📜 Verbum
Scripture and the Fathers, read aloud in the original
♥ Support

← All books · Greek Fathers › Demonstratio Evangelica

Demonstratio Evangelica 1 part 5/5

Greek original · 15 verses · some words can be tapped for a gloss · long chapter, split into parts; this part covers 1:10.24–1:10.38 (277 verses in all)

ch. 2 →
← prev part
ℹ️ This corpus has no verse-level morphological tagging. Lemmas come mainly from word-level tagging of other books in the same language (not from this verse), falling back to dictionary form-matching for the rest. Rare homographs can still be misread; verify against the original and a specialist lexicon where precision matters.
ℹ️ The Chinese and English alongside are this site's own translation, made directly from the original text on this page (not the CUV or the WEB, which follow the Masoretic Text and a different textual tradition).
1:10.24
ἐπεὶ τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε, πάσας τε αὐτῷ δι ἡμᾶς τὰς ἡμῖν ἐπηρτημένας τιμωρίας ἐπιθεὶς, δεσμὰ καὶ ἀτιμίας καὶ ὕβρεις μάστιγάς τε καὶ ἐκτόπους πληγὰς, καὶ ἐπὶ πᾶσιν τὸ τῆς κατάρας τρόπαιον
Since he made him who knew no sin to be sin on our behalf, laying upon him, for our sakes, all the punishments that hung over us — bonds and dishonors and insults, scourges and monstrous blows, and, above all these, the trophy of the curse.
因為他使那不知罪的,為我們的緣故成了罪,把一切原本懸在我們頭上的刑罰,都為我們的緣故加在他身上——捆綁、羞辱、凌辱、鞭打與異常的擊打,並且在這一切之上,還有那咒詛的戰利品。
1:10.25
μετὰ δὴ πάντα οἷόν τι θαυμάσιον θῦμα καὶ σφάγιον ἐξαίρετοντῷ πατρὶ καλλιερησάμενος ὑπὲρ τῆς ἁπάντων ἡμῶν ἀνήνεγκε σωτηρίας, μνήμην καὶ ἡμῖν παραδοὺς ἀντὶ θυσίας τῷ θεῷ διηνεκῶς προσφέρειν
After all these things, then, having, as it were, offered a wondrous and choice victim and sacrifice, well-pleasing to the Father, he offered it up on behalf of the salvation of us all, having handed down to us also a memorial to offer continually to God in place of sacrifice.
在這一切之後,他彷彿獻上了一項奇妙而蒙悅納的祭物與祭牲,特為蒙父悅納而獻,為我們眾人的救恩獻上;又把一項紀念傳交給我們,叫我們可以不斷地以此代替祭祀獻給神。
1:10.26
τοῦτο καὶ προφητῶν ὁ θαυμάσιος Δαβὶδ θείῳ πνεύματι τὸ μέλλον προλαβὼν ἐθέσπισεν εἰπὼν ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι, καὶ εἰσήκουσε τῆς δεήσεως μου, καὶ ἀνήνεγκέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος. καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, κατεύθυνεν τὰ διαβήματά μου. καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ὕμνον τῷ θεῷ ἡμῶν
This too the wondrous David, among the prophets, by the divine Spirit, foreknowing what was to come, proclaimed beforehand, saying: "Waiting, I waited for the Lord, and he attended to me, and heard my supplication, and brought me up out of a pit of misery and from the mire of the deep. And he set my feet upon a rock, and directed my steps. And he put into my mouth a new song, a hymn to our God."
這一點,眾先知中那奇妙的大衛也曾藉神聖之靈,預先知曉將要成就之事,預先宣告,說:「我曾耐心等候主,他就側耳聽了我的懇求,並俯聽我的祈禱,把我從苦難的坑中、從泥沼的淤泥中拉上來,使我的腳立在磐石上,堅定我的腳步。他又賜給我口中一首新歌,就是頌讚我們神的詩歌。」
1:10.27
καὶ τί τὸ καινὸν ᾆσμα τυγχάνει διασαφεῖ λέγων ἑξῆς θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ νὐδόκησας. τότε εἶπον, ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίον γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσι, ὁ θεὸς, τὸ θέλημά σου ἐβουλήθην. καὶ έπιλέγει εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλη
And what the new song is, he goes on to make clear, saying next: "Sacrifice and offering you did not desire, but a body you prepared for me; whole burnt offerings and sin offerings you did not require. Then I said, Behold, I come; in the roll of the book it is written of me, that I should do your will, O God: I desired it." And he adds: "I have preached righteousness in the great congregation."
