馬可福音 第 14 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。過兩天是逾越節,又是除酵節,祭司長和文士想法子怎麼用詭計捉拿耶穌,殺他。
14:1 Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας, καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν·過兩天是逾越節,又是除酵節,祭司長和文士想法子怎麼用詭計捉拿耶穌,殺他。It was now two days before the Passover and the Feast of Unleavened Bread, and the chief priests and the scribes sought how they might seize him by deception and kill him.
14:2 ἔλεγον γάρ· μὴ ἐν τῇ ἑορτῇ, μήποτε ἔσται θόρυβος τοῦ λαοῦ.只是說:「當節的日子不可,恐怕百姓生亂。」For they said, “Not during the feast, because there might be a riot among the people.”
14:3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· συντρίψασα τὸν ἀλάβαστρον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς.耶穌在伯大尼長大痲瘋的西門家裏坐席的時候,有一個女人拿着一玉瓶至貴的真哪噠香膏來,打破玉瓶,把膏澆在耶穌的頭上。While he was at Bethany, in the house of Simon the leper, as he sat at the table, a woman came having an alabaster jar of ointment of pure nard—very costly. She broke the jar and poured it over his head.
14:4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς· εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;有幾個人心中很不喜悅,說:「何用這樣枉費香膏呢?But there were some who were indignant among themselves, saying, “Why has this ointment been wasted?
14:5 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμοῦντο αὐτῇ.這香膏可以賣三十多兩銀子賙濟窮人。」他們就向那女人生氣。For this might have been sold for more than three hundred denarii and given to the poor.” So they grumbled against her.
14:6 ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί.耶穌說:「由她吧!為甚麼難為她呢?她在我身上做的是一件美事。But Jesus said, “Leave her alone. Why do you trouble her? She has done a good work for me.
14:7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.因為常有窮人和你們同在,要向他們行善隨時都可以;只是你們不常有我。For you always have the poor with you, and whenever you want to, you can do them good; but you will not always have me.
14:8 ὃ ἔσχεν ἐποίησεν· προέλαβεν μυρίσαι μου τὸ σῶμά εἰς τὸν ἐνταφιασμόν.她所做的,是盡她所能的;她是為我安葬的事把香膏預先澆在我身上。She has done what she could. She has anointed my body beforehand for the burying.
14:9 ἀμὴν δὲ λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.我實在告訴你們,普天之下,無論在甚麼地方傳這福音,也要述說這女人所做的,以為記念。」Most certainly I tell you, wherever this Good News may be preached throughout the whole world, that which this woman has done will also be spoken of for a memorial of her.”
14:10 Καὶ Ἰούδας Ἰσκαριώθ, ὁ εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ αὐτοῖς.十二門徒之中,有一個加略人猶大去見祭司長,要把耶穌交給他們。Judas Iscariot, who was one of the twelve, went away to the chief priests, that he might deliver him to them.
14:11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι· καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ.他們聽見就歡喜,又應許給他銀子;他就尋思如何得便把耶穌交給他們。They, when they heard it, were glad, and promised to give him money. He sought how he might conveniently deliver him.
14:12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;除酵節的第一天,就是宰逾越羊羔的那一天,門徒對耶穌說:「你吃逾越節的筵席要我們往哪裏去預備呢?」On the first day of unleavened bread, when they sacrificed the Passover, his disciples asked him, “Where do you want us to go and prepare that you may eat the Passover?”
14:13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ,耶穌就打發兩個門徒,對他們說:「你們進城去,必有人拿着一瓶水迎面而來,你們就跟着他。He sent two of his disciples and said to them, “Go into the city, and there a man carrying a pitcher of water will meet you. Follow him,
14:14 καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστιν τὸ κατάλυμά μου, ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;他進哪家去,你們就對那家的主人說:『夫子說:客房在哪裏?我與門徒好在那裏吃逾越節的筵席。』and wherever he enters in, tell the master of the house, ‘The Teacher says, “Where is the guest room, where I may eat the Passover with my disciples?”’
14:15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον, κἀκεῖ ἑτοιμάσατε ἡμῖν.他必指給你們擺設整齊的一間大樓,你們就在那裏為我們預備。」He will himself show you a large upper room furnished and ready. Get ready for us there.”
14:16 καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.門徒出去,進了城,所遇見的正如耶穌所說的。他們就預備了逾越節的筵席。His disciples went out, and came into the city, and found things as he had said to them, and they prepared the Passover.
14:17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.到了晚上,耶穌和十二個門徒都來了。When it was evening he came with the twelve.
