彼得前書 第 5 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。我這作長老、作基督受苦的見證、同享後來所要顯現之榮耀的,勸你們中間與我同作長老的人:
5:1 Πρεσβυτέρους οὖν τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός·我這作長老、作基督受苦的見證、同享後來所要顯現之榮耀的,勸你們中間與我同作長老的人:Therefore I exhort the elders among you, as a fellow elder and a witness of the sufferings of Christ, and who will also share in the glory that will be revealed:
5:2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ θεόν, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως,務要牧養在你們中間上帝的群羊,按着上帝旨意照管他們;不是出於勉強,乃是出於甘心;也不是因為貪財,乃是出於樂意;shepherd the flock of God which is among you, exercising the oversight, not under compulsion, but voluntarily; not for dishonest gain, but willingly;
5:3 μηδ’ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου·也不是轄制所託付你們的,乃是作群羊的榜樣。not as lording it over those entrusted to you, but making yourselves examples to the flock.
5:4 καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.到了牧長顯現的時候,你們必得那永不衰殘的榮耀冠冕。When the chief Shepherd is revealed, you will receive the crown of glory that doesn’t fade away.
5:5 Ὁμοίως νεώτεροι ὑποτάγητε πρεσβυτέροις, πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.你們年幼的,也要順服年長的。就是你們眾人也都要以謙卑束腰,彼此順服;因為 上帝阻擋驕傲的人, 賜恩給謙卑的人。Likewise, you younger ones, be subject to the elder. Yes, all of you clothe yourselves with humility and subject yourselves to one another; for “God resists the proud, but gives grace to the humble.”
5:6 ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖραν τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,所以,你們要自卑,服在上帝大能的手下,到了時候,他必叫你們升高。Humble yourselves therefore under the mighty hand of God, that he may exalt you in due time,
5:7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ’ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.你們要將一切的憂慮卸給上帝,因為他顧念你們。casting all your worries on him, because he cares for you.
5:8 Νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπιεῖν·務要謹守,警醒。因為你們的仇敵魔鬼,如同吼叫的獅子,遍地遊行,尋找可吞吃的人。Be sober and self-controlled. Be watchful. Your adversary, the devil, walks around like a roaring lion, seeking whom he may devour.
5:9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.你們要用堅固的信心抵擋他,因為知道你們在世上的眾弟兄也是經歷這樣的苦難。Withstand him steadfast in your faith, knowing that your brothers who are in the world are undergoing the same sufferings.
5:10 ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ, ὀλίγον παθόντας αὐτὸς καταρτίσει, στηρίξει, σθενώσει, θεμελιώσει.那賜諸般恩典的上帝曾在基督裏召你們,得享他永遠的榮耀,等你們暫受苦難之後,必要親自成全你們,堅固你們,賜力量給你們。But may the God of all grace, who called you to his eternal glory by Christ Jesus, after you have suffered a little while, perfect, establish, strengthen, and settle you.
5:11 αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.願權能歸給他,直到永永遠遠。阿們!To him be the glory and the power forever and ever. Amen.
5:12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι’ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν στῆτε.我略略地寫了這信,託我所看為忠心的兄弟西拉轉交你們,勸勉你們,又證明這恩是上帝的真恩。你們務要在這恩上站立得住。Through Silvanus, our faithful brother, as I consider him, I have written to you briefly, exhorting and testifying that this is the true grace of God in which you stand.
5:13 ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου.在巴比倫與你們同蒙揀選的教會問你們安。我兒子馬可也問你們安。She who is in Babylon, chosen together with you, greets you. So does Mark, my son.
5:14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ.你們要用愛心彼此親嘴問安。願平安歸與你們凡在基督裏的人!Greet one another with a kiss of love. Peace be to all of you who are in Christ Jesus. Amen.