至於那新歌是什麼,他接著明白說出,說:「祭物和禮物你不喜悅,你卻為我預備了身體;燔祭和贖罪祭你不悅納。那時我說:看哪,我來了;書卷上已經記載我的事,神啊,我甘心遵行你的旨意。」又接著說:「我在大會中傳揚了公義。」
1:10.28
Ἅντικρυς ἀντὶ τῶν πάλαι θυσιῶν καὶ ὁλοκαυτωμάτων τὴν ἕνσαρκον τοῦ Χριστοῦ παρουσίαν καὶ τὸ καταρτισθὲν αὐτου σῶμα προσενηνέχθαι τῷ θεῷ διδάξας, τοῦτό τε αὐτὸ τῇ αὐτοῦ ἐκκλησίᾳ εὐαγγελίζεται, ὡς ἅν μέγα μυστήριον ἐν κεφαλίδι βιβλίου τῇ προφητικῇ φωνῇ προαναπεφωνημένον. τούτου δῆτα τοῦ θύματος τὴν τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος κατὰ θεσμοὺς τῆς καινῆς διαθήκης παρειληφότες, πάλιν ὑπὸ τοῦ προφήτου Δαβὶδ παιδευόμεθα λέγειν ἡτοίμασας ἐνώπιόν μου τράπεξαν, ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν έλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡς κράτιστον
Teaching directly that, in place of the ancient sacrifices and whole burnt offerings, the incarnate presence of Christ and his prepared body has been offered to God, he proclaims this very thing as good news to his church, as a great mystery announced beforehand in the roll of the book by the prophetic voice. Having received, then, the body and the saving blood of this victim according to the institutions of the new covenant, we are taught again by the prophet David to say: "You have prepared a table before me, over against those who afflict me; you have anointed my head with oil, and your cup, making me drunk, is as the strongest."
他明白教導:正是這位基督成了肉身的臨在及其所預備的身體,代替古時的祭祀與燔祭獻給了神;他就把這件事本身作為福音,傳給他的教會,彷彿是那藉先知之口,早已在書卷中預先宣告的一項偉大奧秘。既然我們已按新約的規例,領受了這祭牲的身體與救贖的血,我們便再次蒙先知大衛教導,說:「你在我敵人面前,為我擺設筵席;你用油膏了我的頭,你的杯使我如飲了最烈的酒一般沉醉。」
1:10.29
Διαρρήδην γοῦν ἐν τούτοις καὶ τὸ μυστικὸν σημαίνεται χρῖσμα, καὶ τὰ σεμνὰ τῆς Χριστοῦ τραπεζης θύματα, δι ὦν καλλιεροῦντες τὰς ἀναίμους καὶ λογικὰς αὐτῷ τε προσηνεῖς θυσίας διὰ παντὸς βίου τῷ ἐπὶ πάντων προσφέρειν θεῷ διὰ τοῦ πάντων ἀνωτάτου ἀρχιερέως αύτοῦ δεδιδάγμεθα
In these words, then, the mystical anointing is expressly signified, and also the reverend offerings of the table of Christ, by which, performing sacred rites, we have been taught to offer, throughout the whole of life, bloodless and rational sacrifices, pleasing to him, to the God who is over all, through his supreme high priest over all.
所以,這些話明確地表徵了那奧秘的傅膏,以及基督筵席上那些莊嚴的祭物;藉著這些,我們一生都獻上蒙悅納的祭禮,也就是無血而屬理性的祭物,我們已蒙教導,要藉著他那位至高無上的大祭司,將這祭物獻給那位在萬有之上的神。
1:10.30
τοῦτο δὲ αὐτὸ καὶ ὁ μέγας προφήτης Ἡσαΐας θαυμασίως τῷ θείῳ πνεύματι προέγνω τε καὶ προανεφώνησε. λἐει δ οὖν ὦδε καὶ αὐτὸς κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὅνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα
This very thing, too, the great prophet Isaiah, by the divine Spirit, wondrously foreknew and proclaimed beforehand. He too speaks thus: "O Lord my God, I will glorify you, I will hymn your name, for you have done wonderful things."
這件事,偉大的先知以賽亞也藉著神聖之靈,奇妙地預先知曉並預先宣告了。他也如此說:「主我的神啊,我要榮耀你,我要頌揚你的名,因你行了奇妙的事。」
1:10.31
καὶ τίνα ταῦτα ὡς άληθῶς θαυμάσια διασαφεῖ, λέγων ἑξῆς ποιήσει Σαβαὼθ πάσι τοῖς ἔθνεσι. πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον. παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη
And what these truly wonderful things are, he goes on to make plain, saying next: "The Lord Sabaoth will make for all the nations: they shall drink gladness, they shall drink wine, they shall be anointed with myrrh. Deliver all these things to the nations; for this counsel is upon all the nations."