14:18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ὁ Ἰησοῦς εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ’ ἐμοῦ.他們坐席正吃的時候,耶穌說:「我實在告訴你們,你們中間有一個與我同吃的人要賣我了。」As they sat and were eating, Jesus said, “Most certainly I tell you, one of you will betray me—he who eats with me.”
14:19 ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· μήτι ἐγώ;他們就憂愁起來,一個一個地問他說:「是我嗎?」They began to be sorrowful, and to ask him one by one, “Surely not I?” And another said, “Surely not I?”
14:20 ὁ δὲ εἶπεν αὐτοῖς· εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς τὸ τρύβλιον.耶穌對他們說:「是十二個門徒中同我蘸手在盤子裏的那個人。He answered them, “It is one of the twelve, he who dips with me in the dish.
14:21 ὅτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.人子必要去世,正如經上指着他所寫的;但賣人子的人有禍了!那人不生在世上倒好。」For the Son of Man goes as it is written about him, but woe to that man by whom the Son of Man is betrayed! It would be better for that man if he had not been born.”
14:22 Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν· λάβετε· τοῦτό ἐστιν τὸ σῶμά μου.他們吃的時候,耶穌拿起餅來,祝了福,就擘開,遞給他們,說:「你們拿着吃,這是我的身體」;As they were eating, Jesus took bread, and when he had blessed it, he broke it and gave to them, and said, “Take, eat. This is my body.”
14:23 καὶ λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.又拿起杯來,祝謝了,遞給他們;他們都喝了。He took the cup, and when he had given thanks, he gave to them. They all drank of it.
14:24 καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν.耶穌說:「這是我立約的血,為多人流出來的。He said to them, “This is my blood of the new covenant, which is poured out for many.
14:25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.我實在告訴你們,我不再喝這葡萄汁,直到我在上帝的國裏喝新的那日子。」Most certainly I tell you, I will no more drink of the fruit of the vine until that day when I drink it anew in God’s Kingdom.”
14:26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.他們唱了詩,就出來,往橄欖山去。When they had sung a hymn, they went out to the Mount of Olives.
14:27 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε, ὅτι γέγραπται· πατάξω τὸν ποιμένα, καὶ τὰ πρόβατα διασκορπισθήσονται.耶穌對他們說:「你們都要跌倒了,因為經上記着說: 我要擊打牧人, 羊就分散了。Jesus said to them, “All of you will be made to stumble because of me tonight, for it is written, ‘I will strike the shepherd, and the sheep will be scattered.’
14:28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.但我復活以後,要在你們以先往加利利去。」However, after I am raised up, I will go before you into Galilee.”
14:29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ.彼得說:「眾人雖然跌倒,我總不能。」But Peter said to him, “Although all will be offended, yet I will not.”
14:30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ.耶穌對他說:「我實在告訴你,就在今天夜裏,雞叫兩遍以先,你要三次不認我。」Jesus said to him, “Most certainly I tell you that you today, even this night, before the rooster crows twice, you will deny me three times.”
14:31 ὁ δὲ ἐκπερισσῶς ἐλάλει· ἐὰν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσωμαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.彼得卻極力地說:「我就是必須和你同死,也總不能不認你。」眾門徒都是這樣說。But he spoke all the more, “If I must die with you, I will not deny you.” They all said the same thing.
14:32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανεί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι.他們來到一個地方,名叫客西馬尼。耶穌對門徒說:「你們坐在這裏,等我禱告。」They came to a place which was named Gethsemane. He said to his disciples, “Sit here while I pray.”
14:33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μετ’ αὐτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν,於是帶着彼得、雅各、約翰同去,就驚恐起來,極其難過,He took with him Peter, James, and John, and began to be greatly troubled and distressed.
14:34 καὶ λέγει αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.對他們說:「我心裏甚是憂傷,幾乎要死;你們在這裏等候,警醒。」He said to them, “My soul is exceedingly sorrowful, even to death. Stay here and watch.”
14:35 καὶ προελθὼν μικρὸν ἔπιπτεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα,他就稍往前走,俯伏在地,禱告說:「倘若可行,便叫那時候過去。」He went forward a little, and fell on the ground, and prayed that if it were possible, the hour might pass away from him.
14:36 καὶ ἔλεγεν· ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· ἀλλ’ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ.他說:「阿爸!父啊!在你凡事都能;求你將這杯撤去。然而,不要從我的意思,只要從你的意思。」He said, “Abba, Father, all things are possible to you. Please remove this cup from me. However, not what I desire, but what you desire.”