加拉太書 第 5 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。基督釋放了我們,叫我們得以自由。所以要站立得穩,不要再被奴僕的軛挾制。
5:1 Τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν. στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλίας ἐνέχεσθε.基督釋放了我們,叫我們得以自由。所以要站立得穩,不要再被奴僕的軛挾制。Stand firm therefore in the liberty by which Christ has made us free, and don’t be entangled again with a yoke of bondage.
5:2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.我-保羅告訴你們,若受割禮,基督就與你們無益了。Behold, I, Paul, tell you that if you receive circumcision, Christ will profit you nothing.
5:3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.我再指着凡受割禮的人確實地說,他是欠着行全律法的債。Yes, I testify again to every man who receives circumcision that he is a debtor to do the whole law.
5:4 κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.你們這要靠律法稱義的,是與基督隔絕,從恩典中墜落了。You are alienated from Christ, you who desire to be justified by the law. You have fallen away from grace.
5:5 ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.我們靠着聖靈,憑着信心,等候所盼望的義。For we through the Spirit, by faith wait for the hope of righteousness.
5:6 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.原來在基督耶穌裏,受割禮不受割禮全無功效,惟獨使人生發仁愛的信心才有功效。For in Christ Jesus neither circumcision nor uncircumcision amounts to anything, but faith working through love.
5:7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ἀληθείᾳ μὴ πείθεσθαι;你們向來跑得好,有誰攔阻你們,叫你們不順從真理呢?You were running well! Who interfered with you that you should not obey the truth?
5:8 ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.這樣的勸導不是出於那召你們的。This persuasion is not from him who calls you.
5:9 μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.一點麵酵能使全團都發起來。A little yeast grows through the whole lump.
5:10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἐὰν ᾖ.我在主裏很信你們必不懷別樣的心;但攪擾你們的,無論是誰,必擔當他的罪名。I have confidence toward you in the Lord that you will think no other way. But he who troubles you will bear his judgment, whoever he is.
5:11 ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.弟兄們,我若仍舊傳割禮,為甚麼還受逼迫呢?若是這樣,那十字架討厭的地方就沒有了。But I, brothers, if I still preach circumcision, why am I still persecuted? Then the stumbling block of the cross has been removed.
5:12 ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.恨不得那攪亂你們的人把自己割絕了。I wish that those who disturb you would cut themselves off.
5:13 Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.弟兄們,你們蒙召是要得自由,只是不可將你們的自由當作放縱情慾的機會,總要用愛心互相服事。For you, brothers, were called for freedom. Only don’t use your freedom as an opportunity for the flesh, but through love be servants to one another.
5:14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.因為全律法都包在「愛人如己」這一句話之內了。For the whole law is fulfilled in one word, in this: “You shall love your neighbor as yourself.”
5:15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε.你們要謹慎,若相咬相吞,只怕要彼此消滅了。But if you bite and devour one another, be careful that you don’t consume one another.
5:16 Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.我說,你們當順着聖靈而行,就不放縱肉體的情慾了。But I say, walk by the Spirit, and you won’t fulfill the lust of the flesh.
5:17 ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ ἐὰν θέλητε ταῦτα ποιῆτε.因為情慾和聖靈相爭,聖靈和情慾相爭,這兩個是彼此相敵,使你們不能做所願意做的。For the flesh lusts against the Spirit, and the Spirit against the flesh; and these are contrary to one another, that you may not do the things that you desire.
5:18 εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.但你們若被聖靈引導,就不在律法以下。But if you are led by the Spirit, you are not under the law.
5:19 φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια,情慾的事都是顯而易見的,就如姦淫、污穢、邪蕩、Now the deeds of the flesh are obvious, which are: adultery, sexual immorality, uncleanness, lustfulness,
5:20 εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλος, θυμοί, ἐριθείαι, διχοστασίαι, αἱρέσεις,拜偶像、邪術、仇恨、爭競、忌恨、惱怒、結黨、紛爭、異端、idolatry, sorcery, hatred, strife, jealousies, outbursts of anger, rivalries, divisions, heresies,
5:21 φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.嫉妒 、醉酒、荒宴等類。我從前告訴你們,現在又告訴你們,行這樣事的人必不能承受上帝的國。envy, murders, drunkenness, orgies, and things like these; of which I forewarn you, even as I also forewarned you, that those who practice such things will not inherit God’s Kingdom.
5:22 ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,聖靈所結的果子,就是仁愛、喜樂、和平、忍耐、恩慈、良善、信實、But the fruit of the Spirit is love, joy, peace, patience, kindness, goodness, faith,
5:23 πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.溫柔、節制。這樣的事沒有律法禁止。gentleness, and self-control. Against such things there is no law.
5:24 οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.凡屬基督耶穌的人,是已經把肉體連肉體的邪情私慾同釘在十字架上了。Those who belong to Christ have crucified the flesh with its passions and lusts.
5:25 εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.我們若是靠聖靈得生,就當靠聖靈行事。If we live by the Spirit, let’s also walk by the Spirit.
5:26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.不要貪圖虛名,彼此惹氣,互相嫉妒。Let’s not become conceited, provoking one another, and envying one another.