至於這些真正奇妙的事究竟是什麼,他接著明白說出:「主撒巴俄特要為萬邦成就這事:他們必飲喜樂,飲酒,並要受沒藥的膏抹。把這一切都交給萬邦;因為這旨意是臨到萬邦的。」
1:10.32
Τοιαῦτά τινα ἦν καὶ τὰ Ἡσαΐου θαυμάσια, εὐωδίας ἀγαθῆς καὶ μύρου χρῖσιν οὐ τῷ Ἰσραὴλ, ἀλλὰ πᾶσι τοῖς ἔθνεσιν ἐπαγγελλόμενα ὅθεν ὃθεν τὼς παρὰ τὴν τοῦ μύρου χρῖσιν καὶ τῆς Χριστιανῶν ἠξιώθησαν προσηγορίας. ἀλλὰ καὶ οἴνου τοῖς ἒθνεσιν εὐφροσύνην θεσπίζει, τὸ τῆς καινῆς τοῦ Χριστοῦ διαθήκης μυστήριον αἰνιττόμενος, ὃ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἐναργῶς κατὰ τὸν παρόντα καιρὸν ἐκτελεῖται
Such, then, were also the wonders of Isaiah, promising a goodly fragrance and an anointing of myrrh, not to Israel, but to all the nations — whence also, from that anointing with myrrh, they were deemed worthy of the appellation of "Christians." But he also proclaims for the nations gladness of wine, obscurely hinting at the mystery of the new covenant of Christ, which is now, in the present time, plainly being accomplished among all the nations.
以賽亞所說的這些奇事便是如此:他所應許的美好馨香與沒藥的膏抹,不是應許給以色列,而是應許給萬邦——由此,也正是從這沒藥的膏抹而來,萬邦得以配稱「基督徒」(受膏者)之名。此外,他也向萬邦宣告飲酒的喜樂,隱約暗示著基督新約的奧秘,這奧秘如今在這現今的時代,已在萬邦中間明顯地成就了。
1:10.33
ταύτας δὲ πάλιν τὰς ἀσωμάτους καὶ νοερὰς θυσίας τὰ προφητικὰ κηρύττει λόγια, ὧδέ πη περιέχοντα θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις
Again, these bodiless and intellectual sacrifices the prophetic oracles proclaim, containing something to this effect: "Sacrifice to God a sacrifice of praise, and render your vows to the Most High; and call upon me in the day of affliction, and I will deliver you, and you shall glorify me."
至於這些無形、屬乎理性的祭物,眾先知的話語又如此宣告,大致如下:「你要獻上感謝為祭給神,又要向至高者還你的願;在患難之日求告我,我必搭救你,你也要榮耀我。」
1:10.34
καὶ πάλιν ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή καὶ αὖθις θυσία τῷ θεῷ πνεῦμα συντετριμμενον
And again: "The lifting up of my hands is an evening sacrifice." And once more: "A sacrifice to God is a broken spirit."
又說:「我舉起雙手,如同晚祭。」再者:「神所要的祭,就是憂傷的靈。」
1:10.35
Πάντα δὴ οὖν ταῦτα ἐξ αἰῶνος τεθεσπισμένα διὰ τῆς εὐαγγελικῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας κατὰ τὸν παρόντα καιρὸν πρὸς ἁπάντων τῶν ἐθνῶν ἐκτελεῖται, ἀληθείας ἐπιμαρτυρούσης τῇ προφητικῇ φωνῇ, δι ἧς, τὰς κατὰ Μωσέα θυσίας ὁ θεὸς παραιτησάμενος, τὸ μέλλον ἔσεσθαι καθ ἡμᾶς αὐτοὺς θεσπίζει λέγων διὸ ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι. καὶ ἐν παντὶ τόπῳ θυμίαμα προςάγεται τῷ ὀν ματί μου καὶ θυσία καθαρά
All these things, then, which were proclaimed from of old, are, through the evangelical teaching of our Savior, being accomplished at the present time by all the nations, the truth bearing witness to the prophetic voice, by which, God, having rejected the sacrifices according to Moses, proclaims beforehand what was to come to pass in our own case, saying: "For from the rising of the sun even to its setting, my name has been glorified among the nations; and in every place incense is offered to my name, and a pure sacrifice."
