὶ κύριον, αὐτὸν δὴ τὸν τοῦ θεοῦ λόγον, ἥξειν εἰς Αἴγυπτον ἡ παροῦσα προφητεία σημαίνει, καὶ ἥξειν οὐκ ἀφανῶς, οὐδ ἀοράτως, οὐδ ἄνευ τινὸς σωματικῆς περιβολῆς, ἀλλ ἐπὶ νεφέλης κούφης ὀχούμενον, μᾶλλον δὲ ἐπὶ πάχους ἐλαφροῦ· οὕτω γὰρ ἔχειν φασὶ τὴν Ἑβραίων φωνήν
Now the present prophecy signifies that he who is second after the God and Lord of all — that is, the Word of God himself — will come into Egypt; and that he will come not obscurely, nor invisibly, nor without some bodily covering, but borne upon a light cloud, or rather upon a light mass — for that, they say, is what the Hebrew wording means.
這篇預言表明,那位在萬物之神與主之後居第二位者——也就是神的道本身——將要臨到埃及;並且祂的降臨並非隱晦、也非不可見的,也不是沒有任何肉身的遮蔽,而是乘駕在輕雲之上,或更準確地說,乘駕在「輕物」之上——因為據說希伯來原文正是這個意思。
6:20.3
λεγέτωσαν δῆτα Ἑβραίων παῖδες πότε μετὰ τοὺς Ἡσαΐου χρόνους ὁ κύριος Αἰγυπτίοις ἐπιδεδήμηκεν, καὶ ποῖος κύριος· εἷς γὰρ ὁ ἐπὶ πάντων θεός· καὶ πῶς ἐπὶ πάχους ἐλαφροῦ οὗτος ἐποχεῖσθαι λέγεται καὶ τοπικῶς ἐπιβαίνειν μέρει τινὶ τῆς γῆς
Let, then, the children of the Hebrews say when, after the time of Isaiah, the Lord sojourned among the Egyptians, and which Lord — for the God over all is one — and how it is said that he is borne upon a light mass and treads locally upon some part of the earth.
那麼,就讓希伯來人的子孫來說一說吧:在以賽亞之後,究竟主何時曾親臨埃及人之中,又是哪一位主呢——因為萬有之上的神只有一位——而祂又怎能被說成是乘駕於「輕物」之上、在地上某一處親自踏足呢?
6:20.4
ἑρμηνευέτωσαν δὲ καὶ τὸ πάχος ἐλαφρὸν, φρὸν, τί ποτὲ ἄρα ἐστὶ, καὶ διὰ τί μὴ ἄνευ τούτου λέγεται ὁ κύριος ἐπιδημεῖν τῇ Αἰγύπτῳ
And let them also explain what this "light mass" is, and why the Lord is not said to sojourn in Egypt without it.
也讓他們解釋一下,這「輕物」究竟是什麼,以及為何主降臨埃及,不能不藉著這物。
6:20.5
πότε δὲ καὶ ἱστόρηται τὰ ἐν τῇ προφητείᾳ εἰρημένα τέλους τετυχηκέναι, τὸ σεισθῆναι, λέγω, τὰ εἴδωλα τὰ χειροποίητα Αἰγύπτου, καὶ τὸ Αἰγυπτίους Αἰγυπτίοις πολεμῆσαι διὰ τὴν τοῦ κυρίου εἰς ἀνθρώπους παρουσίαν· καὶ τοὺς θεοὺς αὐτῶν, δηλαδὴ τοὺς δαίμονας, πολλὰ τὸ παλαιὸν δυναμένους, μηκέτι ἰσχύειν, μηδὲ ἀποκρίνασθαι τοῖς ἐπερωτῶσι διὰ τὸ τοῦ κυρίου δέος, εἰς χεῖρας δὲ ποίων κυρίων σκληρῶν, ποίων δὲ βασιλέων μετὰ τὴν θεσπιζομένην τοῦ κυρίου παρουσίαν παρεδόθη Αἴγυπτος, καὶ διὰ τί κυρίου παρόντος σκληροῖς ἄρχουσι παραδίδονται· καὶ τὰ λοιπὰ δὲ τούτοις παραπλησίως ὁ βουλόμενος ἑρμηνευσάτω
And when, moreover, is it recorded that the things spoken in this prophecy came to their fulfilment — I mean, the shaking of the idols made with hands in Egypt, and the Egyptians warring against Egyptians on account of the coming of the Lord among men; and their gods, that is, the demons, once so powerful, no longer having strength, nor answering those who inquire of them, because of fear of the Lord; and into whose hands, of what harsh masters, of what kings, Egypt was handed over after the foretold coming of the Lord, and why, with the Lord present, they are handed over to harsh rulers? Let whoever wishes explain these and the rest of the like matters.