這一切,既是自古以來所預言的,如今便藉著我們救主的福音教導,在這現今的時代,由萬邦所成就;真理也為這先知的話語作見證:藉著這話語,神既棄絕了按摩西所獻的祭祀,便預先宣告了將要臨到我們身上的事,說:「從日出之地到日落之處,我的名在萬邦中已被尊為大;在各處都有人向我的名獻香,獻上潔淨的祭物。」
1:10.36
Θύομεν δῆτα τοιγαροῦν τῷ ἐπὶ πάντων θεῷ θυσίαν αἰνέσεως· θύομεν τὸ ἔνθεον καὶ σεμνὸν καὶ ἱεροπρεπὲς θῦμα· θύομεν καινῶς κατὰ τὴν καινὴν διαθήκην τὴν καθαρὰν θυσίαν. θυσίαν. θυσία δὲ τῷ θεῷ πνεῦμα συντετριμμένον εἴρηται. καρδίαν γοῦν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει
We therefore, accordingly, sacrifice to the God who is over all a sacrifice of praise; we sacrifice the God-inspired, reverend, and priestly victim; we newly sacrifice, according to the new covenant, the pure sacrifice. For it is said that a sacrifice to God is a broken spirit: "a heart that is broken and humbled God will not despise."
因此,我們便向那在萬有之上的神獻上讚美為祭;我們獻上那出於神、莊嚴而合乎祭司之尊的祭物;我們按新約,以新的方式獻上潔淨的祭物。經上說,神所要的祭,就是憂傷的靈;「憂傷痛悔的心,神必不輕看。」
1:10.37
καὶ δὴ καὶ θυμιῶμεν τὸ προφητικὸν θυμίαμα, ἐν παντὶ τόπῳ προσκομίζοντες αὐτῷ τὸν εὐώδη καρπὸν τῆς παναρέτου θεολογίας, διὰ τῶν πρὸς δάσκει προφήτης, ὁ φήσας, γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου
And indeed we also burn the prophetic incense, offering to him in every place the sweet-smelling fruit of all-virtuous theology, just as the prophet teaches, who said: "Let my prayer be set forth as incense before you."
並且,我們也焚燒那先知所言的香,在各處向他獻上那全德神學所結出的馨香之果,正如先知所教導的,他曾說:「願我的禱告,如香陳列在你面前。」
1:10.38
οὐκοῦν καὶ θύομεν καὶ θυμιῶμεν· τοτὲ μὲν τὴν μνήμην τοῦ μεγάλου θύματος κατὰ τὰ πρὸς αὐτοῦ παραδοθέντα μυστήρια ἐπιτελοῦντες, καὶ τὴν ὑπὲρ σωτηρίας ἡμῶν ευχαριστίαν δι εὐσεβῶν ὕμνων τε καὶ εὐχῶν τῷ θεῷ προσκομίζοντες, τοτὲ δὲ σφᾶς αὐτοὺς ὅλῳ καθιεροῦντες αὐτῷ, καὶ τῷ γε ἀρχιερεῖ αὐτοῦ λόγῳ, αὐτῷ φυλάττειν ἀσκοῦμεν, παντὸς δὲ πάθους καὶ κηλῖδος ἁπάσης τῆς ἀπὸ κακίας κεκαθαρμένην τὴν διάνοιαν αὐτῷ προσκομίζομεν, λογισμοῖς τε ἀδιατιώτοις καὶ ἀπλάστῳ διαθέσει, δόγμασί τε ἀληθείας εὐσεβοῦμεν αὐτόν. ἀρεστὰ γὰρ αὐτῷ ταῦτα εἶναι μᾶλλον ἤ θυσιῶν πλῆθος αἵματι καὶ καπνῷ καὶ κνίσαις ἐπιτελουμένων πεπαιδεύμεθα
We both sacrifice, then, and burn incense: at one time performing the memorial of the great victim according to the mysteries handed down by him, and offering to God, on behalf of our salvation, thanksgiving through pious hymns and prayers; at another time consecrating ourselves wholly to him, and to his high priest, the Word — training ourselves to keep ourselves for him; and we offer to him a mind purified from every passion and from every stain that comes from vice, and we worship him with reasonings unperverted and with an unfeigned disposition, and with doctrines of truth. For we have been taught that these things are more pleasing to him than a multitude of sacrifices performed with blood and smoke and the savor of burnt fat.
所以,我們既獻祭,也焚香:有時是照著他所傳授的奧秘,舉行對那偉大祭牲的紀念,並藉著虔誠的頌讚與禱告,為我們的救恩向神獻上感謝;有時則是把自己完全奉獻給他,並奉獻給他的大祭司——道,操練自己為他持守自身;我們向他獻上一顆潔淨、脫離一切情慾與一切出於邪惡之污穢的心思,以不被扭曲的思維、不虛偽的心志、並真理的教義來敬拜他。因為我們已受教導:這些事比起用血、煙與脂膏之氣所行的眾多祭祀,更蒙他喜悅。
← prev part
ch. 2 →
12345678910

Tell me when new readings are published

One email per new chapter reading. Double opt-in; one-click unsubscribe.