再者,這篇預言所說的事又是在何時被記載成就的呢?我是指:埃及人手所造的偶像被震動、埃及人因主降臨人間而彼此爭戰;他們的神明——也就是那些鬼魔,昔日曾何等有能力——如今不再有力量,也因懼怕主,不能回答求問他們的人;主所預言的降臨之後,埃及又被交在什麼樣殘忍的主人、什麼樣的君王手中;而主既已降臨,他們為何又被交給殘暴的統治者?其餘與此類似的問題,也一併讓有心解釋的人自行解釋吧。
6:20.6
ἡμεῖς γὰρ οὐκ ἄλλως ταῦτά φαμεν συνίστασθαι ἢ διὰ μόνης τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιφανείας. οὗτος γὰρ θεοῦ λόγος ὢν καὶ θεοῦ δύναμις κατὰ διάνοιαν καὶ πρὸς λέξιν ἐπιδημήσας τῇ Αἰγυπτίων χώρᾳ διὰ νεφέλης κούφης ἐπλήρου τὰ προηγορευμένα. νεφέλην δὲ κούφην ἀλληγορικῶς ὀνομάζει τὴν δι οὑ ἀνείληφε σώματος ἐκ παρθένου καὶ ἁγίου πνεύματος ἐπιδημίαν αὐτοῦ, ὥσπερ οὖν ἡ Ἑβραίων γραφὴ καὶ ὁ Ἀκύλας σαφέστερον ἠνίξατο εἰπὼν ἰδοὺ κύριος ἐπιβαίνει ἐπὶ πάχους ἐλαφροῦ, καὶ ἔρχεται ἐπ Αἴγυπτον, πάχος ἐλαφρὸν τὸ ἐξ ἁγίου πνεύματος σῶμα προσαγορεύσας
For we say that these things came about in no other way than through the coming of our Saviour Jesus Christ alone among men. For he, being the Word of God and the power of God, both in deeper sense and in the literal sense, sojourning in the land of Egypt by means of a light cloud, fulfilled what had been foretold. Now he allegorically calls "light cloud" his coming by means of the body he assumed from the Virgin and the Holy Spirit — just as the Hebrew text and Aquila have more clearly hinted, saying: "Behold, the Lord rides upon a light mass, and comes upon Egypt," calling the body from the Holy Spirit a "light mass."
因為我們認為,這些事的成就,唯獨是藉著我們救主耶穌基督親臨人間才得以實現,別無他途。因為祂既是神的道,也是神的能力,無論就深意還是就字面而言,祂都是藉著「輕雲」降臨埃及地,成就了先前所預言的事。而「輕雲」在這裡是以寓意方式,指祂藉著從童女和聖靈所取得的身體而有的降臨;正如希伯來原文以及阿奎拉(Aquila)譯本更明確地暗示的那樣,說:「看哪,主乘駕於輕物之上,臨到埃及」,將那出自聖靈的身體稱為「輕物」。
← prev partnext part →
← ch. 5ch. 7 →
12345678910

Tell me when new readings are published

One email per new chapter reading. Double opt-in; one-click unsubscribe.